Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Σχέση θεωρίας και πράξεως, και πνευματική ερμηνεία της Παλαιάς Διαθήκης

Ανάλυση της σχέσης λόγου, θεωρίας και πράξης, η υπέρβαση των αισθητών μέσω της αρετής, και αναγωγική ερμηνεία γεγονότων από την Παλαιά Διαθήκη, όπως η διάβαση της Ερυθράς Θάλασσας, τα κατορθώματα του Μωυσή και του Ηλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 15

Ὧιτινι μὲν οὖν ἐξεγένετο διὰ λόγου καὶ θεωρίας διασχόντι τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο, εἴτε “νέφος” χρὴ λέγειν, εἴτε “προκάλυμμα,” Θεῷ συγγενέσθαι καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι, καθ’ ὅσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει, μακάριος οὗτος τῆς ἐντεῦθεν ἀναβάσεως καὶ τῆς ἐκεῖσε θεώσεως, ἣν τὸ γνησίως φιλοσοφῆσαι χαρίζεται καὶ τὸ ὑπὲρ τὴν ὑλικὴν δυάδα γενέσθαι διὰ τὴν ἐν Τριάδι νοουμένην ἑνότητα.

Ἐγὼ μὲν οὐκ οἶμαι ἐλλιπῶς ἔχειν τὸν ἀποδοθέντα περὶ τῆς ἀρετῆς τῶν ἁγίων τοῦ διδασκάλου λόγον, κἄν τινες, ὡς γεγράφατε, τοῦτο νομίζωσι, διὰ τοῦ “λόγῳ” καὶ “θεωρίᾳ” μόνον πρακτικῆς δίχα τὴν κατὰ Θεὸν τῶν μετελθόντων αὐτὴν φιλοσοφίαν εἰπεῖν, τοὐναντίον δὲ διῃρημένην τῇ πράξει τὴν ἀληθῆ περὶ τὰ ὄντα κρίσιν αὐτῶν καὶ ἐνέργειαν, ἣν δὴ φιλοσοφίαν ὄντως πληρεστάτην ἔγωγε τολμήσας μόνην ὁρίζομαι, μάλα σαφῶς εἰσηγεῖσθαι αὐτὸν ὑπολαμβάνω, λόγῳ καὶ θεωρίᾳ κατορθοῦσθαι αὐτὴν ἀποφηνάμενον, ὡς τῷ λόγῳ συνημμένης πάντως τῆς πράξεως καὶ τῆς ἐπ’ αὐτῇ κρίσεως τῇ θεωρίᾳ περιεχομένης, εἴπερ λόγου μὲν τὸ τάσσειν τὴν τοῦ σώματος κίνησιν, οἷον χαλινῷ τινι τῷ ὀρθῷ λογισμῷ τῆς πρὸς ἀτοπίαν φορᾶς ἐπιστημόνως ἀναχαιτίζοντος, θεωρίας δὲ τὸ τὰ καλῶς νοηθέντα τε καὶ κριθέντα ἐμφρόνως αἱρεῖσθαι ψηφίζεσθαι, οἱονεὶ φῶς παμφαέστατον δι’ ἀληθοῦς γνώσεως τὴν ἀλήθειαν αὐτὴν δεικνυούσης· οἷς ἀμφοτέροις μάλιστα καὶ δημιουργεῖται πᾶσα φιλόσοφος ἀρετὴ καὶ φυλάττεται, ὑφ’ ὧν καὶ ἐκφαίνεται διὰ σώματος οὐχ ὅλη· οὐ γὰρ χωρεῖται σώματι, χαρακτὴρ ὑπάρχουσα θείας δυνάμεως, ἀλλά τινα τῶν αὐτῆς σκιάσματα, καὶ τοῦτο οὐ δι’ ἑαυτήν, διὰ δὲ τὸ τοὺς γυμνοὺς τῆς κατ’ αὐτὴν χάριτος εἰς μίμησιν ἐλθεῖν τῆς θεοειδοῦς τῶν φιλοθέων ἀνδρῶν ἀναστροφῆς, ἐφ’ ᾧ τῇ μετοχῇ τοῦ καλοῦ καὶ αὐτοὺς τὸ τῆς κακίας αἶσχος ἀποθεμένους τῆς τῶν ἀξίων Θεοῦ γενέσθαι μοίρας, ἢ τοὺς δεομένους ἐπικουρίας τινὸς ὑπὸ τῶν δυναμένων τυχεῖν, ἐφ’ ᾧ τὴν κρυπτομένην τῷ βάθει τῆς ψυχῆς τῶν ἐναρέτων διάθεσιν διὰ τοῦ σώματος κατὰ τὴν πρᾶξιν φανεῖσαν ἀποδεξαμένους, τὴν πᾶσι πάντα γινομένην καὶ διὰ πάντων πᾶσι παροῦσαν τοῦ Θεοῦ πρόνοιαν, καὶ αὐτοὺς ἀνυμνῆσαι.

Ὡς εἴγε μηδεὶς ἦν ὁ εὖ παθεῖν δεόμενος ἢ ὁ πρὸς ἀρετὴν παραδείγματι τυπωθῆναι ὀφείλων, αὐτὸν ἕκαστον ἀρκεῖν ἑαυτῷ πάντως, ταῖς κατὰ ψυχὴν τῶν ἀρετῶν χάρισιν ἁβρυνόμενον, καὶ δίχα τῆς τούτων διὰ τοῦ σώματος πρὸς τὸ ἐμφανὲς ἀποδείξεως λέγειν οὐκ ἄτοπον.

Ὁ τοίνυν εὐσεβῶς διὰ θεωρίας κατανοήσας ὡς ἔχει τὰ ὄντα καὶ διὰ βουλῆς λογικῆς ἐστοχασμένως τε καὶ ὀρθῶς τὸν περὶ αὐτῶν ὁρισάμενος λόγον καὶ φυλάττων ἑαυτῷ τὴν κρίσιν, μᾶλλον δὲ ἑαυτὸν τῇ κρίσει ἀπαρέγκλιτον, πᾶσαν ὁμοῦ συλλαβὼν ἔχει τὴν ἀρετήν, πρὸς οὐδὲν ἄλλο μετὰ τὴν ἐγνωσμένην ἀλήθειαν ἔτι κινούμενος, καὶ πάντα παρῆλθε διὰ σπουδῆς, οὐδενὸς τὸ παράπαν λόγον ποιούμενος τῶν ὅσα σαρκὸς καὶ κόσμου ἐστὶ καὶ λέγεται, ἐνδιαθέτως ἔχων ἤδη τῷ λόγῳ περιεχομένην ἀμάχως τὴν πρᾶξιν, οἷα τοῦ ἐφ’ ἡμῖν πάντας ἑαυτῷ τοῦ διανοητικοῦ τοὺς κρατίστους ἀπαθεῖς ἐπικομιζομένους λόγους, καθ’ οὓς πᾶσα ἀρετὴ καὶ γνῶσίς ἐστι καὶ ὑφέστηκεν, ὡς δυνάμεις ὄντας ψυχῆς λογικῆς, πρὸς μὲν τὸ εἶναι σώματος οὐδ’ ὅλως χρῄζοντας, πρὸς δὲ τὸ φανῆναι διὰ τὰς εἰρημένας αἰτίας κατὰ καιρὸν αὐτῷ χρῆσθαι οὐκ ἀναινομένους. Φασὶ γὰρ τοῦ διανοητικοῦ εἶναι, ἰδικῶς μὲν τὰς νοήσεις τῶν νοητῶν, τὰς ἀρετάς, τὰς ἐπιστήμας, τοὺς τῶν τεχνῶν λόγους, τὸ προαιρετικόν, τὸ βουλευτικόν, γενικῶς δὲ τὰς κρίσεις, τὰς συγκαταθέσεις, τὰς ἀποφυγάς, τὰς ὁρμάς, καὶ τὰς μὲν εἶναι μόνης τῆς κατὰ νοῦν θεωρίας, τὰς δὲ τῆς κατὰ τὸν λόγον ἐπιστημονικῆς δυνάμεως.

Εἰ δὲ τούτοις φρουρουμένην οἱ ἅγιοι τὴν ἰδίαν ζωὴν συνετήρησαν, ἄρα περιληπτικῶς διὰ τοῦ “λόγου” καὶ τῆς “θεωρίας” ὁ μακάριος οὗτος ἀνὴρ πάντας τοὺς κατ’ ἀρετὴν καὶ γνῶσιν εἰσηγήσατο λόγους τοῖς ἁγίοις συνειλημμένους, δι’ ὧν τῇ κατανοήσει τοῦ Θεοῦ κατὰ θεωρίαν γνωστικῶς προσανέχοντες ἐμφρόνως κατὰ λόγον διὰ τῶν ἀρετῶν τὴν θείαν ἑαυτοῖς μορφὴν ἐνετυπώσαντο, πάντως οὐκ εἶναι ἀναγκαῖον οἰηθεὶς τὴν διὰ τοῦ σώματος ὀνομάσαι πρᾶξιν, γινώσκων μὴ ἀρετῆς αὐτὴν εἶναι ποιητικήν, ἀλλ’ ἐκφαντικήν, καὶ μόνων τῶν θείων νοημάτων τε καὶ λογισμῶν ὑπουργόν.

Ὡς ἂν δὲ καὶ δι’ ἑτέρου τρόπου φανερὸν γένηται τὸ λεγόμενον, φασὶν οἱ τῶν καθ’ ἡμᾶς πραγμάτων δι’ ἀκριβείας μετελθόντες τοὺς λόγους τοῦ λογικοῦ τὸ μὲν εἶναι “θεωρητικόν, τὸ δὲ πρακτικόν”· καὶ “θεωρητικὸν μὲν τὸ κατὰ νοῦν, ὡς ἔχει τὰ ὄντα, πρακτικὸν δὲ τὸ βουλευτικόν, τὸ ὁρίζον τοῖς πρακτικοῖς τὸν ὀρθὸν λόγον. Καὶ καλοῦσι τὸ μὲν θεωρητικὸν νοῦν, τὸ δὲ πρακτικὸν λόγον, καὶ τὸ μὲν σοφίαν, τὸ δὲ φρόνησιν.” Εἰ δὲ τοῦτο ἀληθές, ἐκ τῆς αἰτίας ἄρα τὴν πρᾶξιν κατὰ τὸ εἰκός, ἀλλ’ οὐκ ἐκ τῆς ὕλης ὠνόμασεν ὁ διδάσκαλος “λόγον” τὴν μηδὲν ἔχουσαν ἀντικείμενον ἕξιν προσαγορεύσας. Λογικῶς γὰρ καὶ γνωστικῶς, ἀλλ’ οὐ πολεμικῶς καὶ ἀγωνιστικῶς ἐμμένει τοῖς ἀληθέσιν ὁ θεωρητικὸς καὶ πλὴν αὐτῶν ἄλλο τι ὁρᾷν διὰ τὴν πρὸς αὐτὰ ἡδονὴν οὐκ ἀνέχεται.

Εἰ δὲ χρὴ καὶ ἄλλως σαφέστερον τοῦτο ποιήσασθαι, πάλιν οἱ τῆς κατ’ ἀρετὴν τελειότητος τοὺς λόγους γυμνάσαντές φασι τοὺς μήπω τῆς πρὸς τὴν ὕλην κατὰ τὴν σχέσιν κοινωνίας καθαροὺς γεγονότας περὶ τὰ πρακτικὰ καταγίνεσθαι, μικτῆς οὔσης αὐτοῖς ἔτι τῆς περὶ τὰ ὄντα κρίσεως, καί εἰσι τρεπτοί, μήπω τὴν περὶ τὰ τρεπτὰ σχέσιν ἀποθέμενοι· τοὺς δὲ δι’ ἀρετῆς ἀκρότητα τῷ Θεῷ κατὰ σχέσιν πλησιάζοντας καὶ τῇ τούτου κατανοήσει τὸ μακάριον καρπουμένους, πρὸς ἑαυτοὺς μόνον καὶ τὸν Θεὸν ἐστραμμένους τῷ ῥῆξαι γνησίως τῆς ὑλικῆς σχέσεως τὰ δεσμὰ τῶν μὲν πρακτικῶν καὶ τῆς ὕλης παντελῶς ἠλλοτριῶσθαι, τῇ δὲ θεωρίᾳ καὶ τῷ Θεῷ προσῳκειῶσθαι. Διό, φασί, καὶ μένουσιν ἄτρεπτοι, μὴ ἔχοντες ἔτι τὴν πρὸς τὴν ὕλην σχέσιν, καθ’ ἣν τῇ ὕλῃ φυσικῶς ἀλλοιουμένῃ παρὰ φύσιν συνεξαλλοιοῦσθαι ἐξ ἀνάγκης πέφυκεν ὁ τῇ ὕλῃ κατὰ τὴν σχέσιν κεκρατημένος, καὶ μεγίστης εἰδὼς δεῖσθαι δυνάμεως πρὸς ἀπόθεσιν τῆς ὑλικῆς προσπαθείας τὸν αὐτῆς ἐλευθερωθῆναι βουλόμενόν φησιν ὁ διδάσκαλος, “Ὧιτινι μὲν οὖν ἐξεγένετο διὰ λόγου καὶ θεωρίας διασχόντι τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο, εἴτε ‘νέφος’ χρὴ λέγειν εἴτε ‘προκάλυμμα,’ Θεῷ συγγενέσθαι,” καὶ τὰ ἑξῆς.

Πῶς ἐστι νέφος καὶ προκάλυμμα ἡ σάρξ Διὰ τί δὲ “νέφος” εἶναι καὶ “προκάλυμμα” τὴν σάρκα φησὶν ὁ διδάσκαλος; ὡς εἰδὼς ὅτι πᾶς ἀνθρώπινος νοῦς πλανώμενος, καὶ τῆς κατὰ φύσιν ἀπονεύων κινήσεως, περὶ πάθος καὶ αἴσθησιν καὶ αἰσθητὰ ποιεῖται τὴν κίνησιν, οὐκ ἔχων ἄλλοθί ποι κινηθῆναι, τῆς πρὸς Θεὸν φυσικῶς φερούσης κινήσεως διαμαρτήσας, καὶ διεῖλε τὴν σάρκα εἰς πάθος καὶ αἴσθησιν, σαρκὸς γὰρ ἐμψύχου ἀμφότερα διὰ τοῦ “νέφους” καὶ τοῦ “προκαλύμματος” ταῦτα δηλώσας.

Νέφος γάρ ἐστι τῷ ἡγεμονικῷ τῆς ψυχῆς ἐπισκοτοῦν τὸ σαρκικὸν πάθος καὶ προκάλυμμά ἐστιν ἡ κατ’ αἴσθησιν ἀπάτη, ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν αὐτὴν ἐπερείδουσα καὶ τῆς πρὸς τὰ νοητὰ διαβάσεως ἀποτειχίζουσα, δι’ ὧν λήθην τῶν φυσικῶν ἀγαθῶν λαμβάνουσα περὶ τὰ αἰσθητὰ τὴν ὅλην αὐτῆς ἐνέργειαν καταστρέφει, θυμοὺς καὶ ἐπιθυμίας καὶ ἡδονὰς διὰ τῶν εἰρημένων ἀπρεπεῖς ἐφευρίσκουσα.

Πῶς ἡ ἡδονὴ γίνεται Πᾶσα γὰρ ἡδονὴ τῶν ἀπηγορευμένων ἐκ πάθους διὰ μέσης αἰσθήσεως πρός τι πάντως γίνεσθαι πέφυκεν αἰσθητόν. Οὐδὲ γὰρ ἄλλο τί ἐστι ἡδονὴ ἢ εἶδος αἰσθήσεως ἐν τῷ αἰσθητικῷ διά τινος αἰσθητοῦ μορφουμένης, ἢ τρόπος αἰσθητικῆς ἐνεργείας κατ’ ἐπιθυμίαν ἄλογον συνιστάμενος.

Ἐπιθυμία γὰρ αἰσθήσει προστεθεῖσα εἰς ἡδονὴν μεταπίπτει, εἶδος αὐτῇ ἐπάγουσα, καὶ αἴσθησις κατ’ ἐπιθυμίαν κινηθεῖσα ἡδονὴν ἀπεργάζεται τὸ αἰσθητὸν προσλαβοῦσα. Γνόντες οὖν οἱ ἅγιοι, ὅτι διὰ μέσης σαρκὸς πρὸς τὴν ὕλην ἡ ψυχὴ παρὰ φύσιν κινουμένη τὴν χοϊκὴν μορφὴν ὑποδύεται, διὰ μέσης μᾶλλον ψυχῆς κατὰ φύσιν αὐτοὶ πρὸς τὸν Θεὸν κινουμένης καὶ τὴν σάρκα τῷ Θεῷ πρεπόντως οἰκειῶσαι διενοήθησαν, δι’ ἀσκήσεως ἀρετῶν ἐνδεχομένως αὐτὴν ταῖς θείαις ἐμφάσεσι καλλωπίσαντες.

Πῶς καὶ πόσαι κινήσεις εἰσὶ ψυχῆς Τρεῖς γὰρ καθολικὰς κινήσεις ἔχουσαν τὴν ψυχὴν εἰς μίαν συναγομένας, ὑπὸ τῆς χάριτος φωτισθέντες, τὴν κατὰ νοῦν, τὴν κατὰ λόγον, τὴν κατ’ αἴσθησιν, καὶ τὴν μὲν ἁπλῆν καὶ ἀνερμήνευτον, καθ’ ἣν ἀγνώστως περὶ Θεὸν κινουμένη κατ’ οὐδένα τρόπον ἐξ οὐδενὸς τῶν ὄντων αὐτὸν διὰ τὴν ὑπεροχὴν ἐπιγινώσκει, τὴν δὲ κατ’ αἰτίαν ὁριστικὴν τοῦ ἀγνώστου, καθ’ ἣν φυσικῶς κινουμένη τοὺς ἐπ’ αὐτῇ φυσικοὺς πάντας λόγους τοῦ κατ’ αἰτίαν μόνον ἐγνωσμένου μορφωτικοὺς ὄντας ἑαυτῇ δι’ ἐνεργείας κατ’ ἐπιστήμην ἐντίθεται, τὴν δὲ σύνθετον, καθ’ ἣν τῶν ἐκτὸς ἐφαπτομένη ὡς ἔκ τινων συμβόλων τῶν ὁρατῶν τοὺς λόγους πρὸς ἑαυτὴν ἀναμάσσεται, μεγαλοφυῶς διὰ τούτων κατὰ τὸν ἀληθῆ καὶ ἄπταιστον τῆς κατὰ φύσιν κινήσεως τρόπον τὸν παρόντα τῶν σκαμμάτων αἰῶνα διέβησαν.

Τὴν μὲν αἴσθησιν ἁπλοῦς διὰ μέσου τοῦ λόγου πρὸς τὸν νοῦν τοὺς τῶν αἰσθητῶν πνευματικοὺς λόγους ἔχουσαν μόνους ἀναβιβάσαντες, τὸν δὲ λόγον ἑνοειδῶς κατὰ μίαν ἁπλῆν τε καὶ ἀδιαίρετον φρόνησιν πρὸς τὸν νοῦν τοὺς τῶν ὄντων ἔχοντα λόγους ἑνώσαντες, τὸν δὲ νοῦν τῆς περὶ τὰ ὄντα πάντα κινήσεως καθαρῶς ἀπολυθέντα καὶ αὐτῆς τῆς καθ’ αὑτὸν φυσικῆς ἐνεργείας ἠρεμοῦντα τῷ Θεῷ προσκομίσαντες, καθ’ ὃν ὁλικῶς πρὸς Θεὸν συναχθέντες, ὅλοι ὅλῳ Θεῷ ἐγκραθῆναι διὰ τοῦ Πνεύματος ἠξιώθησαν, ὅλην τοῦ ἐπουρανίου κατὰ τὸ δυνατὸν ἀνθρώποις τὴν εἰκόνα φορέσαντες καὶ τοσοῦτο ἕλξαντες τῆς θείας ἐμφάσεως, εἰ θέμις τοῦτο εἰπεῖν, ὅσον ἑλχθέντες αὐτοὶ τῷ Θεῷ συνετέθησαν. Φασὶ γὰρ ἀλλήλων εἶναι παραδείγματα τὸν Θεὸν καὶ τὸν ἄνθρωπον, καὶ τοσοῦτον τῷ ἀνθρώπῳ τὸν Θεὸν διὰ φιλανθρωπίαν ἀνθρωπίζεσθαι, ὅσον ὁ ἄνθρωπος ἑαυτὸν τῷ Θεῷ δι’ ἀγάπης δυνηθεὶς ἀπεθέωσε, καὶ τοσοῦτον ὑπὸ Θεοῦ τὸν ἄνθρωπον κατὰ νοῦν ἁρπάζεσθαι πρὸς τὸ ἄγνωστον, ὅσον ὁ ἄνθρωπος τὸν ἀόρατον φύσει Θεὸν διὰ τῶν ἀρετῶν ἐφανέρωσεν.

Ὑπὸ ταύτης τοίνυν τῆς κατὰ λόγον καὶ θεωρίαν συνισταμένης φιλοσοφίας, καθ’ ἣν καὶ ἡ τοῦ σώματος ἐξ ἀνάγκης εὐγενίζεται φύσις, ἀπλανῶς πρὸς τὸν τοῦ Θεοῦ πόθον τρωθέντες οἱ ἅγιοι διὰ τῶν ἐνουσῶν αὐτοῖς πρὸς τὰ θεῖα φυσικῶν ἐμφάσεων ἀξιοπρεπῶς πρὸς Θεὸν παρεγένοντο, σῶμα καὶ κόσμον ἀθλητικῶς διασχόντες, ἀλλήλοις ταῦτα περιεχόμενα θεώμενοι, τὸν μὲν φύσει, τὸ δὲ αἰσθήσει, καὶ θατέρῳ θάτερον ὑποπίπτον, τῇ κατ’ ἐπαλλαγὴν θατέρου πρὸς τὸ ἕτερον ποιᾷ ἰδιότητι, καὶ μηδὲν τούτων τῷ καθ’ ἑαυτὸν λόγῳ περιγραφῆς ὑπάρχον ἐλεύθερον, καὶ αἰσχρὸν ἡγησάμενοι τοῖς θνητοῖς καὶ περιγραπτοῖς ἐμφθείρεσθαί τε καὶ περιγράφεσθαι τῆς ψυχῆς ἐᾶν τὸ ἀθάνατον καὶ ἀεικίνητον μόνῳ Θεῷ τῷ ἀθανάτῳ καὶ πάσης ἀπειρίας ἀνωτέρω ἀλύτως ἑαυτοὺς ἐνέδησαν, οὐδαμῶς ταῖς κόσμου καὶ σαρκὸς ἀνθολκαῖς ἐνδίδοντες, ὅπερ ἐστὶ πάσης ἀρετῆς τε καὶ γνώσεως πλήρωσις, οἶμαι δὲ ὅτι καὶ τέλος.

Ἀλλὰ κἂν εἴποτε περὶ τὰ τῶν ὄντων θεάματα κεκίνηνται οἱ ἅγιοι, οὐκ ἐπὶ τῷ αὐτὰ ἐκεῖνα προηγουμένως θεάσασθαί τε καὶ γνῶναι καθ’ ἡμᾶς ὑλικῶς κεκίνηνται, ἀλλ’ ἵνα τὸν διὰ πάντων καὶ ἐν πᾶσιν ὄντα τε καὶ φαινόμενον Θεὸν πολυτρόπως ὑμνήσωσι καὶ πολλὴν ἑαυτοῖς συναγείρωσι θαύματος δύναμιν καὶ δοξολογίας ὑπόθεσιν.

Ψυχὴν γὰρ εἰληφότες παρὰ Θεοῦ νοῦν καὶ λόγον καὶ αἴσθησιν ἔχουσαν πρὸς τῇ νοητῇ καὶ ταύτην τὴν αἰσθητήν, ὥσπερ καὶ λόγον πρὸς τῷ ἐνδιαθέτῳ τὸν κατὰ προφορὰν καὶ νοῦν πρὸς τῷ νοητῷ τὸν παθητικὸν (ὃν καὶ “φαντασίαν” καλοῦσι τοῦ ζώου, καθ’ ὃν καὶ τὰ λοιπὰ ζῶα καὶ ἄλληλα καὶ ἡμᾶς καὶ τοὺς τόπους οὓς διώδευσαν ἐπιγινώσκουσι, περὶ ἣν συνίστασθαι τὴν αἴσθησίν φασιν οἱ σοφοὶ τὰ τοιαῦτα, ὄργανον αὐτῆς οὖσαν ἀντιληπτικὸν τῶν αὐτῇ φαντασθέντων), δεῖν ᾠήθησαν τούτων τὰς ἐνεργείας, εἰκότως οὐχ ἑαυτοῖς, ἀλλὰ τῷ δεδωκότι Θεῷ, δι’ ὃν καὶ ἐξ οὗ πάντα προσενέγκαι.

Τρεῖς γὰρ ὄντας καθολικοὺς τρόπους, ὡς ἀνθρώποις ἐστὶν ἐφικτόν, ἐκ τῆς περὶ τὰ ὄντα ἀκριβοῦς κατανοήσεως παιδευθέντες, ἐφ’ οἷς ὁ Θεὸς τὰ πάντα πεποίηκεν (ἐφ’ ᾧ τε γὰρ εἶναι καὶ εὖ εἶναι καὶ ἀεὶ εἶναι, οὐσιώσας ἡμᾶς ὑπεστήσατο), καὶ τοὺς μὲν δύο ἄκρους ὄντας, καὶ μόνου Θεοῦ ἐχομένους, ὡς αἰτίου, τὸν δὲ ἕτερον μέσον, καὶ τῆς ἡμετέρας ἠρτημένον γνώμης τε καὶ κινήσεως, καὶ δι’ ἑαυτοῦ τοῖς ἄκροις τὸ κυρίως λέγεσθαι παρέχοντα, καὶ οὗ μὴ παρόντος ἄχρηστος αὐτοῖς ἡ προσηγορία καθίσταται, τὸ εὖ συνημμένον οὐκ ἔχουσιν, οὐκ ἄλλως δύνασθαι καὶ προσγενέσθαι αὐτοῖς καὶ φυλαχθῆναι τὴν ἐν τοῖς ἄκροις ἀλήθειαν, ἣν ποιεῖν πέφυκεν τὸ εὖ εἶναι κατὰ τὸ μέσον τοῖς ἄκροις ἐπικιρνώμενον, ἢ τῇ πρὸς Θεὸν ἀεικινησίᾳ διενοήθησαν· καὶ λοιπὸν τῷ κατὰ φύσιν ἐντεῦθεν τὸ ὀπτικὸν τῆς ψυχῆς συνεπιτείναντες λόγῳ, καὶ τρόπον τινὰ μὴ δεῖν ἀντιστρόφως χρῆσθαι ταῖς φυσικαῖς ἐνεργείαις, διὰ τὴν ἐξ ἀνάγκης ἐπισημαίνουσαν ταῖς φυσικαῖς δυνάμεσιν ἐκ τοῦ κατὰ παράχρησιν τρόπου φθοράν, αὐτοῦ βοῶντος τοῦ λόγου διαῤῥήδην ἀκούσαντες, ὁμαλῶς κατὰ τὸν πρέποντα λόγον τῆς φύσεως πρὸς τὸν αὐτῆς αἴτιον φέρεσθαι ἐδιδάχθησαν, ἵν’ ὅθεν ἁπλῶς αὐτοῖς ἐστι τὸ εἶναι, καὶ τὸ ὄντως εἶναί ποτε προστεθὲν ὑποδέξωνται.

Τί γὰρ ἂν καὶ ἔσται τῷ μὴ ἑαυτοῦ κατὰ τὸ εἶναι αἰτίῳ πρὸς ἑαυτοὺς ἴσως λογισάμενοι εἶπον, πρὸς ἑαυτὸν ἢ ἄλλο τι παρὰ τὸν Θεὸν κινουμένῳ τὸ κέρδος, ὁπότε εἰς τὸν τοῦ εἶναι λόγον οὐδὲν ἑαυτῷ ἀφ’ ἑαυτοῦ ἢ ἄλλου τινὸς παρὰ τὸν Θεὸν περιποιῆσαι δυνήσεται;

Διὰ τοῦτο τὸν μὲν νοῦν περὶ μόνου Θεοῦ καὶ τῶν αὐτοῦ ἀρετῶν διανοεῖσθαι καὶ τῇ ἀῤῥήτῳ δόξῃ τῆς αὐτοῦ μακαριότητος ἀγνώστως ἐπιβάλλειν, τὸν δὲ λόγον ἑρμηνευτὴν τῶν νοηθέντων γίνεσθαι καὶ ὑμνῳδὸν καὶ τοὺς πρὸς αὐτὰ ἑνοποιοὺς ὀρθῶς διαλέγεσθαι τρόπους, τὴν δὲ αἴσθησιν κατὰ λόγον εὐγενισθεῖσαν τὰς ἐν τῷ παντὶ διαφόρους δυνάμεις τε καὶ ἐνεργείας φαντασιουμένην τοὺς ἐν τοῖς οὖσιν ὡς ἐφικτὸν τῇ ψυχῇ διαγγέλλειν λόγους διδάξαντες, καὶ διὰ τοῦ νοῦ καὶ τοῦ λόγου, ὥσπερ ναῦν, σοφῶς τὴν ψυχὴν οἰακίσαντες, τὴν ὑγρὰν ταύτην καὶ ἄστατον καὶ ἄλλοτε ἄλλως φερομένην καὶ τὴν αἴσθησιν ἐπικλύζουσαν τοῦ βίου κέλευθον ἀβρόχοις διώδευσαν ἴχνεσιν.

Θεωρία τῆς διὰ τῆς θαλάσσης διαβάσεως διὰ Μωσέως Οὕτω τάχα καὶ Μωϋσῆς ἐκεῖνος ὁ μέγας τῇ πληγῇ τοῦ παντοδυνάμου λόγου, οὗ σύμβολον ἦν ἴσως ἡ ῥάβδος, θαλάσσης τρόπον τῶν αἰσθητῶν διελὼν τὴν ἀπάτην, ἢ περιελὼν εἰπεῖν οἰκειότερον, στεῤῥὰν καὶ ἀσάλευτον τῷ πρὸς τὰς θείας ἐπαγγελίας ἐπειγομένῳ λαῷ τὴν ὑπίχνιον παρέσχετο γῆν, τὴν ὑπὸ αἴσθησιν, φημί, φύσιν ὀρθῷ λόγῳ εἶναι θεατὴν καὶ εὐπερίγραπτον καὶ βίῳ ἀρεταῖς ἠγλαϊσμένῳ βατὴν δείξας καὶ εὐπαρόδευτον, καὶ μηδένα κίνδυνον ἐκ τῆς ἑκατέρωθεν παφλαζούσης τῶν διακριθέντων ὑδάτων, οἷς τέως κεκάλυπτο, ὁρμῆς τοῖς οὕτως αὐτὴν διαπερῶσιν ἐπάγουσαν· εἴπερ τῷ κατ’ ἀναγωγὴν λόγῳ διάκρισις ὑδάτων νοητῆς θαλάττης ἐστὶν ἡ τῶν κατ’ ἔλλειψιν καὶ πλεονασμὸν ἀντικειμένων ταῖς ἀρεταῖς κακιῶν τῆς πρὸς ἀλλήλας συνεχείας διάστασις, ἣν πέφυκε λόγος ποιεῖν, καιρίως αὐτῶν καθαψάμενος, καὶ τοῖς ἐπὶ Θεὸν προτροπάδην ἐπειγομένοις οὐδαμῶς ἀλλήλαις αὐτὰς συναφθῆναι συγχωρῶν.

Θεωρία τῆς εἰς τὸ ὄρος ἀναβάσεως τοῦ Μωσέως Οὕτω πάλιν τῷ καλοῦντι ἑπόμενος Θεῷ, ὑπερσχὼν πάντα τὰ τῇδε εἰς τὸν γνόφον εἰσῆλθεν, οὗ ἦν ὁ Θεός, τουτέστιν, εἰς τὴν ἀειδῆ καὶ ἀόρατον καὶ ἀσώματον διατριβήν, νῷ πάσης ἐλευθέρῳ τῆς πρὸς ὁτιοῦν πάρεξ Θεοῦ σχέσεως, ἐν ᾗ γενόμενος, ὡς ἐνῆν μάλιστα ἀνθρωπίνην ἀξιωθῆναι φύσιν, οἷον ἔπαθλον τῆς μακαρίας ἐκείνης ἀναβάσεως ἄξιον τὴν χρόνου καὶ φύσεως τὴν γένεσιν περιγράφουσαν κομίζεται γνῶσιν, καὶ τύπον καὶ παράδειγμα τῶν ἀρετῶν αὐτὸν ποιησάμενος τὸν Θεόν, πρὸς ὃν καθάπερ γραφὴν εὐφυῶς τοῦ ἀρχετύπου τὴν μίμησιν σώζουσαν ἑαυτὸν ἀποτυπώσας κάτεισι τοῦ ὄρους, ἧς μετείληφε δόξης κατὰ τὸ πρόσωπον ἐπισημαίνων τὴν χάριν καὶ τοῖς ἄλλοις ἀνθρώποις, ὥσπερ θεοειδοῦς τύπου τύπον ἑαυτὸν γενόμενον ἀφθόνως διδοὺς καὶ προτιθέμενος, καὶ δηλοῖ τοῦτο ποιῶν περὶ ὧν εἶδέ τε καὶ ἤκουσε τῷ λαῷ ἐξηγούμενος, καὶ γραφῇ τοῖς μετ’ αὐτὸν οἷόν τινα κλῆρον θεόσδοτον παραδιδοὺς τοῦ Θεοῦ τὰ μυστήρια.

Θεωρία τοῦ ἀβρόχου φυράματος τῶν ἀζύμων Οὕτως ὁ λαὸς ὁ τῆς Αἰγύπτου δι’ αὐτοῦ ἐξαγόμενος τοῖς ἐσθήμασιν ἐνδεδεμένον τὸ σταῖς κομιζόμενος κατὰ τὴν ἔρημον, τὸ δεῖν, ὡς οἶμαι, τυχὸν τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν τῆς πρὸς τὰ αἰσθητὰ φυλάττειν ἐπιπλοκῆς καθαρὰν καὶ ἀνέπαφον· τοὺς τὸν μὲν αἰσθητὸν φεύγοντας, πρὸς δὲ τὸν νοητὸν κόσμον ὁδεύοντας μυστικῶς ἐδιδάσκετο, ἵνα δι’ ἀρετῆς καὶ γνώσεως ἐντεῦθεν ἤδη γένωνται κατὰ τὴν γνώμην ὅπερ δι’ ἐλπίδος γενήσεσθαι κατὰ τὸν ἄφθαρτον αἰῶνα τοῖς ἀξίοις πιστεύομεν.

Θεωρία τῆς Ἰησοῦ ἡγεμονίας, καὶ τῆς διαβάσεως τοῦ Ἰορδάνου καὶ τῆς δευτέρας δι’ αὐτοῦ περιτομῆς τοῖς ἐκ πέτρας ξίφεσιν Οὕτως Ἰησοῦς ὁ Μωσέως διάδοχος, ἵνα τὰ πολλὰ τῶν περὶ αὐτοῦ ἱστορουμένων παραδράμω διὰ τὸ πλῆθος, παραλαβὼν τὸν λαὸν πολλοῖς πρότερον πρὸς εὐσέβειαν παιδευθέντα κατὰ τὴν ἔρημον τρόποις, μετὰ τὴν ἐν τῷ ὄρει Μωϋσέως τελευτήν, καὶ ξένῳ περιτομῆς εἴδει καθαγνίσας αὐτὸν ταῖς ἐκ πέτρας μαχαίραις, καὶ τὸν Ἰορδάνην ξηραθέντα τῇ προπομπῇ τῆς θείας κιβωτοῦ τοὺς τοῦ λαοῦ πάντας ἀτεγγεῖς διαβιβάσας, τὸν δι’ αὐτοῦ τυπικῶς μηνυόμενον Σωτῆρα Λόγον παρεδήλου, μετὰ τὴν τελευτὴν τοῦ γράμματος τῶν νομικῶν διατάξεων τὴν ἐν τῷ ὕψει τῶν νοημάτων γινομένην τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεὸν ἡγεμονίαν παραλαβόντα, καὶ παντὸς μὲν ψυχῆς καὶ σώματος μολυσμοῦ τῷ τομωτάτῳ λόγῳ τῆς εἰς αὐτὸν πίστεως περιτέμνοντα, παντὸς δὲ ὀνειδισμοῦ τῶν πρὸς ἁμαρτίαν ἐρεθιζόντων ἐλευθεροῦντα, καὶ τὴν ῥέουσαν τοῦ χρόνου φύσιν καὶ τῶν κινουμένων διαβιβάζοντα πρὸς τὴν τῶν ἀσωμάτων κατάστασιν, τοῖς ὤμοις ἀρετῶν ἐπαιωρουμένην ἔχοντα τὴν δεικτικὴν τῶν θείων μυστηρίων γνῶσιν.

Θεωρία τῆς Ἱεριχοῦς καὶ τῶν ἑπτὰ περιόδων, καὶ τῆς κιβωτοῦ καὶ τῶν σαλπίγγων καὶ τοῦ ἀναθέματος Οὕτω πάλιν περιόδοις ἑπτὰ καὶ σάλπιγξι τοσαύταις σὺν ἀλαλαγμῷ μυστικῷ τὴν δυσάλωτον ἢ καὶ ἀνάλωτον εἶναι δόξασαν πόλιν Ἱεριχὼ κατασείσας, τὸν αὐτὸν τοῦ Θεοῦ Λόγον μυστικῶς ἐνέφαινεν ὡς νικητὴν τοῦ κόσμου καὶ συντελεστὴν τοῦ αἰῶνος, νῷ καὶ λόγῳ, ἤτοι γνώσει καὶ ἀρετῇ. Ὧν ἡ κιβωτὸς καὶ αἱ σάλπιγγες τύπος ὑπῆρχον τοῖς ἑπομένοις αὐτῷ τὸν αἰσθητὸν αἰῶνα εὐάλωτον δεικνύοντα καὶ εὐκαθαίρετον, καὶ μηδὲν τῶν ἐν αὐτῷ πρὸς ἀπόλαυσιν ἐπιτήδειον τοῖς τῶν θείων ἐρασταῖς ἀγαθῶν, ὡς θανάτῳ καὶ φθορᾷ συνημμένον καὶ θείας ἀγανακτήσεως αἴτιον. Καὶ δηλοῖ Ἄχαρ ὁ τοῦ Χαρμί, ὅπερ ἐστίν ὁ ταραχώδης καὶ φιλόϋλος λογισμὸς ὑπὲρ τοῦ εἰσοικίσασθαί τι τῶν αἰσθητῶν, τὸν οἴκτιστον ἐκεῖνον κατὰ θείαν ψῆφον ἀπενεγκάμενος θάνατον, ὃν ἐργάζεται λόγος τῷ βάθει τῆς πονηρᾶς συνειδήσεως ἐναποπνίγων τὸν οὕτω τιμωρηθῆναι ἄξιον.

Θεωρία Τύρου καὶ τοῦ αὐτῆς βασιλέως, καὶ τῆς ἁλώσεως αὐτῆς Οὕτω πάλιν καθὼς γέγραπται, ἐν τῷ καιρῷ ἐκείνῳ καταλαβόμενος τὴν Ἀσσώρ, καὶ τὸν βασιλέα αὐτῆς ἀποκτείνας ἐν ῥομφαίᾳ, καὶ πᾶν ἐμπνέον ἐξολοθρεύσας ἐν αὐτῇ, ἥτις ἦν πρότερον ἄρχουσα πασῶν τῶν χωρῶν, ἐδιδάσκετο, ὧν μυστηρίων τύπος προβέβλητο τοὺς λόγους, ὅτι ὁ ἀληθινὸς Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ τῶν πονηρῶν καθαιρέτης δυνάμεων καὶ κληροδότης τῶν ἀξίων τῆς χάριτος, κατὰ τὸν καιρὸν τῆς αὐτοῦ ἐνανθρωπήσεως διὰ σταυροῦ καταλαβόμενος τὴν ἁμαρτίαν καὶ τὸν βασιλέα αὐτῆς τὸν διάβολον (ἦρχε γὰρ πάντων ποτὲ βασιλεύουσα ἡ ἁμαρτία), ἀπέκτεινε τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ καὶ ἐξωλόθρευσεν αὐτῆς πᾶν ἐμπνέον, τουτέστι τὰ πάθη τὰ ἐν ἡμῖν καὶ τὰ ἐπ’ αὐτοῖς αἰσχρὰ καὶ πονηρὰ ἐνθυμήματα, ἵνα μηδὲ τὸ ὁπωσοῦν ἐν τοῖς τοῦ Χριστοῦ καὶ κατὰ Χριστὸν ζῶσιν ἐμπνέοντος δίκην καθ’ ὁτιοῦν ἔχῃ λοιπὸν τὸ κινεῖσθαι καὶ ζῇν ἡ ἁμαρτία.

Θεωρία εἰς τό, οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ Οὕτω Δαβὶδ ὁ μετ’ ἐκείνους μὲν τῷ χρόνῳ, κατ’ ἐκείνους δὲ τῷ πνεύματι, ἵνα τοὺς Κριτὰς παραδράμω πολλὰ ἔχοντας ἐν τῷ βίῳ μυστήρια, τὴν δόξαν τοῦ Θεοῦ διηγουμένων τῶν οὐρανῶν ἀκούων, καὶ τὴν ποίησιν τῶν χειρῶν αὐτοῦ ἀναγγέλλοντος τοῦ στερεώματος (τὸ θαυμάσιον, οἷς ψυχὴν ὁ Δημιουργὸς οὐκ ἐνέθηκε), τοὺς περὶ θεολογίας νοὸς ἀκοαῖς παρὰ τῶν ἀψύχων ὑπεδέχετο λόγους καὶ τοὺς τῆς προνοίας καὶ κρίσεως ἐξ ἀποτελέσματος, κατὰ τὸ ἀνθρώποις ἐφικτόν, ἐδιδάσκετο τρόπους τῶν, οἷς δηλονότι κατὰ μέρος ποικίλλεται ἡ τοῦ παντὸς διεξαγωγή, οὐκ ἐφικνούμενος λόγων.

Θεωρία εἰς τό, Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με Οὕτω πάλιν, ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με, φάσκων, τὴν τοῦ κατὰ φύσιν τῆς σαρκὸς περὶ γένεσιν καὶ φθορὰν νόμου, καθ’ ὃν πάντες διὰ τὴν παράβασιν καὶ γεννώμεθα καὶ συνιστάμεθα, καὶ τῆς τιθηνούσης ἡμᾶς μητρὸς δίκην αἰσθήσεως ἀπόλειψίν τε καὶ ἀποφυγὴν ἀναγκαίαν εἶναι τοῖς τῶν ἀφθάρτων ἐπιθυμηταῖς ἐπικεκρυμμένως, οἶμαι, διηγόρευε· δι’ ὧν ὁ μὲν ὁρώμενος κόσμος ἀφίεται καὶ ἀφίησιν, ὁ δὲ Κύριος προσλαμβάνεται, καὶ τῷ πνευματικῷ υἱοθετῶν νόμῳ τοὺς ἀξίους, καὶ τοῖς ἀξίοις πατροθετούμενος, δι’ ἀρετῆς καὶ γνώσεως ὅλον ἑαυτὸν ὅλοις αὐτοῖς καθ’ ὁμοίωσιν ὡς ἀγαθὸς ἐνδίδωσιν.

Ἢ τάχα διὰ τοῦ “πατρὸς” καὶ τῆς “μητρὸς” τὸν γραπτὸν νόμον καὶ τὴν κατ’ αὐτὸν σωματικὴν λατρείαν αἰνίττεται, ὧν τῇ ὑποχωρήσει τὸ φῶς τοῦ πνευματικοῦ νόμου ταῖς καρδίαις τῶν ἀξίων ἀνατέλλειν πέφυκε καὶ τῆς κατὰ σάρκα δουλείας ἐλευθερίαν χαρίζεσθαι.

Θεωρία εἰς τὴν ὀπτασίαν Ἠλίου τὴν ἐν τῷ σπηλαίῳ Χωρήβ Οὕτως Ἠλίας ὁ περιβόητος μετὰ τὸ πῦρ ἐκεῖνο, μετὰ τὸν συσσεισμόν, μετὰ τὸ μέγα καὶ κραταιὸν πνεῦμα τὸ διαλύον ὄρη, ἃ δὴ ζῆλον καὶ διάκρισιν εἶναι καὶ τὴν ἐν πληροφορίᾳ πρόθυμον πίστιν ὑπολαμβάνω (ἡ μὲν γὰρ διάκρισις, ὥσπερ σεισμὸς τὰ συνεχῆ, τὴν μοχθηρίᾳ πυκνωθεῖσαν ἕξιν διὰ τῆς ἀρετῆς ἐπισείουσα τῆς κακίας ἐξίστησιν, ὁ δὲ ζῆλος πυρὸς δίκην ἀνάπτων τοὺς ἔχοντας τῇ ζέσει τοῦ πνεύματος παιδεύειν πείθει τοὺς ἀσεβεῖς, ἡ δὲ πίστις, πνεύματος βιαίου τρόπον, δόξης ἕνεκεν Θεοῦ πρὸς καθαίρεσιν ὀχυρωμάτων δι’ ἐπιδείξεως θαυμάτων ὠθοῦσα τοὺς ἀπαθεῖς ὕδατος γνωστικοῦ καὶ πυρὸς θεοποιοῦ χορηγὸν τὸν ὄντως πιστὸν ἄνθρωπον καθίστησι, καὶ τῷ μὲν τὸν δι’ ἀγνοίας λιμὸν θεραπεύουσα, τῷ δὲ τοῖς θύουσι δι’ οἰκειότητος τὸν Θεὸν εὐμενίζουσα, καὶ τοὺς τῆς κακίας διδασκάλους λογισμούς τε καὶ δαίμονας λογοσοφίας κτιννῦσα τῆς τῶν παθῶν δουλείας τοὺς κεκρατημένους ἐλευθεροῖ) μετὰ ταῦτα πάντα φωνῆς τῆς ἐν ᾗ ὁ Θεὸς ὑπῆρχε λεπτῆς αὔρας αἰσθόμενος τὴν προφορᾷ λόγου καὶ τρόποις βίου καὶ ἤθεσι θείαν καὶ ἀτάραχον καὶ εἰρηνικὴν καὶ παντελῶς ἄϋλον καὶ ἁπλῆν καὶ παντὸς εἴδους ἐλευθέραν καὶ σχήματος κατάστασιν, λεχθῆναι ἢ δειχθῆναι μὴ δυναμένην, μυστικῶς ἐδιδάσκετο.

Ἧς καταπλαγείς τε τὴν δόξαν καὶ τῷ κάλλει τρωθείς, τοῦ ζηλωτὴς εἶναι τὸ πρὸς αὐτὴν εἶναι μᾶλλον ποθήσας, τουτέστι τοῦ ὑπὲρ ἀληθείας μάχεσθαι τὸ μετὰ τῆς ἀληθείας δι’ ὅλου γενέσθαι, καὶ μηδὲν ἀντικείμενον ὁρᾷν ἢ γινώσκειν τῷ μόνον τὸν Θεὸν “ὅλον δι’ ὅλου” ἐν πᾶσιν ὄντα ἐπίστασθαι πολλῷ τιμιώτερον κρίνας, ἔτι ὢν ἐν σαρκὶ πρὸς αὐτὴν ὑπάρχων φυλάττεται, θείῳ ἀρετῶν ἅρματι τὴν ὕλην διαπεράσας, ὡς προκατάλυμμα τῆς καθαρᾶς τοῦ νοῦ πρὸς τὰ νοητὰ διαβάσεως, καὶ τῆς σαρκὸς τὸ νέφος τὸ ἐπισκοτοῦν τῷ ἡγεμονικῷ τῆς ψυχῆς διὰ τῶν αὐτῆς παθημάτων, ἵνα καὶ αὐτὸς ὧν ἐπόθησεν ἀῤῥήτων ἀγαθῶν μέτοχος γένηται, ὡς ἐφικτὸν τῷ ἔτι μετὰ σαρκὸς τῆς ὑπὸ φθοράν, καὶ ἡμῖν τάχα τῶν ἐπηγγελμένων βεβαία γένηται πίστωσις. Τοῦτο γὰρ αὐτῷ καὶ ὁ Θεὸς ὑπετίθετο διὰ τῶν οὕτω μυστικῶς δεδραματουργημένων ἀλαλήτως βοῶν, ὅτι παντὸς ἄλλου ἀγαθοῦ τὸ μετὰ Θεοῦ μόνου διὰ τῆς εἰρήνης εἶναι λυσιτελέστερον.

Θεωρία εἰς τὸν Ἐλισσαῖον, τὸν αὐτοῦ μαθητήν Οὕτως ὁ τούτου μαθητὴς καὶ κληρονόμος τοῦ πνεύματος Ἐλισσαῖος μηκέτι ταῖς ὑλικαῖς φαντασίαις ἐχομένην ἔχων δι’ ἐνεργείας τὴν αἴσθησιν, ἅτε διαβαθεῖσαν ἤδη ταῖς κατὰ νοῦν τοῦ Πνεύματος χάρισι, τὰς ταῖς πονηραῖς ἀντιθέτους θείας δυνάμεις περὶ αὐτὸν οὔσας δι’ ἄλλης ὀμμάτων ἐνεργείας αὐτός τε ὁρῶν καὶ τῷ φοιτητῇ τὸ ὁρᾷν χαριζόμενος ἰσχυροτέραν τῆς ἀσθενείας τὴν δύναμιν, λέγω δὴ τῆς σαρκός, περὶ ἣν τῆς πονηρίας τὰ πνεύματα τὸν διορατικὸν νοῦν ἐνεδρεύουσι, πλέον ἔχειν τὴν ψυχήν, περὶ ἣν τῶν ἀγγέλων αἱ φάλαγγες παρεμβάλλουσιν, οἷον βασιλικὴν εἰκόνα περιϊστάμενοι, καὶ ἐδιδάσκετο καὶ ἐδίδασκεν.

Θεωρία εἰς τὴν Ἄνναν καὶ τὸν Σαμουήλ Οὕτω καὶ ἡ μακαρία Ἄννα ἡ τοῦ μεγάλου μήτηρ Σαμουήλ, στεῖρα οὖσα καὶ ἄτεκνος, παρὰ τοῦ Θεοῦ καρπὸν αἰτησαμένη κοιλίας, καὶ ἀντιδώσειν καὶ ἀντιχαρίζεσθαι τὸ δοθησόμενον τῷ διδόντι καὶ χαριζομένῳ Θεῷ διὰ τῆς ἐν τῷ ναῷ προσεδρείας θερμῶς ὑποσχομένη, ἐδίδασκε μυστικῶς τὸ δεῖν πᾶσαν ψυχὴν ἡδονῶν σαρκικῶν στειρεύουσαν, διὰ τῆς κατὰ τὴν σχέσιν τῶν ὑλικῶν ἀφαιρέσεως, αἰτεῖσθαι παρὰ τοῦ Θεοῦ τῶν ἀρετῶν τὰ σπέρματα, ἵνα τὸ βλέπειν τὰ ἔμπροσθεν γνωστικῶς δυνάμενον κατὰ διάνοιαν συλλαβοῦσα ὑπήκοον τοῦ Θεοῦ λόγον καὶ τεκοῦσα προσενέγκαι Θεῷ δυνηθῇ, διὰ τῆς κατὰ τὴν θεωρίαν εὐσεβοῦς προσεδρείας, ὡς μέγα χρέος καὶ τίμιον μηδὲν ἴδιον ἔχειν κρίνουσα, ὥστε δεῖξαι τὸν Θεὸν μόνον διδόντα τε καὶ δεχόμενον· καθά πού φησιν ὁ νόμος, τὰ δῶρά μου, δόματά μου, καρπώματά μου, διατηρήσετε προσφέρειν μοι, ὡς ἐξ αὐτοῦ τε καὶ εἰς αὐτὸν παντὸς ἀγαθοῦ καὶ ἀρχομένου καὶ λήγοντος. Πέφυκε γὰρ ὁ τοῦ Θεοῦ λόγος οἷς ἂν ἐγγένηται τῆς τε σαρκὸς ἀθετεῖν τὰ κινήματα καὶ τῆς πρὸς αὐτὰ τὴν ψυχὴν ἀναστέλλειν ῥοπῆς, καὶ πάσης πληροῦν ἀληθοῦς διαγνώσεως.

Θεωρία εἰς τὸν ἀφορίζοντα τὴν ἀκάθαρτον οἰκίαν Καὶ γὰρ τὸν ἱερέα κατὰ τὴν νομικὴν διαταγὴν εἰσιόντα εἰς τὴν καθ’ ὁντιναοῦν τρόπον ἀκάθαρτον οἰκίαν καὶ ἀφορίζοντα αὐτήν, καὶ τὰ πρὸς κάθαρσιν διαστέλλοντα τοῖς κεκτημένοις ἀκούων, τὸν ἀρχιερέα λόγον δι’ αὐτοῦ παραδηλοῦσθαι νοῶ, φωτὸς δίκην καθαρωτάτου εἰσιόντα εἰς τὴν ψυχήν, καὶ τὰ ἐναγῆ βουλεύματα καὶ διανοήματα μετὰ τῶν ὑπαιτίων πράξεων ἐκκαλύπτοντα καὶ τοὺς τῆς ἐπιστροφῆς καὶ καθάρσεως τρόπους σοφῶς ὑποτιθέμενον. Ὅπερ, οἶμαι, σαφέστερον ἡ τὸν μέγαν προφήτην Ἠλίαν ὑποδεξαμένη παραδηλοῦσα ἔλεγεν, ἄνθρωπε τοῦ Θεοῦ, εἰσῆλθες πρὸς ἐμὲ τοῦ ἀναμνῆσαί με τὰς ἀδικίας μου.

Θεωρία εἰς τὸν ἅγιον Ἠλίαν, καὶ εἰς τὴν Σαραφθίαν χήραν Πᾶσα γὰρ ψυχὴ χηρεύουσά τε καλῶν καὶ ἀρετῆς ἔρημος καὶ γνώσεως Θεοῦ ἐπειδὰν τὸν θεῖον καὶ διαγνωστικὸν ὑποδέξηται λόγον, εἰς μνήμην ἐρχομένη τῶν αὐτῆς ἁμαρτημάτων διδάσκεταί πως ἀρετῶν ἄρτοις τὸν διατρέφοντα τρέφειν λόγον, καὶ ποτίζειν ἀληθείας δόγμασι τὴν πηγὴν τῆς ζωῆς, καὶ αὐτῆς τῆς φύσεως τὴν εἰς αὐτὴν προκρίνειν θεραπείαν, δι’ ἧς τε ὑδρία σὰρξ τὴν ἐπὶ ταῖς ἀρεταῖς πρακτικὴν συντομίαν χορηγήσει, καὶ ὁ καμψάκης νοῦς τὴν τὸ φῶς συντηροῦσαν τῆς γνώσεως θεωρίαν διηνεκῶς πηγάσει καὶ ὁ ἔμφυτος λογισμός, ὥσπερ ἐκεῖ τῆς χήρας ὁ υἱός, τὴν ἐμπαθῆ προτέραν ἀποθέμενος ζωὴν τῆς παρὰ τοῦ λόγου διδομένης θείας καὶ ἀληθοῦς γενέσθαι μέτοχος ἀξιωθήσεται ζωῆς.

Θεωρία εἰς τὴν μεταμόρφωσιν τοῦ Κυρίου Οὕτω καὶ τῶν Χριστοῦ μαθητῶν πρὸς τοῖς εἰρημένοις τινές, οἷς συναναβῆναί τε καὶ συνεπαρθῆναι αὐτῷ πρὸς τὸ ὄρος τῆς αὐτοῦ φανερώσεως δι’ ἀρετῆς ἐπιμέλειαν ἐξεγένετο, μεταμορφωθέντα θεασάμενοι, τῷ τε φωτὶ τοῦ προσώπου ἀπρόσιτον καὶ τῇ τῶν ἐσθημάτων λαμπρότητι κατάπληκτον καὶ τῇ τῶν ἑκατέρωθεν συνόντων τιμῇ Μωσέως καὶ Ἠλιοῦ γεγενημένον αἰδεσιμώτερον ἐπεγνωκότες, ἀπὸ τῆς σαρκὸς εἰς τὸ πνεῦμα μετέβησαν, πρὶν τὴν διὰ σαρκὸς ἀποθέσθαι ζωήν, τῇ ἐναλλαγῇ τῶν κατ’ αἴσθησιν ἐνεργειῶν ἣν αὐτοὺς τὸ Πνεῦμα ἐνήργησε, περιελὸν τῆς ἐν αὐτοῖς νοερᾶς δυνάμεως τῶν παθῶν τὰ καλύμματα, δι’ οὗ καθαρθέντες τὰ τῆς ψυχῆς καὶ σώματος αἰσθητήρια τῶν παραδειχθέντων αὐτοῖς μυστηρίων τοὺς πνευματικοὺς ἐκπαιδεύονται λόγους.

Τὴν μὲν ἀκτινοφανῶς ἐκλάμπουσαν τοῦ προσώπου πανόλβιον αἴγλην, ὡς πᾶσαν ὀφθαλμῶν νικῶσαν ἐνέργειαν, τῆς ὑπὲρ νοῦν καὶ αἴσθησιν καὶ οὐσίαν καὶ γνῶσιν θεότητος αὐτοῦ σύμβολον εἶναι μυστικῶς ἐδιδάσκοντο, ἀπὸ τοῦ μὴ ἔχειν αὐτοῦ εἶδος μήτε κάλλος καὶ τοῦ σάρκα τὸν Λόγον γεγενημένον γινώσκειν ἐπὶ τὸν ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τὴν ἐν ἀρχῇ αὐτὸν εἶναι καὶ πρὸς τὸν Θεὸν εἶναι καὶ Θεὸν εἶναι ἔννοιαν χειραγωγούμενοι, καὶ πρὸς τὴν ὡς Μονογενοῦς παρὰ Πατρὸς πλήρη χάριτος καὶ ἀληθείας δόξαν διὰ τῆς παντελῶς πᾶσιν ἀχώρητον αὐτὸν ἀνυμνούσης θεολογικῆς ἀποφάσεως γνωστικῶς ἀναγόμενοι, τὰ δὲ λευκανθέντα ἱμάτια τῶν ῥημάτων τῆς ἁγίας Γραφῆς φέρειν σύμβολον, ὡς τηνικαῦτα λαμπρῶν καὶ τρανῶν καὶ σαφῶν αὐτοῖς γενομένων, καὶ παντὸς γριφώδους αἰνίγματος καὶ συμβολικοῦ σκιάσματος χωρὶς νοουμένων, καὶ τὸν ἐν αὐτοῖς ὄντα τε καὶ καλυπτόμενον παραδηλούντων λόγον, ὁπηνίκα τὴν τελείαν καὶ ὀρθὴν περὶ Θεοῦ γνῶσιν ἔλαβον, καὶ τῆς πρὸς τὸν κόσμον καὶ τὴν σάρκα προσπαθείας ἠλευθερώθησαν· ἢ τῆς κτίσεως αὐτῆς κατὰ περιαίρεσιν τῆς δοκούσης τέως ἐμφαίνεσθαι αὐτῇ τῶν ἠπατημένων καὶ μόνῃ αἰσθήσει προσδεδεμένων ῥυπαρᾶς ὑπολήψεως, διὰ τῆς τῶν αὐτὴν συμπληρούντων διαφόρων εἰδῶν σοφῆς ποικιλίας, ἀναλόγως ἱματίου τρόπον τὴν ἀξίαν τοῦ φοροῦντος τὴν τοῦ γενεσιουργοῦ Λόγου δύναμιν μηνυούσης.