Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Η κίνηση των δημιουργημάτων, η αποφατική θεολογία και η αρπαγή του Αποστόλου Παύλου

Διάκριση γενέσεως, κινήσεως και στάσεως, απόρριψη εκ νέου της προϋπάρξεως των ψυχών, ανάλυση της αποφατικής θεολογίας, και ερμηνεία της αρπαγής του Αποστόλου Παύλου στον τρίτο ουρανό ως ανάβαση προς τη θεογνωσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 7 από 15

Ταῦτα μέν, κατ’ ἐμὲ φάναι, λελέχθω. Εἰ δέ τις τὸ κρεῖττον ἐξεύροι, ὁμολογήσω χάριν τῶν ἠγνοημένων παρ’ αὐτοῦ τὴν γνῶσιν λαβών. Τοῦ αὐτοῦ, ἐκ τοῦ μεγάλου θεολογικοῦ, εἰς τό· Τοῦ μὲν γὰρ εἶναι Θεὸν καὶ τὴν πάντων ποιητικήν τε καὶ συνεκτικὴν αἰτίαν καὶ ὄψις διδάσκαλος καὶ ὁ φυσικὸς νόμος, ἡ μὲν τοῖς ὁρωμένοις προσβάλλουσα καὶ πεπηγόσι καλῶς καὶ ὁδεύουσι, καὶ ἀκινήτως, ἵν’ οὕτως εἴπω, κινουμένοις τε καὶ φερομένοις, ὁ δὲ διὰ τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος.

Ὁ τὸ μέγεθος τῶν ὁρωμένων ὡς ἔχει κάλλους καὶ φύσεως σὺν λόγῳ κατὰ τὴν αἴσθησιν ἐπελθών, μὴ συγχωρῶν αὐτῇ παντελῶς καθ’ ἑαυτὴν γενομένην ἐνεργεῖν τοῦ ἡνιοχοῦντος αὐτὴν λόγου κεχωρισμένην οὐδέν, μηδὲ τὸν λόγον αὐτὸν τῆς τοῦ νοῦ ἁπλότητος ἄφετον, καθ’ ὃν τῆς μὲν αἰσθήσεως τά τε εἴδη καὶ τὰ σχήματα διὰ μέσης τῆς κατὰ τὸν λόγον δυνάμεως εἰς λόγους παντοδαποὺς ἄγεσθαι πέφυκε, τῆς δὲ τοῦ λόγου δυνάμεως ἡ κατὰ τὴν διαφορὰν ποικιλία τῶν ἐν τοῖς οὖσι παντοδαπῶν λόγων εἰς ἑνοειδῆ καὶ ἁπλῆν καὶ ἀδιάφορον συνάγεσθαι νόησιν, καθ’ ἣν ἡ ἀμερὴς λεγομένη καὶ ἄποσος καὶ ἑνιαία γνῶσις συνέστηκεν, οὗτος ἀληθῶς διὰ τῶν ὁρωμένων καὶ τῆς ἐν αὐτοῖς εὐταξίας τὸν ποιητὴν τούτων καὶ συνοχέα καὶ ἀρχηγόν, ὡς ἀνθρώπῳ δυνατόν, ἀνετυπώσατο, καὶ ἔγνω Θεόν, οὐ κατὰ τό τί ποτε τὴν οὐσίαν εἶναι καὶ τὴν ὑπόστασιν (τοῦτο γὰρ ἀμήχανον καὶ ἀνεπιχείρητον), ἀλλὰ κατ’ αὐτὸ τὸ μόνον εἶναι μαθών.

Καὶ ταῦτα μετὰ πᾶσαν τὴν κατ’ αἴσθησιν ἐν σχήματι θέσεώς τε καὶ μορφῆς καὶ τυπώσεως καὶ φαντασίας διάβασιν, καὶ εἰ μή τῳ περιττὸς εἶναι δοκῶ, καὶ αὐτῆς ἔξω παντελῶς τῆς ἐν τοῖς λόγοις τῶν ὄντων διαφορᾶς γενόμενος καὶ οἷον μεθόριον ἑαυτὸν παρενθεὶς Θεοῦ τε καὶ πάντων τῶν μετὰ Θεόν, τοῦ μὲν ὡς ὑπερέχοντος καὶ ἀψαύστου δι’ ὅλου μένοντος καὶ μηδεμίαν φθάνουσαν αὐτὸν ἔχοντος νόησιν, τῶν δὲ καταλελειμμένων καὶ τῇ περιουσίᾳ τῆς κατὰ νοῦν γνώσεως διαβαθέντων καὶ κατωτέρων ἐννοίας φανέντων τῷ τί ποτε εἶναι βεβαίως ὑπὲρ αὐτὰ καὶ ἀληθῶς ἐννοῆσαι.

Ταῦτά μοι δοκεῖ διὰ τῆς “ὄψεως” καὶ τοῦ “φυσικοῦ νόμου” κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν ὁ διδάσκαλος παραινίττεσθαι, ἀλλ’ οὐ ταὐτὸν τίθεσθαι, καθώς τινες ᾠήθησαν, τὴν ὄψιν τε καὶ τὸν φυσικὸν νόμον. Ἄμφω γὰρ περὶ τὰ αὐτὰ τὴν ἐνέργειαν ἔχοντα τὴν ἀπ’ ἀλλήλων δύναται κατ’ ἐπίνοιαν δέχεσθαι διάκρισιν, τῷ τὴν μὲν ἀλόγως τῇ προσψαύσει τῶν ὁρατῶν μόνον στηρίζεσθαι περαιτέρω βαίνειν οὐκ ἔχουσαν, τὸν δὲ τῷ τε συνημμένῳ λόγῳ ταῦτα πολυπραγμονεῖν καὶ τῷ νῷ καλῶς τε καὶ σοφῶς ὑπερβαίνειν, καθ’ ὃ μάλιστα τὴν περὶ τοῦ εἶναι Θεὸν ἔννοιάν τε καὶ πίστιν ὁ φυσικὸς διὰ τῆς ὄψεως εἰσαγήοχε νόμος. “Ὄψιν” οὖν ἐκάλεσε τὴν ἁπλῶς, ἀλλ’ οὐ τὴν πῶς, πρὸς τὰ αἰσθητὰ τῆς αἰσθήσεως προσβολὴν (οὐ γὰρ αἰσθήσεως ἁπλῶς τὸ ἔκ τινος ἕτερόν τι συλλογίζεσθαι καθέστηκεν ἴδιον), “νόμον δὲ φυσικὸν” τὴν κατὰ λόγον καὶ νοῦν διὰ τῆς αἰσθήσεως γινομένην φυσικὴν ἐνέργειαν, καθ’ ἣν ἡ πρὸς τὸ κρεῖττον μετ’ ἐμμελοῦς ἐξετάσεως καθ’ ὁδὸν ἀπὸ τῶν ἡττόνων ἀνάβασις γίνεται. “

Ἀκινήτως δὲ κινεῖσθαί τε καὶ φέρεσθαι τὰ ὁρώμενα” εἴρηται τῷ διδασκάλῳ, τῷ μὲν λόγῳ, ᾧ γέγονε ταῦτα, κατά τε φύσιν καὶ δύναμιν καὶ ἐνέργειαν, τάξιν τε καὶ διαμονὴν ἀμεταστάτως ἔχειν, καὶ μὴ ἐξίστασθαι καθ’ ὁτιοῦν τῆς φυσικῆς ἰδιότητος καὶ μεταβάλλειν εἰς ἄλλο καὶ φύρεσθαι, κινεῖσθαι δὲ πάλιν τῷ κατὰ ῥοὴν καὶ ἀποῤῥοὴν λόγῳ, αὐξήσει τε τῇ περὶ τὸ ποσὸν καὶ μειώσει καὶ τῇ περὶ τὸ ποιὸν ἀλλοιώσει, καὶ κυρίως εἰπεῖν, τῇ ἐξ ἀλλήλων διαδοχῇ, ὑπεξισταμένων ἀεὶ τοῖς ἐπιγινομένοις τῶν προειληφότων. Καὶ ἁπλῶς ἵνα συνελὼν εἴπω, πάντα τὰ ὄντα καθ’ ὃν μὲν ὑπέστησάν τε καὶ εἰσὶ λόγον, στάσιμά τε παντελῶς εἰσι καὶ ἀκίνητα, τῷ δὲ τῶν περὶ αὐτὰ θεωρουμένων λόγῳ, καθ’ ὃν ἡ τοῦ παντὸς τούτου σοφῶς οἰκονομία συνέστηκέ τε καὶ διεξάγεται, πάντα κινεῖται δηλονότι καὶ ἀστατεῖ.

Οὐ ταὐτὸν δέ φασιν εἶναι τῇ “φορᾷ” τὴν “κίνησιν.” Τὴν μὲν γὰρ “κίνησιν” μᾶλλον εἶναι, φασί, τῶν ὑπὸ γένεσιν καὶ φθοράν, ὡς ἐπιδεχομένων τοῖς περὶ αὐτὰ θεωρουμένοις τὸ μᾶλλον καὶ τὸ ἧττον (κἂν ἐπὶ πάντων ὁμοῦ τῶν γενητῶν κυρίως λέγεσθαι δυνατόν), τὴν δὲ “φορὰν” τῆς κατὰ κύκλον κινουμένης οὐσίας καὶ ἀκαμάτως τὴν περιδίνησιν.

Οὐκ οἶδα πότερον θαῤῥήσαντι περὶ τὸ πᾶν φυσικῶς ἐνεργούσης λέγειν ἐστὶν ἀσφαλὲς ἢ ἐνεργουμένης, πλὴν ὅτι κυρίως εἰπεῖν ἐστιν “ἐνεργουμένης” τὸ “φέρεσθαι.” Οὐδὲν γὰρ τῶν ὄντων παντελῶς ἐστιν αὐτενέργητον, ὅτι μηδὲ ἀναίτιον, τὸ δὲ μὴ ἀναίτιον, κινεῖται πάντως δι’ αἰτίαν, ἐνεργούμενον δηλονότι τὸ κινεῖσθαι φυσικῶς ὑπὸ τῆς αἰτίας, δι’ ἣν καὶ πρὸς ἣν ποιεῖται τὴν κίνησιν. Ἀναιτίως γὰρ οὐδαμῶς κινεῖται καθ’ οἱονδήποτε τρόπον τῶν κινουμένων οὐδέν.

Ἀρχὴ δὲ πάσης κινήσεως φυσικῆς ἐστιν ἡ τῶν κινουμένων γένεσις, ἀρχὴ δὲ τῆς τῶν γεγενημένων γενέσεως ὁ Θεός, ὡς γενεσιουργός. Τῆς δὲ τῶν γεγενημένων φυσικῆς κινήσεως τέλος ἡ στάσις ἐστίν, ἣν ποιεῖ πάντως μετὰ τὴν διάβασιν τῶν πεπερασμένων ἡ ἀπειρία, ἐν ᾗ διὰ τὸ μὴ εἶναι διάστημα πᾶσα παύεται κίνησις τῶν φυσικῶς κινουμένων, οὐκ ἔχουσα λοιπὸν ὅποι τε καὶ πῶς καὶ πρὸς τί κινηθῆναι, ὡς τὸν ὁρίζοντα καὶ αὐτὴν τὴν πάσης ὁριστικὴν κινήσεως ἀπειρίαν Θεὸν τέλος ὡς αἴτιον ἔχουσα.

Πάσης οὖν γενέσεώς τε καὶ κινήσεως τῶν ὄντων, ἀρχὴ καὶ τέλος ἐστὶν ὁ Θεός, ὡς ἐξ αὐτοῦ γεγενημένων καὶ δι’ αὐτοῦ κινουμένων καὶ εἰς αὐτὸν τὴν στάσιν ποιησομένων. Πάσης δὲ φυσικῆς τῶν ὄντων κινήσεως προεπινοεῖται ἡ γένεσις, πάσης δὲ στάσεως προεπινοεῖται κατὰ φύσιν ἡ κίνησις. Εἰ οὖν τῆς κινήσεως προεπινοεῖται κατὰ φύσιν ἡ γένεσις, κινήσεως δὲ μετεπινοεῖται κατὰ φύσιν ἡ στάσις, γένεσις δηλονότι καὶ στάσις εἶναι τῶν ἅμα κατὰ τὴν ὕπαρξιν ἀμήχανον, ἀλλήλων αὐτὰς φυσικῶς διείργουσαν ἔχουσαι κατὰ τὸ μέσον τὴν κίνησιν. Οὐ γὰρ φυσικὴ ἐνέργεια τῆς γενέσεως τῶν γενομένων ἡ στάσις ἐστίν, ἀλλὰ τέλος τῆς κατ’ αὐτὴν δυνάμεως ἢ ἐνεργείας, ἢ ὅπως ἄν τις ἐθέλει τοῦτο λέγειν. Ἐπ’ ἐνεργείᾳ γὰρ τὰ γενόμενα γέγονε, πᾶσα δὲ ἐνέργεια πρός τι τέλος ἐστίν, ἵνα μὴ ἀτελής. Τὸ γὰρ τέλος μὴ ἔχον τῶν κατὰ φύσιν ἐνεργειῶν οὐδὲ τέλειόν ἐστι, τέλος δὲ τῶν κατὰ φύσιν ἐνεργειῶν, ἡ τῆς πρὸς τὸ αἴτιον τῶν γεγενημένων κινήσεως στάσις.

Οἷον, ἵνα ἐξ ἑνὸς τὸν ἐπὶ πάντων τῶν ὄντων κατανοήσωμεν τῆς κινήσεως τρόπον, ἡ ψυχή, οὐσία νοερά τε καὶ λογικὴ ὑπάρχουσα, καὶ νοεῖ καὶ λογίζεται, δύναμιν ἔχουσα τὸν νοῦν, κίνησιν δὲ τὴν νόησιν, ἐνέργειαν δὲ τὸ νόημα. Πέρας γὰρ τοῦτο τῆς τε τοῦ νοοῦντος καὶ τοῦ νοουμένου νοήσεώς ἐστιν, ὡς περιοριστικὸν τῆς πρὸς ἄλληλα τῶν ἄκρων ὑπάρχον σχέσεως. Νοοῦσα γὰρ ἡ ψυχὴ ἵσταται τοῦ νοεῖν ἐκεῖνο τὸ νοηθὲν μετὰ τὴν αὐτοῦ νόησιν. Τὸ γὰρ νοηθὲν κυρίως ἅπαξ, οὐκ ἔτι τὴν πρὸς τὸ νοηθῆναι πάλιν ἐκκαλεῖται τῆς ψυχῆς δύναμιν, καὶ καθ’ ἕκαστον νόημα οὕτω στάσιν δέχεται τῆς ποίας ἐπὶ τῷ νοήματι τοῦ νοηθέντος νοήσεως. Ἡνίκα οὖν πάντα τὰ νοήματα τῶν νοουμένων πάντων αἰσθητῶν τε καὶ νοητῶν κατὰ τὴν νόησιν παρέλθῃ, παύεται, ὥσπερ τῶν νοουμένων ἁπάντων, οὕτω καὶ τῆς ὅλης νοήσεως φυσικῆς αὐτῆς ὑπαρχούσης κινήσεώς τε καὶ σχέσεως πρὸς τὰ σχετὰ πάντα καὶ νοητά, οὐκ ἔχουσα λοιπὸν τί νοῆσαι τὸ παράπαν, μετὰ τὴν τῶν νοηθῆναι φυσικῶς δυναμένων νόησιν, μεθ’ ἣν ὑπὲρ νοῦν καὶ λόγον καὶ γνῶσιν ἀνοήτως, ἀγνώστως τε καὶ ἀφράστως κατὰ ἁπλῆν προσβολὴν ἑνωθήσεται τῷ Θεῷ, οὐ νοοῦσα παντάπασιν, οὔτε μὴν τὸν Θεὸν λογιζομένη.

Οὐ γάρ ἐστί τι τῶν νοουμένων ὁ Θεὸς ἢ λεγομένων, ἵνα κατά τινα σχέσιν ἡ ψυχὴ τὴν αὐτοῦ δύνηται νόησιν ἔχειν, ἀλλὰ κατὰ τὴν ἁπλῆν ὡς ἄσχετον καὶ ὑπὲρ νόησιν ἕνωσιν, καί τινα λόγον ἄῤῥητόν τε καὶ ἀνερμήνευτον, ὃν μόνος οἶδεν ὁ τὴν ἄφατον ταύτην χάριν τοῖς ἀξίοις δωρούμενος Θεός, καὶ οἱ ταύτην ὕστερον πείσεσθαι μέλλοντες, ἡνίκα πάντα τροπῆς ἐλεύθερα καὶ ἀλλοιώσεως ἔσται πάσης, τῆς καθ’ ὁτιοῦν περί τι κινήσεως τῶν ὄντων παντελῶς πέρας λαβούσης τὴν περὶ Θεὸν ἀπειρίαν, ἐν ᾗ τὰ κινούμενα πάντα δέχεται στάσιν. Περὶ Θεὸν γάρ, ἀλλ’ οὐ Θεός, ἡ ἀπειρία, ὅτι καὶ ταύτης ἀσυγκρίτως ὑπέρκειται.

Δικαίως γοῦν, οἶμαι, μέμψεως ἄξιος πλείστης ὁ τὴν προΰπαρξιν τῶν ψυχῶν δογματίζων ἐστὶ καὶ τὴν ἀκίνητον καθόλου τῶν λογικῶν “ἑνάδα” θεσπίζων, φύρων ἑλληνικῶς τὰ μὴ φυρόμενα καὶ λέγων ἅμα κατὰ τὴν ὕπαρξιν εἶναι τῇ γενέσει τῶν λογικῶν τὴν στάσιν. Οὐ γὰρ συμβαίνει τῷ ἀληθεῖ λόγῳ τὴν γένεσιν προεπινοεῖσθαι τῆς στάσεως, ἀκίνητον φύσει κατ’ αὐτὸν ὑπάρχουσαν, οὔτε μετεπινοεῖσθαι στάσιν ἀκινήτου γενέσεως, οὔτε μὴν συνεπινοεῖσθαι τῇ γενέσει τὴν στάσιν. Οὐ γὰρ δύναμις τῆς γενέσεως ἡ στάσις ἐστίν, ἵνα συνεπινοηθῇ τῇ γενέσει τῶν γεγενημένων, ἀλλὰ τῆς κατὰ δύναμιν ἐνεργείας τῆς τῶν γεγενημένων γενέσεως τέλος ὑπάρχει, καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, τῶν πρός τι οὖσα ἡ στάσις, οὐ πρὸς γένεσιν, ἀλλὰ πρὸς κίνησιν λέγεται, πρὸς ἣν καὶ ἀντιδιαστολὴν ἐπιδέχεται, οὐδαμῶς τὴν πρὸς γένεσιν ἀναφορὰν ἔχουσα, πρὸς ἣν διαστολὴν οὐκ ἐπιδέχεται. Ἕως δ’ ἂν οὖν “στάσιν” ἀκούω, παῦλαν μόνον μανθάνω κινήσεως.

Εἰ δὲ τῶν “ἅμα” κατὰ τὴν ὕπαρξιν οὐκ ἔστι γένεσις καὶ στάσις, ἄρα παραχαράττει σαφῶς τὸν τῆς ἀληθείας λόγον ὁ τοῦτο θεσπίζων καὶ τὴν ἀκίνητον ἅμα τῇ γενέσει προϋπάρχουσαν “ἑνάδα” τῶν λογικῶν δογματίζων. Εἰ δέ τις λέγοι, “καὶ πῶς ἐπὶ Θεοῦ λέγεται στάσις, μὴ ἔχουσα προεπινοουμένην κίνησιν;”, φημὶ πρῶτον μέν, οὐ ταὐτὸν κτίστης καὶ κτίσις, ἵν’ ὅπερ ἑνὶ δυνατὸν προσεῖναι, κατ’ ἀνάγκην τῷ ἑτέρῳ ὡσαύτως ἐπιθεωρηθῆναι δύναται, ἐπεὶ οὕτωγε οὐδαμῶς τὸ κατὰ φύσιν διάφορον τούτων ἔσται καταφανές· ἔπειτα κυρίως εἰπεῖν, ὁ Θεὸς οὔτε κινεῖται παντελῶς οὔτε ἵσταται (τοῦτο γὰρ τῶν κατὰ φύσιν πεπερασμένων καὶ ἀρχὴν τοῦ εἶναι ἐχόντων ἐστὶν ἴδιον), οὔτε μήν τι ποιεῖ παντάπασιν, οὔτε πάσχει τῶν ὅσα ἐπ’ αὐτοῦ δι’ ἡμᾶς καὶ νοεῖται καὶ λέγεται, διὰ τὸ κατὰ φύσιν ὑπὲρ πᾶσαν εἶναι κίνησίν τε καὶ στάσιν, καὶ μηδενὶ λόγῳ τοῖς καθ’ ἡμᾶς ὑποβάλλεσθαι τρόποις.

Ταῦτα παρεκβατικῶς εἰρήσθω περὶ τοῦ μηδὲν χρῆναι λέγειν τῶν ὄντων κατὰ φύσιν ἀπολελυμένως ἐνεργεῖν, ἵνα μὴ ἀναίτιόν τι τῶν μετὰ Θεὸν ἀφρόνως εἰσάγωμεν, ἐνεργεῖσθαι δὲ φυσικῶς τὸ ἐνεργεῖν τοῦθ’ ὅπερ ἐνεργούμενον πέφυκεν ἐνεργεῖν.

Τοῦ αὐτοῦ λόγου εἰς τό· Ἀλλ’ εἰ “ἀσώματον,” οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν τε καὶ περιεκτικόν, ὥσπερ οὐδὲ τὸ “ἀγέννητον,” καὶ τὸ “ἄναρχον,” καὶ τὸ “ἀναλλοίωτον,” καὶ “ἄφθαρτον,” καὶ ὅσα περὶ Θεοῦ ἢ περὶ Θεὸν εἶναι λέγεται.

Πρὸς τοὺς ἀνόμοιον μάλιστα τῷ Πατρὶ τὸν Υἱὸν κακούργως εἰσάγοντας διὰ τοῦ νομίζειν οὐσίαν εἶναι τοῦ Πατρὸς τὸ “ἀγέννητον,” ὡς οἶμαι, τὸν λόγον ποιούμενος, καὶ ἐκ τῶν ὁμοίων τὸ δέον αὐτοὺς ἐπιγνῶναι διδάσκων, ταῦτά φησιν ὁ διδάσκαλος, ἵν’ ὑπὸ τῆς ἀληθείας πρὸς τὴν εὐσέβειαν συνελαυνόμενοι εὐπειθῶς σὺν ἡμῖν τὸ μὴ ἔχειν γένεσιν τὸν Πατέρα μόνον δηλοῦν τὸ “ἀγέννητον” ὁμολογήσωσι, συνειδότες ὡς εἴπερ οὐσίαν Θεοῦ τὸ “ἀγέννητον” εἶναι πάντως βιάσαιντο, οὐσίαν Θεοῦ καὶ τὸ “ἀσώματον” ἐξ ἀνάγκης, καὶ τὸ “ἄναρχον,” καὶ τὸ “ἀθάνατον,” καὶ τὸ “ἀναλλοίωτον,” καὶ τὸ “ἄφθαρτον,” καὶ ὅσα διὰ τῆς στερητικῆς ἀναιρέσεως διὰ τὴν ὑπεροχὴν ὁ Θεὸς εἶναι λέγεται, λέγειν εἰκότως. Ἑαυτοῖς γοῦν στοιχοῦντες ἐκβιασθήσονται καὶ οὕτω πολλὰς οὐσίας Θεοῦ, καὶ οὐ μίαν, μᾶλλον δέ, κυριώτερον εἰπεῖν καὶ ἀληθέστερον, πολυθεΐαν ἑλληνικὴν νοσοῦντες ἐλεγχθήσονται, ὅπερ ὡς ἀσεβὲς εἰπεῖν αἰσχυνόμενοι τῆς ἀπονοίας πάντως ἀφέξονται καὶ μὴ βουλόμενοι. Τὰ γὰρ στερητικὰ ἢ ἀναιρετικὰ περί τι θεωρούμενα οὐκ αὐτὸ ἐκεῖνο τυγχάνει ὄντα τὸ περὶ ὃ θεωροῦνται, ἐπεὶ πάντως ἔσονται τῶν σημαινόντων τὸ τί ἐστιν, ὡς ἐκεῖνο αὐτὸ ὄντα, ἀλλ’ οὐ τὸ τί οὐκ ἔστιν αὐτὸ ἐκεῖνο σημαίνοντα· εἰ δὲ τοῦτο, ὅρος ἐκείνου τοῦ περὶ ὃ λέγονται εἶναι ταῦτα δειχθήσεται, ὅπερ ἄτοπον καὶ ἀδύνατον.

Οὐ γὰρ ἐκ τῶν ὧν οὐκ ἔστιν οἱ ὅροι συνάγονται τῶν πραγμάτων, ἀλλ’ ἐκ τῶν ὧν ἃ ἔστιν, ἐξαπλοῦντα τὴν σύντομον τῶν πραγμάτων περίληψιν, ἥτις ὀνομασία τούτων ὑπάρχει. Οὐδὲν οὖν τὸ σύνολον τῶν “περὶ Θεοῦ ἢ περὶ Θεὸν εἶναι” λεγομένων οὐσία εἶναι Θεοῦ πώποτε δύναται, ὅτι μηδὲ θέσιν, μόνην καὶ μόνῳ Θεῷ ἁρμόζουσαν, ἄσχετον, καὶ τῆς περί τι παντάπασιν ἐνεργείας ἄφετον αὐτὸ ἐκεῖνο κατὰ τὸ τί ποτε εἶναι ἐμφῆναι δύναται.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ὡς γὰρ οὐκ ἀρκεῖ τὸ “σῶμα” εἰπεῖν ἢ τὸ “γεγεννῆσθαι,” πρὸς τὸ καὶ περὶ ὃ ταῦτα παραστῆσαί τε καὶ δηλῶσαι, ἀλλὰ δεῖ καὶ τὸ ὑποκείμενον τούτοις εἰπεῖν, εἰ μέλλοι τελείως καὶ ἀποχρώντως τὸ νοούμενον παραστήσασθαι· ἢ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἵππος, τοῦτο τὸ “ἐνσώματον” καὶ “φθειρόμενον.” Ἐπειδήπερ ἑώρα τοὺς αἱρετικοὺς ὁ ἅγιος ἕνα μόνον ἔχοντας ἀγῶνα, τὴν ὑπερούσιον ἑαυτοῖς ἀνοήτως συγκαταβάλλειν φύσιν, καὶ τεχνικαῖς μεθόδοις περιλήψει τῆς κατ’ αὐτοὺς γνώσεως κρατεῖν ἐπιχειροῦντας, ὡς ᾤοντο, τὴν ἀκράτητον δύναμιν, καὶ πάσῃ τῇ κτίσει κατὰ τὸ ἴσον ἀχώρητον, δι’ ὅλου τοῦ λόγου τὰς στερήσεις τε καὶ τὰς ἀποφάσεις προὐτίμησεν ἐπὶ Θεοῦ λέγειν, μηδεμιᾶς παντελῶς ἀνασχόμενος θέσεως ἢ καταφάσεως, ἵνα μὴ ταύτης λαβόμενοι ὡς ἀναιδεῖς κύνες δήγματι τοὺς ἰοβόλους ὀδόντας μανικῶς τῷ λόγῳ τῆς ἀληθείας ἐμβάλλωσιν, ἀφορμὴν τοῦ ὁπωσοῦν προτείνειν καὶ παραλογίζεσθαι, καὶ τὸ οἰκεῖον εἰς πέρας ἀγαγεῖν δυνηθῆναι σπούδασμα, τὴν ὁποιανοῦν περὶ Θεοῦ δοθεῖσαν αὐτοῖς τοῦ λόγου θέσιν ποιούμενοι.

Διὰ τοῦτο οὔτε σῶμα, οὔτε ἄϋλον σῶμα, οὔτε ἀσώματον παντελῶς, οὔτε ἐν τῷ παντί, οὔτε ἔν τινι τοῦ παντός, οὔτε ὑπὲρ τὸ πᾶν, καὶ ἁπλῶς εἰπεῖν, οὐδὲν τὸ παράπαν καὶ ἐν οὐδενὶ καθ’ οἱονδήποτε τρόπον, ὡς ἔστιν ἀληθές, τῶν ὁρωμένων ἢ χωρουμένων ἢ λεγομένων ἢ νοουμένων ἢ γνωσθῆναι καθ’ ὁτιοῦν δυναμένων εἶναι τὸν Θεὸν ἀποφαίνεται, πάσης αὐτοὺς τῆς περὶ Θεοῦ καταληπτικῆς κατὰ τὸ τί ποτε εἶναι τὴν οὐσίαν ἐννοίας ἀποῤῥαπίζων.

Ἔπειτα δυσωπητικώτερον αὐτοὺς ἐνάγων πρὸς εὐσέβειαν, καὶ ἐκ τῆς περὶ τὰ δεύτερα καὶ μακρὰν ἀσυγκρίτως ἀπὸ Θεοῦ ἐρεύνης τὸ καθόλου περὶ Θεοῦ τολμηρῶς μηδὲ ἐννοεῖν μήτιγε λέγειν, εἶναί τινι θεμιτὸν δεῖξαι βουλόμενος, ταῦτά φησι, καὶ μὴν καὶ πρὸς σύστασιν τῶν ἤδη πρὸς αὐτοὺς κατὰ στέρησίν τε καὶ ἀπόφασιν εἰρημένων, ὥστε αὐτοὺς συνειδότας ἐντεῦθεν, ὡς καὶ ἡ τῶν ἐσχάτων ἐν τοῖς ποιήμασιν ἀκριβὴς κατάληψις τῆς καθ’ ἡμᾶς λογικῆς ἐνεργείας ὑπερβαίνει τὴν δύναμιν, τῆς περὶ τὰ πολλῷ μείζω θρασύτητος τὴν ἀλόγιστον δυνηθῆναι φορὰν ἐπισχεῖν, ἐν τοῖς μικροῖς τὸ ἀσθενὲς μαθόντας τῆς φύσεως.

Εἰ γὰρ ἐξετάζουσιν ἡμῖν στοιχεῖόν τι, φέρε εἰπεῖν ἢ ἄνθρωπον ἢ ἵππον ἢ βοῦν, οὐκ ἀρκεῖ πρὸς τελείαν κατάληψιν τὸ “σῶμα” λέγειν τὸ στοιχεῖον, ἢ “γεννητὸν” μόνον ἢ “φθαρτὸν” τὸν ἄνθρωπον ἢ τὸν βοῦν ἢ τὸν ἵππον, ἀλλὰ δεῖ παραστῆσαι καὶ τὸ τούτοις ὑποκείμενον, ὅπερ γεννᾶται καὶ φθείρεται καὶ πεποίωται. “Σῶμα” δὲ ἢ “γέννησις” ἢ “φθορὰ” οὐδαμῶς ὑπάρχον, ἐπεὶ ἔσται κατὰ τοῦτο ἀνάγκης ἀκολουθία, εἴ τι σῶμα, καὶ στοιχεῖον εἶναι, καὶ εἴ τι γεννητὸν ἢ φθαρτόν, ἢ ἄνθρωπος εἶναι ἢ βοῦς ἢ ἵππος.

Οὐ γὰρ εἴ τι σῶμα, πάντως ἐξ ἀνάγκης καὶ στοιχεῖον ἢ ἄνθρωπος ἢ βοῦς ἢ ἵππος. Εἴ τι μὲν γὰρ στοιχεῖον, πάντως ἐξ ἀνάγκης καὶ σῶμα, οὐκ εἴ τι δὲ σῶμα, πάντως ἐξ ἀνάγκης καὶ στοιχεῖον. Οὔτε εἴ τι σῶμα ἢ γεννητὸν ἢ φθαρτόν, πάντως ἐξ ἀνάγκης καὶ ἄνθρωπος, ἐπεὶ οὕτω γε καὶ ἄνθρωπος ἔσται πάντως ἐξ ἀνάγκης πᾶν εἴ τι σῶμα, καὶ πᾶν εἴ τι γεννώμενόν ἐστιν ἢ φθειρόμενον. Εἴ τι μὲν γὰρ ἄνθρωπος, πάντως ἐξ ἀνάγκης καὶ σῶμα καὶ γεννώμενον καὶ φθειρόμενον, οὐκ εἴ τι δὲ σῶμα ἢ γεννητὸν ἢ φθαρτόν, πάντως ἐξ ἀνάγκης καὶ ἄνθρωπος. Οὔτε γὰρ ἕπεται πάντως, ἐπεὶ ἔσται ὁ ἄνθρωπος, ἐξ ἀνάγκης καὶ στοιχεῖον καὶ βοῦς καὶ ἵππος, καὶ πᾶν εἴ τι ἄλλο ἐνσώματον καὶ γεννώμενον καὶ φθειρόμενον.

Οὐ γὰρ κατηγορεῖταί ποτε τὰ μερικὰ κατὰ τῶν καθόλου, οὔτε τὰ εἴδη τῶν γενῶν, οὔτε τῶν περιεχόντων τὰ περιεχόμενα, καὶ διὰ τοῦτο οὐδὲ ἀντιστρέφει τὰ καθόλου τοῖς ἐπὶ μέρους, οὐδὲ τὰ γένη τοῖς εἴδεσιν, οὐδὲ τὰ κοινὰ τοῖς ἰδιάζουσιν, οὐδέ, συνελόντα φάναι, τοῖς περιεχομένοις τὰ περιέχοντα.

Οὕτως οὖν κατὰ τὸν ἀποδοθέντα λόγον καὶ ἐπὶ βοὸς καὶ ἵππου καὶ παντὸς τοῦ ὁτιοῦν ἑτέρου ληπτέον. Εἰ τοίνυν οὐκ ἀρκεῖ πρὸς τελείαν γνῶσιν τῶν πραγμάτων τὸ πλῆθος τῶν περὶ αὐτὰ θεωρουμένων εἰπεῖν, λέγω δὴ τὸ σῶμα καὶ τὸ γεννᾶσθαι καὶ φθείρεσθαι, καὶ ὅσα τοιαῦτα περὶ τὸ ὑποκείμενόν ἐστιν, ἀλλὰ δεῖ πάντως καὶ τὸ ὑποκείμενον τούτοις, θεμελίου τρόπον ἐφ’ ᾧ ταῦτα βέβηκε, τί ἐστιν ἐνδείξασθαι, εἰ μέλλοιμεν τελείως καὶ ἀπαραλείπτως τὸ νοούμενον παριστάναι. Ἢ γὰρ “ἄνθρωπον” ἔχομεν εἰπεῖν ἢ “βοῦν” ἢ “ἵππον,” ταῦτα δὴ τὰ μὴ ὄντα αὐτὸ τοῦτο “σῶμα,” ἀλλ’ ἐνσώματα, καὶ μὴ ὄντα αὐτὸ τοῦτο “γεννήσεις” καὶ “φθοράς,” ἀλλὰ γεννώμενα καὶ φθειρόμενα, ὡς εἶναι ταῦτα, σῶμα, φημί, καὶ γέννησιν καὶ φθοράν, δηλαδὴ περὶ τὰ ζῶα, ἀλλ’ οὐ τὰ ζῶα ταῦτα ὑπάρχειν, σῶμα, λέγω, καὶ γέννησιν καὶ φθοράν.

Εἰ τοίνυν οὐδὲν τὸ σύνολον τῶν ὄντων ἐστὶ κατ’ αὐτὸ τὸ εἶναι ὅπερ ἐστὶ καὶ λέγεται τὸ ἄθροισμα τῶν ἡμῖν περὶ αὐτὸ νοουμένων τε καὶ λεγομένων, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτα, τὸ περὶ ὃ ταῦτά ἐστι, συνεκτικὸν μὲν τούτων, αὐτὸ δὲ τούτοις οὐδαμῶς συνεχόμενον (οὐδὲ γάρ ἐστιν ἐκ τούτων, ἢ ταῦτα, ἤ τι τούτων, ἢ ἔκ τινων, ἤ τινος αὐτῶν, ἢ ἐν τούτοις, ἤ τισιν, ἤ τινι τούτων, τὸ περὶ ὃ ταῦτα καὶ ἔστι καὶ λέγεται), παυσάσθω πᾶσα ψυχὴ παντὶ λόγῳ τῶν περὶ Θεοῦ θρασέως ἐπιπηδᾷν εἰθισμένη τοῦ διακενῆς ἀσεβεῖν, καὶ ἐν τοῖς μικροῖς μαθοῦσα τὴν οἰκείαν ἀσθένειαν, καὶ σιγῇ σεβέσθω μόνον τὴν ἄῤῥητόν τε καὶ ὑπὲρ νόησιν καὶ πάσης ἐπέκεινα γνώσεως τῆς θείας οὐσίας ὀντότητα. “Οὐδὲ αὐτὴ γὰρ κατὰ μικρόν,” ὡς προλαβὼν ἐδίδαξεν ὁ ἅγιος, “ἡ τῆς κτίσεως ἀκριβὴς κατανόησις” κατὰ τὸν ἀληθῆ λόγον ὑπὸ τῆς ἡμῶν περιέχεται γνώσεως, ἵνα κἀγὼ μικρόν τι προσδιατρίψω τῷ λόγῳ καὶ τῆς ὑπὲρ πάντα σοφίας θαυμάσω τὸ ἀνεξιχνίαστον.

Τίς γὰρ τῶν ἄγαν σοφῶν ταῖς λογικαῖς πιστεύων ἐφόδοις καὶ ταῖς οὐκ οὔσαις θαῤῥῶν ἀποδείξεσι μετὰ λόγου τὴν τῶν ὄντων ἐπελθὼν μεγαλειότητα δυνήσεται γνῶναι, εἰπεῖν τε καὶ παραστῆσαι; Τίνες οἱ ἑκάστῳ τῶν ὄντων τῇ ὑπάρξει πρώτως ἐγκαταβληθέντες λόγοι, καθ’ οὓς καὶ ἔστι καὶ πέφυκε τῶν ὄντων ἕκαστον, καὶ εἰδοπεποίηται, καὶ ἐσχημάτισται, καὶ συντέθειται, καὶ δύναται, καὶ ἐνεργεῖ, καὶ πάσχει, ἵνα μὴ λέγω τὴν ἐν τῷ ποσῷ τε καὶ τῷ ποιῷ, καὶ τῇ σχέσει, καὶ τῷ τόπῳ, καὶ τῷ χρόνῳ, καὶ τῇ θέσει, τῇ τε κινήσει καὶ ἕξει διαφορὰν καὶ ἰδιότητα, πρὸς ἃ καὶ ἡ καθ’ ἡμᾶς μεγαλοφυῶς λογικὴ πέφυκεν ἰσαρίθμως πλατύνεσθαι δύναμις εἰς νοῦν, καὶ νόησιν, καὶ ἔννοιαν, καὶ διάνοιαν, καὶ σύννοιαν, καὶ τὸν ἐνδιάθετον λόγον, τόν τε κατὰ προφορὰν καὶ τὸν γεγονότα, τουτέστι φωνὴν καὶ κραυγήν, καὶ αὖθις συνάγεσθαι, χωρὶς τῆς κατ’ ἐπιστήμην καὶ τέχνην, ὥσπερ ἐν ποσῷ τε καὶ ποιῷ καὶ τοῖς λοιποῖς, καθὼς ἀπηρίθμηται, τούτου διαφορᾶς τε καὶ ἰδιότητος;

Τίς ὁ γινώσκων τοὺς λόγους τῶν ὄντων καθὼς καί εἰσιν, ὡς εἶπον, καὶ διαφέρουσι, καὶ στάσιν ἔχουσιν ἀκίνητον τὴν κατὰ φύσιν καὶ πρὸς ἄλληλα μηδαμῶς μεταπίπτουσαν κίνησιν, ἐν τῇ κινήσει τὴν στάσιν, καὶ ἐν τῇ στάσει, τὸ παραδοξότατον, τὴν κίνησιν ἔχοντα; Τίς πρὸς ἄλληλα τῶν ἐναντίων εἰς ἑνὸς κόσμου σύστασιν ὁ δεσμός, καὶ τῆς εὐτάκτου τε καὶ ἀφύρτου κινήσεώς τε καὶ διοικήσεως ὁ τρόπος; Τίς πάλιν τῶν καθ’ ἡμᾶς σωμάτων ἡ τῶν ἐναντίων κατὰ τὴν κρᾶσιν διὰ συνθέσεως συμπλοκή, τὰ διεστῶτα κατὰ τὴν φύσιν εἰς φιλικὴν συνοικίαν ἐνάγουσα καὶ τῇ μεσότητι τὸ ἐν τοῖς ἄκροις αὐστηρὸν τιθασσεύουσα, καὶ χωρεῖν δι’ ἀλλήλων ἀλυμάντως παρασκευάζουσα καὶ ταύτην ποιουμένη τῶν συνθέτων συντήρησιν, τὴν τῶν ἄκρων κατὰ τὴν κρᾶσιν εἰς ἄλληλα περιχώρησιν, καὶ πῶς ἕκαστον τούτων ἐστί, καὶ τί ἐστι, καὶ ποῦ φέρον ἢ φερόμενον καὶ ἐπὶ τίνι γεγένηται ἢ φέρει ἢ φέρεται, οὐ μόνον, ὡς εἴρηται, οἷς προηγουμένως ὑπάρχουσι ταῦτα λόγοις, ἀλλὰ καὶ οἷς πρὸς ἑαυτά τε καὶ πρὸς ἄλληλα μυρίοις κατ’ ἐπίνοιάν τε καὶ ἐνέργειαν διαιροῦνταί τε καὶ ἑνοῦνται τρόποις;

Καὶ αὖθις τίς ὁ λόγος τῆς τοῦ καθ’ ἕκαστον οὐσίας, φύσεως, εἴδους, σχήματος, συνθέσεως, δυνάμεως, ἐνεργείας, πάθους; Τίς δὲ πάλιν ὁ καθόλου τοῖς ἄκροις κατὰ τὸ ἑκάστου πέρας διὰ τοῦ μέσου τὴν πρὸς ἄλληλα συνάφειαν ἐνεργῶν λόγος, ἵνα τόν τε νοῦν καὶ τὸ νοούμενον διὰ τῆς μέσης νοήσεως, σχέσεως οὔσης ἑνωτικῆς τῶν διῃρημένων περὶ τὸ ἐξ ἀμφοῖν νόημα, συναφθῇ καὶ περιληφθῇ ἀλλήλοις ἑκάτερα, καὶ μηδὲν τὸ παράπαν κατὰ τοῦτο δειχθῇ τῶν μετὰ Θεὸν περιγραφῆς ὑπάρχον ἐλεύθερον; Ὥσπερ καὶ τὰ αἰσθητὰ πάντα καὶ τὰ αἰσθανόμενα, ἤγουν αἰσθητικά, διὰ τῆς μέσης αἰσθήσεως, σχέσεως οὔσης κοινῆς τῶν διῃρημένων ἄκρων, τῶν μὲν ὡς δι’ αὐτῆς ἀντιλαμβανομένων τῶν αἰσθητῶν, τῶν δὲ δι’ αὐτῆς ὑποπιπτόντων τοῖς αἰσθανομένοις, περὶ τὸ αἰσθητήριον, ἐν ᾧ τὸ πέρας τῆς ἑκάστου κατὰ τὴν σχέσιν δυνάμεως ὑπάρχον καθέστηκε, καὶ περὶ ὃ ἀλλήλοις τὰ ἄκρα διὰ τῆς μέσης σχέσεως ἑνοῦσθαι πέφυκε.

Τούτων, ἤ τινος τούτων ἐρευνᾶν ἐπιχειροῦντες τοὺς λόγους, ἄτονοι παντελῶς καὶ ἄφωνοι περὶ τὸν λόγον μένομεν, οὐκ ἔχοντες ᾧτινι τὸν νοῦν ἀκριβῶς ἐπερεισόμεθα, πλὴν τῆς θείας δυνάμεως. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον, ὡς οἶμαι, τῷ ἁγίῳ, γυμνάζοντι τὸν ἡμέτερον νοῦν πρὸς εὐσέβειαν, “κατὰ μικρὸν γοῦν, οὐδὲ ἡ τῆς κτίσεως ἀκριβὴς κατανόησις.” Τὸ δέ· “ἀλλὰ πολὺ πρὸ τούτων ἡ ὑπὲρ ταῦτα καὶ ἐξ ἧς ταῦτα φύσις, ἄληπτός τε καὶ ἀπερίληπτος,” κατὰ κοινοῦ θετέον τῆς κτίσεως καὶ τῆς ὑπὲρ ταῦτα καὶ ἀφ’ ἧστινος ταῦτα, δηλαδὴ τὰ κτίσματα, φύσεως τό· “ἄληπτός τε καὶ ἀπερίληπτος.” Τὸ δέ· “οὐχ ὅτι ἔστιν, ἀλλ’ ἥτις ἐστίν,” ἐπενεχθὲν προκατάληψίς ἐστιν ἀνθυποφορᾶς.

Ἵνα γὰρ μὴ καταδράμῃ αὐτοῦ πρὸς ὃν ὁ λόγος, φάσκων, “Οὐκοῦν εἰ ἄληπτον πάντη τὸ σέβας ἡμῶν, κενὸν ἄρα τὸ Χριστιανῶν κήρυγμα, κενὴ δὲ καὶ ἡ πίστις, κατ’ οὐδενὸς στηριζομένη,” ταῦτά φησι προλαμβάνων τὸν ἐπηρεαστὴν λόγον ἢ ἄνθρωπον. Οὐκ ἔφην ἄληπτον εἶναι ταύτην τὴν φύσιν, περὶ ἧς ὁ λόγος, ὅτιπερ ὑπάρχει, ἀλλὰ τί ὑπάρχει, καὶ προσεπάγει πρὸς τὴν τοῦ λόγου βεβαίωσιν τὸ “Πολὺ γὰρ διαφέρει τοῦ εἶναί τι πεπεῖσθαι τὸ τί ποτέ ἐστι τοῦτο εἰδέναι,” τουτέστι, πολλὴ πρόσεστιν ἡ διαφορὰ τοῦ πεπεῖσθαι περί τινος ὅτιπερ ὑπάρχει πρὸς τὸ εἰδέναι τὴν ἀκριβῆ τῆς οὐσίας τούτου κατάληψιν. Μὴ οὖν, φησίν, εὐγνωμόνως ἡμῶν εἰπόντων ἄληπτον εἶναι τὴν θείαν οὐσίαν, κακούργως τὸν λόγον μεταβιβάσῃς, εἰς τὸ δῆθεν εἰσάγειν ἡμᾶς ἄληπτον αὐτήν, εἰς αὐτὴν τὴν ὕπαρξιν, κἀκ τούτου συνάξῃς ἀθεΐαν ἡμᾶς πάντη πρεσβεύειν.

Καὶ μετά τινά φησιν, “Τί γὰρ ὑπολήψῃ τὸ θεῖον, εἴπερ ὅλως ταῖς λογικαῖς πιστεύσεις ἐφόδοις” (τουτέστιν, εἰ οἴει τῷ λόγῳ περιτρέχων ἐναποκλείειν γνώσει τινὶ δύνασθαι τὸ ζητούμενον); “Πότερον σῶμα” (τουτέστιν, ἆρα σῶμα); “Καὶ πῶς τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀσχημάτιστον καὶ ἀναφὲς καὶ ἀόρατον;”, ἵνα σαφηνιζόμενον νοηθῇ, οὕτως τῶν κοινῶν ἐννοιῶν κεκρατηκυιῶν, ἄπειρον εἶναι τὸ θεῖον, ὅπερ ἐστὶ πέρας μὴ ἔχειν. Τοῦτο γὰρ τοῦ τέτρασι διειλημμένου πέρασιν ἴδιον, κέντρῳ καὶ γραμμῇ, ἐπιφανείᾳ καὶ στερῷ, προσέτι δὲ καὶ διαστήμασι τρισί, μήκει καὶ πλάτει καὶ βάθει, καὶ αὐτοῖς ἓξ διειλημμένοις πέρασιν, ἑκάστου δηλονότι δυσὶ περιγραφομένου, οἷον τὸ μὲν “μῆκος” τῷ ἄνω τε καὶ τῷ κάτω, τὸ δὲ “πλάτος” τῷ δεξιῷ καὶ τῷ ἀριστερῷ, τὸ δὲ “βάθος” τῷ ἐμπρὸς πέρατι καὶ τῷ ὀπίσω. Καὶ πάλιν, τῶν αὐτῶν κοινῶν ἐννοιῶν ἀόριστον τὸν Θεὸν εἰσαγουσῶν, τουτέστι μὴ ἐπιδεχόμενον διεξοδεύουσαν ἀνάπτυξιν, ἐκ τίνων συνέστηκε τὸ ὑποκείμενον, μήτε μὴν τὴν ἐν τόπῳ θέσιν, ἢ τὴν ἐν χρόνῳ ἀρχὴν ἢ τέλος, προσέτι καὶ ἀσχημάτιστον, οἷον ὅτι οὐ σφαιροειδὲς ἢ τετράγωνον ἢ ὄρθιον ἢ κάτω νενευκός, ναὶ μὴν καὶ ἀναφὲς καὶ ἀόρατον, ὡς αἰσθήσει μὴ ὑποπίπτον (ταῦτα γὰρ σωμάτων ἴδια), παράλογον ἐκ τῶν ἀνασκευασθέντων ὑπειληφέναι τὸ θεῖον εἶναι σῶμα καὶ ἀνάγκην ἔχειν εἰς τοσαῦτα μερίζεσθαι εἰς ὅσα πάλιν ὡς σῶμα συνάγεται.

Ἀμερὲς γὰρ πάντη τὸ θεῖόν ἐστιν, ὅτι καὶ παντελῶς ἄποσον, ἄποσον δὲ παντελῶς, ὅτι καὶ παντελῶς ἄποιον, ἄποιον δὲ παντελῶς, ὅτι καὶ πάντη ἁπλοῦν, ἁπλοῦν δὲ πάντη, ὅτι καὶ πάντη ἀδιάστατον, ἀδιάστατον δὲ πάντη, ὅτι καὶ πάντη ἄπειρον, ἄπειρον δὲ πάντη, ὅτι καὶ πάντη ἀκίνητον (οὐ κινεῖται γὰρ πάντη πώποτε τὸ μὴ ἔχον ποῦ κινηθῆναι), ἀκίνητον δὲ πάντη, ὅτι καὶ παντελῶς ἄναρχον (οὐ γὰρ ἔχει τι πρὸ αὐτοῦ καὶ μεῖζον, οὔτε τι σὺν αὐτῷ καὶ ἴσον, οὔτε τι μετ’ αὐτό, καὶ παραμετρεῖσθαι καὶ χωρεῖν αὐτὸ δυνάμενον), ἄναρχον δὲ πάντη, ὅτι καὶ ἀγέννητον πάντη, ἀγέννητον δὲ πάντη, ὅτι καὶ παντελῶς ἓν καὶ μονώτατον, ἓν δὲ πάντη καὶ μονώτατον, ὅτι καὶ παντελῶς ἄσχετον, καὶ διὰ τοῦτο παντάπασιν ἄῤῥητόν τε καὶ ἄγνωστον, καὶ πάσης τῆς τῶν ἐπ’ αὐτὸ καλῶς τε καὶ θεοπρεπῶς κινουμένων γνώσεως πέρας μονώτατον, καὶ μονωτάτην γνῶσιν ἔχον ἀληθῆ τὸ μὴ γινώσκεσθαι.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Εἰ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδαμοῦ τυχὸν οὐδὲ ὄν, εἰ δὲ ἔστι που, πάντως ἐπείπερ ἔστιν ἢ ἐν τῷ παντὶ ἢ ὑπὲρ τὸ πᾶν. “Δι’ ἣν αἰτίαν,” ἴσως ὁ ἀκούων ἐρεῖ, “τὴν ἀντιστροφὴν ἀμφίβολον ὁ διδάσκαλος ἔθετο, προσθεὶς τὸ ‘τυχὸν’ ἐπίῤῥημα, πᾶσι δήλου ὄντος, κατὰ τὰς λογικὰς ὑποθέσεις, τοῦ τὸ μηδαμοῦ ὂν μηδὲν εἶναι, δικαίως παντάπασιν ὁμολογεῖσθαι;” Πρὸς ὃν κατὰ τὸ τῆς πτωχῆς ἡμῶν διανοίας ἐπιδεὲς ἐροῦμεν, ὅτι Εὐνόμιον καὶ τοὺς ἀμφ’ αὐτόν, λέγοντας εἰδέναι τὸν Θεὸν ὡς αὐτὸς ἑαυτόν, τῆς πολλῆς ἐπισχεῖν μανίας βουλόμενος εἰς ἄτοπον δόξαν διὰ τῶν τοιούτων ἀπήγαγε λόγων. Ἢ γὰρ λέγοντας εἰδέναι τὸν Θεὸν ὡς αὐτὸς ἑαυτόν, καὶ τὸ ποῦ χρὴ τὸν γινωσκόμενον εἶναι προσεπάγειν αὐτοὺς πάντως ἀνάγκη, πρὸς τελείαν τοῦ σημαινομένου κατάληψιν, καὶ οὐδὲν οὐδενὸς τῶν ὄντων τὸ παράπαν οὕτω γε διενήνοχε κατ’ αὐτοὺς ὁ Θεός, τόπῳ καὶ αὐτὸς περιγραφόμενος, οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον;

Ἢ μὴ λέγοντας ποῦ, ἢ μηδὲ εἶναι τὸ σύνολον λέγειν, κατὰ τὴν αὐτῶν τοῦ λόγου ὑπόθεσιν, οὗ τί γένοιτ’ ἂν ἀθεώτερον; (Πῶς γὰρ καὶ τί ἂν εἴη τὸ μὴ πάντως ποῦ τὸ εἶναι ἔχον;) Ἢ πάντως εἶναι ἐξ ἀνάγκης αὐτοὺς ἡ ἀκολουθία τοῦ λόγου λέγειν βιάζεται καὶ “μηδαμοῦ εἶναι, καὶ διὰ τοῦτο εἶναι μὲν καὶ ὑπάρχειν τὸ θεῖον,” τί δὲ εἶναι καὶ ὑπάρχειν μὴ εἰδέναι. Εἰ γὰρ τὸ ποῦ τὸ θεῖον εἶναι κατ’ αὐτοὺς ἄγνωστον, πολλῷ μᾶλλον αὐτὸ τὸ θεῖον, ὅ τί ποτε κατ’ οὐσίαν ἐστίν, ἀγνωστότερον ἔσται. Διὸ μηδέ που εἶναι τὸ μὴ γινωσκόμενον εὐσεβοῦντας αὐτοὺς ἀνάγκη πάντως ὁμολογεῖν.

Διὰ ταύτην, ὡς οἶμαι, τὴν αἰτίαν συμπεριφερόμενος μὲν τοῖς περὶ Εὐνόμιον ἀμφέβαλε τὴν ἀντιστροφὴν ὁ διδάσκαλος, τὸ “τυχὸν” ἐπίῤῥημα θέμενος, καὶ ἡμῖν καταλιμπάνων νοεῖν ὅτιπερ οὐ πάντως “τὸ μηδαμοῦ” τὸ μηδαμῇ μηδαμῶς ὂν εἰσάγει. Θεὸν γὰρ ἡμεῖς εἶναί φαμεν, καὶ μηδαμοῦ τυγχάνειν, τῷ μὴ ὡς ἐν τόπῳ οὐσιωδῶς κατὰ τὴν ὕπαρξιν περιγράφεσθαι, καὶ πάντως εἶναι, τῷ μὴ δεῖσθαι παντελῶς τοῦ παντὸς τῶν ὄντων πρὸς τὸ εἶναι, ὧν χωρὶς καὶ ἦν καὶ ἔστι καὶ ἀεὶ εἶναι δυνήσεται, μᾶλλον δὲ ἔστιν ἀεί. Οὐ γὰρ “θέσιν” ἔχει τὰ ὄντα ὁ καὶ πρὶν εἶναι τὰ ὄντα ὑπάρχων. Εἰ γὰρ παρ’ ἡμῖν οὐκ ἐν τοῖς τεχνητοῖς πάντως τὸ εἶναι κατὰ τὴν ὕπαρξιν ὑποστατικῶς ἔχουσιν οἱ τεχνῖται περιγεγραμμένον, τὸ φθειρόμενον τοῦτο πρᾶγμα καί, ἀληθέστερον κυρίως εἰπεῖν, μηδέποτε ὄν, τί ἄν τις φαίη περὶ τῆς ἀῤῥήτου καὶ ἀγνώστου καὶ ἀχωρήτου πᾶσιν ὁμοίως καὶ ἀεὶ ὡσαύτως ἐχούσης δυνάμεως;

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Εἴτε φαντασία τις ἦν ἡμερινή, εἴτε νυκτὸς ἀψευδὴς ὄψις, εἴτε τοῦ ἡγεμονικοῦ τύπωσις, συγγινομένη τοῖς μέλλουσιν ὡς παροῦσιν. Ἄκρως καθαρθεὶς τῶν οἷς μολύνεσθαι πέφυκε τῶν ἀνθρώπων ἡ φύσις ὁ μακάριος οὗτος πατὴρ διὰ τῆς πρακτικῆς φιλοσοφίας, καὶ τὸν νοῦν δι’ ὅλου ποιωθεὶς τῷ ἁγίῳ Πνεύματι ταῖς ἐπιβολαῖς τῶν θείων θεωρημάτων διὰ τῆς ἀληθοῦς κατὰ τὴν γνῶσιν μυσταγωγίας, οἷα δὴ τὰ ἴσα τοῖς ἁγίοις προφήταις παθών, τὰ εἴδη τῆς προφητείας ἐν τούτοις ἡμῖν ἀπηρίθμησεν. Οἷς εἴπερ τὸ δεῖν ὅλως τολμᾶν οὕτω μεγαλοφυῶς τε καὶ ἐνθεαστικῶς εἰρημένοις, καὶ πάντων τῶν μὴ τοιούτων οἷος αὐτὸς ἦν ὁ διδάσκαλος τὴν δύναμιν ὑπερβαίνουσιν, ἐπιβάλλειν οἰόμεθα χρήσιμον, στοχαστικῶς, ἀλλ’ οὐκ ἀποφαντικῶς τοῦτο ποιητέον.

Οἶμαι τοίνυν στοχαστικῶς εἰπεῖν κατὰ τὴν ἐμὴν ἀμβλυωπίαν, “φαντασίαν ἡμερινὴν” αὐτὸν εἰρηκέναι τὴν τῶν ἀπροσώπως τοῖς ἁγίοις ὡς δι’ αἰσθήσεως ἀκουομένων πνευματικῶς καὶ φαινομένων λόγων καὶ πραγμάτων ὄψιν τε καὶ ἐνήχησιν. Οὐ γὰρ δεῖ λέγειν θέμις ἐπὶ τῶν θείων τὸ φανταστὸν πάντως δεῖν παρεῖναι πρὸς διατύπωσιν τῆς φαντασίας, ἀλλὰ παραδόξως τε καὶ ὑπερφυῶς καὶ μὴ παρόντος προσώπου καὶ φωνῶν αἰσθητῶν μὴ κτυπουμένων δι’ ἀέρος τὴν φαντασίαν ἐνεργεῖν, ὥστε ἀληθῶς ἀκούειν καὶ ὁρᾶν τὸν τὰ θεῖα μυσταγωγούμενον. Ἐπειδὴ γὰρ πᾶσα φαντασία ἢ τῶν παρελθόντων ἢ τῶν παρόντων, τῶν δὲ μήπω γενομένων παντάπασίν ἐστιν οὐδαμῶς· σχέσις γάρ ἐστι τοῖς ἄκροις δι’ ἑαυτῆς μεσιτεύουσα, “ἄκρα δέ,” φημί, τό τε φανταστικὸν καὶ τὸ φανταστόν, ἐξ ὧν διὰ μέσης τῆς φαντασίας, σχέσεως οὔσης τῶν ἄκρων, τὸ φάντασμα γίνεται, πέρας ὑπάρχον ἐνεργείας καὶ πάθους, ἐνεργείας μὲν τοῦ φανταστικοῦ, πάθους δὲ τοῦ φανταστοῦ, τῶν διὰ μέσης τῆς φαντασίας, σχέσεως αὐτῶν ὑπαρχούσης περὶ αὐτό, ἀλλήλοις συναπτομένων ἄκρων. Πάντα γὰρ τὰ κατά τί τινων ἀντιλαμβανόμενα ἐνεργεῖν λέγεται, πάντα δὲ τὰ κατά τι ἄλλοις ὑποπίπτοντα πάσχειν. Τὰ οὖν καταλαμβάνοντα φυσικῶς ἐνεργοῦσι, τὰ δὲ καταλαμβανόμενα φυσικῶς πάσχουσι, πέρας ἔχοντα πάθους καὶ ἐνεργείας τὴν πρὸς ἄλληλα κατὰ τὸ μέσον συνάφειαν.

Διὰ τοῦτο δεῖν ἐπὶ τῶν θείων τὸ φανταστὸν οἴεσθαι μὴ παρεῖναι νομίζω πρόσφορον, ἐπεὶ οὐκ ἔτι μέλλει παρεῖναι τὸ καθ’ ὑπόστασιν ἰδίαν πραγματειωδῶς ἤδη παρόν, καὶ ἅμα μηδὲ θεῖον εἶναι πιστεύεται, τῆς κατὰ φύσιν ἀκολουθίας πλέον ἔχον οὐδέν. Εἰ γὰρ ἡμεῖς καθ’ ὕπνον νύκτωρ φανταζόμενοι καὶ ὁρῶμεν καὶ ἀκούομεν, πολλάκις μηδενὸς ὄντος τοῦ λαλοῦντος ἢ ὁρωμένου, πολλῷ μᾶλλον γρηγοροῦντες ἀληθῶς οἱ ἅγιοι πείσονται τοῦτο, τοῦ Θεοῦ ἐνεργοῦντος αὐτοῖς γρηγοροῦσι κατὰ παράδοξον χάριν, ὅπερ ἡμεῖς πάσχειν νόμῳ φύσεως κατὰ τὸν ὕπνον εἰώθαμεν. “Ἀψευδῆ δὲ νυκτὸς ὄψιν” αὐτὸν ὑπολαμβάνω λέγειν ἢ τὴν ἐν τοῖς ὕπνοις κατὰ ψυχὴν γινομένην ἀκριβῆ τῶν μελλόντων πραγμάτων κατάληψιν, ὡς ἐπ’ Ἰωσὴφ καὶ Δανιήλ, ἢ ὀπτασίαν τινὰ θείων πραγμάτων διὰ τὴν ἐκ πολλῆς καθαρότητος ἄκραν ἀπάθειαν καὶ σαρκὸς ὀφθαλμοῖς ἁγίων ὑποπίπτουσαν. “Τὴν δὲ τοῦ ἡγεμονικοῦ τύπωσιν” οἶμαι κατ’ ἔμφασιν αὐτὸν λέγειν τοὺς μονοτρόπως, ὡς ἐν εἰκόνι, κατὰ τὴν ἁπλῆν καὶ ἀδιάστατον τοῦ νοεροῦ προσβολὴν τοῖς ἁγίοις προσφαινομένους τῶν μελλόντων τύπους.

Κἀγὼ μὲν ταῦτα στοχαστικῶς περὶ τούτων θαῤῥήσας ἔφην, τῆς κατ’ αὐτὰ πείρας τὴν χάριν οὐκ εἰληφώς, διὰ τὴν τοῦ ἐπιτάξαντος κέλευσιν. Εἰ δέ τις τῶν εἰληφότων τὴν χάριν τούτοις ἐντύχοι, μή με τῆς προπετείας μέμψαιτο, ἀλλὰ μᾶλλον τῆς εὐπειθείας ἀποδέξαιτο κἂν οὐδεμίαν ἐμφαντικὴν δύναμιν τοῦ σκοποῦ τῶν προτεθέντων ὁ παρὼν ἔχῃ λόγος.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Παύλῳ δὲ εἰ μὲν ἔκφορα ἦν ἃ παρέσχεν ὁ τρίτος οὐρανός, καὶ ἡ μέχρις ἐκείνου πρόοδος ἢ ἀνάβασις ἢ ἀνάληψις. Φασὶν οἱ τοῖς θείοις σοφῶς ἐμμελετήσαντες λόγοις τῶν ὀνομάτων κατὰ περίληψιν τὰ μὲν οὐσίας εἶναι, τὰ δὲ σχέσεως, τὰ δὲ χάριτος ἢ ἀπωλείας. Οἷον οὐσίας μέν, ὡς ὅταν λέγωσιν “ἄνθρωπος”· σχέσεως δέ, ὡς ὅταν λέγωσιν “ἀγαθὸς” ἢ “ἅγιος” ἢ “σοφὸς ἄνθρωπος” ἢ τὸ ἐναντίον “πονηρὸς ἄνθρωπος” ἢ “ἄφρων” ἢ “ἀκάθαρτος” (τὸ γὰρ πρός τί πως ἔχειν τῶν ἐκ διαμέτρου τοῖς ἐναντίοις διειλημμένων ἕκαστον ἡ σχέσις παριστῶσα δικαίως ἐξ ὧν ἔχει τὴν προαιρετικὴν ἕξιν ἐνδιάθετον προσαγορεύει), χάριτος δέ, ὅταν “Θεὸς” ὁ ἄνθρωπος τοῖς λόγοις ὀνομάζηται, ὁ διὰ πάντων ὑπήκοος Θεῷ γενόμενος ἄνθρωπος, κατὰ τό, Ἐγὼ εἶπα, Θεοί ἐστε, οὔτε κατὰ φύσιν οὔτε κατὰ σχέσιν ἔχων τὸ εἶναι καλεῖσθαι “Θεός,” ἀλλὰ κατὰ θέσιν καὶ χάριν γενόμενός τε καὶ ὀνομαζόμενος· ἡ γὰρ χάρις τῆς θεώσεως ἄσχετός ἐστι παντάπασιν, οὐκ ἔχουσα τὴν οἱανοῦν δεκτικὴν ἑαυτῆς ἐν τῇ φύσει δύναμιν, ἐπεὶ οὐκ ἔτι χάρις ἐστίν, ἀλλὰ τῆς κατὰ τὴν φυσικὴν δύναμιν ἐνεργείας φανέρωσις. Καὶ οὕτω γε πάλιν οὐκ ἔσται παράδοξον τὸ γινόμενον, εἰ κατὰ δεκτικὴν δύναμιν φύσεως ἡ θέωσις ἦν. Φύσεως γὰρ ἂν εἰκότως ἔργον, ἀλλ’ οὐ Θεοῦ δῶρον ἡ θέωσις ἔσται, καὶ δυνήσεται καὶ φύσει Θεὸς ὁ τοιοῦτος εἶναι καὶ κυρίως προσαγορεύεσθαι.

Οὐδὲν γὰρ ἄλλο καθέστηκεν ἡ κατὰ φύσιν ἑκάστου τῶν ὄντων δύναμις ἢ φύσεως πρὸς ἐνέργειαν ἀπαράβατος κίνησις. Πῶς δὲ καὶ ἐξίστησιν ἑαυτοῦ τὸν θεούμενον ἡ θέωσις, εἰ τοῖς ὅροις τῆς φύσεως αὐτὴ περιείληπτο, συνιδεῖν οὐκ ἔχω. Ὡσαύτως δὲ καὶ ἐκ τοῦ ἐναντίου “ἀπώλειαν” καὶ “ᾅδην,” καὶ “υἱοὺς ἀπωλείας” καὶ τὰ τοιαῦτα προσαγορεύουσι τοὺς τὸ μὴ ὂν κατὰ διάθεσιν ἑαυτοῖς ὑποστήσαντας, καὶ τοῖς τρόποις αὐτῷ διὰ πάντων γενομένους παρεμφερεῖς.

Οἶμαι τοίνυν τὸν ἅγιον τοῦτον καὶ μέγαν διδάσκαλον ἐπὶ νοῦν τὰ προειρημένα λαβόντα τὴν ἐν τούτοις ἁρπαγὴν τοῦ ἁγίου ἀποστόλου διασκευάσαι, προσφυῶς ἑκάστῳ τὴν ἁρμόζουσαν φωνὴν ἀπονείμαντα. Διὸ “πρόοδον” μὲν αὐτὸν ὑπονοῶ λέγειν τὴν ἔξω τῆς φυσικῆς ἀνάγκης τὸν ἅγιον ἀπόστολον καταστήσασαν τῆς ἀρετῆς κατὰ τὴν ἕξιν ἀπάθειαν, καθ’ ἣν οὐδεμίαν εἵλετο πρὸς τὴν φύσιν ἔχειν προαιρέσεως σχέσιν, ὡς καὶ αὐτῆς τῆς κατ’ αἴσθησιν φυσικῆς ἐνεργείας ἔξω γενόμενον, μᾶλλον δὲ καὶ ταύτην πρὸς πνευματικὴν ἕξιν μεταβαλόντα· “ἀνάβασιν” δὲ τήν τε τῶν αἰσθητῶν πάντων ἀπόλειψιν, οὐκ ἔτι ἐνεργούντων ἢ ἐνεργουμένων παρ’ αὐτῷ κατὰ τὴν αἴσθησιν καὶ τῆς περὶ αὐτὰ κατὰ φύσιν ἐν πνεύματι γνωστικῆς θεωρίας ὑπέρβασιν· “ἀνάληψις” δὲ τὴν ἐν τῷ Θεῷ γενομένην αὐτῷ μετὰ ταῦτα μονήν τε καὶ ἵδρυσιν, ἣν προσφόρως “ἀνάληψιν” ὁ διδάσκαλος εἶπεν, ὡς παθόντα μᾶλλον ἢ δράσαντα τὸν ἀπόστολον τὴν ἀνάληψιν ἐνδεικνύμενος. Ἡ “ἀνάληψις” γὰρ πάθος ἐστὶ τοῦ ἀναλαμβανομένου, ἐνέργεια δὲ τοῦ ἀναλαμβάνοντος. Ὧν τοιγαροῦν φυσικῶν τε καὶ σχετικῶν ὀνομάτων ὑπῆρχε κύριος ὁ ἀπόστολος, κατά τε φύσιν καὶ σχέσιν ὑπερέβη τὴν κλῆσιν, ὑπὲρ φύσιν καὶ ἀρετὴν καὶ γνῶσιν ἀνθρωπίνην γενόμενος.

Οὗ δὲ μᾶλλον ἀπείρως ἀπέδει θείου ὀνόματος, τούτου κατὰ χάριν μετέσχε τῆς κλήσεως, Θεὸς ἀντὶ παντὸς ἄλλου προσόντος ὀνόματος φυσικοῦ τε καὶ σχετικοῦ τῇ ἀναλήψει καὶ γενόμενος καὶ καλούμενος.

Ἢ καὶ πάλιν οὕτω· “πρόοδος” μέν ἐστιν ἡ παντελὴς κατ’ ἀρετὴν τῆς φύσεως ἄρνησις, “ἀνάβασις” δὲ ἡ τῶν ἐν οἷς ἐστιν ἡ φύσις ὑπέρβασις, λέγω δὲ τόπον καὶ χρόνον, ἐν οἷς ἡ τῶν ὄντων ἐστὶν ὑπόστασις, “ἀνάληψις” δὲ ἡ πρὸς τὸν ἐξ οὗ τὰ πάντα καὶ δι’ οὗ καὶ εἰς ὅν, ὡς πρὸς πέρας τῶν ὅλων, κατὰ χάριν ἀποκατάστασις. Καὶ ἄλλως δὲ φάναι, “πρόοδός” ἐστιν ἡ διὰ τῆς πρακτικῆς φιλοσοφίας, ὡς διδασκάλου τοῦ ἀποστόλου, τῶν αὐτοῦ μαθητῶν εἰς ἀρετὴν προκαθήγησις· δεῖ γὰρ ἐν παντὶ προπορεύεσθαι τῶν μαθητῶν τὸν διδάσκαλον, πρὸς τὴν τῶν καθηκόντων ἐνέργειαν· “ἀνάβασις” δὲ ἡ διὰ τῆς φυσικῆς θεωρίας ἐπιστημονικὴ τῶν ἐν τοῖς οὖσι λόγων περίληψις, “ἀνάληψις” δὲ ἡ εὐσεβὴς τῆς ἀληθοῦς καὶ θεολογικῆς σοφίας ἄῤῥητος μύησις. “Τρίτον δὲ οὐρανὸν” κατὰ στοχασμὸν εἶναι νομίζω τοὺς περιγράφοντας ὅρους τῆς τε πρακτικῆς φιλοσοφίας καὶ τῆς φυσικῆς θεωρίας, καὶ τῆς θεολογικῆς μυσταγωγίας τοὺς ὑψηλοτάτους λόγους, ἤτοι τὰ τούτων πέρατα, ἐπειδὴ μέτρον ἐστί τι καταλήψεως ἀρετῆς καὶ φύσεως καὶ τῆς ἐπ’ ἀμφοῖν θεολογίας, ἀναλόγως κατὰ φύσιν ἑκάστῳ τῶν ὄντων παρὰ Θεοῦ προσηρμοσμένον, ἐν οἷς ὅροις καὶ πέρασιν ὁ μακάριος ἀπόστολος τοὺς τῶν εἰρημένων κατὰ τὸ ἐφικτὸν παρελθὼν λόγους ἐγένετο.

Εἰ γὰρ περιγραφὴ τῶν ἐντὸς διειλημμένων κατὰ φύσιν ἐστὶν “ὁ οὐρανός,” καὶ ὅρος πάντων τῶν ὑπὸ αἴσθησιν, δηλονότι κατὰ τὸν τῆς ἀναγωγῆς λόγον καὶ πᾶσα περιγράφουσα τοὺς περί τινος ἀρετῆς ἢ γνώσεως λόγους λῆξις, ὡς ὅρος τῶν ὁριζομένων καὶ πέρας τῶν περιγεγραμμένων, τροπικῶς “οὐρανὸς” ὀνομάζεται.

Ἢ πάλιν “τρίτον οὐρανὸν” εἶναι τυχόν, φησὶν ἡ Γραφή, τὰς ὑπὲρ ἡμᾶς πρὸς τὸ ἄνω καθ’ εἱρμὸν τρεῖς τῶν ἁγίων ἀγγέλων τάξεις, ἅσπερ ἔφθασεν ἴσως ὁ ἅγιος Παῦλος, ταῖς τῶν κατ’ αὐτὸν γνώσεων ἀποφάσεσι τῶν κατ’ ἐκείνους τὰς καταφάσεις μυούμενος, καὶ ταῖς καθ’ ὑπεροχὴν τῶν οἰκείων στερήσεσι τὰς ἐκείνων ἕξεις μιμούμενος. Πᾶσα γὰρ φύσις τῶν λογικῶν κατὰ τὴν ἑαυτῆς τάξιν καὶ δύναμιν τῆς ὑπὲρ αὐτὴν οὐσίας καὶ τάξεως τὰς γνωστικὰς ἕξεις τε καὶ θέσεις καὶ καταφάσεις στερητικῶς ταῖς κατ’ αὐτὴν ἀφαιρετικαῖς ἀποφάσεσι μυεῖταί τε καὶ μιμεῖται, καὶ ἔστιν ἡ κατὰ τὴν γνῶσιν τῶν ὑπερκειμένων κατάφασις τῶν ὑποβεβηκότων ἀπόφασις, καὶ ἔμπαλιν τῶν ὑποβεβηκυιῶν ἡ κατὰ τὴν γνῶσιν ἀπόφασις τῶν ὑπερεχουσῶν κατάφασις, μέχρι τῆς πασῶν καθ’ ὑπεροχὴν ἀνωτάτης φύσεώς τε καὶ τάξεως ἀποφατικῶς προοδεύουσα, ἣν μετὰ πάσας τάξεις τε καὶ δυνάμεις ἡ ἄμεσος περὶ Θεὸν διαδέχεται κατὰ τὴν γνῶσιν ἀπόφασις, ὑπ’ οὐδενὸς παντελῶς καταφασκομένη τῶν ὄντων, μὴ ὄντος λοιπὸν ὅρου τινὸς ἢ πέρατος τοῦ ταύτην περιλαμβάνοντος τὴν ἀπόφασιν. Ὥσπερ γὰρ τῶν αἰσθητῶν κατὰ φύσιν ἀπόφασίς ἐστι τὰ νοητά, οὕτω καὶ ἐν ταῖς συμπληρούσαις τὸν ἄνω κόσμον οὐσίαις τε καὶ δυνάμεσιν αἱ τῶν πρώτων κατὰ τὴν περὶ Θεὸν γνῶσιν ὑπεροχαὶ διὰ τὴν ὕφεσιν ταῖς μετ’ αὐτὰς ἀποφάσκονται.

Ὡς γὰρ ἅπερ ἡμεῖς νοεῖν οὐ δυνάμεθα, τοῖς ὑπὲρ ἡμᾶς ἁγίοις ἀγγέλοις εἰσὶ νοητά, οὕτω καὶ τοῖς ὑπὲρ ἡμᾶς ἁγίοις ἀγγέλοις τὰ μὴ νοούμενα τοῖς ὑπὲρ αὐτοὺς ἁγίοις ἀγγέλοις εἰσὶ νοητά, καὶ οὕτω καθ’ ἑξῆς ἀπὸ δυνάμεως εἰς δύναμιν ἀναβαίνων ὁ λόγος καὶ ὑψούμενος, καὶ πάσας τάξεις τε καὶ δυνάμεις διαβαίνων εἰς τὸ ἄῤῥητόν τε καὶ ἀνόητον λήγει καὶ παντελῶς ἄγνωστον. “Εἰ” τοίνυν κατὰ τὸν Ἀρεοπαγίτην Διονύσιον, “αἱ μὲν ἀποφάσεις ἐπὶ τῶν θείων ἀληθεῖς, αἱ δὲ καταφάσεις ἀνάρμοστοι τῇ κρυφιότητι τῶν ἀποῤῥήτων,” εἰκότως ὁ θεσπέσιος ἀπόστολος πασῶν τῶν κατ’ αὐτὸν γνώσεων ἀποφήσας τὴν νόησιν, καὶ πάσης ὑπεράνω γενόμενος τῶν ὄντων σχέσεως, οὔτε ἐν σώματι, καθὼς εἶπεν, εἰκότως ἦν, ἐνεργοῦσαν οὐκ ἔχων τὴν αἴσθησιν, οὔτε ἐκτὸς αὖθις τοῦ σώματος, ἀργοῦσαν ἔχων τὴν νόησιν κατὰ τὸν καιρὸν τῆς αὐτῷ γενομένης ἁρπαγῆς, καθ’ ἣν ἀφράστως τε καὶ ἀγνώστως τινὰ δεξάμενος κατὰ μύησιν ὑπερκόσμιον ῥήματα σιγῇ ταῦτα τιμήσας ἐφύλαξε παντελῶς ἀνέκφορα, ὡς μήτε νοῦ νοῆσαι, μήτε γλώσσης λαλῆσαι, μήτε ἀκοῆς αὐτὰ δέξασθαι δυναμένων.

Ποιεῖ δέ, καθὼς οἱ πεπειραμένοι φασί, τὴν μὲν ἐν τῇ λεχθείσῃ “προόδῳ” τῆς ἀρετῆς τελείαν πρᾶξιν πίστις ὀρθὴ καὶ φόβος εἰς Θεὸν ἀνόθευτος, τὴν δὲ κατὰ τὴν “ἀνάβασιν” ἄπταιστον φυσικὴν θεωρίαν ἐλπὶς βεβαία καὶ ἀλώβητος σύνεσις, τὴν δὲ κατὰ τὴν “ἀνάληψιν” θέωσιν ἀγάπη τελεία, καὶ νοῦς τοῖς οὖσι καθ’ ὑπεροχὴν πάμπαν ἑκουσίως πεπηρωμένος. Καὶ τῆς μὲν πρακτικῆς φιλοσοφίας πάλιν ἔργον εἶναι, φασί, πάσης τὸν νοῦν ἐμπαθοῦς φαντασίας καθαρὸν καταστῆσαι, τῆς δὲ φυσικῆς θεωρίας πάσης τῆς ἐν τοῖς οὖσι, καθ’ ἣν αἰτίαν ὑπάρχουσιν, ἀληθοῦς γνώσεως αὐτὸν ἐπιστήμονα δεῖξαι, τῆς δὲ θεολογικῆς μυσταγωγίας ὅμοιον Θεῷ καὶ ἴσον, ὡς ἐφικτόν, τῇ χάριτι κατὰ τὴν ἕξιν ποιῆσαι, μηδενὸς τὸ σύνολον ἔτι τῶν μετὰ Θεὸν διὰ τὴν ὑπεροχὴν ὄντα νοήμονα.