Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Η διάκριση γενέσεως και γεννήσεως, και η ταυτόχρονη δημιουργία ψυχής και σώματος

Αναλυτική αντίκρουση των μανιχαϊκών και ωριγενιστικών δοξασιών. Αποδεικνύεται η ταυτόχρονη δημιουργία ψυχής και σώματος με βάση το χριστολογικό δόγμα και διακρίνεται ο λόγος της φύσεως από τον τρόπο της ενέργειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 12 από 15

Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὸ Βάπτισμα λόγου, εἰς τό· Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ λόγος· τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, τὴν ἐξ ἀναστάσεως. Εἶτα ἐπειπόντος τούτοις τινά, καὶ τὰς γεννήσεις ἑρμηνεύοντος, φῆσαι·

Ταύτας δὲ τὰς γεννήσεις ἁπάσας παρ’ ἑαυτοῦ τιμήσας ὁ ἐμὸς Χριστὸς φαίνεται· τὴν μέν, τῷ ἐμφυσήματι τῷ πρώτῳ καὶ ζωτικῷ· τὴν δέ, τῇ σαρκώσει καὶ τῷ βαπτίσματι, ὅπερ αὐτὸς ἐβαπτίσατο· τὴν δέ, τῇ ἀναστάσει, ἧς αὐτὸς ἀπήρξατο, ὡς ἐγένετο πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν γενέσθαι καταξιώσας.

Πῶς ἐν τούτοις ὁ θεόφρων οὗτος διδάσκαλος δοκεῖ περιττοτέραν τὴν ἐπανάληψιν τῶν προῤῥηθέντων πεποιηκέναι; Τρισσὴν γὰρ εἰπὼν γέννησιν, τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, τὴν ἐξ ἀναστάσεως, ἐπήγαγεν, ὥσπερ ἐπιλαθόμενος, διὰ τῆς δοκούσης περιττῆς εἶναι φράσεως καὶ τετάρτην διὰ τοῦ φάναι, “τὴν μὲν τῷ ἐμφυσήματι τῷ πρώτῳ καὶ ζωτικῷ.” Ἧς γὰρ μετὰ τῶν τριῶν οὐκ ἐμνημόνευσε γεννήσεων ὡς περὶ προλεχθείσης ἐπήγαγεν εἰπών, “τὴν μὲν τῷ ἐμφυσήματι τῷ πρώτῳ καὶ ζωτικῷ.” Πῶς οὖν τοῦτο κατ’ ἀλήθειαν εἴρηκεν ὁ διδάσκαλος, οἶδε πάντως ὁ κατ’ ἀρετὴν αὐτῷ γεγονὼς παραπλήσιος, καὶ μὴ πόῤῥω τῆς αὐτοῦ περὶ τὰ θεῖα σοφῆς ἐπιστήμης διεστηκώς. Ὅσον δ’ οὖν ἐμὲ γινώσκειν κατὰ τὸ τῆς ἐμῆς ἀσθενοῦς διανοίας ἀβληχρόν, οὐκ οἶμαι περιττὴν εἶναι τὴν ἐπαχθεῖσαν τετάρτην γέννησιν, ἀλλὰ μᾶλλον συμπληρωτικὴν τῆς ἐκ σωμάτων προτεθείσης γεννήσεως, καὶ ἑρμηνευτικὴν τῶν ἐπ’ αὐτῇ θείων λόγων τε καὶ τρόπων.

Ὁ γὰρ τῆς γενέσεως ἕνεκεν τοῦ πρώτου Ἀδὰμ ἄνθρωπος γενέσθαι καταδεξάμενος, καὶ γεννηθῆναι τῆς αὐτοῦ παραβάσεως χάριν οὐκ ἀπαξιώσας, διὰ μὲν τῆς γενέσεως τὴν πρὸς τὸν πεσόντα συγκατάβασιν, διὰ δὲ τῆς γεννήσεως τὴν πρὸς τὸν καταδεδικασμένον ἑκούσιον κένωσιν ἐπεδείξατο· τῇ μὲν γενέσει φυσικῶς εἰς ταὐτὸν τῷ ἀνθρώπῳ κατὰ τὴν ζωτικὴν ἀγόμενος ἔμπνευσιν, ἐξ ἧς τὸ κατ’ εἰκόνα λαβὼν ὡς ἄνθρωπος ἄπρατον διέμεινεν ἔχων τὴν ἐλευθερίαν τῆς ἀναμαρτησίας καὶ ἄχραντον· τῇ δὲ γεννήσει κατὰ τὴν σάρκωσιν τὴν πρὸς τὸν ἄνθρωπον τῆς φθορᾶς ὁμοίωσιν ἑκουσίως διὰ τῆς δουλικῆς μορφῆς ὑποδύς, τοῖς αὐτοῖς παραπλησίως ἡμῖν κατὰ θέλησιν ὑποκεῖσθαι φυσικοῖς παθήμασι χωρὶς ἁμαρτίας, ὡς ὑπεύθυνος, ὁ ἀναμάρτητος ἠνέσχετο. Κατ’ ἄμφω γὰρ ταῦτα <τὰ> μέρη ἡμῶν ἐκ μερῶν συνετέθη, καὶ γέγονε τελείως νέος Ἀδάμ, τὸν πρῶτον τοῖς κατ’ ἄμφω μέρεσιν Ἀδὰμ ἐν ἑαυτῷ φέρων ἀμείωτον.

Τῆς γὰρ πρὸ τῆς παραβάσεως τοῦ Ἀδὰμ γενέσεως νόμῳ συγκαταβάσεως ἀνασχόμενος κατὰ τὴν πλάσιν τὸ ἀναμάρτητον φυσικῶς λαβὼν διὰ τῆς ἐμπνεύσεως, τὸ ἄφθαρτον οὐ προσέλαβε. Τῆς δὲ μετὰ τὴν παράβασιν ἐκ καταδίκης γεννήσεως κατὰ τὴν ἑκούσιον κένωσιν τὸ παθητὸν φυσικῶς εἰληφὼς τὸ ἁμαρτητικὸν οὐ προσείληφε, καὶ γίνεται νέος Ἀδάμ, γένεσιν λαμβάνων τὴν αὐτὴν ἀναμάρτητον καὶ γεννήσεως τῆς αὐτῆς παθητῆς ἀνεχόμενος.

Ἄμφω γὰρ ἀλλήλαις τελείως περὶ ἑαυτὸν ἐναλλὰξ τοῖς κατ’ ἄμφω μέρεσιν συμπλέξας, ἄμφω δι’ ἀλλήλων τῇ ἐλλείψει τοῦ περὶ ἑκατέραν ἄκρου δυνατῶς ἐξιάσατο, τῆς μὲν πρώτης καὶ τιμίας τὴν δευτέραν καὶ ἄτιμον ποιούμενος σωστικήν τε καὶ ἀνανεωτικήν, τῆς δὲ δευτέρας τὴν πρώτην συστατικήν τε καὶ περιποιητικὴν καταστήσας. “Ἄκρα” δέ φημι τῆς μὲν γενέσεως, πρώτης καὶ τιμίας ὑπαρχούσης, τὸ ἄφθαρτον, ὡς ἀναμαρτησίας ἀρχήν, τῆς δὲ γεννήσεως, ὡς δευτέρας οὔσης καὶ ἀτίμου, τὸ ἁμαρτητικόν, ὡς παντὸς πάθους αἴτιον καὶ φθορᾶς, ἅπερ εἰς ἑαυτὸν κατὰ τὴν σάρκωσιν μηδαμῶς εἰληφὼς ὁ Σωτὴρ καὶ τὰ δι’ αὐτὰ καταδεξάμενος, τῆς μὲν γενέσεως τὴν γέννησιν σωστικὴν ἐποιήσατο, τῷ κατ’ αὐτὴν πάθει παραδόξως τὴν τῆς γενέσεως ἀφθαρσίαν ἀνανεούμενος, τῆς δ’ αὖ πάλιν γεννήσεως τὴν γένεσιν περιποιητικὴν κατεστήσατο, τῇ κατ’ αὐτὴν ἀναμαρτησίᾳ τὴν τῆς γεννήσεως καθαγιάζων ἐμπάθειαν, ἵνα τὴν μὲν γένεσιν παντελῶς ἀνασώσηται, τῷ κατ’ αὐτὴν θεοτελεῖ λόγῳ τὴν φύσιν διακρατοῦσαν, τῆς δὲ γεννήσεως τὴν ὑποπεσοῦσαν αὐτῇ φύσιν διὰ τὴν ἁμαρτίαν παντελῶς ἐλευθερώσῃ, τῷ κατ’ αὐτὴν ἴσως τοῖς λοιποῖς ἐπὶ γῆς ζώοις ἐπιῤῥύτῳ τῆς σπορᾶς τρόπῳ μὴ κρατουμένην.

Συνάψας οὖν γένεσιν καὶ πλάσιν καὶ ἔμπνευσιν φυσικῶς τῇ σαρκώσει καὶ τῇ γεννήσει, κατὰ μόνην ἐπίνοιαν ἀλλήλων δίελε, καὶ εὑρήσεις κατὰ τὸν μέγαν διδάσκαλον τὴν τετάρτην γέννησιν συμπληροῦσαν τὴν ἐκ σωμάτων, καὶ μόνῃ ἐπινοίᾳ τὴν ἀπ’ αὐτῆς δεχομένην διάκρισιν κατὰ τὸν ἀποδοθέντα τρόπον. Λέγω δὲ ταὐτὴν εἶναι τὴν γένεσιν προεπινοουμένην φυσικῶς τῆς ἐπεισάκτου γεννήσεως, ἧς ἴδιόν ἐστι τὸ ἐμφύσημα τὸ πρῶτον καὶ ζωτικόν.

Ἄλλη εἰς τὸ αὐτὸ θεωρία Καὶ συλλήβδην εἰπεῖν, εἰ βούλοιο γνῶναι τῶν τοῦ διδασκάλου λόγων τὴν ἀκρίβειαν, ζήτει τίς ὁ κατ’ αἰτίαν προηγούμενος τῆς τοῦ ἀνθρώπου γενέσεως λόγος ἐστίν, ὁ τῆς ἰδίας ἐντὸς μένων ἀεὶ μονιμότητος ἀνεκφοιτήτως, καὶ τίς ὁ κατὰ τὴν παιδευτικὴν οἰκονομίαν τῆς γεννήσεως αὐτοῦ διὰ τὴν ἁμαρτίαν τρόπος, ὁ τέλος ἔχων τὴν τοῦ παιδαγωγουμένου διόρθωσιν καὶ πρὸς τὸν λόγον τῆς αὐτοῦ γενέσεως τὴν τελείαν ἐπάνοδον, καὶ μαθήσῃ σαφῶς πῶς ὁ Θεὸς γενόμενος ἄνθρωπος κατ’ ἄμφω τελείως γέγονε, πρὸς ὃν εἶχεν ἀληθῶς τῆς γενέσεως λόγον τὸν κατ’ οἰκονομίαν σοφῶς ἐπανάγων τρόπον, καὶ τότε δικαίως θαυμάσεις τῆς συνέσεως τὸν διδάσκαλον, πῶς τὰ κατὰ τὴν φύσιν συνημμένα κατ’ ἐπίνοιαν διελών, τὸν ὅλον τοῦ ἐφ’ ἡμῖν θειοτάτου μυστηρίου κρυφίως διετράνωσε λόγον.

Τὴν γὰρ ἐκ σωμάτων γέννησιν τῷ ζωτικῷ ἐμφυσήματι καὶ τῇ σαρκώσει κατ’ ἐπίνοιαν ἐπιμερίσας, τὴν πρὸς τὸν κατὰ τὴν γένεσιν λόγον τοῦ κατὰ τὴν γέννησιν τρόπου διαφορὰν παρῃνίξατο διὰ τὴν τῶν πραγμάτων ἀσύγχυτον καὶ εὐκρινῆ διασάφησιν. Ὧν ἐπιλαβόμενος δι’ ἡμᾶς ὁ τὴν φύσιν ἀνακαινίσας Θεός, μᾶλλον δὲ καινίσας εἰπεῖν ἀληθέστερον, καὶ πρὸς τὸ ἀρχαῖον κάλλος αὐτὴν τῆς ἀφθαρσίας ἐπαγαγὼν διὰ τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ καὶ λογικῶς ἐψυχωμένης σαρκός, καὶ πλέον παρασχόμενος αὐτῇ φιλοδώρως τὴν θέωσιν, ἧς μεταπεσεῖν παντελῶς ἀμήχανον αὐτῷ τῷ σαρκωθέντι Θεῷ ψυχῆς τρόπον ἐνούσης σώματι, δι’ ὅλου περιχωρήσασαν ἀσυγχύτως κατὰ τὴν ἕνωσιν, καὶ τῆς αὐτοῦ κατ’ αὐτὴν ἐκφάνσεως τοσοῦτον ἀντιλαβοῦσαν τὸ κρύπτεσθαι ὅσον αὐτὸς δι’ αὐτὴν γέγονε φανερὸς καὶ τῆς οἰκείας φυσικῆς κρυφιότητος ἐκβεβηκὼς ἐνομίσθη.

Καὶ τί τούτου παραδοξότερον, ὅτι φύσει Θεὸς ὑπάρχων, καὶ ἄνθρωπος φύσει γενέσθαι καταξιώσας, οὐδετέρας φύσεως τοὺς φυσικοὺς ὅρους διὰ τῆς ἑτέρας παντελῶς παρήμειψεν, ἀλλ’ ὅλος Θεὸς ὢν ὅλος γενόμενος διέμεινεν ἄνθρωπος; Οὐ τῷ εἶναι Θεὸς ἄνθρωπος γενέσθαι κωλυόμενος, οὔτε μὴν τῷ γενέσθαι ἄνθρωπος τοῦ εἶναι Θεὸς ἐλαττούμενος, εἷς καὶ ὁ αὐτὸς ὅλος δι’ ἀμφοῖν συντηρούμενος, ἄμφω φυσικῶς κατ’ ἀλήθειαν ὑπάρχων, μήτε τῷ ἀκραιφνεῖ τῆς κατ’ οὐσίαν τῶν μερῶν φυσικῆς διαφορᾶς διαιρούμενος, μήτε μὴν τῷ ἄκρως μοναδικῷ τῆς ὑποστάσεως συγχεόμενος, οὐ τραπεὶς τὴν φύσιν καὶ εἰς ὅπερ οὐκ ἦν μεταπεσών. Οὐ φαντάσας σαρκὸς εἴδει καὶ σχήματι τὴν οἰκονομίαν, καὶ ὅσα ἑτέρα καθ’ ὑποκειμένου λέγεται εἶναι χωρὶς τοῦ ὑποκειμένου λαβών, ταύτην ἐπλήρωσεν, ἀλλ’ αὐτὴν κυρίως πράγματι καὶ ἀληθείᾳ τὴν ἀνθρωπίνην προσλαβὼν φύσιν ἥνωσεν ἑαυτῷ καθ’ ὑπόστασιν ἀτρέπτως καὶ ἀναλλοιώτως καὶ ἀμειώτως καὶ ἀδιαιρέτως, τῷ κατ’ οὐσίαν αὐτῆς λόγῳ καὶ ὅρῳ συνέχων ἀνέκπτωτον.

Καθ’ ἣν καὶ τὴν ἐκ σωμάτων κατὰ τὸν ἅγιον τοῦτον καὶ μέγαν διδάσκαλον ἡμετέραν ἐτίμησε γέννησιν, καὶ γενόμενος ἄνθρωπος ἀληθῶς καὶ ἀνθρωπίνως γεννώμενος, ἵνα ἡμᾶς τῶν δεσμῶν τῆς γεννήσεως ἐλευθερώσῃ, καὶ τοῦ παραπλησίως χόρτου σπειρομένους ἐκ καταδίκης διὰ τὴν ἁμαρτίαν φύεσθαι νόμου, καὶ τοῦ τὴν αὐτὴν ἔχειν φυτοῖς τε καὶ ἀλόγοις ζώοις τῆς πρὸς τὸ εἶναι γενέσεως τὴν συγγένειαν. Ὥς πού φησιν ὁ μέγας καὶ τῶν μεγάλων θεατὴς Ἰεζεκιὴλ τὰ θεῖα μυσταγωγούμενος καὶ τὴν αἰτίαν τῆς νῦν περὶ τὸν ἄνθρωπον ὑπαρχούσης οἰκονομίας ἐκπαιδευόμενος, ὡς πρὸς Ἱερουσαλὴμ φάσκων· τάδε λέγει Κύριος τῇ Ἱερουσαλήμ, Ἡ ῥίζα σου καὶ ἡ γέννησίς σου ἐκ γῆς Χαναάν, ὁ πατήρ σου Ἀμοιῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία· ἐν ἡμέρᾳ ᾗ ἐτέχθης οὐκ ἔδησαν τὸν ὀμφαλόν σου, καὶ ἐν ὕδατι οὐκ ἐλούσθης, οὐδὲ ἁλὶ ἡλίσθης, καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης, καὶ ἀπεῤῥίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης· καὶ διῆλθον ἐπὶ σέ, καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου, καὶ εἶπά σοι, Ἐκ τοῦ αἵματός σου ἡ ζωή σου, πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε, ἤ, ὡς ὁ Σύμμαχός φησι, καθὼς βλάστημα τοῦ ἀγροῦ δέδωκά σε.

Τῆς οὖν τοῦ φύεσθαι διὰ τῆς σπορᾶς ἴσα χόρτῳ καὶ δι’ αἵματος κατὰ τὰ λοιπὰ ζῶα τὴν ζωὴν ἔχειν καταδίκης ὁ τὴν φύσιν ἐξιώμενος καὶ πρὸς τὴν ἀρχαίαν τῆς ἀφθαρσίας χάριν ἐπανάγων Κύριος ἦλθεν αὐτὴν ἐλευθερῶσαι, καὶ ἐμφανῶς μὲν αὐτῇ δεῖξαι πρὸς ὅπερ γενομένη κατ’ ἀρχὰς οὐδόλως ἐκινήθη καλόν, καὶ πατῆσαι τὸ πονηρὸν πρὸς ὅπερ ἅμα τῷ γενέσθαι διὰ τῆς ἀπάτης τὴν ὅλην αὐτῆς κινηθεῖσα παρὰ φύσιν κατεκένωσε δύναμιν, καὶ καταδῆσαι πρὸς ἑαυτὸν τὴν τῆς ἐπιθυμίας δύναμιν (ἧς ὑπάρχει ὁ ὀμφαλὸς σύμβολον), τὴν ἐν τῷ ἀγαθῷ γόνιμον ἕξιν λαβοῦσαν παγίαν καὶ ἀμετάπτωτον, καὶ λοῦσαι ἐν ὕδατι, καθᾶραι λέγων τῶν μολυσμῶν τῆς ἀγνοίας τῷ πελάγει τῆς περιχυθείσης αὐτῇ κατὰ τὴν χάριν γνώσεως, καὶ ἁλίσαι ἁλί, καὶ σπαργανῶσαι σπαργάνοις, τουτέστι τὴν πρὸς ὅπερ γέγονεν ἀγαθὸν φυσικὴν ἐνέργειαν ἀπρὶξ στερεώσας τῷ Πνεύματι, σήψεως παθῶν καθαρὰν καταστῆσαι καὶ ἀνεπίδεκτον, καὶ τῇ περιβολῇ τῶν ἐν τοῖς οὖσιν ἀληθῶν λόγων δίκην σπαργάνων περισφίγξας ἀδιάχυτον παντελῶς ἀπεργάσασθαι.

Ἄλλη εἰς τὸ αὐτὸ θεωρία Τυχὸν δὲ διὰ τῶν εἰρημένων ὁ διδάσκαλος διττὸν εἶναι τὸν κατὰ τὴν γένεσιν τῆς ἀνθρωπίνης φύσεως λόγον τε καὶ τρόπον εἰσηγούμενος, τὸν μὲν ψυχῆς, τὸν δὲ σώματος, τὴν ἐκ σωμάτων γέννησιν εἰς δύο κατ’ ἐπίνοιαν διεῖλε γεννήσεις, τὴν μὲν ψυχὴν ἐμφαίνων ἀῤῥήτως ἐκ τοῦ θείου καὶ ζωτικοῦ ἐμφυσήματος συνισταμένην, τὸ δὲ σῶμα ἐκ τῆς ὑποκειμένης ὕλης τοῦ ἐξ οὗπέρ ἐστιν ἅμα τῇ ψυχῇ κατὰ τὴν σύλληψιν γινόμενον σώματος. Οὐ γὰρ τὸν αὐτὸν ἀπαραλλάκτως φάναι θέμις ἐπ’ ἀμφοῖν τῆς γενέσεως εἶναι τὸν λόγον καὶ τὸν τρόπον, ὅτι μηδὲ ταὐτὸν ἀλλήλοις κατὰ τὴν οὐσίαν ἄμφω ταῦτα τυγχάνουσιν. Ὧν γὰρ ἀλλήλοις μὴ ταὐτόν ἐστι τὸ εἶναι, τούτων δηλονότι καὶ ὁ πρὸς ἄλληλα τῆς γενέσεως παρήλλακται λόγος καὶ τρόπος.

Ἀλλὰ ψυχῆς μὲν ἄλλον εἶναι δίκαιον οἴεσθαι καὶ λόγον καὶ τρόπον, καθ’ ὃν γίνεταί τε καὶ ἔστι καὶ διαμένει, καὶ ἄλλον ὁμοίως σώματος, καθ’ ὃν γίνεταί τε καὶ ἔστι καὶ ἀμεταβόλως μένει σῶμα καὶ ψυχῇ συναπτόμενον.

Θεωρία σύντομος πρὸς τοὺς λέγοντας προϋπάρχειν ἢ μεθυπάρχειν τῶν σωμάτων τὰς ψυχάς Εἰ καὶ ἅμα κατὰ τὴν ὕπαρξιν ἀμφοτέρων, ψυχῆς λέγω καὶ σώματος, ὁ αὐτός ἐστι τῆς γενέσεως χρόνος, οὐδενὸς τοῦ ἑτέρου προϋπάρχοντος, ὡς ἔφην, κατὰ τὴν γένεσιν ἢ μεθυπάρχοντος, ἵνα μὴ τοῦ ἐξ ἀμφοῖν εἴδους ὡς ὅλου λυθῇ, δικαίως ἂν ὁ τοῦ πρός τι λόγος πρεσβυτέραν ἔχων καθ’ ἑαυτὴν οὖσαν τὴν τοῦ ἑνὸς ὡς μέρους ὑπόστασιν, καὶ πρὸς ἄλλο κατὰ τὴν φύσιν παντάπασιν ἄσχετον ἔχουσαν τὴν ἕνωσιν, καὶ διὰ τοῦτο μηδέποτε τὴν σὺν ἄλλῳ κατὰ σύνθεσιν ἄλλου τινὸς φυσικῶς συμπληροῦσαν ὑπόστασιν χωρὶς φθορᾶς καὶ τῆς πρὸς ὅπερ οὐκ ἦν ἀλλοιώσεως. Τὸ γὰρ καθ’ ἑαυτὸ ἰδικῶς προϋφιστάμενον εἰς ἄλλου τινὸς εἴδους ὑπόστασιν οὐ πέφυκεν ἄγεσθαι. Εἰ δὲ εἰς τὴν ἑτέρου εἴδους συμπλήρωσιν τὴν πρὸς ἄλλο δέχεται σύνθεσιν τὸ προϋφιστάμενον, ἢ κατὰ φύσιν τοῦτο ποιεῖ πάντως ἢ παρὰ φύσιν. Καὶ εἰ μὲν κατὰ φύσιν, οὐδέποτε τῆς πρὸς ἄλλο πρὸς ἐκπλήρωσιν εἴδους ἑτέρου συνθέσεως παυόμενον ὁραθήσεται, διὰ τὴν βίαν τῆς φύσεως ἑαυτῆς ἐκστῆναι μὴ δυναμένης, καὶ τούτῳ τῷ λόγῳ οὔτε σώματος χωρὶς ἡ ψυχή, οὔτε ψυχῆς σῶμά ποτε νοηθήσεται, καὶ περιετράπη τοῖς περιττοῖς τὴν σύνεσιν εἰς ἠλιθιότητα τὸ σοφόν, ἐναχθεῖσι βίᾳ πρὸς ὅπερ φεύγειν ἐσπούδασαν.

Εἰ δὲ παρὰ φύσιν τὴν πρὸς ἄλλου συμπλήρωσιν εἴδους θάτερον τούτων τὴν πρὸς τὸ ἕτερον δέχεται σύνθεσιν, φθείρεται πάντως, τοῦ κατὰ φύσιν ἐξιστάμενον ὅρου, καὶ γινόμενον ὅπερ μὴ πέφυκε καὶ εἰς ὅπερ οὐκ ἦν μεταπίπτον. Οὗ τί γένοιτ’ ἂν ἀσυνετώτερον; Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

Ψυχῆς μὲν οὖν γένεσις, ὥς φησιν ἐμφαντικῶς ὁ διδάσκαλος, ἐξ ὑποκειμένης ὕλης οὐ γίνεται, καθάπερ τὰ σώματα, ἀλλὰ τῷ βουλήματι τοῦ Θεοῦ διὰ τῆς ζωτικῆς ἐμπνεύσεως ἀῤῥήτως τε καὶ ἀγνώστως, ὡς οἶδε μόνος ὁ ταύτης δημιουργός. Ἡ ψυχὴ τὸ εἶναι λαμβάνουσα κατὰ τὴν σύλληψιν ἅμα τῷ σώματι πρὸς ἑνὸς ἀνθρώπου συμπλήρωσιν ἄγεται, τὸ δὲ σῶμα ἐκ τῆς ὑποκειμένης ὕλης τοῦ ἑτέρου δηλαδὴ γίνεται σώματος κατὰ τὴν σύλληψιν, ἅμα τῇ ψυχῇ τὴν τοῦ ἓν εἶδος εἶναι σὺν αὐτῇ δεχόμενον σύνθεσιν. Ὅπερ ἀλλαχοῦ τρανότερον ἐμφαίνων φησὶν ὁ διδάσκαλος, “κατὰ τὴν διπλῆν τοῦ ἐμφυσήματος δύναμιν καὶ πνοὴν ἐμφυσώμενοι πάντες καὶ Πνεῦμα ἅγιον.” Μεριστέον οὖν τῇ ἐπινοίᾳ κατὰ τὴν σύλληψιν τὸ μὲν ζωτικὸν ἐμφύσημα καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῇ νοερᾷ τῆς ψυχῆς οὐσίᾳ, τὴν δὲ σάρκωσιν καὶ τὴν πνοὴν τῇ φύσει τοῦ σώματος, καθὼς οἱ πατέρες φασί. Καὶ ἡ τοῦ προπάτορος Ἀδὰμ μυστικῶς παρήχθη γένεσις, ἕτερον τῆς ψυχῆς ἔχουσα τόν τε τοῦ εἶναι λόγον καὶ τὸν τοῦ γενέσθαι τρόπον, καὶ ἕτερον δηλαδὴ τοῦ σώματος, ὡς τὸ θεῖον ἡμᾶς μεγαλοφυῶς ἐμυσταγώγησε γράμμα, μὴ συγχωροῦν τὴν ψυχὴν καὶ τὸ σῶμα καθ’ ἕνα καὶ τὸν αὐτὸν τρόπον τῆς γενέσεως ἀλλήλοις συμπεσόντα φυρῆναι κατὰ τὴν φύσιν καὶ τὸν ἑκάστου τῆς οὐσίας λόγον ἀγνοηθῆναι, καὶ τὸν τῆς γενέσεως τρόπον.

Εἰ δὲ τῷ Ἀδὰμ ἐπηκολούθησεν ἡ διπλῆ τοῦ ἐμφυσήματος δύναμις κατὰ τὴν εἰς τὸ εἶναι γένεσιν σύνδρομος, τί ἄν τις εἴποι περὶ τοῦ κατὰ τὴν ἀνθρωπότητα συναμφοτέρου τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ψυχῆς λέγω καὶ σώματος; ὅπερ κρᾶμα κατὰ τὸ δυνατὸν ἐμφέρειαν σώζει πολλὴν πρὸς τὸν πρῶτον Ἀδάμ. Ὥσπερ γάρ, ὡς αὐτός φησιν ὁ διδάσκαλος, “παρὰ τῆς ὕλης τὸ σῶμα λαβὼν ὁ Θεός, νεοτελοῦς δηλονότι προϋποστάσης, παρ’ ἑαυτοῦ δὲ ζωὴν ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος, δημιουργεῖ τὸν ἄνθρωπον,” τὸν αὐτὸν τρόπον καὶ ἐξ ἀχράντου παρθένου οἱονεὶ γῆς ἀμιάντου “τὸ σῶμα λαβών, παρ’ ἑαυτοῦ δὲ ζωὴν ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος,” τὸ ἑαυτοῦ ἀνθρώπινον ἐδημιούργησεν, ἢ ἑαυτὸν ἀτρέπτως κατὰ πρόσληψιν σαρκὸς νοερῶς τε καὶ λογικῶς ἐψυχωμένης, δι’ ἡμᾶς ἑκουσίως, ὡς παντοδύναμος, δημιουργήσας ἐποίησεν ἄνθρωπον.

Ταύτῃ γοῦν καὶ τετιμηκέναι, καθάπερ οἶμαι, φησὶν ὁ διδάσκαλος τὸν Κύριον ἡμῶν καὶ Θεὸν τὴν καθ’ ἡμᾶς τρισσὴν γέννησιν, τουτέστι τοὺς καθόλου τρόπους τῆς ἡμῶν εἰς τὸ εἶναι καὶ εὖ εἶναι καὶ ἀεὶ εἶναι γενέσεως, τὴν μὲν ἐκ σωμάτων, μίαν οὖσαν τοῦ συναμφοτέρου κατὰ τὴν ἅμα τῶν μερῶν ἀλλήλοις συνύπαρξιν, ψυχῆς λέγω καὶ σώματος, εἰς δύο διαιρουμένην, διὰ τὸν ἑτεροῖον τῆς ἑκατέρου γενέσεως τρόπον, δι’ ἧς τὸ εἶναι λαμβάνομεν, τὴν δὲ ἐκ βαπτίσματος, καθ’ ἣν τὸ εὖ εἶναι πλουσίως ὑποδεχόμεθα, τὴν δὲ ἐξ ἀναστάσεως, καθ’ ἣν πρὸς τὸ ἀεὶ εἶναι διὰ χάριτος μεταποιούμεθα. Ἀκριβῶς τοίνυν δεῖ τοῖς τοῦ διδασκάλου λόγοις ἐπισκήπτειν διὰ τοὺς ἐπηρεαστὰς τῶν καλῶς κειμένων. Τῇ γὰρ ἐπινοίᾳ μόνῃ διελὼν τὴν ἐκ σωμάτων γέννησιν διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ἅμα τῇ συλλήψει κατὰ ταὐτόν, χρονικῆς οὐδ’ ὅλως ῥοπῆς προεπινοουμένης, εἰληφέναι τὸν Κύριον τὸ ζωτικὸν πνεῦμα, ἤτοι ἐμφύσημα κατὰ τὸ ἀνθρώπινον αὐτοῦ, λέγω δὲ τὴν νοερὰν ψυχὴν μετὰ τοῦ σώματος τοῦ ἐκ τῆς ἀχράντου Παρθένου, καὶ οὐ μετὰ τὴν σύλληψιν, ὁ διδάσκαλος διορίζεται.

Πρὸς τοὺς λέγοντας προϋπάρχειν τῶν σωμάτων τὰς ψυχάς Τινὲς μὲν γάρ φασιν, ὡς ἤδη προλαβὼν ἔφην, προϋπάρχειν τῶν σωμάτων τὰς ψυχάς, ἕτεροι δὲ τὸ ἐναντίον, τῶν ψυχῶν προϋπάρχειν τὰ σώματα. Ἡμεῖς δὲ τὴν μέσην ὁδὸν (ὡς βασιλικὴν κατὰ τοὺς πατέρας ἡμῶν) ὁδεύοντες οὔτε προΰπαρξιν οὔτε μεθύπαρξιν ψυχῆς ἢ σώματος, συνύπαρξιν δὲ μᾶλλόν φαμεν, τὰς ἐφ’ ἑκάτερα φυλαττόμενοι μετεγκλίσεις, καὶ μήτε ἀριστερὰ μήτε δεξιά, καθώς φησιν ἡ ἁγία Γραφή, παντάπασιν ῥέποντες, φόβον φοβούμενοι οὗ πλέον φοβεῖσθαι οὐδέν ἐστι φοβερώτερον, μήπως προϋπάρχειν λέγοντες τῶν σωμάτων τὰς ψυχάς, καὶ τιμωρίας ἕνεκεν τῶν ψυχῶν ἐφευρέσθαι τὰ σώματα, διὰ τὴν προγεγενημένην τῶν ἀσωμάτων κακίαν, τῆς τῶν ὁρωμένων ἐκπρεποῦς μεγαλουργίας, δι’ ἧς ὁ Θεὸς γινώσκεται σιωπῇ κηρυττόμενος, αἰτίαν εἰκότως εἶναι μόνην ὑποτιθέμεθα τὴν κακίαν, ἀνάγκην ἐπάγουσαν τῷ Θεῷ παρὰ πρόθεσιν ἣν οὐκ ηὐδόκησεν οὐσίαν δημιουργῆσαι, ἧς τυχὸν ἀπ’ ἀρχῆς οὐδὲ τὸν λόγον ἔχει πρὸ τῶν αἰώνων μετὰ τῶν ἄλλων ἀπόκρυφον. Τῶν γὰρ παρὰ πρόθεσιν γινομένων λέγειν τὸν Θεὸν ἔχειν τοὺς τῆς οὐσιώσεως λόγους, οὔ μοι δοκεῖ συνετῆς διανοίας εἶναι, καὶ ὁπωσοῦν εὖ συνῃσθημένης Θεοῦ μεγαλειότητος, τοῦ ἀπαθοῦς καὶ μόνου ἀληθοῦς, καὶ μηδὲν ἔχοντος καθόλου κατὰ τοὺς ἐν αὐτῷ προόντας τῶν ὄντων λόγους πρόσφατον, καὶ μάλιστα παρὰ πρόθεσιν.

Πάντα γὰρ αὐτῷ τὰ ὁπωσοῦν ἢ ὄντα ἢ γενησόμενα κατὰ τὴν οὐσίαν προτεθέληταί τε καὶ προεννενόηται καὶ προέγνωσται· ἕκαστον δὲ τῶν ὄντων κατὰ τὸν εὔθετον καὶ ἐπιτήδειον καιρὸν οὐσιοῖ καὶ ὑφίστησι.

Μηδὲ γὰρ ὅτε τι κατασκευάζοντα τὸν Θεὸν ὁρῶμεν, τότε καὶ τῆς περὶ αὐτὸ θελήσεως ἦρχθαι ἐννοίας τε καὶ γνώσεως αὐτὸν νομίσωμεν. Ἄπαγε. Πολλῆς γὰρ ὄντως ἐστὶ τοῦτο μεστὸν ἀτοπίας, εἰ ὅπερ ὁ Θεὸς ἐξ ἀρχῆς πρὸ τῶν αἰώνων μήτε ἐνενόησεν ἢ ἔγνω ἢ ἠθέλησεν εἶναι, νῦν νοήσας τε καὶ θελήσας καὶ γνούς, ἢ μεταγνοὺς εἰπεῖν οἰκειότερον, ὡς καλὸν ἐξετέλεσεν· ἵνα μὴ λέγω ὅτι οὐδὲ αὐτὴν ὧν τοὺς λόγους προηγουμένως οὐκ ἔχει, γινώσκει τὴν ποίησιν. Ἀλλὰ πάντα τῇ βουλήσει τοῦ Θεοῦ προγνωστικῶς κατὰ τὴν ἄπειρον αὐτοῦ δύναμιν ἀεὶ περιέχεσθαι πιστεύομεν, μηδενὸς αὐτῷ καθ’ οἱονδήποτε τρόπον προσφάτως ἐπινοουμένου, καὶ τὸ εἶναι κατὰ τὴν οὐσίαν λαμβάνοντος.

Μηδὲ γὰρ οἴεσθαι δεῖν εὐσεβῶς φρονοῦντας ὑπολαμβάνω τὸν Θεὸν τὰ κατὰ πρόγνωσιν ἀπειροδυνάμως ἐν ἑαυτῷ κατὰ τοὺς ἑαυτῶν λόγους προπεριεχόμενα ἕκαστα μανθάνειν διὰ τῆς εἰς τὸ εἶναι παραγωγῆς. Ἀλλ’ ἡμῖν οἱ αἰῶνές τε καὶ οἱ χρόνοι κατὰ τὸν προωρισμένον καὶ τὸν εὔθετον ἑκάστου καιρὸν σοφῶς ἕκαστα δημιουργούμενα δεικνύουσι, καὶ εἰς τὸ εἶναι προβάλλονται, καθὰ καὶ περὶ τοῦ Λευΐ φησιν ὁ θεῖος ἀπόστολος οὑτωσὶ διεξιών, ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, πρὶν εἰς τὸ εἶναι παρελθεῖν, ὅστις ἐν μὲν δυνάμει τῷ πατριάρχῃ Ἀβραὰμ ὑπάρχων, κατὰ δὲ τὸν τετελεσμένον καιρὸν τὴν πρὸς τὸ εἶναι διὰ κυήσεως κατ’ ἐνέργειαν γένεσιν λαβών, εἱρμῷ καὶ τάξει κατὰ τὴν ἀπόῤῥητον σοφίαν τοῦ Θεοῦ τὰ πάντα τὴν πρὸς τὸ εἶναι γένεσιν δέχεσθαι νοεῖν ἡμᾶς καὶ πιστεύειν κατὰ τὸν προγνωσθέντα καιρὸν ὑπηγάγετο.

Πάντων οὖν τῶν κατ’ οὐσίαν ὑπαρκτικῶς ὄντων τε καὶ ἐσομένων, ἢ γενομένων, ἢ γενησομένων ἢ φαινομένων, ἢ φανησομένων, ἐν τῷ Θεῷ προϋπάρχουσι παγίως ὄντες οἱ λόγοι, καθ’ οὓς καί εἰσι τὰ πάντα καὶ γεγόνασι καὶ διαμένουσιν ἀεὶ τοῖς ἑαυτῶν κατὰ πρόθεσιν λόγοις διὰ κινήσεως φυσικῆς ἐγγίζοντα καὶ πρὸς τὸ εἶναι μᾶλλον συνεχόμενα, κατὰ τὴν ποιάν τε καὶ ποσὴν τῆς προαιρέσεως κίνησίν τε καὶ ῥοπήν, τὸ εὖ δι’ ἀρετὴν καὶ τὴν πρὸς τὸν λόγον, καθ’ ὅν ἐστιν, εὐθυπορίαν, ἢ τὸ φεῦ εἶναι διὰ κακίαν καὶ τὴν παρὰ τὸν λόγον, καθ’ ὅν ἐστι, κίνησιν λαμβάνοντα, καὶ συντόμως εἰπεῖν, κατὰ τὴν ἕξιν ἢ τὴν στέρησιν τῆς αὐτῶν κατὰ φύσιν μεθεκτικῆς δυνάμεως τοῦ παντελῶς ἀμεθέκτου κατὰ φύσιν ὑπάρχοντος, καὶ πᾶσιν ἁπλῶς ἑαυτὸν ἀξίοις τε καὶ ἀναξίοις ὅλον κατὰ χάριν δι’ ἄπειρον ἀγαθότητα παρέξοντος, καὶ τὴν τοῦ ἀεὶ εἶναι, καθὼς ἕκαστος ὑφ’ ἑαυτοῦ διατέθειταί τε καὶ ἔστι, διαμονὴν ἐμποιήσοντος. Οἷς ἡ τοῦ κυρίως ὄντος καὶ εὖ ὄντος καὶ ἀεὶ ὄντος ἀνάλογος μέθεξις ἢ ἀμεθεξία τιμωρίας τῶν μετασχεῖν μὴ δυναμένων, καὶ ἀπολαύσεως τῶν μετασχεῖν δυναμένων, ἐπίτασίς ἐστι καὶ ἐπαύξησις. Οὐδὲν γὰρ τὸ παράπαν ἔστι τῶν ὄντων, οὗ μὴ παρὰ τῷ Θεῷ πάντων ὁ λόγος προένεστιν. Ὧν δὲ παρὰ τῷ Θεῷ προϋπάρχουσιν ὄντες τῆς οὐσίας οἱ λόγοι, τούτων δηλαδὴ κατὰ πρόθεσιν θείαν πάντως ἐστὶν ἡ γένεσις.

Ὧν δὲ κατὰ πρόθεσιν θείαν ἐστὶν ἡ γένεσις, τούτων ἡ κατ’ οὐσίαν ὕπαρξις μένει πρὸς τὸ μὴ ὂν ἀπὸ τοῦ ὄντος ἀμεταχώρητος. Ὧν δὲ πρὸς τὸ μὴ ὂν ἀμεταχώρητος μετὰ τὴν γένεσιν ἀπὸ τοῦ ὄντος ἡ κατ’ οὐσίαν ὑφέστηκεν ὕπαρξις, τούτων οἱ λόγοι τυγχάνουσι μόνιμοί τε καὶ βάσιμοι, μόνην ἔχοντες ἀρχὴν τοῦ εἶναι τὴν σοφίαν, ἐξ ἧς καὶ δι’ ἣν ὑπάρχουσι, καὶ ὑφ’ ἧς τὴν πρὸς τὸ εἶναι δύνασθαι παγίως δύναμιν ἔχουσιν. Ὧν δὲ οἱ λόγοι μονίμως ὑπάρχουσι παρὰ τῷ Θεῷ, καὶ ἡ περὶ αὐτοὺς τοῦ πεποιηκότος τὰ πάντα Θεοῦ πρόθεσίς ἐστιν ἀδιάπτωτος (χρονικοῖς γὰρ ἡ τοῦ Θεοῦ πρόθεσις παντάπασιν οὐ περιείληπται πέρασιν, οὔτε μὴν τὴν ἐκ μεταβολῆς ἀλλοίωσιν ἐπιδέχεται τοῖς ὑποκειμένοις συμμεταπίπτουσα), τούτων ἀναμφηρίστως αἱ ὑπάρξεις σαφῶς εἰσιν ἀδιάφθοροι.

Ἢ γὰρ οὖν κατὰ πρόθεσιν θέλων πεποίηκεν ὁ Θεὸς τὰ ἀνθρώπινα σώματα, καὶ μένει δι’ αὐτὸν πρὸς τὸ μὴ ὂν ἀμετάπτωτα παντελῶς, ἀεὶ θέλοντα εἶναι τὸ σὺν λόγῳ καὶ σοφίᾳ κατὰ πρόθεσιν θεληθέν, καὶ οὐκ ἔσται κατ’ αὐτοὺς ἡ παντελὴς τῶν σωμάτων εἰς τὸ μὴ ὂν ἀπογένεσις ἢ κατὰ πρόθεσιν οὐ πεποίηκε καὶ μὴ θέλων ἐτυραννήθη κατὰ βίαν ἀγόμενος πρὸς γένεσιν, ὧν τοὺς λόγους ἔχων οὐ πέφανται. Καὶ εἰ μὲν τυραννηθεὶς παρὰ πρόθεσιν ἦλθε ποιῆσαι μὴ θέλων τὰ σώματα, λόγος δηλονότι καὶ σοφία τῆς τούτων γενέσεως οὐδαμῶς καθηγήσατο. Τὸ γὰρ παρὰ πρόθεσιν θείαν γινόμενον λόγου καὶ σοφίας παντελῶς ἐστέρηταί τε καὶ ἠλλοτρίωται. Τὸ δὲ λόγου καὶ σοφίας παντελῶς ἐστερημένον μόνον ἐστὶ τὸ κακόν, οὗ τὸ εἶναι χαρακτηρίζει ἡ ἀνυπαρξία, οὗτινος ποιητὴν τὸν Θεὸν μήτε ἐννοεῖν ἡμῖν γένοιτο πώποτε, μήτιγε δεῖ λέγειν ἀναφανδὸν καὶ πιστεύειν ὀλεθρίως τολμᾶν. Τίς δὲ ὁ τυραννήσας τὸν Θεόν, εἴπερ τετυράννηται, καὶ εἰ θέμις ὅλως εἰπεῖν ποιῆσαι παρὰ πρόθεσιν ὃ μὴ βεβούληται; Καὶ πῶς ὁ τυραννηθείς ἐστι Θεός, πρὸς ἀνάγκης ὑφιστῶν παρὰ πρόθεσιν ἐπ’ ἀπωλείᾳ γένεσιν πραγμάτων; Οἱ ταύτην περιέποντες τὴν δόξαν λέγειν τολμάτωσαν.

Ἢ γὰρ ἂν τὸν Θεὸν ταῦτα πεποιηκέναι φαῖεν καὶ τὰ μέγιστα βλασφημήσαιεν, ἀνάγκην ἐπάγοντες τῷ Θεῷ ποιῆσαί τι παρὰ πρόθεσιν, ἢ μὴ πεποιηκέναι, καὶ ἐξ ἀνάγκης ἄλλην ἀρχὴν Μανιχαϊκῶς τὴν ταῦτα ποιοῦσαν εἰσάγοντες φωραθήσονται.

Πάντως γὰρ ἴδιόν ἐστι τῶν δύο ἀρχὰς ἀλλήλαις ἀντιπαρεξαγόντων τὸ τῆς προϋπάρξεως δόγμα. Οὓς χάριτι Θεοῦ τοῦ παντελεήμονος ὁ βαθὺς τῆς ἀφανείας ζόφος περιλαβὼν εἰς τελείαν ἀπήλασε λήθην, τὸ φέγγος τῆς κηρυττομένης ὑπὸ τῶν ἁγίων πατέρων ἡμῶν ἀληθείας οὐ φέροντας.

Θαυμάζω δὲ πῶς αὐτούς, ἵνα παραλείψω νῦν ὅσα ῥηθῆναι δυνατόν ἐστι, διὰ τὴν συμμετρίαν τοῦ λόγου, τὸ κατὰ Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν μυστήριον, οὐ δυσωπεῖ ταύτην προθύμως ἑαυτῶν ἐκτινάξασθαι τὴν δόξαν.

Εἰ γὰρ πάντων τῶν θείων μυστηρίων μυστηριωδέστερον τὸ κατὰ Χριστὸν ὑπάρχει μυστήριον, καὶ πάσης τῆς κατὰ πᾶσαν ἔννοιαν ἐν πᾶσιν ἢ οὔσης ἢ γενησομένης τελειότητος ὁριστικόν, καὶ παντὸς ὅρου καὶ πέρατος ὑπεράνω καθέστηκε, τοῦτο δὲ τὸ μυστήριον μετὰ τοῦ σαρκωθέντος καὶ τελείως ἐνανθρωπήσαντος Θεοῦ Λόγου εἶναί τε καὶ ὑπάρχειν διδάσκει τὸ σῶμα τὸ ἐξ ἡμῶν ληφθὲν καὶ ὁμοούσιον ἡνωμένον αὐτῷ καθ’ ὑπόστασιν, μεθ’ οὗ καὶ ἀνελήφθη εἰς οὐρανούς, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, καὶ τῷ Θεῷ καὶ Πατρὶ νῦν τε καὶ εἰς τοὺς ἀπείρους αἰῶνας συγκαθέζεται, πάντας διεληλυθὼς τοὺς οὐρανούς, καὶ ὑπεράνω πάντων γενόμενος, καὶ πάλιν ἐλεύσεται ἐπὶ μεταποιήσει τε καὶ μεταστοιχειώσει τοῦ παντὸς καὶ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν τε καὶ σωμάτων, καθὼς ἐπιστεύσαμέν τε καὶ πιστεύομεν καὶ εἰς ἀεὶ πιστεύοντες διαμένοιμεν—τίς οὕτως τολμηρός ἐστι καὶ αὐθάδης, καὶ πρὸς τὰ δῆλά τε καὶ προφανῆ μάχεσθαι προπετῶς μόνον εἰδώς, ὥστε κἂν ψιλῶς ἐνθυμηθῆναι πάροδον τὴν εἰς τὸ μὴ ὂν ἕξειν ποτὲ τὰ σώματα, κατὰ τὴν εἰς τὸ τέλειον, ὡς ἐκεῖνοί φασι, τῶν λογικῶν προκοπήν, τὸν Κύριον αὐτὸν καὶ Θεὸν τῶν ὅλων πιστεύων μετὰ σώματος εἶναι νῦν τε καὶ εἰς ἀεί, τὸν καὶ τοῖς ἄλλοις τὴν τοῦ προκόπτειν δύνασθαι παρεχόμενον δύναμιν, καὶ πάντας πρὸς τὴν οἰκείαν δόξαν, ὡς ἐφικτόν, τῇ δυνάμει τῆς ἐνανθρωπήσεως, ἐνάγοντά τε καὶ προσκαλούμενον ὡς ἀρχηγὸν τῆς πάντων σωτηρίας, καὶ τὰς ἐν ὅλοις ἀνακαθαίροντα κηλῖδας, ἀλλ’ οὐχ ὑπ’ ἐκείνων ὡς τύπων τῆς αὐτοῦ τελειότητος, εἴπερ ὅλως τοῦτο κἂν ἐννοῆσαι τολμήσαιεν, ἀγόμενον πρὸς ἀπόθεσιν τοῦ σώματος;

Οὐ γὰρ ἕπεται πρὸς τελείωσιν ἄλλοις, οὔτε διὰ προκοπῆς ἐνθεωρούμενον ἔχει τὸ τέλειον ὁ μόνος κατὰ φύσιν τελειότατος καὶ πάσης ποιητὴς τελειότητος, οὔτε σὺν ἄλλοις ἀναμένει τὸ τέλειον δέξασθαι, κατ’ οὐδὲν οὐδενὶ τῶν ὄντων τὸ σύνολον εἰς τὸ δεῖσθαι προκοπῆς ὑπάρχων ὅμοιος, ἵνα καὶ αὐτὸς τότε τοῦ σώματος τὴν φύσιν ἀπόθηται, ὅτε τοῖς λοιποῖς ἡ ἐπ’ ἄκρον προκοπὴ τὴν τοῦ σώματος ἀπόθεσιν γενέσθαι παρασκευάζει. Ἐπεὶ οὐκ ἔτι ἀρχηγὸς τῶν σωζομένων ἐστὶ καὶ Σωτήρ, ὡς τὸ καθ’ ἡμᾶς τέλος τῆς τελειότητος μυστικῶς ἐφ’ ἅπαξ ἐν ἑαυτῷ μὴ παραδείξας, ἀλλ’ εἷς τῶν σωζομένων καὶ ἀρχομένων καὶ δεομένων ἄλλου τοῦ δεικνύοντος ἐν ἑαυτῷ τήν, ἐφ’ ἣν πάντες οἱ λόγου φυσικῶς μετειληφότες ἐπείγονται, τελειότητα καὶ αὐτὸς ὑπάρχων ἀναφανήσεται.

Οὐχ οὕτω δὲ τοῦτ’ ἔχει. Πόθεν; Οὐδὲ τῆς ἀληθείας ὁ λόγος τῶν ταῦτα λεγόντων ἀνέχεται. Ἀρχηγὸν γὰρ καὶ τελειωτὴν τῆς ἡμῶν σωτηρίας αὐτόν φησιν ὁ θεῖος ἀπόστολος, ὡς σαρκωθέντα δι’ ἡμᾶς ἵνα τὴν ἡμῶν ἁμαρτίαν ἐν ἑαυτῷ δαπανήσῃ, καὶ τῆς κατ’ ἀρετὴν ἀγωγῆς ἑαυτὸν πᾶσιν δῷ τύπον καὶ πρόγραμμα τοῖς πιστεύουσιν εἰς αὐτόν, ὡς διδάσκαλος ἀγαθός τε καὶ σοφός, τὰ ῥητέα καὶ τὰ πρακτέα πρὸς ὑποτύπωσιν ἡμῶν δι’ ἑαυτοῦ πρότερον ἐκτελοῦντα, ἀποθανόντα καὶ ἀναστάντα καὶ ἀναληφθέντα εἰς οὐρανούς, καὶ καθεσθέντα μετὰ τοῦ σώματος ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός, ἵνα καὶ ἡμεῖς ἀποθνήσκοντες βεβαίως ἐλπίζωμεν ἀναστῆναι, καὶ ζωὴν ζῆσαι παντὸς θανάτου καὶ πάσης φθορᾶς παντελῶς κεχωρισμένην, καὶ ἀναληφθῆναι εἰς οὐρανούς, καὶ τὴν ἐν τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ Υἱοῦ αὐτοῦ μεσιτεύοντος τιμήν τε καὶ δόξαν λήψεσθαι, καὶ τὴν σὺν αὐτῷ μακαρίαν καὶ αἰώνιον μονήν, σώματος δὲ καθ’ ὁτιοῦν ἀπόθεσιν μὴ ἐκδέχεσθαι, ὅτι μηδὲ τῆς ἁγίας Γραφῆς ὁ λόγος ἡμᾶς τοῦτο διδάσκει. Μήτε μὴν ἐν τῷ ἀρχηγῷ τῆς σωτηρίας ἡμῶν τεθεάμεθα τοῦτο προγεγενημένον. Εἰ γὰρ φίλον ἦν αὐτῷ καὶ τοῦτο γενέσθαι, πρῶτος ἂν αὐτὸς ἐν ἑαυτῷ προενήργει καὶ τοῦτο μετὰ τῶν λοιπῶν, οἷς ἑαυτὸν δι’ ἡμᾶς ὡς φιλάνθρωπος ὑποθεὶς καθ’ ἡμᾶς ἐτελείωσεν, εἰς τὸ ἡμᾶς μετὰ τῶν ἄλλων εἰς τοῦτο πιστεύοντας ἐλπίζειν.

Πῶς δέ, εἴπερ ἀνασχοίμεθα τοῦτο λεγόντων αὐτῶν, κατὰ τὸν ἅγιον τοῦτον διδάσκαλον, πιστεύσομεν ὅτι τὸ ἑνωθὲν τῷ Θεῷ καὶ σώζεται; “Ὃ γάρ,” φησὶ πρὸς Κληδόνιον γράφων, “ἥνωται τῷ Θεῷ, τοῦτο καὶ σώζεται.” Ἡνώθη δὲ τῷ Θεῷ Λόγῳ μετὰ τῆς ψυχῆς καὶ τὸ σῶμα.

Ἄρα μετὰ τῆς ψυχῆς καὶ τὸ σῶμα σωθήσεται. Καὶ πάλιν, εἰ διὰ τοῦτο σαρκοῦται, κατὰ τὸν θεόφρονα τοῦτον διδάσκαλον, ὁ τοῦ Θεοῦ Λόγος, “ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ,” πῶς τὸ σωζόμενον ἀπολεῖται, καὶ θνήξεται πάλιν τὸ ἀθανατιζόμενον, μᾶλλον δὲ κυριώτερον εἰπεῖν, θεωθὲν ὅλον “διὰ μέσης τῆς νοερᾶς ψυχῆς θεότητι μεσιτευούσης” καὶ σώματι, παροῦσαν ὅλην ἀῤῥήτως οὐσιωδῶς τὴν τοῦ σαρκωθέντος ὑπόστασιν Θεοῦ Λόγου δεξάμενον, καὶ ἴδιον αὐτὸ σῶμα ποιησαμένου τε καὶ ἀποφήναντος, οὐκ ἔχω συνιδεῖν. Τίνος δὲ χάριν, εἴπερ τῷ μυστηρίῳ τῆς ἐκκλησιαστικῆς πίστεως καὶ τοῦτο περιέχεται τὸ δόγμα, μὴ τοῖς ἄλλοις συμπεριελήφθη ἐν τῷ συμβόλῳ τῆς κατὰ τὴν ἀμώμητον πίστιν τῶν Χριστιανῶν ἐκθέσεως ὑπὸ τῶν ἁγίων καὶ μακαρίων πατέρων ἡμῶν, τῶν συναθροισθέντων κατὰ καιροὺς ἐπὶ βεβαιώσει τῶν θείων τῆς ἁγίας τοῦ Θεοῦ καὶ ἀποστολικῆς ἐκκλησίας δογμάτων, λέγειν τοῖς σοφοῖς καταλείψωμεν. Ἀλλ’ ἀρκεῖν οἶμαι πρὸς τὸ παρὸν παρεκβατικῶς ταῦτα ῥηθῆναι πρὸς τούτους. Πρὸς δὲ τοὺς ἄλλους τρεψώμεθα.

Πρὸς τοὺς λέγοντας τῶν ψυχῶν προϋπάρχειν τὰ σώματα Τὸ μεθυπάρχειν τῶν σωμάτων τὰς ψυχάς, ὦ οὗτοι, λέγειν εὔκολον καὶ τοῦ βουλομένου παντός, τὸ δὲ λόγῳ συστήσασθαι τὸ λεγόμενον πάνυ δύσκολον καὶ ἐργῶδες, καὶ οὔποτε ῥᾴστην ἔχον τῆς σπουδῆς τὴν ἀπόδειξιν. Εἰ γὰρ τὸ καταβαλλόμενον καθ’ ὑμᾶς εἰς πρόφασιν τῆς ἀνθρωπίνης γενέσεως παντάπασίν ἐστιν ἄψυχον, καὶ ζωτικῆς δηλονότι δυνάμεως πάντη καθέστηκεν ἄμοιρον. Τὸ γὰρ ψυχῆς παντελῶς τῆς οἱασοῦν ἐστερημένον καὶ πάσης ζωτικῆς ἐνεργείας ἐστὶν ἔρημον. Εἰ δὲ ψυχῆς καὶ τῆς κατ’ αὐτὴν ζωτικῆς δυνάμεώς τε καὶ ἐνεργείας παντελῶς καθέστηκεν ἄμοιρον, δηλονότι νεκρὸν τυγχάνει· εἰ δὲ νεκρὸν αὐτὸ ὑποτιθέμεθα εἶναι, οὔτε τρέφεται οὔτε αὔξεται, οὐδ’ ὅλως ὑποστῆσαι δυνήσεται, καὶ μεῖναι παντελῶς ἀσκέδαστόν τε καὶ ἀδιάχυτον. Τεκμηριοῖ δὲ τὸ λεχθὲν ὁ ἐν τοῖς σώμασι τῶν ἑλκῶν ἀκεσμός. Ἡνίκα γὰρ ἐφάπτονται τούτων ἰατρῶν παῖδες, εἰ εὕροιεν ἐπιπολάζον σῶμα νεκρόν, τοῖς κατεσθίουσι τοῦτο φαρμάκοις προαναλώσαντες, οὕτω τὰ πρὸς ἀνάδοσιν τοῦ κοιλανθέντος ἐκ τῆς ὠτειλῆς σώματος ἐπιβάλλουσιν εἰς ἀναπλήρωσιν, ὡς τοῦ ζῶντος δηλαδὴ σώματος φύσιν ἔχοντος ἀναπεμπάζουσαν καὶ δύναμιν τῆς οἰκείας ἕξεως συστατικήν τε καὶ ἐπανακλητικήν, τοῦ δὲ νεκροῦ τοῦτο μηδαμῶς ἐνεργοῦντος, ἅπαξ νενεκρωμένου καὶ παντελῶς ζωτικῆς ἐστερημένου δυνάμεως, καὶ διὰ τοῦτο ἀνενεργήτου τυγχάνοντος.

Πῶς δὲ καὶ στήσεται τὸ φύσει σκεδαστόν τε καὶ εὐδιάλυτον, μὴ οἱονεὶ θεμελίου τρόπον κατ’ ἐπίνοιαν προϋποκειμένης τινὸς ζωτικῆς δυνάμεως, περὶ ἑαυτὴν φυσικῶς συγκρινούσης τε καὶ διασφιγγούσης τὸ σκεδαννύμενον, ἐν ᾗ τὸ εἶναί τε καὶ εἰδοποιεῖσθαι παρὰ τῆς τὰ ὅλα σοφῶς τεχνιτευούσης δυνάμεως ἔχειν ἔλαχεν; Ἐν ᾧ γὰρ ἂν πράγματι μετὰ τὸ τεχθῆναι περίεστιν ἀληθῶς τὸ εἶναι τῷ σώματι, ἐν ἐκείνῳ πάντως δικαίως ἂν λέγοιτο ἔχειν καὶ τὴν ἀρχὴν τῆς ὑπάρξεως. Οὗτινος γὰρ τῷ χωρισμῷ διαλύεσθαι πέφυκε τὸ σῶμα, τούτου δηλαδὴ τῇ ὑπάρξει κατὰ τὴν γένεσιν εὐλόγως ἂν πάντως καὶ συνυφέστηκεν.

Εἰ δὲ τούτοις στενοχωρούμενοι τοῖς λογισμοῖς, ὦ οὗτοι, φατὲ μὴ νεκρὸν εἶναι παντάπασι τὸ καταβαλλόμενον εἰς πρόφασιν τῆς ἀνθρωπίνης συστάσεως, ζωτικῆς δέ τινος κἂν ποσῶς μετέχειν δυνάμεως, ὡς ψυχὴν ἔχον δηλονότι τῆς τοιαύτης μεθέξει δυνάμεως· χωρὶς γὰρ ψυχῆς εἶδος ζωῆς οὐκ ἂν εἴη πώποτε καθάπαξ ἐν τοῖς ὑπὸ φύσιν ἀναγομένοις καὶ τῆς οὐρανίου δῆλον ἀεικινήτου περιφορᾶς ἐντὸς διειλημμένοις. Εἰ δὲ ζωῆς εἶδος ἄνευ ψυχῆς τὸ παράπαν οὐκ ἔστι κατὰ τὴν λογικὴν ἀκολουθίαν, οἷον δ’ ἂν ὑποτίθεσθε ζωῆς εἶδος τὸ καταβαλλόμενον ἔχειν κατὰ τὴν σύλληψιν, ψυχῆς τινος μόνον ἰδιότητα ἐνεφήνατε, συστατικὴν μὲν τῆς ἐν ᾗπέρ ἐστιν οὐσίας, ἀφοριστικὴν δὲ τῶν μὴ τοιούτων διαφοράν. Εἰ δὲ καὶ ψυχὴν ἔχειν τὸ ἔμβρυον βίᾳ πρὸς τὸ δέον ὑπὸ τῆς ἀληθείας ὠθούμενοι λέγετε, τίνα τε καὶ ὁποίαν ταύτην, καὶ πῶς θεωρουμένην ἢ λεγομένην, ὑμᾶς λέγειν ἐστὶν ἀκόλουθόν τε καὶ πρόσφορον.

Καὶ εἰ μὲν μόνην τὴν θρεπτικήν τε καὶ αὐξητικὴν ἔχειν αὐτὸ διαβεβαιοῦσθαι ψυχήν, φυτοῦ τινος δηλονότι καὶ οὐκ ἀνθρώπου τῷ λόγῳ τούτῳ καθ’ ὑμᾶς τὸ τρεφόμενον καὶ αὐξόμενον ἔσται σῶμα. Καὶ πῶς τοῦ φυτοῦ πατὴρ ὁ ἄνθρωπος ἔσται συνιδεῖν οὐκ ἔχω, πολλὰ σκοπῶν, ἐξ ἀνθρώπου παντελῶς τὸ εἶναι κατὰ φύσιν οὐκ ἔχοντος.

Εἰ δὲ τὴν αἰσθητικὴν μόνην τῷ ἐμβρύῳ προσνέμετε ψυχήν, ἵππου πάντως ἢ βοὸς ἢ ἑτέρου τινὸς τῶν χερσαίων ἢ ἐναερίων ζώων ψυχὴν ἔχον δειχθήσεται κατὰ τὴν σύλληψιν τὸ ἔμβρυον, καὶ πατὴρ οὐκ ἔσται κατὰ φύσιν ἀνθρώπου καθ’ ὑμᾶς ὁ ἄνθρωπος, κατὰ τὴν πρώτην σύστασιν, ἀλλά τινος φυτοῦ, καθὼς ἔφην, ἢ ζώου τῶν ἐπὶ γῆς. Οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον ἢ φρενοβλαβέστερον; Τὸ γὰρ μὴ συνυπάρχειν διαβεβαιοῦσθαι τῇ πρώτῃ συστάσει τῶν ὄντων κατὰ τὴν ἑκάστου φυσικὴν διαφορὰν ἀπαραλείπτως τοὺς οἰκείους τῆς ὑπάρξεως ὁρισμούς, φύρειν ἐστὶν εἰς ἄλληλα τὰ πάντα, καὶ μηδὲν εἶναι κυρίως τῶν ὄντων ὅπερ ἐστί τε καὶ λέγεται διϊσχυρίζεσθαι. Καὶ τὸ δὴ μεῖζον κακόν, διαβολὴν τῆς θείας σοφίας τε καὶ δυνάμεως ἀρίδηλον ἔχον μεγίστην πάντως δειχθήσεται. Εἰ γὰρ πάντα τὰ ὁπωσοῦν ὄντα πρὸ γενέσεως αὐτῶν κατὰ τὴν πρόγνωσιν τοῦ Θεοῦ τῷ οἰκείῳ λόγῳ τὸ τέλειον ἔχει, δῆλον ὅτι καὶ ἅμα τῷ εἶναι κατὰ τὸν ἴδιον λόγον πρὸς γένεσιν παραγόμενα ἀπαραλείπτως αὐτῇ τῇ ἐνεργείᾳ τὸ τέλειον ἕξει.

Εἰ δὲ τὸ μὲν τέλειον κατὰ τὴν πρόγνωσιν ἔχει τὰ ὄντα, κατὰ δὲ τὴν εἰς τὸ εἶναι παραγωγήν τε καὶ γένεσιν τὸ ἀτελές, ἢ οὐκ αὐτὰ ἐκεῖνα ἔσται τὰ προγνωσθέντα, ἀλλ’ ἀνθ’ ἑτέρων ἕτερα, ἢ τοῦ δημιουργοῦ πρόδηλος ἀσθένεια τοῦτο ἂν εἴη καὶ σαφής, μὴ δυνηθέντος κατὰ τὴν πρόγνωσιν τὸ προγνωσθὲν ἀθρόως ἅμα τῇ γενέσει κατὰ τὴν ἐνέργειαν ὡς εἶναι πέφυκε κατὰ τὴν οὐσίαν, παραστῆσαι πληρέστερον.

Εἰ δὲ τούτους ὑφορώμενοι τοὺς ἐλέγχους ἐπ’ ἐκεῖνο καταφύγοιτε τελευταῖον, φάσκοντες μὴ δίκαιον εἶναι τὸ κατ’ εἰκόνα Θεοῦ καὶ “θεῖον,” οὕτω τὴν νοερὰν καλοῦντες ψυχήν, ῥεύσει καὶ ἡδονῇ ῥυπαρᾷ συνυπάρχειν, μετὰ δὲ τὰς τεσσαράκοντα τῆς συλλήψεως ἡμέρας ἐπεισκρίνεσθαι λέγειν εὐσχημονέστερον οἴεσθαι δεῖν, τὸν τῆς φύσεως δημιουργὸν σαφῶς αἰτιώμενοι φανήσεσθε, καὶ τὸν ἐντεῦθεν τῆς βλασφημίας ἀναφαινόμενον εἰκότως ὑπέχοντες φοβερὸν δειχθήσεσθε κίνδυνον. Εἰ γὰρ κακὸς ὁ γάμος, δῆλον ὅτι καὶ ὁ κατὰ φύσιν τῆς γενέσεως νόμος· εἰ δὲ κακὸς ὁ τοιοῦτος τῆς κατὰ φύσιν γενέσεως νόμος, ὁ τὴν φύσιν δηλονότι πεποιηκώς, καὶ δοὺς αὐτῇ νόμον γενέσεως, δικαίως ἂν καθ’ ἡμᾶς αἰτιαθήσεται. Καὶ τί τοὺς ἀπὸ Μάνεντος καὶ τοὺς πρὸ αὐτοῦ αἱρετικούς, ταύτης ἕνεκα τρόπον τινὰ καὶ μόνης τῆς αἰτίας, δύο ἀρχὰς ὑποστησαμένους καὶ τὸν ἐπὶ πάντων Θεὸν ἀρνησαμένους, ἀποστρεφόμεθα, τὸ αὐτὸ λέγοντας, εἰ καὶ μὴ διὰ τῶν αὐτῶν, καὶ ὑμᾶς εὑρηκότες;

Εἰ δὲ ταύτης ἕνεκα τῆς αἰτίας συνυπάρχειν τῷ σώματι κατὰ τὴν σύλληψιν τὴν λογικήν τε καὶ νοερὰν ψυχὴν λέγειν δι’ αἰσχύνης εὐλάβειαν παραιτεῖσθε μηδὲ μετὰ τεσσαράκοντα ἡμέρας, μήτε μετὰ τὸν ἐννεαμηνιαῖον τῆς κυοφορίας χρόνον, μήτε μὴν μετὰ τὸν τόκον, πρὸ τῶν τεσσαράκοντα ἡμερῶν τοῦ καθαρισμοῦ φάναι τολμήσετε τὸ γεννηθὲν ἔχειν τὴν λογικήν τε καὶ νοερὰν ψυχήν (οὐ γὰρ προσιτὸν τῷ ναῷ τοῦ Θεοῦ τέως ἐστὶ τὸ τεχθέν, ὡς ἀκάθαρτον τῷ νόμῳ διοριζόμενον), ὡς λοιπὸν μέχρι τῆς τῶν ἡμερῶν τοῦ καθαρισμοῦ συμπληρώσεως μὴ ἔχειν τὸ τικτόμενον τὴν λογικήν τε καὶ νοερὰν ψυχὴν κατὰ τὸν εἰκότα λόγον ὑπονοεῖν, ἀλλά τινος, ὡς ἔφην μικρῷ πρόσθεν, φυτοῦ ἢ ζώου ἀλόγου τῶν ἐν τοῖς οὖσι διειλημμένων. Εἰ δὲ πρόφασις ὑμῖν τοῦ τοιούτου λόγου καθέστηκε τὸ γεγραφέναι τὸν μέγαν Μωϋσῆν, δίκας μὴ ἀπαιτεῖσθαι τὸν πλήξαντα τὴν κυοφοροῦσαν γυναῖκα πρὸ τεσσαράκοντα ἡμερῶν, εἰ συμβαίη διὰ τῆς πληγῆς αὐτὴν παρὰ τὸν καιρὸν ἀποθέσθαι τὸ ἔμβρυον, ἰστέον ὡς οὐ τὴν εἰς τὸ σῶμα τότε τῆς λογικῆς ψυχῆς γινομένην εἴσοδον ἐμφαίνων ὁ σοφὸς Μωϋσῆς, ἀλλὰ τὸν τέλειον τοῦ καταβληθέντος ἐξεικονισμὸν ἀπαρτίζεσθαι τότε δηλῶν, τέως κατὰ τὸν πρόχειρον νοῦν τοῦτο γέγραφε.

Προσεπιτούτοις δὲ πᾶσι δέδοικα τὸν τοιοῦτον προσδέξασθαι λόγον, μήπως ἡ τοῦ λόγου καθ’ εἱρμὸν προβαίνουσα τάξις φοβερῶν ποιήσῃ με δικαίως ἐγκλημάτων ὑπεύθυνον, ὅπερ μὴ θέμις εἰπεῖν ὅσον ἐκ τῆς ἀκολουθίας τοῦ λόγου με βιαζομένη τὸν Κύριον ἡμῶν καὶ Θεὸν λέγειν, εἴπερ ἀληθῶς καθ’ ἡμᾶς γενέσθαι κατηξίωσεν ἄνθρωπος χωρὶς ἁμαρτίας, κατὰ τὴν σύλληψιν ἄψυχον καὶ ἄνουν ἄνθρωπον γεγονέναι καὶ τὰς τεσσαράκοντα ἡμέρας οὕτως ἔχοντα μεμενηκέναι, τῶν ἁγίων πατέρων ἡμῶν καὶ διδασκάλων διαῤῥήδην βοώντων, μᾶλλον δὲ τῆς δι’ αὐτῶν λαλούσης τε καὶ λαλουμένης ἀληθείας, ἅμα τῇ καθόδῳ τοῦ Θεοῦ Λόγου κατὰ τὴν σύλληψιν ἀχρόνως διὰ μέσης ψυχῆς λογικῆς ἑνωθῆναι σαρκὶ τὸν Κύριον αὐτὸν καὶ Θεὸν Λόγον, ἀλλ’ οὐ διὰ μέσης σαρκὸς ἀψύχου λογικὴν ψυχὴν προσδέξασθαι προσγινομένην, καὶ οὐκ ἄψυχον σῶμα παντελῶς ἢ ἄνουν ψυχὴν καὶ ἄλογον ἐνειληφέναι, ἀλλὰ τελείαν ἀνελλιπῶς τὴν φύσιν τὴν ἐκ ψυχῆς λογικῆς ἅμα καὶ σώματος συνισταμένην ἑαυτῷ καθ’ ὑπόστασιν ἀῤῥήτως ἑνῶσαι.

Διὸ μάλιστα περιέχομαι τοῦ τῆς συνυπάρξεως λόγου, τοὺς ἐφ’ ἑκάτερα δι’ ἐναντίας ὄντας ἀλλήλοις τε καὶ τῇ μεσότητι προσφυῶς ἀποπεμπόμενος, αὐτὸν τὸν τῆς φύσεως ποιητὴν ἔχων τῷ καθ’ ἑαυτὸν μυστηρίῳ τῆς ἐνσωματώσεως τοῦ τοιούτου λόγου συνήγορόν τε καὶ διδάσκαλον ἀπαραλόγιστον, τὸν γενόμενον ἀληθῶς ἄνθρωπον, καὶ τὴν φύσιν τελείως ἔχουσαν ἅμα τῷ εἶναι κατὰ τὴν γένεσιν ὑφίστασθαι δι’ ἑαυτοῦ βεβαιωσάμενον, καὶ μόνην καινοτομήσαντα τὴν καινοτομίαν τῆς φύσεως, λέγω δὴ τὴν διὰ σπορᾶς σύλληψιν καὶ τὴν διὰ φθορᾶς γέννησιν, ἅσπερ ἡ φύσις μετὰ τὴν παράβασιν ἐπεσπάσατο, τῆς θείας ἀποπεσοῦσα καὶ πνευματικῆς εἰς πλῆθος αὐξήσεως, ἀλλ’ οὐ τὸν λόγον τῆς φύσεως, καθ’ ὃν ἔστι τε καὶ γίνεσθαι πέφυκεν ἅμα τῷ εἶναι ἐκ ψυχῆς λογικῆς ὑφισταμένη καὶ σώματος.

Περὶ τοῦ πῶς καινοτομία γίνεται τῶν καινοτομουμένων πραγμάτων μενόντων ἀτρέπτων κατὰ τὴν φύσιν Πᾶσα γάρ, καθόλου φάναι, καινοτομία περὶ τὸν τρόπον τοῦ καινοτομουμένου πράγματος πέφυκεν, ἀλλ’ οὐ περὶ τὸν λόγον τῆς φύσεως γίνεσθαι, διόπερ ὁ μὲν λόγος καινοτομούμενος φθείρει τὴν φύσιν, οὐκ ἔχουσαν τὸν καθ’ ὅν ἐστι λόγον ἀρᾳδιούργητον, ὁ δὲ τρόπος καινοτομούμενος, φυλαττομένου δηλαδὴ τοῦ κατὰ φύσιν λόγου, θαύματος ἐνδείκνυται δύναμιν, ὡς τὴν φύσιν ἐνεργουμένην τε καὶ ἐνεργοῦσαν ὑπὲρ τὸν ἑαυτῆς ἀποδεικνὺς δηλονότι θεσμόν. Λόγος δὲ φύσεως ἀνθρωπίνης ἐστὶ τὸ ψυχὴν καὶ σῶμα καὶ ἐκ ψυχῆς λογικῆς εἶναι τὴν φύσιν καὶ σώματος, τρόπος δὲ ἡ ἐν τῷ ἐνεργεῖν καὶ ἐνεργεῖσθαι φυσικῶς τάξις ἐστίν, ἀμειβομένη τε πολλάκις καὶ ἀλλοιουμένη, τὴν δὲ φύσιν ἑαυτῇ παντελῶς οὐ συναμείβουσα. Καθάπερ καὶ ἐπ’ ἄλλου παντὸς ἔχει πράγματος, ἡνίκα καινίσαι τι περὶ τὴν ἑαυτοῦ κτίσιν ὁ Θεὸς βουληθῇ, προνοίας ἕνεκεν τῶν προνοουμένων, καὶ ἐνδείξεως τῆς ἐπὶ πάντα καὶ διὰ πάντων διηκούσης δυνάμεως.

Ὥσπερ ἀμέλει παραδοξοποιῶν ταῖς ἀνέκαθεν τῶν θαυμάτων τε καὶ σημείων μεγαλειότησι καινοτομίας λόγῳ πεποίηκε, πρὸς ἕτερον εἶδος ζωῆς παρὰ τὸ ἐν σαρκὶ τῇ ὑπὸ φθορὰν μεταβιβάσας τὸν Ἐνώχ τε καὶ τὸν Ἠλίαν, τοὺς μακαρίους, οὐ κατ’ ἀλλοίωσιν φύσεως, ἀλλὰ κατὰ παραλλαγὴν τῆς κατ’ αὐτὴν ἀγωγῆς καὶ διοικήσεως, ὕδωρ εἰς ἐπίκλυσιν τῶν ἐπὶ γῆς μοχθηρῶν ἀνθρώπων καθιστῶν τῷ ποσῷ πολλαπλάσιον, ἐν τῇ κιβωτῷ μετὰ θηρίων ἀγρίων ἀποφαίνων τὸν πρῶτον πλωτῆρα Νῶε δίαιταν ἔχειν ἀλύμαντον, Ἀβραὰμ καὶ Σάῤῥαν, τοὺς μεγάλους αὐτοῦ θεράποντας, παιδὶ τιμῶν παρ’ ἡλικίαν καὶ τὸν νενομισμένον πρὸς παιδοποιΐαν ὅρον τε καὶ χρόνον τῆς φύσεως, πῦρ τὴν ἐπὶ τὰ κάτω ποιεῖσθαι φορὰν εἰς ἐπίκλυσιν ἀσεβῶν παρασκευάζων, οὐδ’ ὅλως τοῦ κατὰ φύσιν λόγου διὰ τοῦτο μειούμενον, τῆς βάτου πῦρ ἀκαύστως ἐξάπτων εἰς τὴν τοῦ θεράποντος πρόσκλησιν, ὕδωρ ἐν Αἰγύπτῳ πρὸς αἵματος μεταβάλλων ποιότητα, τὴν φύσιν αὐτοῦ παντελῶς μὴ ἠρνημένον, ὕδωρ μεῖναν κατὰ φύσιν καὶ μετὰ τὴν φοίνιξιν.

Καὶ τὰ λοιπὰ τῶν ἐκεῖσε θαυμάτων τε καὶ σημείων ἐπιτελῶν, πρὸς τὸ δοῦναι τοῖς μὲν πιστοῖς τῶν κατεχόντων δεινῶν ἐλευθερίας ἐλπίδα, τοῖς ἀπίστοις δὲ συναίσθησιν τῆς κολαζούσης δυνάμεως, πρὸς ἀπόθεσιν τῆς κατεχούσης αὐτοὺς περὶ τὸ θεῖον πωρώσεως, θάλασσαν τέμνων ῥάβδῳ καὶ τὸ συνεχὲς διαλύων τοῦ ὕδατος, τῆς οἰκείας μὴ ἐξισταμένου φύσεως, εἰς δίοδον μὲν τῶν δι’ αὐτὸν διωκομένων, ἐποχὴν δὲ τῶν ἀναιτίως διωκόντων τὸ εὐγενὲς καὶ ἐλεύθερον, ὕδωρ ξύλῳ γλυκαίνων, καὶ ἄρτον ἀνήροτον οὐρανόθεν ὕων ξένον καὶ ἄγνωστον, καὶ πλῆθος ὀρνέων ἐδωδίμων ἐξαίφνης τῆς θαλάττης ἐκβράζων, χωρὶς τῆς κατὰ φύσιν ἐξ ἀλλήλων διαδοχῆς, πρὸς παραμυθίαν τῶν ἐν τῇ ἐρήμῳ κακοπαθούντων, ὕδατος ζωτικοῦ μητέρα τὴν ξηροτάτην τὴν πέτραν ἀποδεικνύς, οὐκ ἀλλοιωθεῖσαν πρὸς ἑτέραν φύσιν διὰ τοῦ ὕδατος εἰς βεβαίωσιν πίστεως τῶν ἐν τοῖς ἀγῶσι λειποτακτούντων, ποταμὸν ἀνακόπτων πρὸς διάβασιν ἄβροχον λαοῦ θεοσεβοῦς, ἡλίου τε καὶ σελήνης δρόμον ἐπέχων ἀκώλυτον παραδόξως, τὴν ἀεικίνητον τοῦ περιέχοντος φύσιν στήσας ἀκίνητον, πρὸς ὄλεθρον ἀσεβοῦς δυναστείας ἀμαθῶς ἀντιπαραταττομένης Θεῷ, καὶ πρὶν λάβῃ πέρας τῶν ὁρωμένων ἡ δύναμις, καὶ εἰς κατάσχεσιν τῆς πόῤῥωθεν ἀψευδῶς ἐπηγγελμένης κληρονομίας.

Καὶ τὰ λοιπά, ὅσα δὴ πεποιηκέναι λέγεται, κατά τε τὴν γῆν τῆς κατασχέσεως καὶ τὰς λοιπάς, εἰς ὅσας ἦλθε παρανομήσας ὁ παλαιὸς Ἰσραήλ, περὶ τὸν τρόπον τῆς ἐνεργείας, ἀλλ’ οὐ περὶ τὸν λόγον τῆς ὑπάρξεως, τὴν φύσιν καινοτομήσας τῶν καινοτομηθέντων πεποίηκεν ὁ Θεός. Μεθ’ ὧν ἁπάντων καὶ μεθ’ ἅ, τό, δι’ ὃ πάντα καὶ δι’ οὗ, καινότατον ὄντως μυστήριον τῆς αὐτοῦ δι’ ἡμᾶς ἐνανθρωπήσεως ἐπιτελέσας περὶ τὸν τρόπον, ἀλλ’ οὐ περὶ τὸν λόγον. τὴν φύσιν ἐκαινοτόμησε, προσλήψει σαρκὸς διὰ μέσης ψυχῆς νοερᾶς, ἀῤῥήτως κυηθεὶς ἄνευ σπορᾶς, καὶ γεννηθεὶς ἀληθῶς ἄνευ φθορᾶς ἄνθρωπος τέλειος, ψυχὴν νοερὰν μετὰ σώματος ἐξ αὐτῆς τῆς ἀφράστου συλλήψεως ἐσχηκώς.

Ὅτι πᾶσα φύσις τῷ οἰκείῳ λόγῳ διαπαντὸς ἔχει τὸ τέλος Πᾶσα γάρ, καθολικῶς εἰπεῖν, φύσις, νοητή τε καὶ αἰσθητή, ἤγουν ἁπλῆ καὶ σύνθετος, καθ’ οἱονδήποτε τρόπον ἐκ μέρους τὴν πρὸς τὸ εἶναι τῆς γενέσεως ἀρχὴν οὐδέποτε δέχεται οὔτε μὴν ἐξ ἡμισείας μοίρας ὑφίστασθαι δύναται. Ἀλλ’ εἰ μὲν σύνθετος φύσις ἐστίν, ὅλη τελεία τελείοις τοῖς οἰκείοις μέρεσιν ἀθρόως συνυφίσταται, μὴ ἔχουσα πρὸς ἑαυτὴν ἢ πρὸς ἄλληλα τῶν ἐξ ὧν ἐστι μερῶν τὴν οἱανοῦν κατὰ τὸν χρόνον διάστασιν. Εἰ δὲ ἁπλῆ φύσις ἐστίν, ἤγουν νοητή, ὡσαύτως ἅμα τοῖς ἑαυτῆς ἀπαραλείπτως λόγοις τελεία τελείοις ἀθρόως συνυφίστασθαι πέφυκε, χρόνου τινὸς τὸ σύνολον αὐτὴν τῶν οἰκείων λόγων οὐδαμῶς διακρίνοντος. Οὔτε γὰρ ἦν ποτε καθόλου τις φύσις ἐν τοῖς οὖσιν, οὔτε ἔστιν, οὔτε ἔσται κατὰ τὸν ἑαυτῆς λόγον ὑπάρχουσα, ὅπερ νῦν οὐκ ἔστιν, οὔτε μὴν νῦν ἐστιν ἢ ἐς ὕστερον ἔσται ὅπερ οὐκ ἦν πρότερον. Ὧν γὰρ οἱ λόγοι παρὰ τῷ Θεῷ ἅμα τῷ εἶναι τὸ τέλειον ἔσχον, τούτων ἡ κατὰ τοὺς οἰκείους λόγους παραγωγὴ καὶ οὐσίωσις προσθήκης πάσης καὶ ἐλλείψεως τῆς πρὸς τὸ εἶναι, ὅπερ ὄντα τυγχάνει, παντελῶς ἐστιν ἀνεπίδεκτος.

Ἀλλ’ ἀρκεῖν οἶμαι κατὰ τὴν τοῦ λόγου παρέκβασιν καὶ πρὸς τούτους τὰ νῦν ῥηθέντα, πρὸς τὸ μὴ παρασύρεσθαι ῥᾳδίως εἰς ἀτόπους δόξας παρὰ τῶν πίστιν ποιουμένων τὴν ἐν ταῖς κομψείαις τῶν λόγων τεχνικὴν πιθανότητα.

Διὰ τί συνῆψε τῇ σαρκώσει τὴν ἐκ βαπτίσματος γέννησιν ὁ διδάσκαλος Πρὸς τί δὲ βλέπων καὶ τίνος ἕνεκεν τῇ σαρκώσει συνῆψε τὴν ἐκ βαπτίσματος γέννησιν ὁ διδάσκαλος (τοῦτο γὰρ εἰς τὴν ἐξέτασιν ἔτι τοῦ προκειμένου λείπεται λόγου), συντόμως, ὡς ἔμαθον, ἐρῶ κατὰ δύναμιν. Φασὶν οἱ τὰ θεῖα μυστικῶς περιέποντες λόγια, καὶ τοῖς ὑψηλοτέροις, ὡς εἰκός, αὐτὰ σεμνύνοντες θεωρήμασι, κατ’ εἰκόνα Θεοῦ κατ’ ἀρχὰς γεγενῆσθαι τὸν ἄνθρωπον, ἐπὶ τῷ πάντως γεννηθῆναι κατὰ προαίρεσιν Πνεύματι καὶ προσλαβεῖν τὸ καθ’ ὁμοίωσιν διὰ τῆς τηρήσεως τῆς θείας ἐντολῆς αὐτῷ προσγενόμενον, ἵνα ᾖ ὁ αὐτὸς ἄνθρωπος πλάσμα μὲν τοῦ Θεοῦ κατὰ φύσιν, Υἱὸς δὲ Θεοῦ καὶ Θεὸς διὰ Πνεύματος κατὰ χάριν. Οὐ γὰρ ἦν δυνατὸν ἄλλως Υἱὸν ἀποδειχθῆναι Θεοῦ καὶ Θεὸν κατὰ τὴν ἐκ χάριτος θέωσιν τὸν γενόμενον ἄνθρωπον, μὴ πρότερον κατὰ προαίρεσιν γεννηθέντα τῷ Πνεύματι, διὰ τὴν ἐνοῦσαν αὐτῷ φυσικῶς αὐτοκίνητον καὶ ἀδέσποτον δύναμιν.

Ἥντινα θεοποιὸν καὶ θείαν καὶ ἄϋλον γέννησιν, διὰ τὸ προτιμῆσαι τῶν νοουμένων καὶ ἀδήλων τέως ἀγαθῶν τὸ κατ’ αἴσθησιν τερπνὸν καὶ ἐπίδηλον, παραλιπὼν ὁ πρῶτος ἄνθρωπος, τὴν ἐκ σωμάτων εἰκότως ἀπροαίρετον καὶ ὑλικὴν καὶ ἐπίκηρον ἔχειν καταδικάζεται γέννησιν, ἀξίως κρίναντος τοῦ Θεοῦ τὸν ἑκουσίως τῶν κρειττόνων τὰ χείρονα προελόμενον, τὴν ἐμπαθῆ καὶ δούλην καὶ κατηναγκασμένην, καθ’ ὁμοιότητα τῶν ἐπὶ γῆς ἀλόγων τε καὶ ἀνοήτων κτηνῶν γέννησιν τῆς ἐλευθέρας καὶ ἀπαθοῦς καὶ αὐθαιρέτου καὶ ἁγνῆς ἀνταλλάξαι γεννήσεως, καὶ τῆς σὺν Θεῷ καὶ θείας καὶ ἀνεκλαλήτου τιμῆς τὴν μετὰ τῶν ἀνοήτων κτηνῶν ἄτιμον ἀντιλαβεῖν συμπαρενύλησιν.

Ἧστινος τὸν ἄνθρωπον ἐλευθερῶσαι καὶ πρὸς τὴν θείαν εὐκληρίαν ἐπαναγαγεῖν βουλόμενος ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Λόγος, ἄνθρωπος ἐξ ἀνθρώπων ἀληθῶς γίνεταί τε καὶ γεννᾶται σωματικῶς χωρὶς ἁμαρτίας διὰ τὸν ἄνθρωπον, καὶ βαπτίζεται, τὴν εἰς υἱοθεσίαν πνευματικὴν ὑπὲρ ἡμῶν ἑκουσίως ὑπερχόμενος γέννησιν, ὁ κατ’ οὐσίαν Θεὸς καὶ Θεοῦ κατὰ φύσιν Υἱός, εἰς ἀθέτησιν τῆς ἐκ σωμάτων γεννήσεως.

Ἐπειδὴ τοίνυν δι’ ἡμᾶς ὁ ποιήσας ἡμᾶς καὶ μόνος τῷ Πατρὶ μετὰ τοῦ Πνεύματος ὁμόθεος καὶ ὁμόδοξος Υἱὸς καὶ Λόγος καθ’ ἡμᾶς ἐξ ἡμῶν ἀληθῶς ἄνθρωπος γίνεται, καὶ σωματικῶς γεννᾶται χωρὶς ἁμαρτίας, καὶ τὴν ἐκ βαπτίσματος εἰς υἱοθεσίαν πνευματικὴν ὑπὲρ ἡμῶν ὑπελθεῖν καταδέχεται γέννησιν ὁ φύσει Θεός, διὰ τοῦτο συνῆψε τῇ σαρκώσει, καθὼς οἶμαι, τὴν ἐκ βαπτίσματος γέννησιν ὁ διδάσκαλος, ὡς εἰς ἀθέτησιν καὶ λύσιν τῆς ἐκ σωμάτων ἐπινοηθῆναι γεννήσεως. Ὅπερ γὰρ ὁ Ἀδὰμ (λέγω δὲ τὴν εἰς θέωσιν ἐκ Πνεύματος γέννησιν) ἑκουσίως παραλιπὼν γεννᾶσθαι σωματικῶς εἰς φθορὰν κατεκρίθη, τοῦτο κατὰ θέλησιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἐν τῷ ἡμῶν παραπτώματι γενόμενος ἄνθρωπος, καὶ συγκατακρίνας ἡμῖν ἑαυτὸν ἑκουσίως, ὁ μόνος ἐλεύθερος καὶ ἀναμάρτητος, καὶ τὴν ἐκ σωμάτων γεννηθῆναι καταδεξάμενος γέννησιν, ἐν ᾗ τὸ κράτος ὑπῆρχε τῆς ἡμῶν κατακρίσεως, τὴν ἐν Πνεύματι μυστικῶς διωρθώσατο γέννησιν, καὶ τῆς σωματικῆς γεννήσεως λύσας ὑπὲρ ἡμῶν ἐν ἑαυτῷ τὰ δεσμά, δέδωκεν ἡμῖν ἐξουσίαν διὰ τῆς κατὰ Πνεῦμα γεννήσεως κατὰ θέλησιν, τέκνα Θεοῦ ἀντὶ σαρκὸς καὶ αἵματος γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.

Σάρκωσις οὖν καὶ σωματικὴ πρότερον τῆς ἐμῆς ἕνεκα κατακρίσεως ἐπὶ τοῦ Κυρίου παρηκολούθησε γέννησις, καὶ οὕτως ἡ διὰ τοῦ βαπτίσματος ἐν Πνεύματι παραλειφθεῖσα ἐπηκολούθησε γέννησις, ὑπὲρ τῆς ἐμῆς κατὰ χάριν σωτηρίας καὶ ἀνακλήσεως ἤ, σαφέστερον εἰπεῖν, ἀναπλάσεως· οἷα συνάπτοντος περὶ ἐμὲ τοῦ Θεοῦ τόν τε τοῦ εἶναί μου λόγον καὶ τὸν τοῦ εὖ εἶναι, καὶ τὴν γενομένην παρ’ ἐμοῦ τούτων ἑνοποιοῦντος τομὴν καὶ διάστασιν, καὶ διὰ τούτων πρὸς τὸν τοῦ ἀεὶ εἶναι λόγον σοφῶς συνελαύνοντος, καθ’ ὃν οὐκέτι τὸ φέρειν ἔστι καὶ φέρεσθαι περὶ τὸν ἄνθρωπον, λαβούσης τέλος περὶ τὸ φέρεσθαι τῆς τῶν φαινομένων οἰκονομίας διὰ τῆς μεγάλης καὶ κοινῆς ἀναστάσεως, εἰς ἀθανασίαν γεννώσης τὸν ἄνθρωπον καθ’ ὕπαρξιν ἀναλλοίωτον, δι’ ὃν τῶν φαινομένων ἡ φύσις τὸ εἶναι κατὰ γένεσιν εἴληφε, καὶ μεθ’ οὗ λήψεται χάριτι τὸ κατ’ οὐσίαν μὴ φθείρεσθαι.

Ἀλλ’ εἰ δοκεῖ, τῶν εἰρημένων κατ’ ἐπιτομὴν ἐπιμνησθέντες τὴν δύναμιν, κεφαλαιώσωμεν. Ἔχομεν τὴν ἐκ σωμάτων γέννησιν τοῦ Σωτῆρος ἡμῶν κατ’ ἐπίνοιαν διαιρεθεῖσαν εἰς τὸν προηγούμενον τῆς φύσεως λόγον καὶ εἰς τὸν νῦν αὖθις ὑπάρχοντα καθ’ ἡμᾶς, εἰς ὃν ἐτελεύτησε, καὶ πάλιν εἰς τὸν κατὰ φύσιν τῆς γενέσεως λόγον καὶ εἰς τὸν τῆς γεννήσεως τρόπον, προσέτι γε μὴν καὶ εἰς τοὺς διαφόρους τρόπους τῆς κατ’ οὐσίαν γενέσεως τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ πρὸς ἐπὶ τούτοις εἰς τὴν ἄνευ σπορᾶς σύλληψιν καὶ τὴν ἄνευ φθορᾶς γέννησιν. Ἐφ’ ὑμῖν οὖν ἐστιν ὡς κριταῖς δικαίοις τῶν λελεγμένων ἐπιβολῶν ἐγκρῖναι τὴν κρείττονα.