Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Οι τρόποι της γραφικής θεωρίας και η ενοποιητική κλήση του ανθρώπου

Ανάπτυξη των τρόπων ερμηνείας της Αγίας Γραφής, ερμηνεία της φυγής στην Αίγυπτο, και ανάλυση του προορισμού του ανθρώπου να ενοποιήσει τις πέντε διαιρέσεις της κτίσεως αναγάγοντάς τες στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 11 από 15

Φασὶ γὰρ οἱ τῶν τοιούτων ἀκριβεῖς ἐπιμεληταὶ μυστηρίων καὶ τῶν ἐπ’ αὐτοῖς πνευματικῶν λόγων ἐρασταὶ καὶ φιλοθεάμονες, τὸν καθόλου τῆς Γραφικῆς θεωρίας λόγον, ἕνα τυγχάνοντα, δεκαχῶς πλατυνόμενον θεωρεῖσθαι, τόπῳ, χρόνῳ, γένει, προσώπῳ, ἀξίᾳ, ἤγουν ἐπιτηδεύματι, πρακτικῇ, φυσικῇ, θεολογικῇ φιλοσοφίᾳ, ἐνεστῶτι, καὶ μέλλοντι, ἤγουν τύπῳ καὶ ἀληθείᾳ, καὶ αὖθις συναγόμενον τοὺς πέντε τρισὶ περιγράφειν τρόποις, καὶ πάλιν δυσὶ τοὺς τρεῖς, καὶ τοὺς δύο ἑνὶ συγκλείειν παντελῶς μὴ ἀριθμουμένῳ λόγῳ· οἷον τοὺς κατὰ χρόνον καὶ τόπον καὶ γένος καὶ πρόσωπον καὶ ἀξίαν, πέντε τυγχάνοντας, εἰς τρεῖς συνάγειν τοὺς τῆς πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς, τούτους δὲ πάλιν τρεῖς ὄντας, εἰς δύο, τοὺς τὸ παρόν τε καὶ τὸ μέλλον σημαίνοντας, καὶ τούτους εἰς τὸν τελεστικὸν καὶ ἁπλοῦν, ὥς φασι, καὶ πάντων περιεκτικὸν ἄῤῥητον λόγον, ἐξ οὗ κατὰ πρόοδον γέγονεν ἡ καθολικὴ τῶν ὑπὸ θεωρίαν τῆς Γραφῆς τρόπων δεκάς, καὶ εἰς ὅν, ὡς ἀρχήν, κατὰ περιγραφὴν ἡ αὐτὴ δεκὰς ἀνατατικῶς εἰς μονάδα πάλιν συνάγεται.

Καὶ κατὰ μὲν χρόνον ὁ τῆς Γραφῆς θεωρεῖται λόγος, ἡνίκα τὸ “πότε,” τὸ “ἦν,” τὸ “ἔστι,” τὸ “ἔσται,” τὸ “πρὸ τοῦδε,” τὸ “παρόν,” τὸ “μετὰ τόδε,” καὶ “ἐπὶ τοῦδε,” καὶ “ἀπ’ ἀρχῆς,” τὸ “παρελθόν,” τὸ “μέλλον,” ἐνιαυτούς τε καὶ καιροὺς καὶ μῆνας καὶ ἑβδομάδας καὶ ἡμέρας καὶ νύκτας καὶ τὰ τούτων μέρη, καὶ ἁπλῶς ὅσα ἐμφαντικὰ χρόνου, δηλοῖ· κατὰ δὲ τόπον, ὅταν οὐρανὸν καὶ γῆν καὶ ἀέρα καὶ θάλασσαν, οἰκουμένην, πέρατα, χώρας, νήσους, πόλεις, ναούς, κώμας, ἀγρούς, ὄρη, φάραγγας, ὁδούς, ποταμούς, ἐρήμους, ληνούς, ἅλωνας, ἀμπελῶνας, καὶ ἁπλῶς ὅσα τόπον χαρακτηρίζειν δύναται, σημαίνῃ· κατὰ γένος δέ, καθολικῶς μὲν ὁπόταν “ἀγγέλους” ἢ ὅσα τῆς ἐν οὐρανοῖς ἐστι τῶν νοερῶν οὐσιῶν διακοσμήσεως, πρὸς δὲ καὶ ἥλιον καὶ σελήνην, ἀστέρας, πῦρ, καὶ ὅσα ἐν ἀέρι, ἐν γῇ, ἐν θαλάσσῃ τυγχάνει ὄντα ἢ ζῶα ἢ ζωόφυτα, ἢ φυτά, καὶ ὅσα ἐκ γῆς μεταλλεύεται καὶ τέχναις ἀνθρώπων ὑποπίπτει, καὶ ὅσα ἕτερα τοιαῦτα δηλοῖ ἰδιοτρόπως δὲ πάλιν, ὅταν ἀνθρώπους, ἔθνη, λαούς, γλώσσας, φυλάς, πατριάς, καὶ ὅσα τοιαῦτα, σὺν ἀριθμῷ ἢ ἀριθμοῦ χωρὶς ὀνομάζῃ· κατὰ πρόσωπον δέ, ὅταν τόνδε τὸν ἄγγελον ἢ τόνδε τὸν ἀρχάγγελον ἢ Σεραφὶμ ἢ ὅσα τῶν ἐν οὐρανοῖς διαιτωμένων νοερῶν οὐσιῶν ἐξ ὀνόματος καλῇ, ἢ Ἀβραὰμ ἢ Ἰσαὰκ ἢ Ἰακὼβ ἢ ἕτερόν τινα τῶν ἐν ἐπαίνῳ ἢ ψόγῳ τῇ Γραφῇ κειμένων, δι’ ὀνόματος παραδηλοῖ· κατ’ ἀξίαν δέ, ἡνίκα βασιλείαν ἢ βασιλέα ἢ ποιμένα ἢ ποίμνην ἢ ἱερέα ἢ ἱερωσύνην ἢ γεωργὸν ἢ στρατηγὸν ἢ ἀρχιτέκτονα, καὶ ἁπλῶς εἴ τι ἄλλο τῶν οἷς διῄρηται τὸ ἀνθρώπινον γένος ἐπιτηδεύμασι.

Ταῦτα γὰρ πάντα ὅσα τοῖς πέντε περιεχόμενα τρόποις ἔδειξεν ὁ λόγος, οὐσίᾳ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ταῖς περὶ αὐτὰ πρώταις διαιρέσεσι, συνιστάμενα, ἢ κινεῖ πάντως ἢ κινεῖται, ἢ ἐνεργεῖται ἢ ἐνεργεῖ, ἢ θεωρεῖ ἢ θεωρεῖται, ἢ λαλεῖ ἢ λαλεῖται, ἢ διδάσκει ἢ διδάσκεται, ἢ ἐπιτροπὴν ἢ ἀποτροπὴν δέχεται, καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, ἢ ποιοῦντα ἢ πάσχοντα τὴν πρακτικὴν καὶ τὴν φυσικὴν καὶ τὴν θεολογικὴν κατὰ συμπλοκὴν δι’ ἀλλήλων ποικίλως ἡμῖν εἰσηγοῦνται φιλοσοφίαν, ἑκάστου δηλαδὴ τῶν ὠνομασμένων πολυτρόπως ταῖς περὶ αὐτὸ κατὰ τὴν θεωρίαν ἐπινοίαις ἐπαινετῶς ἢ ψεκτῶς λαμβανομένου, καὶ τοὺς ἐπ’ αὐτῷ ποιητέους ἢ οὐ ποιητέους, ἢ φυσικοὺς ἢ ἀφυσίκους, ἢ νοητοὺς ἢ ἀνοήτους λόγους ἐκφαίνοντος. Διττὸς γάρ, ὡς ἔφην, ὁ ἐφ’ ἑκάστῳ λόγῳ τρόπος ἐστί, κατὰ τὸ δυνατὸν τῷ ποιουμένῳ τὴν ἐπ’ αὐτοῖς συνετῶς τῆς θεωρίας ἐξέτασιν, ἵνα ἔκ τε τῆς τῶν ποιητέων καὶ φυσικῶν καὶ νοητῶν λόγων θέσεως, καὶ ἐκ τῆς τῶν οὐ ποιητέων καὶ ἀφυσίκων καὶ ἀνοήτων φαντασιῶν ἀφαιρέσεως, ἡ πρακτικὴ καὶ ἡ φυσικὴ καὶ ἡ θεολογικὴ περιποιηθῇ τοῖς εὐσεβέσι φιλοσοφία, ταὐτὸν δέ ἐστιν εἰπεῖν, φιλοθεΐα.

Καὶ αὗται δὲ πάλιν τῷ τε παρόντι καὶ τῷ μέλλοντι διαιροῦνται, ὡς σκιὰν ἔχουσαι καὶ ἀλήθειαν καὶ τύπον καὶ ἀρχετυπίαν. Ὡς δ’ ἂν ὑπερφυῶς τε καὶ ὑψηλῶς δυνατόν ἐστι κατὰ τὸν αἰῶνα τοῦτον τῷ ἀνθρώπῳ τὸ ἀκρότατον φθάσαντες μέτρον τῆς ἀρετῆς καὶ τῆς γνώσεως καὶ τῆς σοφίας περιγενέσθαι τὴν τῶν θείων ἐπιστήμην, ἐν τύπῳ καὶ εἰκόνι τῶν ἀρχετύπων ἐστί. Τύπος γάρ ἐστιν ὡς ἀληθῶς πᾶσα παρ’ ἡμῶν νῦν εἶναι νομιζομένη ἀλήθεια, καὶ σκιὰ τοῦ μείζονος Λόγου καὶ εἰκών.

Ὁ ἐν ὅλοις κατὰ τὸ παρὸν πρὸς τὸ μέλλον καὶ τῶν ὅλων ποιητικὸς Λόγος κατανοούμενός ἐστιν ὡς ἐν τύπῳ καὶ ἀληθείᾳ, καὶ ὢν καὶ φαινόμενος καὶ ἐν οὐδενὶ τὸ παράπαν ὑπάρχων οὐδὲ φαινόμενος, ὡς ὑπὲρ τὸ παρὸν καὶ τὸ μέλλον ὤν, καὶ ὑπὲρ τύπον καὶ ἀλήθειαν, τῷ μηδὲν ἔχειν ἀντικείμενον συνθεωρούμενον. Ἀντίκειται δὲ τῇ ἀληθείᾳ τὸ ψεῦδος. Ὑπὲρ ἀλήθειαν ἄρα ὁ πρὸς ὃν τὰ πάντα συνάγεται Λόγος, καὶ αὖθις, ὡς ἄνθρωπος καὶ Θεὸς ὑπάρχων, καὶ ὑπὲρ πᾶσαν ὢν ἀληθῶς ἀνθρωπότητά τε καὶ θεότητα.

Συνάγονται τοίνυν οἱ μὲν πρότεροι πέντε τρόποι κατὰ τὴν ἐπ’ αὐτοῖς πολύτροπον θεωρίαν εἰς πρακτικὴν καὶ φυσικὴν καὶ θεολογικὴν φιλοσοφίαν, αὗται δὲ πάλιν εἰς τὸ παρὸν καὶ εἰς τὸ μέλλον, ἤτοι τύπον καὶ ἀλήθειαν, τὸ παρὸν δὲ καὶ τὸ μέλλον εἰς τὸ ἀρχικόν, ἤγουν τὸν ἐν ἀρχῇ Λόγον, τὸν ποιοῦντα παθεῖν αὐτὸν καὶ ἰδεῖν τοὺς ἀξίους αὐτοῦ γενομένους, καὶ διὰ τῶν εἰρημένων φιλοπόνως τὴν πρὸς αὐτὸν ποιησαμένους πορείαν, καὶ τὴν δι’ αὐτοὺς γενομένην δεκάδα δι’ αὐτὸν ποιησαμένους μονάδα, τὴν αὐτοὺς ἐκτινάξασαν παντὸς ἐμπαθοῦς τε καὶ φυσικοῦ καὶ νοητοῦ κινήματος, καὶ τὴν ἐν χάριτι θείαν αὐτοῖς κατὰ τὴν ὁλόκληρον ἕξιν ἐμμορφώσασαν τῆς κατὰ φύσιν θείας ἁπλότητος ἰδιότητα. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τῆς μὲν προνοίας ὁ λόγος τῇ φυσικῇ, καὶ ὁ τῆς κρίσεως λόγος τῇ πρακτικῇ κατέσπαρται φιλοσοφίᾳ, κατὰ τοὺς αὐτοῖς πρέποντας τρόπους, οἷς διὰ τῆς θεωρίας τῶν ὄντων τε καὶ γινομένων ἐμφαίνονται.

Ταῦτα, καθὼς εἴρηται, νενοηκότα τὸν θεόφρονα τοῦτον διδάσκαλον ὡς οἶμαι προσφόρως τοὺς ὀνομασθέντας ἁγίους ἐκ τοῦ κατὰ γένος καὶ ἀξίαν τρόπου τῆς ἐπ’ αὐτοῖς θεωρίας καλέσαι, τὸν δὲ μέγαν Ἰωάννην καὶ ἐκ τοῦ τόπου.

Διόπερ ὁ μὲν ἅγιος Ἰωάννης, ὡς μὲν κῆρυξ μετανοίας, πράξεώς ἐστιν εἰκών, ὡς δὲ ἐρημίτης, ἀπαθείας, ὡς Λευΐτης δὲ καὶ ἱερεύς, γνωστικῆς θεωρίας, ὡς δὲ τοῦ Λόγου προσκιρτήσας ἀπὸ γαστρός, ἀτρεψίας καὶ τῆς κατ’ ἀρετὴν καὶ γνῶσιν ἕξεώς ἐστι σύμβολον· ὁ δὲ ἅγιος Δαβίδ, ὡς μὲν Ἰουδαῖος καὶ ποιμήν, τὴν δι’ ἐξομολογήσεως πρακτικὴν φιλοσοφίαν εἰκονίζεται, ὡς δὲ βασιλεὺς Ἰσραήλ, τὴν θεωρητικὴν εἰσηγεῖται μυσταγωγίαν.

Γένος οὖν τοῦ μὲν ἁγίου Ἰωάννου τὸ ἔθνος καὶ ἡ φυλὴ ἐξ ὧν ὑπῆρχε, ἀξία δὲ τὸ κήρυγμα καὶ ἡ ἱερωσύνη, καὶ τόπος ἡ ἔρημος ἐν ᾗ διῆγε· τοῦ δὲ ἁγίου Δαβὶδ ὡσαύτως, τὸ μὲν γένος τὸ ἔθνος ἐστὶ καὶ ἡ φυλή, τὸ δὲ ἐπιτήδευμα, ἤγουν ἀξία, ἡ ποιμαντικὴ καὶ ἡ βασιλεία, αἷς ἑκάτερος, ἀναλόγως ἑαυτῷ κατὰ τὸν πρέποντα λόγον τῶν ἐπ’ αὐτῷ λεγομένων τρόπων θεωρούμενος, τὸ δι’ αὐτοῦ δηλούμενον ἀπταίστως μυστήριον δείκνυσιν.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ἂν εἰς Αἴγυπτον φεύγῃ, προθύμως συμφυγαδεύθητι· καλὸν τῷ Χριστῷ συμφεύγειν διωκομένῳ. Ἂν ἐν Αἰγύπτῳ βραδύνῃ, κάλεσον αὐτὸν ἐξ Αἰγύπτου, καλῶς ἐκεῖ προσκυνούμενον. Δεῖ, καθάπερ οἶμαι, πρὸς τῷ γινώσκειν εἰς Αἴγυπτον φυγόντα τὸν Κύριον καὶ ὑπὸ τίνος διωκόμενον κατὰ τὸ ἀκόλουθον εἰδέναι. Φεύγει τοίνυν ὁ Κύριος οὐ μόνον ἁπλῶς εἰς Αἴγυπτον, ἀλλὰ καὶ ὑπὸ Ἡρῴδου διωκόμενος, τοῦ τηνικαῦτα τῆς Ἰουδαίας γῆς βασιλεύοντος. Ἑρμηνεύεται δὲ ὁ Ἡρῴδης, ὥς φασι, “πάθος” καὶ “δερμάτινος” καὶ “φύσις,” ἡ δὲ Αἴγυπτος καὶ αὐτὴ πολλαχῶς λαμβάνεται, κατὰ τὰς ἐπ’ αὐτῇ τῶν θεωρητικῶν τρόπων ἐπινοίας, ποτὲ μὲν εἰς τὸν ἐνεστῶτα κόσμον, ποτὲ δὲ εἰς τὴν σάρκα, ποτὲ δὲ εἰς τὴν ἁμαρτίαν, ποτὲ δὲ εἰς τὴν ἄγνοιαν, ποτὲ δὲ εἰς τὴν κάκωσιν, καθ’ ἣν μάλιστα νῦν ἐπιβολὴν πρέπον ἐστὶν ἐκδέξασθαι τὴν εἰς Αἴγυπτον τοῦ Κυρίου φυγήν. “

Καλὸν” οὖν “ἐστι συμφεύγειν εἰς Αἴγυπτον τῷ Χριστῷ,” τουτέστι τῷ ἐν ἡμῖν διαγνωστικῷ θείῳ λόγῳ, διὰ νηπιότητα τέως διωκομένῳ δι’ ἡμᾶς τοὺς κατ’ αὐτὸν νηπιάζοντας, ὑπὸ τοῦ κρατοῦντος ἡμῶν ἔτι καὶ βασιλεύοντος διὰ τῶν ἐμπαθῶν τῆς σαρκὸς κινημάτων χοϊκοῦ φρονήματος, εἰς τὴν διὰ τῆς πρακτικῆς κάκωσιν, ἕως οὗ θάνατος ἡμῖν μηνυθῇ διὰ τῆς ἀπαθείας τῶν ζητούντων τὴν ψυχὴν τοῦ ἐν ἡμῖν νηπιάζοντος θειοτάτου λόγου, τουτέστι τῶν τὴν ἡμῶν κατὰ τὸν λόγον θεοτελῆ ζωὴν νεκρῶσαι θελόντων, καὶ τὴν χριστοειδῆ κατάστασιν, ἤγουν ἕξιν, ἀφανίσαι μαινομένων, τοῦ διὰ τῆς ἡμῶν ἀδιστάκτου κατὰ προαίρεσιν προθυμίας, ὥσπερ διὰ νεφέλης κούφης, ἐπιβαίνοντος ἡμῶν τῇ Αἰγύπτῳ, λέγω δὲ τῇ σαρκί, καὶ τὰ ταύτης κινήματά τε καὶ παθήματα, ὥσπερ τινὰ χειροποίητα εἴδωλα, κατασείοντος καὶ τῆς ἕδρας μετακινοῦντός τε καὶ παντελῶς τῆς ψυχῆς ἀπωθουμένου καὶ εἰς ἑαυτὸν μετὰ τὴν ἐκείνων ἀποβολὴν δεόντως μετάγοντος τὴν προσκύνησιν. Οὕτω μὲν οὖν “συμφεύγομεν καλῶς τῷ Χριστῷ διωκομένῳ,” τῆς σὺν αὐτῷ φυγῆς διὰ τῆς ἑκουσίου κακώσεως καλὸν λαμβάνοντες μισθὸν τὴν ἀπάθειαν.

Καλοῦμεν δὲ πάλιν τὸν Χριστὸν “ἐξ Αἰγύπτου” μὴ ἐῶντες τὸν ἐν ἡμῖν θεῖον τῆς διαγνώσεως λόγον μετὰ τὴν τῶν παθῶν ὑποχώρησιν καὶ τελείαν νέκρωσιν ταῖς κατὰ τῶν μὴ ὄντων μηχαναῖς ἀνοήτως προσανέχειν, μηδὲ σάρκα Λόγον ἐν ἑαυτοῖς μόνον ἢ ἐν ἑτέροις ἡμῖν προσομιλοῦσιν αὐτὸν συγχωροῦντες γινώσκεσθαι. Ἀλλὰ καλῶς τε καὶ πιστῶς ἐν τοῖς κατὰ τὴν κάκωσιν τῆς πρακτικῆς φιλοσοφίας τύποις διὰ τῶν ἀρετῶν προπαιδευθέντες, ἀναβαίνωμεν ἐκ τούτων διὰ θεωρίας ἐπὶ τὴν ὧν εἰσι τύποι καὶ προχαράγματα γνῶσιν, ὥσπερ ἀπό τινος Αἰγύπτου εἰς τὴν Ἰούδα καλῶς ἀναβαίνοντες καὶ τοὺς σὺν ἡμῖν ἀναβαίνειν διδάσκοντες, καὶ ἀπὸ τοῦ σάρκα Λόγον εἰδέναι τὸν Χριστὸν διὰ τῆς πρακτικῆς μεταβαίνωμεν ἐπὶ τὴν δόξαν τὴν ὡς Μονογενοῦς παρὰ Πατρὸς αὐτοῦ γνῶσιν.

Οὕτω τις καλῶς τε καὶ εὐσεβῶς “συμφεύγει Χριστῷ διωκομένῳ,” καὶ οὕτω πάλιν αὐτὸν “καλεῖ” πρὸς θεωρίαν καὶ γνῶσιν ἀπὸ τῆς πρακτικῆς μεταβαίνων, πάντα ποιῶν σὺν τῷ Λόγῳ κατὰ τὸν Λόγον ὑπὲρ τοῦ Λόγου. Μὴ φανήτω δέ σοι παράδοξον εἰς τὴν κατ’ ἀρετὴν ληφθεῖσα νῦν ἡ “Αἴγυπτος” κάκωσιν, ἀλλ’ ἐπίσκηψον ἀκριβῶς τοῖς κατὰ τὴν Παλαιὰν ἱστορηθεῖσι, πῶς οὐ μόνον τὸν Ἰσραὴλ ἐπίεζε πλινθουργοῦντα, ἀλλὰ καὶ αὐτοὺς Αἰγυπτίους διὰ τῆς Μωσέως ἐπιδημίας εἰς φθορὰν ἐβασάνιζε. “Κάκωσις” γὰρ ὥσπερ καὶ “σκότος,” ὡς ἔφην, ἡ Αἴγυπτος ἑρμηνεύεται. Πᾶσα δὲ κατὰ τὸν εἰκότα λόγον ἑρμηνεία τὴν ἐπαινετὴν ἐπιδέχεται καὶ τὴν ψεκτὴν τοῦ ὑποκειμένου διὰ τῆς θεωρίας ὡς ἐπὶ τὸ πλεῖστον ἔννοιαν.

Εἰ τοίνυν σαρκὸς εὐεκτούσης καὶ πιαινομένης τοῖς πάθεσιν ἡ ψυχὴ βασανίζεται καὶ σκοτίζεται τῆς τῶν ἀρετῶν ἕξεως καὶ τοῦ φωτισμοῦ τῆς γνώσεως ὑποχωρούντων, τὸν αὐτὸν τρόπον πάντως κατὰ τὸ εἰκός, καὶ τῆς ψυχῆς τῷ θείῳ κάλλει τῶν ἀρετῶν καὶ τῷ φωτισμῷ τῆς γνώσεως φρουρουμένης τε καὶ λαμπρυνομένης, ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τῆς σαρκὸς διὰ τὴν ἐπιδημίαν τοῦ Λόγου τὴν φυσικὴν εὐεξίαν ἀποβαλλομένης, ἐν ᾗ κρυπτόμενος μᾶλλον δὲ βασιλεύων, ὁ τὴν ἐπὶ τοῦ ὀμφαλοῦ δύναμιν ἔχων δράκων, οἷόν τις “τῶν καλῶν σκεδαστὴς Φαραὼ” ἀόρατος, διεῖρπε τὴν ψυχὴν τοῖς καθ’ ἁμαρτίαν δήγμασι βάλλων, ὃς διὰ τοῦ κατὰ μέρος τὸ φρόνημα τῆς σαρκὸς σβέννυσθαι κατὰ τὴν πρακτικὴν κακουχίαν ὑποχωρεῖ τελείως νεκρούμενος, οὐδὲ ἴχνος τῆς ποτε τυραννίδος εἰκότως ἀφείς, ὥστε βοᾷν διὰ Χριστοῦ δύνασθαι τοὺς τῆς ἐλευθερίας τετυχηκότας, καὶ πρὸ τῆς γενικῆς ἀναστάσεως διὰ τὴν ἤδη γεγενημένην αὐτοῖς τῆς προαιρέσεως ἐθελούσιον ἀνάστασιν, Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; τὴν ἡδονὴν λέγοντες τῆς σαρκὸς καὶ τὴν συνημμένην αὐτῇ τῆς ψυχῆς ἐκ τῆς ἀγνοίας ἀπάτην, δι’ ὧν ποτε πρὸ τοῦ Χριστοῦ κρατῶν τῆς ἀνθρωπίνης φύσεως ὁ παμμίαρος διάβολος ἀφειδῶς διετίτρα τῷ κέντρῳ τῆς ἡδονῆς τὴν τῶν ἀνθρώπων φύσιν, καὶ φιλονείκως τῷ ξίφει τῆς ἀπάτης πρὸς ἀπώλειαν αὐτὴν ὑπεσύρετο.

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ Φῶτα λόγου, εἰς τό· Εἴπερ ἀσεβεῖν αὐτοὺς ἔδει πάντως καὶ τῆς τοῦ Θεοῦ δόξης ἀποπεσεῖν, εἰς εἴδωλα κατενεχθέντας καὶ τέχνης ἔργα καὶ χειρῶν πλάσματα, μὴ ἄλλο τι κατ’ αὐτῶν εὔξασθαι τοὺς νοῦν ἔχοντας, ἢ τοιαῦτα σεβασθῆναι καὶ οὕτω τιμῆσαι.

Τούτων ἀναγνωσθέντων εἴπατε, τινὲς τῶν ἀκροωμένων ἐπέσκηψαν τῷ διδασκάλῳ, φάσκοντες μὴ δίκαιον εἶναι “τοὺς νοῦν ἔχοντας” καὶ εὐαγγελικῶς ζῇν προθεμένους κατά τινος “εὔξασθαι τοιαῦτα σεβασθῆναι καὶ οὕτω τιμῆσαι.” Πρὸς οὓς ἐμὸν μὲν οὐδέν, ὃ δὲ παρά τινος γέροντος τὰ θεῖα σοφοῦ καὶ τὴν τῶν πατέρων περὶ πολλοῦ ποιουμένου διδασκαλίαν ἐδιδάχθην περὶ τούτου, φημί. Ὁ ἅγιος καὶ μακάριος πατὴρ ἡμῶν καὶ διδάσκαλος Γρηγόριος, ὦ οὗτοι (ὡς γὰρ παροῦσιν αὐτοῖς διαλεχθήσομαι), θεασάμενος τοὺς Ἕλληνας προηγουμένως οὕτως ἀλόγως πλανηθέντας, καὶ τῆς περὶ τοῦ κυρίως ὄντος Θεοῦ πάμπαν ἐννοίας ἀπαχθέντας, συμπαθείας νόμῳ ταῦτα διέξεισιν, ἵνα ἐκ τῆς τῶν σεβασμάτων ἀλογίας τε καὶ εὐτελείας, μᾶλλον δὲ κυριώτερον εἰπεῖν βδελυρίας, πολλῇ τῶν ἐπιχειρηματικῶν λόγων αὐτοῖς γενομένῃ τῶν σεβασμάτων ἀνασκευῇ ῥᾴστη γένηται αὐτοῖς πρὸς ὀρθοτομίαν ἡ ἄνοδος, προσέτι γε μὴν καὶ μηδέ τινα τούτων κακοδοξίᾳ κατασυρῆναι, διὰ τὸ τὴν ἀπάτην ἐκ τοῦ προχείρου πᾶσιν εὔδηλον εἶναι καὶ εὐφώρατον, μηδενὶ τιμίῳ δοκοῦντι συγκαλύπτουσαν τὸ λανθάνον κακόν.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Οὗ δὲ κάθαρσις, ἔλλαμψις· ἔλλαμψις δὲ πόθου πλήρωσις, τοῖς τῶν μεγίστων ἢ τοῦ μεγίστου ἢ ὑπὲρ τὸ μέγα ἐφιεμένοις. Φασὶν οἱ τῶν θείων ἐπιστήμονες μυστηρίων ὅτι ἔνθα “κάθαρσις” ψυχῆς ἡ διὰ τῶν ἀρετῶν, ἐκεῖ καὶ “ἔλλαμψις” γνώσεως μετὰ τὴν εὐσεβῆ τῶν ὄντων διάσκεψιν ἀναφαίνεται, πρὸς τὴν τοῦ θείου κατανόησιν τὴν ψυχὴν ἀναβιβάζουσα, καὶ τὸν πόθον αὐτῆς προσηλοῦσα τῷ ἐσχάτῳ τῶν ὀρεκτῶν, ὅπερ ἐστὶν ὁ Θεός, ὁ ἐν τοῖς μεγίστοις καὶ ἐν τῷ μεγίστῳ καὶ ὑπὲρ τὸ μέγα κυρίως ὑπάρχων καὶ γινωσκόμενος· “ἐν τοῖς μεγίστοις” μέν, ὡς ἐν τρισὶν ὑποστάσεσιν ὁμοουσίοις καὶ ὁμοδυνάμοις, ἀσυγχύτοις τε τῇ ἀκριβεῖ καὶ ἀμεταβόλῳ περὶ ἑκάστην ἰδιότητι, ἀγεννησίᾳ λέγω καὶ γεννήσει καὶ ἐκπορεύσει· “ἐν τῷ μεγίστῳ” δέ, διὰ τὸ κατ’ οὐσίαν ἓν καὶ ταὐτὸν καὶ μοναδικὸν τῆς θεότητος· “ὑπὲρ τὸ μέγα” δέ, διὰ τὸ “μὴ ποσῷ τινι ἢ μεγέθει ἢ πηλικότητι περιγράφεσθαι” καὶ πέρασί τισι διαλαμβάνεσθαι “τὸ θεῖον.”

Πᾶν γὰρ μέγεθος πεπερασμένον ἐστί, τὸ δὲ θεῖον μόνον ἀπέραντον, ᾗ φησιν ὁ μέγας Δαβίδ, μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, ὡς οὐδενὶ περιορισμῷ περατούμενον, διὸ καὶ ἄπειρον, μὴ ἔχον φθάνουσαν αὐτὸ τὴν οἱανοῦν χρόνου καὶ φύσεως ἔννοιαν, καθ’ ἣν ἡ τεχνικὴ τῶν λογικῶν ἐπιχειρημάτων μέθοδος τοῖς τὰ τοιαῦτα σπουδασταῖς ἐπενοήθη, δι’ ἣν μάλιστα καὶ μεθ’ ἧς ἀδόκιμοι περὶ τὴν τῆς ἀληθείας εὕρεσιν ἀπεδείχθησαν, πᾶν ὃ τοῖς σφῶν αὐτῶν λογισμοῖς μὴ γέγονεν ἁλωτόν, μήτε εἶναι τὸ παράπαν πιστεύσαντες.

Δηλοῖ δὲ τὰ προειρημένα λέγων ὁ διδάσκαλος ἐκ τοῦ καὶ ἐν ἄλλοις τοῖς αὐτοῖς χρήσασθαι λόγοις. Λέγει γοῦν ἐν τῷ εἰς τὸν Κατάπλουν τῶν ἀπὸ Αἰγύπτου λόγῳ, θεολογικῶς οὑτωσὶ διεξιὼν περὶ τῆς ἀκτίστου καὶ θείας οὐσίας, καὶ τῆς κτιστῆς καὶ ἀρχὴν τοῦ εἶναι λαβούσης φύσεως· “Καλεῖται δὲ ἡ μὲν Θεός, καὶ ἐν τρισὶ τοῖς μεγίστοις ἵσταται, αἰτίῳ καὶ δημιουργῷ καὶ τελειοποιῷ· τῷ Πατρί, λέγω, καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι.” Καὶ αὖθις ἐν τῷ περὶ Βαπτίσματος λόγῳ περὶ τῆς ἐν τρισὶν ἁγίαις ὑποστάσεσι μιᾶς καὶ τῆς αὐτῆς ἁγίας θεότητος διαλαμβάνων φησί, “Πάντοθεν ἴσην, τὴν αὐτὴν πάντοθεν, ὡς ἓν οὐρανοῦ κάλλος καὶ μέγεθος, τριῶν ἀπείρων ἄπειρον συμφυΐαν.” Αὐτὸς οὖν ἑαυτοῦ καθέστηκεν ἑρμηνευτὴς ὁ διδάσκαλος τοῖς μὴ παρέργως ἐντυγχάνουσι τοῖς αὐτοῦ θεοφράστοις λόγοις.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται. Οἱ τὰ πολλὰ τῶν θείων μυστηρίων ἐκ τῶν ὀπαδῶν καὶ ὑπηρετῶν γενομένων τοῦ Λόγου, καὶ αὐτόθεν ἀμέσως τὴν τῶν ὄντων μυηθέντων γνῶσιν, κατὰ διαδοχὴν διὰ τῶν πρὸ αὐτῶν εἰς αὐτοὺς διαδοθέντα παραλαβόντες ἅγιοί φασιν πέντε διαιρέσεσι διειλῆφθαι τὴν πάντων τῶν γεγονότων ὑπόστασιν· ὧν πρώτην μέν φασιν εἶναι τὴν διαιροῦσαν τῆς ἀκτίστου φύσεως τὴν κτιστὴν καθόλου φύσιν καὶ διὰ γενέσεως τὸ εἶναι λαβοῦσαν. Φασὶ γὰρ τὸν Θεὸν ἀγαθότητι πεποιηκότα τῶν ὄντων ἁπάντων λαμπρὰν διακόσμησιν, μὴ αὐτόθεν αὐτῇ καταφανῆ γενέσθαι τίνα καὶ ὁποῖον εἶναι, τὴν περὶ τοῦτο τὴν κτίσιν τοῦ Θεοῦ διακρίνουσαν ἄγνοιαν “διαίρεσιν” λέγοντες. Τὴν γὰρ φυσικῶς ἀλλήλων ταῦτα διαιροῦσαν, μηδέποτε δεχομένην τὴν εἰς μίαν οὐσίαν ἕνωσιν, ὡς τὸν ἕνα καὶ τὸν αὐτὸν μὴ δυναμένην ἐπιδέξασθαι λόγον, εἴασαν ἄρρητον. Δευτέραν δέ, καθ’ ἣν ἡ διὰ κτίσεως τὸ εἶναι λαβοῦσα σύμπασα φύσις ὑπὸ Θεοῦ διαιρεῖται εἰς νοητὰ καὶ αἰσθητά. Τρίτην, καθ’ ἣν ἡ αἰσθητὴ φύσις διαιρεῖται εἰς οὐρανὸν καὶ γῆν.

Τετάρτην δέ, καθ’ ἣν ἡ γῆ διαιρεῖται εἰς παράδεισον καὶ οἰκουμένην, καὶ πέμπτην, καθ’ ἣν ὁ ἐπὶ πᾶσιν, ὥσπερ τι τῶν ὅλων συνεκτικώτατον ἐργαστήριον, καὶ πᾶσι τοῖς κατὰ πᾶσαν διαίρεσιν ἄκροις δι’ ἑαυτοῦ φυσικῶς μεσιτεύων ἀγαθοπρεπῶς κατὰ γένεσιν τοῖς οὖσιν ἐπεισαχθεὶς ἄνθρωπος διαιρεῖται εἰς ἄρσεν καὶ θῆλυ, πᾶσαν ἔχων δηλαδὴ φυσικῶς ταῖς τῶν ἄκρων πάντων μεσότησι διὰ τῆς πρὸς τὰ ἄκρα πάντα τῶν ἰδίων μερῶν σχετικῆς ἰδιότητος τὴν πρὸς ἕνωσιν δύναμιν, δι’ ἧς ὁ κατὰ τὴν αἰτίαν τῆς τῶν διῃρημένων γενέσεως συμπληρούμενος τρόπος ἔμελλε τοῦ θείου σκοποῦ τὸ μέγα μυστήριον ἔκδηλον δι’ ἑαυτοῦ καταστῆσαι, τὴν πρὸς ἄλληλα τῶν ἐν τοῖς οὖσιν ἄκρων ἐναρμονίως ἀπὸ τῶν προσεχῶν ἐπὶ τὰ πόρρω, καὶ τῶν ἡττόνων ἐπὶ τὰ κρείττονα καθεξῆς ἀνατατικῶς προϊοῦσαν, εἰς Θεὸν ἀποπερατώσας ἕνωσιν.

Τούτου δὴ χάριν ἔσχατος ἐπεισάγεται τοῖς οὖσιν ὁ ἄνθρωπος, οἱονεὶ σύνδεσμός τις φυσικὸς τοῖς καθόλου διὰ τῶν οἰκείων μερῶν μεσιτεύων ἄκροις, καὶ εἰς ἓν ἄγων ἐν ἑαυτῷ τὰ πολλῷ κατὰ τὴν φύσιν ἀλλήλων διεστηκότα τῷ διαστήματι, ἵνα τῆς πρὸς Θεόν, ὡς αἴτιον, τὰ πάντα συναγούσης ἑνώσεως ἐκ τῆς ἰδίας πρότερον ἀρξάμενος διαιρέσεως καθεξῆς διὰ τῶν μέσων εἱρμῷ καὶ τάξει προβαίνων, εἰς τὸν Θεὸν λάβῃ τὸ πέρας τῆς διὰ πάντων κατὰ τὴν ἕνωσιν γινομένης ὑψηλῆς ἀναβάσεως, ἐν ᾧ οὐκ ἔστι διαίρεσις, τὴν μηδαμῶς ἠρτημένην δηλαδὴ κατὰ τὸν προηγούμενον λόγον τῆς περὶ τὴν γένεσιν τοῦ ἀνθρώπου θείας προθέσεως κατὰ τὸ θῆλυ καὶ τὸ ἄρσεν ἰδιότητα τῇ περὶ τὴν θείαν ἀρετὴν ἀπαθεστάτῃ σχέσει πάντη τῆς φύσεως ἐκτιναξάμενος, ὥστε δειχθῆναί τε καὶ γενέσθαι κατὰ τὴν θείαν πρόθεσιν ἄνθρωπον μόνον, τῇ κατὰ τὸ ἄρσεν καὶ τὸ θῆλυ προσηγορίᾳ μὴ διαιρούμενον, καθ’ ὃν καὶ προηγουμένως γεγένηται λόγον τοῖς νῦν περὶ αὐτὸν οὖσι τμήμασι μὴ μεριζόμενον, διὰ τὴν τελείαν πρὸς τὸν ἴδιον, ὡς ἔφην, λόγον, καθ’ ὅν ἐστιν, ἕνωσιν.

Εἶτα τὸν παράδεισον καὶ τὴν οἰκουμένην διὰ τῆς οἰκείας ἁγιοπρεποῦς ἀγωγῆς ἑνώσας μίαν ποιήσειε γῆν, μὴ διαιρουμένην αὐτῷ κατὰ τὴν τῶν μερῶν αὐτῆς διαφοράν, ἀλλὰ μᾶλλον συναγομένην, ὡς μηδεμίαν πρὸς μηδὲν τῶν αὐτῆς ὑπαγωγὴν παθόντι μερῶν· εἶτα οὐρανὸν καὶ γῆν ἑνώσας διὰ τὴν πρὸς ἀγγέλους τῆς ζωῆς παντὶ τρόπῳ κατ’ ἀρετήν, ὡς ἐφικτὸν ἀνθρώποις, ταὐτότητα μίαν ποιήσειεν ἀδιαίρετον πάντη πρὸς ἑαυτὴν τὴν αἰσθητὴν κτίσιν, μὴ διαιρουμένην αὐτῷ τοπικῶς τὸ παράπαν τοῖς διαστήμασι, κούφῳ γενομένῳ τῷ πνεύματι καὶ μηδενὶ βάρει σωματικῷ κατεχομένῳ πρὸς γῆν, καὶ τῆς πρὸς οὐρανοὺς ἀναβάσεως εἰργομένῳ διὰ τὴν πρὸς ταῦτα τοῦ νοῦ τελείαν ἀορασίαν γνησίως πρὸς τὸν Θεὸν ἐπειγομένου, καὶ σοφῶς ποιουμένου τῆς πρὸς αὐτὸν ἀνατάσεως ἐφεξῆς, ὡς ἐν ὁδῷ κοινῇ, φυσικῶς τοῦ πρὸ αὐτοῦ τὸ φθάσαν ἐπίβασιν.

Εἶτα τὰ νοητὰ καὶ τὰ αἰσθητὰ πρὸς τούτοις ἑνώσας διὰ τὴν πρὸς ἀγγέλους κατὰ τὴν γνῶσιν ἰσότητα μίαν ποιήσῃ κτίσιν τὴν ἅπασαν κτίσιν, μὴ διαιρουμένην αὐτῷ κατὰ τὴν γνῶσιν καὶ τὴν ἀγνωσίαν, ἴσης αὐτῷ πρὸς τοὺς ἀγγέλους ἀνελλιπῶς γενομένης τῶν ἐν τοῖς οὖσι λόγων γνωστικῆς ἐπιστήμης, καθ’ ἣν ἡ τῆς ἀληθοῦς σοφίας “ἀπειρόδωρος χύσις” ἐπιγενομένη κατὰ τὸ θεμιτὸν ἀκραιφνῶς λοιπὸν τὴν περὶ Θεοῦ καὶ ἀμεσιτεύτως παρέχεται τοῖς ἀξίοις ἀδιάγνωστον καὶ ἀνερμήνευτον ἔννοιαν· καὶ τέλος ἐπὶ πᾶσι τούτοις, καὶ κτιστὴν φύσιν τῇ ἀκτίστῳ δι’ ἀγάπης ἑνώσας (ὢ τοῦ θαύματος τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ φιλανθρωπίας) ἓν καὶ ταὐτὸν δείξειε κατὰ τὴν ἕξιν τῆς χάριτος, ὅλος ὅλῳ περιχωρήσας ὁλικῶς τῷ Θεῷ, καὶ γενόμενος πᾶν εἴ τί πέρ ἐστιν ὁ Θεός, χωρὶς τῆς κατ’ οὐσίαν ταὐτότητος, καὶ ὅλον αὐτὸν ἀντιλαβὼν ἑαυτοῦ τὸν Θεόν, καὶ τῆς ἐπ’ αὐτὸν τὸν Θεὸν ἀναβάσεως, οἷον ἔπαθλον, αὐτὸν μονώτατον κτησάμενος τὸν Θεόν, ὡς τέλος τῆς τῶν κινουμένων κινήσεως, καὶ στάσιν βάσιμόν τε καὶ ἀκίνητον τῶν ἐπ’ αὐτὸν φερομένων, καὶ παντὸς ὅρου καὶ θεσμοῦ καὶ νόμου, λόγου τε καὶ νοῦ, καὶ φύσεως ὅρον καὶ πέρας ἀόριστόν τε καὶ ἄπειρον ὄντα.

Ἐπειδὴ τοίνυν φυσικῶς, ὡς δεδημιούργητο, περὶ μὲν τὸ ἀκίνητον, ὡς ἀρχὴν ἰδίαν, φημὶ δὲ τὸν Θεόν, ὁ ἄνθρωπος οὐ κεκίνηται, περὶ δὲ τὰ ὑπ’ αὐτόν, ὧν αὐτὸς θεόθεν ἄρχειν ἐπετάγη, παρὰ φύσιν ἑκὼν ἀνοήτως κεκίνηται, τῇ πρὸς ἕνωσιν τῶν διῃρημένων δοθείσῃ αὐτῷ φυσικῇ δυνάμει κατὰ τὴν γένεσιν εἰς τὴν τῶν ἡνωμένων μᾶλλον διαίρεσιν παραχρησάμενος, καὶ ταύτῃ μικροῦ δεῖν ἐλεεινῶς εἰς τὸ μὴ ὂν πάλιν κινδυνεύσας μεταχωρῆσαι, διὰ τοῦτο “καινοτομοῦνται φύσεις,” καὶ παραδόξως ὑπὲρ φύσιν περὶ τὸ φύσει κινούμενον ἀκινήτως, ἵν’ οὕτως εἴπω, κινεῖται τὸ πάντη κατὰ φύσιν ἀκίνητον, “καὶ Θεὸς ἄνθρωπος γίνεται,” ἵνα σώσῃ τὸν ἀπολόμενον ἄνθρωπον, καὶ τῆς κατὰ τὸ πᾶν καθόλου φύσεως δι’ ἑαυτοῦ τὰ κατὰ φύσιν ἑνώσας ῥήγματα, καὶ τοὺς καθόλου τῶν ἐπὶ μέρους προφαινομένους λόγους (οἷς ἡ τῶν διῃρημένων γίνεσθαι πέφυκεν ἕνωσις) δείξας, τὴν μεγάλην βουλὴν πληρώσῃ τοῦ Θεοῦ καὶ Πατρός, εἰς ἑαυτὸν ἀνακεφαλαιώσας τὰ πάντα, τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν ᾧ καὶ ἐκτίσθησαν.

Ἀμέλει τοι τῆς καθόλου τῶν πάντων πρὸς ἑαυτὸν ἑνώσεως ἐκ τῆς ἡμῶν ἀρξάμενος διαιρέσεως γίνεται τέλειος ἄνθρωπος, ἐξ ἡμῶν δι’ ἡμᾶς καθ’ ἡμᾶς, πάντα τὰ ἡμῶν ἀνελλιπῶς ἔχων, ἁμαρτίας χωρίς, τῆς κατὰ φύσιν ἀκολουθίας γαμικῆς οὐδόλως εἰς τοῦτο προσδεηθείς· ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ δεικνύς, ὡς οἶμαι, τυχὸν ὡς ἦν καὶ ἄλλος τρόπος τῆς εἰς πλῆθος τῶν ἀνθρώπων αὐξήσεως προεγνωσμένος Θεῷ, εἰ τὴν ἐντολὴν ὁ πρῶτος ἐφύλαξεν ἄνθρωπος καὶ πρὸς κτηνωδίαν ἑαυτὸν τῷ κατὰ παράχρησιν τρόπῳ τῶν οἰκείων δυνάμεων μὴ κατέβαλε, καὶ τὴν κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφοράν τε καὶ διαίρεσιν τῆς φύσεως ἐξωθούμενος, ἧς πρὸς τὸ γενέσθαι, καθάπερ ἔφην, ἄνθρωπος οὐδόλως προσεδεήθη, ὧν δὲ ἄνευ εἶναι τυχόν ἐστι δυνατόν. Ταῦτα εἰς τὸ διηνεκὲς παραμεῖναι οὐκ ἀνάγκη. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, φησὶν ὁ θεῖος ἀπόστολος, οὔτε ἄῤῥεν οὔτε θῆλυ.

Εἶτα τὴν καθ’ ἡμᾶς ἁγιάσας οἰκουμένην διὰ τῆς οἰκείας ἀνθρωποπρεποῦς ἀναστροφῆς μετὰ θάνατον εἰς τὸν παράδεισον ἀπαραποδίστως χωρεῖ, καθὼς τῷ ληστῇ ἀψευδῶς ἐπηγγείλατο, σήμερον, φήσας, ἔσῃ μετ’ ἐμοῦ ἐν τῷ παραδείσῳ.

Ἐντεῦθεν ὡς κατ’ αὐτὸν λοιπὸν μὴ ἐχούσης πρὸς τὸν παράδεισον διαφορὰν τῆς καθ’ ἡμᾶς οἰκουμένης, πάλιν ἐπ’ αὐτῆς ἐφάνη τοῖς μαθηταῖς συνδιαιτώμενος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, δεικνὺς ὡς ἡ γῆ μία οὖσα τυγχάνει πρὸς ἑαυτὴν ἀδιαίρετος, τόν, καθ’ ὅν ἐστι, λόγον τῆς κατὰ τὴν διαφορὰν διαιρέσεως ἐλεύθερον διασώζουσα. Εἶτα διὰ τῆς εἰς οὐρανὸν ἀναλήψεως τὸν οὐρανὸν ἥνωσε δηλονότι καὶ τὴν γῆν, καὶ μετὰ τούτου τοῦ γηΐνου σώματος, τοῦ ἡμῖν ὁμοφυοῦς τε καὶ ὁμοουσίου, χωρήσας εἰς οὐρανόν, μίαν οὖσαν τῷ κατ’ αὐτὴν καθολικωτέρῳ λόγῳ πᾶσαν τὴν αἰσθητὴν φύσιν ἀπέδειξε, τῆς τεμνούσης αὐτὴν ἐν ἑαυτῷ διαιρέσεως ἀμαυρώσας τὴν ἰδιότητα. Ἔπειτα πρὸς τούτοις, τὰ αἰσθητὰ καὶ τὰ νοητὰ καθεξῆς διὰ πάντων τῶν κατ’ οὐρανὸν θείων καὶ νοητῶν ταγμάτων διελθὼν μετὰ τῆς ψυχῆς καὶ τοῦ σώματος, τουτέστι τελείας τῆς ἡμετέρας φύσεως, ἥνωσε, τὴν πρὸς τὸ ἓν τῆς ὅλης κτίσεως κατὰ τὸν ἑαυτῆς ἀρχικώτατόν τε καὶ καθολικώτατον λόγον σύννευσιν δείξας ἐν ἑαυτῷ παντελῶς ἀδιαίρετόν τε καὶ ἀστασίαστον.

Καὶ τέλος ἐπὶ πᾶσι τούτοις κατὰ τὴν ἐπίνοιαν τῆς ἀνθρωπότητος πρὸς αὐτὸν γίνεται τὸν Θεόν, ἐμφανισθεὶς ὑπὲρ ἡμῶν δηλονότι, καθὼς γέγραπται, τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς ὡς ἄνθρωπος ὁ καθ’ οἱονδήποτε τρόπον μηδέποτε τοῦ Πατρὸς ὡς Λόγος χωρισθῆναι δυνάμενος, πληρώσας ὡς ἄνθρωπος ἔργῳ καὶ ἀληθείᾳ καθ’ ὑπακοὴν ἀπαράβατον ὅσα προώρισεν αὐτὸς ὡς Θεὸς γενέσθαι, καὶ τελειώσας πᾶσαν βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὑπὲρ ἡμῶν τῶν ἀχρειωσάντων τῇ παραχρήσει τὴν ἐξ ἀρχῆς φυσικῶς ἡμῖν πρὸς τοῦτο δοθεῖσαν δύναμιν, καὶ πρῶτον ἑνώσας ἡμᾶς ἑαυτοῖς ἐν ἑαυτῷ διὰ τῆς ἀφαιρέσεως τῆς κατὰ τὸ ἄῤῥεν καὶ τὸ θῆλυ διαφορᾶς, καὶ ἀντὶ ἀνδρῶν καὶ γυναικῶν, οἷς ὁ τῆς διαιρέσεως ἐνθεωρεῖται μάλιστα τρόπος, ἀνθρώπους μόνον κυρίως τε καὶ ἀληθῶς ἀπέδειξε κατ’ αὐτὸν δι’ ὅλου μεμορφωμένους καὶ σώαν αὐτοῦ καὶ παντελῶς ἀκίβδηλον τὴν εἰκόνα φέροντας, ἧς κατ’ οὐδένα τρόπον οὐδὲν τῶν φθορᾶς γνωρισμάτων ἅπτεται, καὶ σὺν ἡμῖν καὶ δι’ ἡμᾶς τὴν ἅπασαν κτίσιν διὰ τῶν μέσων, ὡς μερῶν ἰδίων, τὰ ἄκρα περιλαβὼν καὶ περὶ ἑαυτὸν ἀλύτως ἀλλήλοις διασφίγξας παράδεισον καὶ οἰκουμένην, οὐρανὸν καὶ γῆν, αἰσθητὰ καὶ νοητά, ὡς σῶμα καὶ αἴσθησιν καὶ ψυχὴν καθ’ ἡμᾶς ἔχων καὶ νοῦν, οἷς ὡς μέρεσι καθ’ ἕκαστον τὸ ἑκάστῳ καθόλου συγγενὲς οἰκειωσάμενος ἄκρον κατὰ τὸν προαποδοθέντα τρόπον θεοπρεπῶς τὰ πάντα εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, μίαν ὑπάρχουσαν τὴν ἅπασαν κτίσιν δείξας, καθάπερ ἄνθρωπον ἄλλον, τῇ τῶν μερῶν ἑαυτῆς πρὸς ἄλληλα συνόδῳ συμπληρουμένην καὶ πρὸς ἑαυτὴν νεύουσαν τῇ ὁλότητι τῆς ὑπάρξεως, κατὰ τὴν μίαν καὶ ἁπλῆν καὶ ἀπροσδιόριστον, τῆς ἐκ τοῦ μὴ ὄντος παραγωγῆς καὶ ἀδιάφορον ἔννοιαν, καθ’ ἣν ἕνα καὶ τὸν αὐτὸν πᾶσα ἡ κτίσις ἐπιδέξασθαι δύναται λόγον παντελῶς ἀδιάκριτον, τὸ οὐκ ἦν τοῦ εἶναι πρεσβύτερον ἔχουσα.

Πάντα γὰρ κατὰ τὸν ἀληθῆ λόγον ἀλλήλοις συνεμπίπτει καθ’ ὁτιοῦν πάντως, εἰ καὶ μὴ πάντη, τὰ μετὰ Θεὸν ὄντα καὶ ἐκ Θεοῦ τὸ εἶναι διὰ γενέσεως ἔχοντα, μηδενὸς καθόλου τῶν ὄντων, μηδὲ τῶν ἄγαν τιμίων καὶ ὑπερβεβηκότων τῆς πρὸς τὸ ἄγαν ἄσχετον γενικῆς σχέσεως, παντάπασι φυσικῶς ἀπολελυμένου, μήτε μὴν τοῦ ἐν τοῖς οὖσιν ἀτιμωτάτου τῆς πρὸς τὰ τιμιώτατα κατὰ φύσιν γενικῆς παντελῶς ἀπολιμπανομένου καὶ ἀμοιροῦντος σχέσεως. Πάντα γὰρ τὰ ταῖς οἰκείαις ἰδίως διαφοραῖς ἀλλήλων διακεκριμένα ταῖς καθόλου καὶ κοιναῖς γενικῶς ταὐτότησιν ἥνωνται, καὶ πρὸς τὸ ἓν καὶ ταὐτὸν ἀλλήλοις γενικῷ τινι λόγῳ φύσεως συνωθοῦνται, οἷον τὰ μὲν γένη κατὰ τὴν οὐσίαν ἀλλήλοις ἑνούμενα τὸ ἓν ἔχει καὶ ταὐτὸν καὶ ἀδιαίρετον. Οὐδὲν γὰρ τῶν καθόλου καὶ περιεχόντων καὶ γενικῶν τοῖς ἐπὶ μέρους καὶ περιεχομένοις καὶ ἰδικοῖς παντελῶς συνδιαιρεῖται. Οὐ γὰρ ἔτι γενικὸν εἶναι δύναται τὸ μὴ συνάγον τὰ διῃρημένα φυσικῶς, ἀλλὰ συνδιαιρούμενον αὐτοῖς, καὶ τῆς οἰκείας μοναδικῆς ἑνότητος ἐξιστάμενον.

Πᾶν γὰρ γενικὸν κατὰ τὸν οἰκεῖον λόγον ὅλον ὅλοις ἀδιαιρέτως τοῖς ὑπ’ αὐτὸ ἑνικῶς ἐνυπάρχει πραγματειωδῶς, καὶ τὸ καθ’ ἕκαστον ὅλον ἐνθεωρεῖται γενικῶς. Τὰ δὲ εἴδη κατὰ τὸ γένος ὡσαύτως τῆς ἐν τῇ διαφορᾷ ποικιλίας ἀπολυθέντα τὴν πρὸς ἄλληλα ταὐτότητα δέχεται.

Τὰ ἄτομα δέ, κατὰ τὸ εἶδος τὴν πρὸς ἄλληλα δεχόμενα σύμβασιν, ἓν καὶ ταὐτὸν ἀλλήλοις πάντη καθέστηκε, τῇ ὁμοφυΐᾳ τὸ ἀπαράλλακτον ἔχοντα καὶ διαφορᾶς πάσης ἐλεύθερον. Τὰ δὲ συμβεβηκότα κατὰ τὸ ὑποκείμενον ἀλλήλοις συγκριθέντα τὸ ἑνιαῖον ἔχει, τῷ ὑποκειμένῳ παντελῶς μὴ σκεδαννύμενον.

Καὶ μάρτυς τούτων ἀψευδὴς ὁ ἀληθὴς θεηγόρος, ὁ μέγας καὶ ἅγιος Διονύσιος ὁ Ἀρεοπαγίτης, ἐν τῷ “περὶ τελείου καὶ Ἑνὸς” κεφαλαίῳ τῆς Περὶ Θείων Ὀνομάτων πραγματείας οὑτωσὶ φάσκων· “Οὐδὲ γάρ ἐστι πλῆθος ἀμέτοχόν πη τοῦ ἑνός, ἀλλὰ τὸ μὲν πολλὰ τοῖς μέρεσιν ἓν τῷ ὅλῳ, καὶ τὸ πολλὰ τοῖς συμβεβηκόσιν ἓν τῷ ὑποκειμένῳ, καὶ τὰ πολλὰ τῷ ἀριθμῷ ἢ ταῖς δυνάμεσιν ἓν τῷ εἴδει, καὶ τὸ πολλὰ τοῖς εἴδεσιν ἓν τῷ γένει, καὶ τὸ πολλὰ τοῖς προόδοις ἓν τῇ ἀρχῇ, καὶ οὐδέν ἐστι τῶν ὄντων ὃ μὴ μετέχει πη τοῦ ἑνός.” Καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, πάντων τῶν διῃρημένων καὶ μερικῶν οἱ λόγοι τοῖς τῶν καθόλου καὶ γενικῶν, ὥς φασι, περιέχονται λόγοις, καὶ τοὺς μὲν τῶν γενικωτέρων καὶ καθολικωτέρων λόγους ὑπὸ τῆς σοφίας συνέχεσθαι, τοὺς δὲ μερικῶν ποικίλως τοῖς τῶν γενικῶν ἐνισχημένους ὑπὸ τῆς φρονήσεως περιέχεσθαι, καθ’ ἣν ἁπλούμενοι πρότερον, καὶ τὴν ἐν τοῖς πράγμασι τοῖς ὑποκειμένοις ἀπολύοντες συμβολικὴν ποικιλίαν ὑπὸ τῆς σοφίας ἑνίζονται, τὴν εἰς ταὐτότητα τοῖς γενικωτέροις συμφυΐαν δεξάμενοι.

Σοφία δὲ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ φρόνησίς ἐστιν ὁ Κύριος Ἰησοῦς Χριστός, ὁ καὶ τὰ καθόλου τῶν ὄντων συνέχων τῇ δυνάμει τῆς σοφίας, καὶ τὰ συμπληρωτικὰ τούτων μέρη περιέχων τῇ φρονήσει τῆς συνέσεως ὡς πάντων φύσει δημιουργὸς καὶ προνοητής, καὶ εἰς ἓν ἄγων τὰ διεστῶτα δι’ ἑαυτοῦ, καὶ τὸν ἐν τοῖς οὖσι καταλύων πόλεμον, καὶ πρὸς εἰρηνικὴν φιλίαν τὰ πάντα καὶ ἀδιαίρετον συνδέων ὁμόνοιαν, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καθώς φησιν ὁ θεῖος ἀπόστολος.

Ἄλλη εἰς τὸ αὐτὸ ἄπορον θεωρία “Καινοτομοῦνται” πάλιν “αἱ φύσεις,” τῆς μὲν θείας δι’ ἀγαθότητα καὶ φιλανθρωπίαν ἄμετρον τῆς καθ’ ἡμᾶς κατὰ θέλησιν ἑκούσιον σαρκικῆς ὑπερφυῶς ἀνεχομένης γεννήσεως, τῆς ἡμετέρας δὲ παραδόξως ἄσπορον τῷ σαρκωθέντι Θεῷ ξένῳ παρὰ τὴν φύσιν θεσμῷ τὴν λογικῶς ἐψυχωμένην γεωργούσης σάρκα, κατὰ πάντα τὴν αὐτὴν ἡμῖν οὖσαν καὶ ἀπαράλλακτον χωρὶς ἁμαρτίας, καὶ τὸ δὴ παραδοξότερον, μηδὲν τοῦ νόμου τῆς παρθενίας τῆς γενομένης μητρὸς διὰ τῆς γεννήσεως τὸ σύνολον μειωθέντος. “Καινοτομία” δὲ κυρίως οὐ μόνον τὸ γεννηθῆναι χρονικῶς κατὰ σάρκα τὸν ἀνάρχως ἤδη γεγεννημένον ἀφράστως ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν Λόγον, ἀλλὰ καὶ τὸ δοῦναι σάρκα τὴν ἡμετέραν φύσιν ἄνευ σπορᾶς καὶ τὸ τεκεῖν παρθένον ἄνευ φθορᾶς. Τούτων γὰρ ἕκαστον φανερὰν ἔχον τὴν καινοτομίαν τόν, καθ’ ὃν γέγονεν, ἄῤῥητόν τε καὶ ἄγνωστον λόγον παντελῶς ἀποκρύπτεται κατὰ ταὐτὸν καὶ ἀποδείκνυσι, τὸ μὲν τῷ ὑπὲρ φύσιν καὶ γνῶσιν τρόπῳ, τὸ δὲ τῷ λόγῳ τῆς πίστεως, ᾧ πάντα τὰ ὑπὲρ φύσιν καὶ γνῶσιν ἁλίσκεσθαι πέφυκεν.

Οὕτω μὲν οὖν, κατ’ ἐμὲ φάναι, τὸ ἄπορον ὡς δυνατὸν ἐπιλέλυται, καὶ οὐκ οἶδ’ ὅπως ἑτέρως αὐτὸ χρὴ διεξελθεῖν. Τῆς σῆς δ’ ἂν εἴη φιλοσοφίας ἢ ἐγκρῖναι τὰ εἰρημένα ἢ τὰ κρείττω παρ’ ἑαυτῆς σοφώτερον ἐξευρεῖν τε καὶ φράσαι, καὶ μεταδοῦναί μοι καρπὸν γνώσεως ὑψηλῆς καὶ μηδὲν ἐχούσης ἐπίγειον.