Τίς γὰρ τῶν ἄγαν σοφῶν ταῖς λογικαῖς πιστεύων ἐφόδοις καὶ ταῖς οὐκ οὔσαις θαῤῥῶν ἀποδείξεσι μετὰ λόγου τὴν τῶν ὄντων ἐπελθὼν μεγαλειότητα δυνήσεται γνῶναι, εἰπεῖν τε καὶ παραστῆσαι; Τίνες οἱ ἑκάστῳ τῶν ὄντων τῇ ὑπάρξει πρώτως ἐγκαταβληθέντες λόγοι, καθ’ οὓς καὶ ἔστι καὶ πέφυκε τῶν ὄντων ἕκαστον, καὶ εἰδοπεποίηται, καὶ ἐσχημάτισται, καὶ συντέθειται, καὶ δύναται, καὶ ἐνεργεῖ, καὶ πάσχει, ἵνα μὴ λέγω τὴν ἐν τῷ ποσῷ τε καὶ τῷ ποιῷ, καὶ τῇ σχέσει, καὶ τῷ τόπῳ, καὶ τῷ χρόνῳ, καὶ τῇ θέσει, τῇ τε κινήσει καὶ ἕξει διαφορὰν καὶ ἰδιότητα, πρὸς ἃ καὶ ἡ καθ’ ἡμᾶς μεγαλοφυῶς λογικὴ πέφυκεν ἰσαρίθμως πλατύνεσθαι δύναμις εἰς νοῦν, καὶ νόησιν, καὶ ἔννοιαν, καὶ διάνοιαν, καὶ σύννοιαν, καὶ τὸν ἐνδιάθετον λόγον, τόν τε κατὰ προφορὰν καὶ τὸν γεγονότα, τουτέστι φωνὴν καὶ κραυγήν, καὶ αὖθις συνάγεσθαι, χωρὶς τῆς κατ’ ἐπιστήμην καὶ τέχνην, ὥσπερ ἐν ποσῷ τε καὶ ποιῷ καὶ τοῖς λοιποῖς, καθὼς ἀπηρίθμηται, τούτου διαφορᾶς τε καὶ ἰδιότητος;