Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Η αρχέγονη κατάσταση του Αδάμ και το μυστήριο του Βαπτίσματος και του Πάσχα

Ερμηνεία της γυμνότητας του Αδάμ, προτροπές κατά της αναβολής του βαπτίσματος, και αναγωγή των συμβόλων του έτους, του ηλίου της δικαιοσύνης και των τριών τύπων του Πάσχα στην πνευματική ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 13 από 15

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου, εἰς Τό· Τί φάρμακα ἐπιζητεῖς, τὰ μηδὲν ὀνήσοντα; Τί κριτικὸν ἱδρῶτα, ἴσως παρεστῶτος τοῦ ἐξοδίου; Τοῦτο, καθὼς ἔφασκεν ὁ μακάριος γέρων, πρὸς τοὺς ὑπερτιθεμένους τὸ βάπτισμα, τὸ ῥητὸν τέθεικεν ὁ διδάσκαλος, ἐλπίδι τοῦ ζήσεσθαι τὸ βάπτισμα φιληδονίας ἕνεκεν ὑπερτιθεμένους, καί φησι· “Τί παρ’ ἄλλου δέῃ μαθεῖν τὴν ἔξοδον,” τοῦ βίου δηλονότι, “ἀλλ’ οὐχ ὡς ἤδη παρούσης διανοήσῃ; Τί φάρμακα ἐπιζητεῖς, τὰ μηδὲν ὀνήσοντα; Τί κριτικὸν ἱδρῶτα, ἴσως παρεστῶτος τοῦ ἐξοδίου;”

Ἐπειδὴ γὰρ τέσσαρας ἡμέρας κρισίμους εἶναί φασιν ἰατρῶν παῖδες ἐν τοῖς πυρεκτιῶσι, τὴν δʹ, καὶ τὴν ζʹ, καὶ τὴν θʹ, καὶ τὴν ιαʹ, τυχὸν δὲ καὶ τὴν ιγʹ (ἐν ταύταις γὰρ ἂν εὕρωσιν ἐν τῷ νοσοῦντι, καθώς φασι, νενοτισμένον ἐξ ἱδρῶτος τὸ σῶμα τεκμηριοῦσι ζήσειν τὸν κείμενον), ἵνα οὖν μὴ τοῦτον ἐκδεχόμενος ὁ νοσῶν τὸν ἱδρῶτα κακοβούλως ὑπερτίθεται τὸ βάπτισμα, περίοδον οἰόμενος ἔχειν ἐτῶν, συμβουλεύει πάνυ γε σοφῶς ὁ διδάσκαλος τῷ κάμνοντι μὴ τούτῳ τῷ “ἱδρῶτι” θαῤῥεῖν καὶ μάτην ἐρείδεσθαι, δυνατοῦ ὄντος ἀντὶ τούτου τὸν ἐξόδιον ἱδρῶτα συμβῆναι, τὸν βοῶντα τῆς παρούσης ζωῆς τὸ τέλος, ἵνα μή, ὡς εἶπον, διὰ τοῦτον ἀπατώμενος ὁ νοσῶν τὸν ἱδρῶτα τῆς μὲν προδήλου καὶ θείας ζωῆς καὶ ἀεὶ διαμενούσης ἀλλοτριούμενος λάθῃ, τὴν δὲ ἀνθρωπίνην καὶ ἐπίκηρον καὶ πάντως λυθησομένην εὑρεθῇ περιέπων, ἀκράτητον κατὰ φύσιν ὑπάρχουσαν καὶ ἀεὶ διὰ φθορᾶς καὶ ἀλλοιώσεως ῥέουσαν, καὶ θᾶττον τὰς τῶν ἔχειν νομιζόντων χεῖρας διαφεύγουσαν ἢ ὄναρ ἀνυπόστατον βλέποντα.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Οὐ γὰρ πολλάκις Χριστὸς φιλεῖ κλεπτόμενος, καὶ εἰ λίαν ἐστὶ φιλάνθρωπος. “Τί δήποτε,” φασὶν ἐνταῦθα τοῦ λόγου γενόμενοί τινες, “εἰ λίαν ἐστὶ φιλάνθρωπος ὁ Θεός, καὶ πηγὴ φιλανθρωπίας ἀνέκλειπτος, ὥστε μηδ’ ὁτιοῦν ὑπὸ τῶν ἀρυομένων ἐλαττοῦσθαι, ‘μὴ φιλεῖ κλεπτόμενος;’ Οὕτω γὰρ ἂν μᾶλλον τὸ φιλάνθρωπον ἐπεδείκνυτο, μὴ ἐλαττούμενον διὰ τοῦ διδόναι χώραν τοῖς ἐθέλουσι κλέπτειν, καὶ μάλιστα ‘κλοπὴν’ σωτήριον, καὶ ὁσάκις ἂν θέλοιεν.” Πρὸς οὕς, Θεοῦ λόγον χαριζομένου, φαμέν, ὅτιπερ αὐτὸ τοῦτο φιλανθρωπίας πλῆρές ἐστι, μᾶλλον δὲ αὐτὸ φιλανθρωπία, καὶ τοὺς περί τι κλέπτειν ἐθέλοντας, ἀγαθῆς προμηθείας ἔνδειξις σαφεστάτη, τὸ μὴ συγχωρεῖν τοῖς ἐθέλουσι πολλάκις αὐτὸν κλέπτειν, ὡς ἂν μὲν προχείρου τυγχάνοντος τοῦ σφετερισμοῦ τῆς σωτηρίας ῥᾴστη γένηται κατὰ τὸ εἰκὸς καὶ ἡ τοῦ δωρηθέντος ἀποβολή, ὡς εὐμαρῶς πάλιν ληφθῆναι δυναμένου, καὶ τῆς ἐν τῷ καλῷ ἀμεταθέτου καὶ παγίας ἕξεως ἀμαθεῖς ἀποφανθῶσιν οἱ τυγχάνοντες τῆς δωρεᾶς, εὐέμπτωτον εἰς κακίαν τὴν γνώμην ἔχοντες διὰ τὴν εὐμάρειαν τῆς τοῦ καλοῦ κτήσεως, τῷ εὐώνῳ καταφρονουμένης.

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου, εἰς τό· Γυμνὸν τῇ ἁπλότητι καὶ ζωῇ ἀτέχνῳ, καὶ δίχα παντὸς ἐπικαλύμματος καὶ προβλήματος. Τοιοῦτον γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ’ ἀρχῆς. Τί μὲν διὰ τούτων ὁ μέγας οὗτος διδάσκαλος κρυφίως ἀποκαλύπτει, μόνους ἐκείνους εἰδέναι φημὶ τοὺς τὸ ἴσον αὐτῷ τῆς σοφίας εἰληφότας καὶ τῆς γνώσεως χάρισμα, οἳ διὰ τὸ πᾶσαν τὴν ἐκ παθῶν καὶ πάσης ὑλικῆς προσπαθείας λήμην ἀποθέσθαι τῶν νοερῶν ὀμμάτων τὴν ἀκτῖνα τῆς ἐν ὅλοις ἀληθοῦς γνώσεως χωρεῖν ἐδυνήθησαν, καθ’ ἣν τῷ ἁπλῷ, κατὰ τὸ ἐφικτόν, καὶ ἑνοειδεῖ λόγῳ τὸν νοῦν ἀπὸ τῶν πολλῶν περιστείλαντες πᾶσαν τὴν ἐπιστημονικὴν τῶν ὄντων ἁπλῇ συνέσει περιέλαβον εἴδησιν. Ἡμῖν δέ, οἷς “ὁ ζόφος ἔτι τῆς ἀγνοίας ἐπιπροσθεῖ πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν” διὰ τὴν περὶ μόνα τὰ σαλευόμενα τοῦ νοῦ συστροφήν, ὥσπερ τυφλὸς ἄμφω τὼ χεῖρε φορυτὸν ὕλης ἀφάσσων εὑρίσκει πολλάκις τι τῶν τιμίων, οὕτως ἐπιχειροῦμεν καὶ ἡμεῖς μετὰ τῆς ἑαυτῶν ἀσθενείας εἰπεῖν τι περὶ τοῦ προκειμένου ζητήματος.

Καὶ δὴ λέγομεν ἄλλο τὸ παράπαν οὐδὲν ἢ ὅπερ ὁ Θεὸς ἐν χερσὶν ἡμῶν παραδῷ, κατὰ τὸ γεγραμμένον, πρὸς τὸ θρέψαι κατὰ δύναμιν ἡμῶν τοὺς καλοὺς πατέρας ὑμᾶς, λέγω δὲ τῷ ψηλαφητικῷ λόγῳ τῆς ἐν ἡμῖν νοερᾶς δυνάμεως ἁπλοῦν καὶ ἀπέριττον θεώρημα, καὶ ἡμῖν σύμμετρον καὶ πατρικὴν εὐλογίαν προσκαλούμενον, μήπως ἀφυῶς τὸν ἀγρὸν τῶν αἰσθητῶν αἰσθητῶς κατὰ τὸν Ἡσαῦ περιοδεύοντες στερηθῶμεν διὰ βραδύτητα τῆς ἑτοίμης τοῦ τρεφομένου πατρὸς εὐλογίας, ἢ πάλιν δι’ ὑψηλοφροσύνην τι μεῖζον τῆς δυνάμεως ἡμῶν ἐπιζητοῦντες ἐκ τῶν οἰκούντων ἔτι τὸ ὄρος ἡμῶν τῆς θεωρίας τρωθῶμεν κατὰ τὸν Ἰσραήλ, περὶ ὧν ὁ νόμος φησὶν ὅτι παραβιασάμενοί τινες ἀνέβησαν εἰς τὸ ὄρος, καὶ ἐξῆλθεν ὁ Ἀμοῤῥαῖος ὁ οἰκῶν ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτίτρωσκεν αὐτούς.

Ὑπονοῶ τοίνυν ὅτι, τὴν διαφορὰν τῆς πρὸ τοῦ παραπτώματος κράσεως τοῦ ἀνθρωπίνου σώματος ἐν τῷ προπάτορι Ἀδὰμ πρὸς τὴν νῦν θεωρουμένην ἐν ἡμῖν καὶ κρατοῦσαν ἐνδείξασθαι βουλόμενος, ταῦτά φησιν ὁ διδάσκαλος, ὡς τότε δηλαδὴ τοῦ ἀνθρώπου ἐναντίαις καὶ φθαρτικαῖς ἀλλήλων κατὰ τὴν κρᾶσιν τοῦ σώματος μὴ διελκομένου ποιότησιν, ἀλλ’ ὡσαύτως ἔχοντος δίχα ῥοῆς καὶ ἀποῤῥοῆς, καὶ τῆς ἐφ’ ἑκάτερα τούτων κατὰ τὴν τῶν ποιοτήτων ἐπικράτειαν συνεχοῦς ἀλλοιώσεως ἐλευθέρου τυγχάνοντος, οἷα δὴ τῆς κατὰ χάριν ἀθανασίας οὐκ ἀμοιροῦντος, καὶ τὴν νῦν μαστιγοῦσαν αὐτὸν τοῖς ἑαυτῆς κέντροις φθορὰν οὐκ ἔχοντος, ἀλλ’ ἑτέραν δηλονότι πρέπουσαν αὐτῷ κρᾶσιν τοῦ σώματος, ἀμάχοις καὶ ἁπλαῖς ποιότησι συνεχομένην, καθ’ ἣν γυμνὸς ἦν ὁ πρῶτος ἄνθρωπος, οὐχ ὡς ἄσαρκος καὶ ἀσώματος, ἀλλ’ ὡς “τὴν παχυτέραν τὴν σάρκα ποιοῦσαν καὶ θνητὴν καὶ ἀντίτυπον” κρᾶσιν οὐκ ἔχων. Κατὰ τοῦτον τὸν μέγαν διδάσκαλον “ἀτέχνως τε ἔζη,” μὴ διαπνεόμενος τὴν ἅπαξ οὐσιωδῶς δοθεῖσαν αὐτῷ φυσικὴν εὐεξίαν, καὶ περιβολῆς ὑπῆρχεν ἀπροσδεής, διά τε τὴν ἐνοῦσαν ἀπάθειαν αἰσχύνην μὴ ὑφορώμενος καὶ τὸ μὴ κρυμοῖς καὶ θάλπεσιν αὐτὸν ὑποκεῖσθαι, δι’ ἃ μάλιστα τῆς τε τῶν οἴκων καὶ τῶν ἐσθημάτων περιβολῆς ὁ τρόπος τοῖς ἀνθρώποις ἐπινενόηται.

Ἄλλη περὶ αὐτοῦ θεωρία Ἢ μήποτε καὶ ἐκ τῶν νῦν περὶ τὸν ἄνθρωπον θεωρουμένων τὰ τότε περὶ αὐτὸν ὄντα τῇ περιαιρέσει τῶν νῦν περὶ αὐτὸν ὄντων παραδείκνυσιν ὁ διδάσκαλος. Κινεῖται γὰρ νῦν ὁ ἄνθρωπος, ἢ περὶ φαντασίας ἀλόγους παθῶν ἐξ ἀπάτης διὰ φιληδονίαν, ἢ περὶ λόγους τεχνῶν ἐκ περιστάσεως διὰ τὴν χρείαν, ἢ περὶ φυσικοὺς λόγους ἐκ τοῦ νόμου τῆς φύσεως διὰ μάθησιν, ὧν οὐδὲν κατ’ ἀρχὴν εἰκότως ἐξ ἀνάγκης εἶλκε τὸν ἄνθρωπον, ὑπεράνω πάντων γενόμενον. “Οὕτω γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ’ ἀρχῆς,” μηδενὶ τὸ σύνολον περισπώμενον τῶν ὑπ’ αὐτὸν ἢ περὶ αὐτὸν ἢ κατ’ αὐτόν, καὶ πρὸς τελείωσιν ἑνὸς μόνου προσδεόμενον, τῆς πρὸς τὸν ὑπὲρ αὐτόν, φημὶ δὲ τὸν Θεόν, καθ’ ὅλην τὴν ἀγαπητικὴν δύναμιν ἀσχέτου κινήσεως. Ἀπαθὴς γὰρ χάριτι ὢν ἀπάτην παθῶν φαντασίας δι’ ἡδονῆς οὐ προσίετο· καὶ ἀπροσδεὴς ὑπάρχων τῆς περὶ τέχνας περιστατικῆς ἀνάγκης διὰ τὴν χρείαν ἐλεύθερος ἦν· καὶ σοφὸς ὢν τῆς περὶ τὴν φύσιν θεωρίας ὑπεράνω καθειστήκει διὰ τὴν γνῶσιν.

Οὐδὲν οὖν εἶχεν ὁ πρῶτος ἄνθρωπος μεταξὺ Θεοῦ καὶ αὐτοῦ προβεβλημένον πρὸς εἴδησιν, καὶ κωλύον αὐτοῦ τὴν δι’ ἀγάπης αὐθαίρετον κατὰ τὴν πρὸς τὸν Θεὸν κίνησιν γενησομένην συγγένειαν, καὶ διὰ τοῦτο “γυμνὸς τῇ ἁπλότητι” προσηγορεύθη τῷ διδασκάλῳ, ὡς ὑπεράνω πάσης τῆς κατὰ φύσιν ὑπάρχων ζητήσεως, καὶ “ζωῇ τῇ ἀτέχνῳ,” ὡς πάσης τεχνῶν ἐνδεοῦς καθαρεύων ζωῆς, καὶ “δίχα παντὸς ἐπικαλύμματος καὶ προβλήματος,” οἷα τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐμπαθοῦς συμπλοκῆς τυγχάνων ἐλεύθερος, οἷς ὑπήχθη δικαίως ὕστερον, ἐλλείψας τὴν ἔλλειψιν, καὶ τοῦ πλήρης εἶναι τὸ κενὸς πάντων γενέσθαι αὐθαιρέτως ἑλόμενος, κάτω γενόμενος ὧν ὑπεράνω φυσικῶς ὑπῆρχε γεγενημένος.

Ἄλλη περὶ αὐτοῦ θεωρία Ἢ μήποτε “γυμνός,” ὥς φησιν ὁ διδάσκαλος, τῆς περὶ φύσιν ποικίλης θεωρίας καὶ γνώσεως, καὶ “ζωῇ τῇ ἀτέχνῳ,” τῆς περὶ πρᾶξιν καὶ ἀρετὴν πολυτρόπου μεθοδείας ὑπάρχων ἐκτός, κατὰ τὴν ἕξιν ἔχων τοὺς τῶν ἀρετῶν ἀμολύντους λόγους, καὶ “δίχα παντὸς ἐπικαλύμματος καὶ προβλήματος,” τῆς ἐπ’ αἰσθήσεσι τῶν φαινομένων διανοίας πρὸς κατανόησιν τῶν θείων προηγουμένως οὐ χρῄζων, μόνην τὴν ἁπλῆν τῆς ἑνοειδοῦς καὶ ἁπλῆς καὶ συνεκτικῆς τῶν μετὰ Θεὸν ἀρετῆς τε καὶ γνώσεως ἔχων προβολήν, τῆς ἐπ’ ἐνεργείᾳ μόνης κινήσεως πρὸς ἔκφανσιν αὐθαίρετον χρῄζουσαν. Ἀμέλει γοῦν ὅσοι φιλοσόφῳ λόγῳ τῆς τοῦ προπάτορος ἐγείρειν ἑαυτοὺς βούλονται παραπτώσεως, πρῶτον ἀπάρχονται τῆς τῶν παθῶν παντελοῦς ἀφαιρέσεως, εἶθ’ οὕτως τῆς περὶ τοὺς λόγους τῶν τεχνῶν ἀσχολίας, καὶ τέλος τὴν φυσικὴν ὑπερκύψαντες θεωρίαν εἰς τὴν ἄϋλον παρακύπτουσι γνῶσιν, τὴν μὴ ἔχουσαν παντελῶς αἰσθήσει τυπουμένην μορφὴν ἢ νόημα προφορᾷ λόγου χωρούμενον, καθὼς ἐξ ἀρχῆς τὸν πρῶτον ἄνθρωπον ἐποίησεν ὁ Θεός, γυμνοὶ τῇ ἁπλότητι τῆς γνώσεως καὶ τῇ ἀπερισπάστῳ ζωῇ καὶ τῇ νεκρώσει τοῦ νόμου τῆς σαρκὸς γενόμενοι. Ἦν μέντοι καὶ κατ’ ἄλλον τρόπον ὑψηλοτέρως θεωρῆσαι τὸ προκείμενον ἄπορον, ἀλλὰ παρείσθω τὰ νῦν, δι’ ἣν ἀρχόμενος τοῦ λόγου προεῖπον αἰτίαν.

Τοῦ αὐτοῦ λόγου εἰς τό· Ἐνιαύσιον δέ, ὡς ἥλιον δικαιοσύνης, ἢ ἐκεῖθεν ὁρμώμενον, ἢ τῷ ὁρωμένῳ περιγραπτόν. Πολλαὶ τοῦ Σωτῆρος ἡμῶν εἰσιν αἱ προσηγορίαι καὶ πολύτροπος ὁ ἐφ’ ἑκάστῃ κατὰ τὴν αὐτῆς ἐπίνοιαν τῆς κατὰ θεωρίαν ἀναγωγῆς καθέστηκεν τρόπος, διὰ τὸ πολλὰς κατὰ τὴν φυσικὴν θεωρίαν τοῦ παραδειγματικῶς εἰς προσηγορίαν τοῦ Κυρίου λαμβανομένου πράγματος ἐπιδέχεσθαι δύνασθαι θεωρημάτων ἐπιβολάς. Ὥσπερ ἀμέλει καὶ τὸ νῦν προκείμενον ἡμῖν ἄπορον ἔχει. Πολλοὺς γὰρ ὅσους οὐδέπω δυνατοῦ τυγχάνοντος τοῦ λόγου θεωρημάτων περὶ τοῦ ἡλίου τρόπους ἐκθέσθαι διὰ τὸ σύντομον, καθ’ ἣν ὁ διδάσκαλος αὐτὸ ἐπίνοιαν ἐθεώρησε, καὶ ἡμεῖς θεωρήσωμεν, τὰ συνεπτυγμένως αὐτῷ δηλονότι ῥηθέντα κατὰ δύναμιν ἐξαπλοῦντες. “Ἐνιαυτὸς” τοίνυν ἐστὶ κατὰ τοὺς ἁγίους καὶ σοφοὺς ἡμῶν διδασκάλους ἡ τοῦ ἡλίου ἀπὸ τοῦ αὐτοῦ σημείου εἰς τὸ αὐτὸ σημεῖον ἀποκατάστασις, τῆς κατὰ χρόνον πενταπλῆς ἰδιότητος περιεκτική. Ὁ γὰρ χρόνος εἰς ἡμέραν καὶ ἑβδομάδα καὶ μῆνα καὶ καιρὸν καὶ ἐνιαυτὸν μερίζεταί τε καὶ συνάγεται· καὶ ὁ ἐνιαυτὸς ὡσαύτως, εἰς ὥραν καὶ ἡμέραν καὶ ἑβδομάδα καὶ μῆνα καὶ καιρόν, συνεχοῦς καὶ ἀδιαστάτου τῆς κατ’ αὐτὸν μενούσης κινήσεως, περὶ ἣν αἱ κατὰ τὴν ἀλλοίωσιν διαιρέσεις θεωρούμεναι τὴν συνεχῆ καὶ ἀδιάστατον ἠρίθμησαν τοῦ χρόνου κίνησιν.

Εἰ δὴ τούτῳ τῷ τρόπω παρ’ ἡμῖν κατὰ τὴν τοῦ ἡλίου φορὰν ἐνιαυτὸς γίνεται, ἐνιαυτὸς δηλαδὴ Κυρίου δεκτός ἐστι πάντως, ὡς γέγραπται, κατὰ τὸν τῆς ἀλληγορίας τρόπον, ἡ πᾶσα τῶν αἰώνων παράτασις, ἀπ’ ἀρχῆς ἧς εὐδόκησεν ὁ Θεὸς οὐσιῶσαι τὰ ὄντα, καὶ τοῖς μὴ οὖσιν ὕπαρξιν δοῦναι, καὶ διὰ τῆς προνοίας, ὥσπερ τις νοητὸς ἥλιος, τῆς πρὸς διαμονὴν συνεχούσης τὸ πᾶν δυνάμεως, συγκαταβατικῶς ἐφεῖναι τὰς ἀκτῖνας ἀνεχόμενος, ποικίλαι τοὺς τρόπους ἀξιώσας πρὸς τελεσφόρησιν ὧν τοῖς οὖσιν οἰκείων κατέσπειρεν ἀγαθῶν μέχρι τῆς πάντων ἀποπερατώσεως τῶν αἰώνων, καθ’ ἣν συλλέξει τῆς οἰκείας σπορᾶς τοὺς καρποὺς ζιζανίων ἀμιγεῖς καὶ πάσης ἀχυρώδους ἄχνης καὶ συμφορήσεως καθαρούς, καὶ ὁ σύμπας τῆς τῶν κινουμένων κινήσεως περαιωθήσεται λόγος, λαβόντων τῶν ἀξίων τὴν ἐπηγγελμένην τῆς θεώσεως ἐσχάτην μακαριότητα καὶ συναχθέντων πρὸς τὸν Θεὸν τῇ καθ’ ὁμοίωσιν ἐπιτηδειότητι πάσης αὐτοῖς τῆς περὶ πάντα κινήσεως πέρας καὶ στάσιν λαβούσης ἄμεσον τὴν ἐν αὐτῷ τῷ Θεῷ μονιμότητα.

Ἥλιος οὖν δικαιοσύνης ὁ Κύριος προσηγόρευται, ὡς ποιητὴς καὶ συντελεστὴς τῶν αἰώνων, καὶ ὡς ἀρχὴ πάντων καὶ τέλος, καὶ τῆς πενταπλῆς κατὰ τὴν πρόνοιαν τῶν προνοουμένων σοφῆς εὐταξίας δημιουργός, καὶ ὡς πληρῶν τὰ πάντα φωτὸς ἀϊδίου ταῖς ἀνεκλείπτοις ἐπιβολαῖς τῆς ἀγαθότητος, καὶ τοὺς εὐρύνοντας πρὸς ὑποδοχὴν τῆς αὐτοῦ μακαρίας ἀκτῖνος τοὺς ἑαυτῶν νοητοὺς πόρους πεπείρους καὶ ἐδωδίμους τῷ Θεῷ καὶ Πατρὶ ποιούμενος. Ὁ αὐτὸς δὲ καὶ ἐνιαυτός ἐστι Κυρίου δεκτός, ὡς διὰ πάντων τῶν σωζομένων πληρούμενος κατὰ τὴν ὑπ’ αὐτοῦ νοητῶς γινομένην πεντάτροπον κίνησιν, ὡς ἡλίου δικαιοσύνης, ἥντινα νοήσει πάντως ὁ διὰ τῆς τῶν φαινομένων ἀκριβοῦς κατὰ λόγον φυσικῆς θεωρίας τὴν τῶν νοουμένων πνευματικὴν ἐπιστήμην συλλεγόμενος. “Ἐκεῖθεν” δὲ “ὁρμώμενος” εἴρηται τῷ διδασκάλῳ, “ἢ τῷ ὁρωμένῳ περιγραπτός,” ἢ ὡς “φῶς ἐκ φωτός, καὶ Θεὸς ἀληθινὸς ἐκ Θεοῦ κατ’ οὐσίαν ἀληθινοῦ” τοῦ Πατρὸς γεννητῶς ὁρμώμενος, ἢ ὡς ἄνθρωπος ὁ αὐτὸς τῷ καθ’ ἡμᾶς ὁρωμένῳ τῆς φύσεως εἴδει περιγραπτός, καθάπερ ἥλιος ὁ ἐκ τοῦ οὐρανοῦ ὁρμώμενος τῷ φαινομένῳ δισκοειδεῖ σώματι περιγέγραπται.

Ἐκ τοῦ αὐτοῦ λόγου εἰς τό· Θαυμαστὸν οὐδὲν εἰ μάλιστα κατ’ οἶκον ἕκαστον ἐπιζητεῖται τὸ πρόβατον. Εἴποι δ’ ἄν τις, καὶ εὐλόγως, ὡς οἶμαι, τυχόν· εἴπερ εἷς ἐστιν ὁ Χριστός, ὁ διὰ νόμου καὶ προφητῶν καὶ τῆς κατὰ τὴν κτίσιν μεγαλειότητος μυστικῶς τοῖς ἀκούειν πνευματικῶς καὶ ὁρᾷν δυναμένοις κηρυττόμενος, πῶς ὁ νόμος τὸν τύπον ἐπιτελῶν τοῦ Χριστοῦ πολλὰ πρόβατα κελεύει θύεσθαι κατ’ οἴκους πατριῶν; Πρὸς ὅν φαμεν, ὡς εἴπερ αὐτὸν δεξοίμεθα τὸν Λόγον, νοητῶς τῶν ὤτων τῆς ψυχῆς καὶ τῶν ὀμμάτων ἁπτόμενον, καὶ διανοίγοντα ταῦτα πρὸς ὑποδοχὴν μὲν καὶ θεωρίαν τῶν αὐτοῦ μυστηρίων, ἐκδίκησιν δὲ πάσης παρακοῆς καὶ ἀποστροφὴν πάσης ματαιότητος, γνοίημεν πάντως τὸ μυστικὸν βούλημα τῆς ἁγίας Γραφῆς, τῷ προκειμένῳ συνάψαντες ὅμοιον ἐκ τοῦ ἁγίου ἀποστόλου φάσκοντος τὸ οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Χριστὸν Ἰησοῦν, καὶ τοῦτον ἐσταυρωμένον.

Ὥσπερ οὖν ἕκαστος τῶν πεπιστευκότων τῷ Χριστῷ κατὰ τὴν οἰκείαν δύναμιν καὶ τὴν ὑποκειμένην αὐτῷ τῆς ἀρετῆς ἕξιν τε καὶ ποιότητα σταυροῦταί τε καὶ συσταυροῖ ἑαυτῷ τὸν Χριστόν, Χριστῷ δηλονότι πνευματικῶς συσταυρούμενος (ἄλλος γὰρ κατ’ ἄλλον ἀρετῆς τρόπον ἑαυτῷ κατάλληλον ποιεῖται τὴν σταύρωσιν· ὁ μὲν μόνῃ σταυρούμενος τῇ κατ’ ἐνέργειαν ἁμαρτίᾳ, καὶ ταύτην νεκρῶν τῷ φόβῳ τοῦ Θεοῦ προσηλωμένην, ὁ δὲ καὶ αὐτοῖς τοῖς πάθεσι σταυρούμενος καὶ τὰς δυνάμεις τῆς ψυχῆς ἐξιώμενος, ὁ δὲ καὶ αὐταῖς τῶν παθῶν ταῖς φαντασίαις, οὐκ ἐῶν τὰς αἰσθήσεις ἀφέτους, πρὸς ὑποδοχήν τινος τῶν κατὰ ταῦτα μετεωρισμῶν, ὁ δὲ καὶ τοῖς περὶ τὰ πάθη λογισμοῖς καὶ ἐνθυμήμασιν, ὁ δὲ καὶ τῇ κατ’ αἴσθησιν ἀπάτῃ, ἄλλος δὲ καὶ τὴν πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων διὰ τῆς φυσικῆς οἰκειότητος σταυρούμενος ἀποτίθεται σχέσιν, ἄλλος δὲ καὶ πᾶσαν καθολικῶς αἰσθητικὴν τῷ σταυρῷ κατασβέννυσι κίνησιν, πρὸς τὸ μηδὲν ἔχειν ἐν ἑαυτῷ τὸ παράπαν φυσικῶς ἐνεργούμενον, ἄλλος δὲ καὶ αὐτῆς τῆς κατὰ νοῦν ἀποπαύεται παντελῶς ἐνεργείας, καί, ἵνα τὸ μεῖζον εἴπω, ὁ μὲν τῇ πρακτικῇ σταυρούμενος φιλοσοφίᾳ δι’ ἀπαθείας, καὶ πρὸς τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν ὥσπερ ἀπό τινος σαρκὸς τοῦ Χριστοῦ πρὸς τὴν ψυχὴν αὐτοῦ μεταβαίνων, ὁ δὲ καὶ τῇ φυσικῇ θεωρίᾳ νεκρούμενος, διὰ τῆς ἀποβολῆς τῆς κατὰ νοῦν περὶ τὰ ὄντα συμβολικῆς θεωρίας, καὶ πρὸς τὴν ἑνοειδῆ καὶ ἁπλῆν τῆς θεολογικῆς ἐπιστήμης μυσταγωγίαν ὥσπερ ἀπό τινος ψυχῆς τοῦ Χριστοῦ πρὸς τὸν νοῦν αὐτοῦ μετατιθέμενος, ὁ δὲ καὶ ἀπὸ ταύτης εἰς τὴν δι’ ἀποφάσεως παντελοῦς ἄῤῥητον ἀφαιρετικὴν ἀοριστίαν ὥσπερ ἀπό τινος νοὸς τοῦ Χριστοῦ πρὸς τὴν αὐτοῦ θεότητα μυστικῶς ἀναγόμενος· ἕκαστος, ὡς ἔφην, κατὰ τὴν ἑαυτοῦ δύναμιν, καὶ τὴν κατ’ ἀξίαν χορηγουμένην αὐτῷ τοῦ Πνεύματος χάριν τὸν Χριστὸν ἔχων ἀναλόγως ἑαυτῷ τὰς ὑψηλὰς διὰ τῆς πρὸς πάντα νεκρώσεως ἀναβάσεις ποιούμενον), οὕτως καὶ τὸν θεῖον ἀμνὸν ἕκαστος ἡμῶν, ὡς ἐν οἰκίᾳ τινί, τῷ ἰδίῳ τάγματι τῆς κατ’ ἀρετὴν ἁρμοζούσης αὐτῷ καταστάσεως θύει τε τὸν ἀμνὸν καὶ μεταλαμβάνει τῶν αὐτοῦ σαρκῶν, καὶ ἐμφορεῖται τοῦ Ἰησοῦ.

Ἑκάστου γὰρ ἴδιος γίνεται ἀμνὸς Χριστὸς Ἰησοῦς, ὡς ἕκαστος χωρεῖν τε καὶ ἐσθίειν αὐτὸν δύναται· ἴδιος Παύλου τοῦ μεγάλου τῆς ἀληθείας κήρυκος, καὶ ἰδιοτρόπως ἴδιος τοῦ ἀκροτάτου τῶν ἀποστόλων Πέτρου, καὶ ἰδιοτρόπως ἑκάστου τῶν ἁγίων κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως καὶ τὴν ἐπιχορηγουμένην χάριν τοῦ Πνεύματος, ᾧ μὲν οὕτως, ᾧ δὲ οὕτως εὑρισκόμενος ὅλος καὶ ὅλῳ, πᾶσι δὲ πάντα γινόμενος.

Ἐκ τοῦ αὐτοῦ λόγου εἰς τό· Ὅσον μὲν σαρκῶδες τοῦ Λόγου καὶ τρόφιμον, μετὰ τῶν ἐνδοσθίων καὶ τῶν κρυφίων τοῦ νοῦ, βρωθήσεται καὶ εἰς πέψιν πνευματικὴν ἀναδοθήσεται. Ὁ πᾶσαν μετὰ σοφίας φύσιν ὑποστήσας Θεὸς καὶ πρώτην ἑκάστῃ τῶν λογικῶν οὐσιῶν δύναμιν τὴν αὐτοῦ γνῶσιν κρυφίως ἐνθέμενος, δέδωκε καὶ ἡμῖν τοῖς ταπεινοῖς ἀνθρώποις, ὡς μεγαλόδωρος Δεσπότης, κατὰ φύσιν τὸν εἰς αὐτὸν πόθον καὶ ἔρωτα, συνεπιπλέξας αὐτῷ φυσικῶς τοῦ λόγου τὴν δύναμιν, ἐφ’ ᾧ δυνηθῆναι μετὰ ῥᾳστώνης γνῶναι τοὺς τρόπους τῆς τοῦ πόθου πληρώσεως, καὶ μὴ παρασφαλέντας διαμαρτεῖν οὗ τυχεῖν ἀγωνιζόμεθα. Κατὰ τοῦτον οὖν κινούμενοι τὸν πόθον περί τε τῆς ἀληθείας αὐτῆς καὶ τῆς εὐτάκτως τοῖς ὅλοις ἐμφαινομένης σοφίας τε καὶ διοικήσεως ζητεῖν ἐναγόμεθα ἐκείνου τυχεῖν, διὰ τούτων γλιχόμενοι, οὗ χάριν τὸν πόθον ἐλάβομεν.

Καὶ τοῦτο μυστικῶς ἐγνωκότες οἱ φιλομαθεῖς καὶ φιλότιμοι τῆς ἀληθείας ἐρασταὶ μίαν ἐστήσαντο σχολὴν καὶ προσεδρείαν ἑαυτοῖς, τὴν περὶ τούτου φιλόπονον ἄσκησιν, ἀκριβῶς ὑπ’ αὐτῆς τῶν πραγμάτων τῆς ἀληθοῦς κατανοήσεώς τε καὶ ἀκολουθίας μαθόντες ὡς, εἴπερ κατὰ τὸν αἰῶνα τοῦτον ποσῶς δι’ εὐσεβῶν θεωρημάτων τὴν μέλλουσαν ἀλήθειαν εἰκονίσαιντο, καὶ τὸν πόθον πληροφορήσουσιν, ἑτοιμοτέραν ὡς τοῖς ἐνταῦθα καλῶς γυμνασθεῖσαν τὴν ψυχὴν ἐσχηκότες, ἀκμητὶ μετὰ τὸν βίον τοῦτον ἐπὶ τὴν μέλλουσαν ἀλήθειαν μεταβήσονται, σκιαγραφηθεῖσαν αὐτοῖς ἤδη καλῶς διὰ τῶν θειοτέρων νοημάτων, ἄγοντος αὐτοὺς ἐπ’ αὐτὴν δηλαδὴ τὴν ἀλήθειαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἁπλῆν καὶ ἀρίδηλον καὶ δίχα πάσης ἀπορίας, συμβολικῆς τε ποικιλίας καὶ πάσης αἰνιγματώδους ἀσαφείας, αὐτοῖς παραδεικνύντος, “ἀποδρασάσης” αὐτοῖς ὥσπερ ἐπὶ τῆς πρακτικῆς ἀρετῆς “ὀδύνης καὶ λύπης καὶ στεναγμοῦ” διὰ τὴν τελείαν ἀπάθειαν, οὕτω καὶ ἐπὶ τῆς θεωρητικῆς γνώσεως, ἀσαφείας πάσης καὶ ἀπορίας, διὰ τὴν σοφίαν, προστεθείσης αὐτοῖς, ἐντεῦθεν λαβοῦσι τὰς ὑποτυπώσεις αὐτῆς, τηνικαῦτα γυμνῆς τῆς ἀληθείας.

Παντὶ γάρ, φησί, τῷ ἔχοντι, δηλονότι τὸν περὶ τῶν μελλόντων πόθον, προστεθήσεται πάντως ἡ τῶν αἰωνίων ἀγαθῶν ἀπόλαυσις. Πλούσιος γὰρ ὑπάρχων ὁ Θεὸς ἡμῶν οὐδέποτε λήγει τοῖς ἀγαπῶσιν αὐτὸν τὰ θεῖα διανέμων δῶρα τῆς γνώσεως, ἅπερ οὐδ’ ὀνομάζειν κατὰ τὸν αἰῶνα τοῦτον δυνάμεθα, διὰ τὸ αὐτῶν ὕψος καὶ μέγεθος, εἴπερ ἀληθεύει φάσκων περὶ τῆς ἐσχάτης μακαριότητος ὁ μέγας ἀπόστολος ὑπεράνω παντὸς ὀνόματος ὀνομαζομένου αὐτὴν εἶναι, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, τὴν μετὰ πᾶσαν πάντων τῶν χαρισμάτων διανομήν τε καὶ ἀνάβασιν δειχθησομένην τῶν ἀγαθῶν ἀκροτάτην κορυφὴν αἰνιττόμενος, τὴν μηδενὶ λόγῳ ἢ νῷ ῥηθῆναι ἢ γνωσθῆναι δυναμένην, τῶν τε κατὰ τὸν αἰῶνα τοῦτον ἡμῖν ἐφικτῶν, τῶν τε κατὰ τὸν μέλλοντα δειχθησομένων, καὶ ὀνομασθῆναι καὶ γνωσθῆναι τυχὸν ἡμῖν δυναμένων.

Ἀεὶ γὰρ ὁ διεληλυθὼς τοὺς οὐρανοὺς Ἰησοῦς, ὁ τοῦ Θεοῦ Λόγος, καὶ ὑπεράνω πάντων τῶν οὐρανῶν γενόμενος, τοὺς ἀκολουθοῦντας αὐτῷ διὰ πράξεως καὶ θεωρίας μεταβιβάζει τε καὶ μετατίθησιν ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ κρείττονα, καὶ ἀπὸ τούτων πάλιν ἐπὶ τὰ ἔτι τούτων ἀνώτερα, καὶ ἁπλῶς εἰπεῖν, ἐπιλείψει με ὁ χρόνος λέγοντα τὰς θείας τῶν ἁγίων ἀναβάσεις τε καὶ ἀποκαλύψεις κατὰ τὴν ἀπὸ δόξης εἰς δόξαν ἀλλοίωσιν, ἕως ἕκαστος τὴν ἐν τῷ ἰδίῳ τάγματι ἁρμόζουσαν δέξοιτο θέωσιν.

Τὸν τοίνυν προῤῥηθέντα περὶ Θεοῦ φυσικὸν πόθον ἔχοντας ἡμᾶς εἰδὼς οὗτος ὁ μέγας διδάσκαλος προτρέπει τε πάντας καὶ καλεῖ διὰ τῆς αὐτοῦ διδασκαλίας πρὸς τὴν πνευματικὴν βρῶσιν τοῦ ὑπὲρ ἡμῶν σφαγιασθέντος ἀμνοῦ, φυλάξαι τε εὐκρινῶς καὶ εὐχρήστως ὑποτίθεται τῶν αὐτοῦ, τοῦ ἀμνοῦ δηλονότι, μελῶν τὴν ἁρμονίαν ἄθραυστον καὶ ἀσύμφυρτον, ἵνα μὴ κατακριθῶμεν ὡς διασπῶντες καὶ διασπαράττοντες τὴν εὔθετον ἁρμονίαν τοῦ θείου σώματος, ἢ θρασέως, ὡς ὑπὲρ δύναμιν, ἢ ἀνιέρως, ὡς παρὰ δύναμιν, τοῦ ἀμνοῦ καὶ Λόγου τὰς σάρκας ἐσθίοντες· ἀλλ’ ἕκαστος κατὰ τὴν αὐτοῦ δύναμίν τε καὶ τάξιν καὶ τὴν ἐπιβάλλουσαν αὐτῷ χάριν τοῦ Πνεύματος, μεταλαμβανέτω τοῦ θείου Λόγου κατὰ τὴν ἑκάστου μέλους ἐπίνοιαν.

Οἷον, κεφαλῆς μὲν ὁ ἐξ ἀναποδείκτων ἀρχῶν ἀφέτους παντελῶς ἔχουσαν τοὺς περὶ θεολογίας λόγους πίστιν κεκτημένος μεταλήψεται, ἐξ ἧς τὸ πᾶν σῶμα τῶν ἀρετῶν τε καὶ τῶν γνώσεων συμβιβαζόμενον αὔξει τὴν πνευματικὴν αὔξησιν. Ὤτων δὲ μεταλήψεται ὁ τοὺς θείους λόγους πνευματικῶς μετ’ ἐπιστήμης ὑποδεχόμενος, καὶ εὐπειθὴς καὶ ὑπήκοος Θεῷ δι’ αὐτοὺς μέχρι θανάτου διὰ τῶν ἔργων γινόμενος· ὀφθαλμῶν δέ, ὁ τὴν κτίσιν πνευματικῶς κατανοῶν καὶ πάντας τοὺς κατ’ αἴσθησίν τε καὶ νοῦν λόγους ἀπροσκόπως εἰς μίαν δόξης Θεοῦ συνάγων ἐκπλήρωσιν. Στήθους δὲ μεταλήψεται ὁ τὴν καρδίαν θεολογικῶν πληρώσας θεωρημάτων, κατὰ τὸν μέγαν εὐαγγελιστὴν Ἰωάννην, καὶ πηγῆς ἀεννάου δίκην τὸν περιεκτικὸν τῆς τοῦ παντὸς προνοίας εὐσεβῶς προχέων τοῖς μανθάνουσι λόγον τε καὶ τρόπον. Χειρῶν δ’ αὖ μεταλαμβάνει δεόντως ὁ μηδὲν τῶν κατ’ ἐντολὴν ἀνειμένως ἔργων καὶ ἠμελημένως ἐπιτελῶν, ἀλλ’ ὅλην ἔχων ἑτοίμην καὶ εὔτονον πρὸς ἐκπλήρωσιν τῶν θείων νόμων τῆς ψυχῆς τὴν κατὰ τὴν πρᾶξιν ἐνέργειαν· κοιλίας δέ, ὁ τὸ γόνιμον τῆς ψυχῆς ἀείβλυστον ἔχων, καὶ πληθυνόμενος τοῖς πνευματικοῖς θεωρήμασι, καὶ ἀκατάσβεστον τὸν καυστικώτατον τῆς πρὸς τὴν θείαν συνουσίαν ἀπαθοῦς ἐφέσεως ἔρωτα κεκτημένος.

Ἐνδοσθίων δὲ μεταλήψεται προσηκόντως, ὁ τῇ κρυφιωτέρᾳ ζητήσει τε καὶ γνώσει τοῦ νοῦ τὰ βάθη τοῦ Θεοῦ διερευνώμενος καὶ ἀποῤῥήτων ἐμφορούμενος μυστηρίων.

Τολμήσει τι μεῖζον ὁ λόγος. Τῶν καὶ τῶν τοῦ Λόγου μερῶν μεταλαμβανέτω σωφρόνως ὁ λογικῶς κατὰ τῆς ὕλης ἱστάμενος, καὶ παντάπασιν ἀμόλυντον μετὰ τῆς ψυχῆς τὴν σάρκα διατηρῶν, καὶ ὅλον ἀπαραλείπτως αὐτῇ τὸν Λόγον ταῖς ἀρεταῖς διαμορφῶν σάρκα γενόμενον.

Μηρῶν δὲ μεταλήψεται ὁ τὸν λόγον ἐπικείμενον ἔχων τῷ τῆς ψυχῆς παθητικῷ μέρει, καὶ παντελῶς ἐκτέμνων αὐτῆς τὴν πρόσυλον κίνησιν· γονάτων δὲ ὁ πρὸς τοὺς κειμένους καὶ ἀσθενοῦντας τῇ πίστει συμπαθῶς κατὰ πρόνοιαν ἐπικλινόμενος, καὶ τὴν πρὸς ἡμᾶς τοῦ Λόγου μιμούμενος συγκατάβασιν. Κνημῶν δὲ καὶ ποδῶν μεταλαμβανέτω πρὸς τούτοις ὁ ἐπὶ τῆς πίστεως καὶ τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἀσαλεύτους ἔχων τῆς ψυχῆς τὰς βάσεις καὶ ἀκλονήτους, καὶ κατὰ σκοπὸν πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπειγόμενος, καὶ τῆς ἀγνοίας τὰ ὄρη καὶ τοὺς βουνοὺς τῆς κακίας ὑπερπηδῶν μετὰ τοῦ Λόγου καὶ διαλλόμενος.

Ἀλλὰ τίς δυνήσεται πάσας τοῦ Σωτῆρος ἡμῶν Θεοῦ τὰς δι’ ἡμᾶς ἐπινοίας ἐξαριθμῆσαι, καθ’ ἃς ἐδώδιμον ἑαυτὸν καὶ μεταληπτὸν ἀναλόγως ἑκάστῳ πεποίηκεν; Ἔτι γὰρ ἔχει πρὸς τούτοις πᾶσιν ὁ Κύριος βοστρύχους, καὶ ῥῖνας, καὶ χείλη, τράχηλόν τε καὶ ὤμους, καὶ δακτύλους, καὶ ὅσα τῆς ἡμετέρας κατασκευῆς ἐπ’ αὐτοῦ λέγεται τροπολογικῶς.

Ὧν προσφυῶς τε καὶ εὐχρήστως μεταλαμβάνουσιν οἱ πρὸς ἕκαστον καὶ δι’ ἑκάστου μέλους σημαινόμενον πνευματικὸν μεταποιούμενοι λόγον. Οὕτως ὁ ἀμνὸς τοῦ Θεοῦ “βιβρώσκεται,” κατὰ τὸν ἅγιον τοῦτον καὶ μέγαν διδάσκαλον, “καὶ εἰς πέψιν πνευματικὴν ἀναδίδοται,” μεταποιῶν πρὸς ἑαυτὸν τῷ Πνεύματι τοὺς μεταλαμβάνοντας, ἕκαστον αὐτῶν εἰς τὸν τοῦ βρωθέντος ὑπ’ αὐτοῦ πνευματικῶς μέλους τόπον κατὰ τὴν θέσιν τῆς σωματικῆς ἁρμονίας ἐνάγων τε καὶ μετατιθέμενος, ὥστε φιλανθρώπως τὸν ἐν τοῖς ὅλοις Λόγον τοῖς πράγμασιν οὐσίαν γίνεσθαι τὸν μόνον ὑπὲρ φύσιν καὶ λόγον.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν ζώνην Ἰωάννου μιμούμενος, τοῦ ἐρημικοῦ καὶ προδρόμου καὶ μεγάλου τῆς ἀληθείας κήρυκος. Ὁ τὴν Ἰωάννου “ζώνην” μιμούμενός ἐστιν ὁ τῇ δυνάμει τοῦ λόγου τὸ γόνιμον τῆς ψυχῆς πρακτικῶς διὰ γνώσεως ἐπισφίγγων καὶ ἀδιάχυτον αὐτὸ πρὸς τὴν ὕλην διαφυλάττων. “Ἐρημικὸς” δέ ἐστιν ὁ παθῶν καθαρεύουσαν τὴν ἕξιν κτησάμενος. “Πρόδρομος” δὲ ὁ διὰ τῆς γνησίας μετανοίας τὴν ἐπακολουθοῦσαν αὐτῇ δικαιοσύνην καὶ διὰ τῆς φαινομένης ἀρετῆς τὴν ἐπιδημεῖν αὐτῶν μέλλουσαν γνῶσιν προμηνύων. “Μέγας δὲ τῆς ἀληθείας κῆρυξ” ἐστὶν ὁ τῷ οἰκείῳ βίῳ τὸν ὑπ’ αὐτοῦ λαλούμενον τῆς διδασκαλίας λόγον πιστούμενος.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Καὶ εἴ τις μαθητὴς ἐπὶ τὸ Εὐαγγέλιον πέμπεται, φιλοσόφως καὶ ἀπερίττως· ὃν δεῖ πρὸς τῷ ἀχάλκῳ καὶ ἀράβδῳ καὶ μονοχίτωνι, ἔτι καὶ γυμνοποδεῖν, ἵνα φανῶσιν οἱ πόδες ὡραῖοι τῶν εὐαγγελιζομένων εἰρήνην. “Εὐαγγέλιόν” ἐστιν ὁ περὶ τῆς τοῦ Θεοῦ βασιλείας ὑψηλότερος λόγος· βασιλεία δέ ἐστι Θεοῦ ἡ πάσης ὕλης καὶ πασῶν τῶν κατ’ αὐτὴν φαντασιῶν καθαρεύουσα λῆξις. “Μαθητὴς” οὖν “ἐπὶ τὸ Εὐαγγέλιον πεμπόμενος” εἰκότως ἐστὶν ὁ τοῖς τρόποις παντελῶς τὴν πρὸς τὸν κόσμον τοῦτον ἐπιδεικνύμενος ἀλλοτρίωσιν “τῷ τε ἀχάλκῳ καὶ ἀράβδῳ καὶ μονοχίτωνι,” τήν τε φιλαργυρίαν καὶ τὸν θυμὸν ἢ τὴν ἐπὶ δυναστείᾳ τινὶ πεποίθησιν ἑαυτοῦ περικόψας, ἀτέχναστόν τε καὶ ἄπλαστον καὶ μονότροπον καὶ πάσης ἐλευθέραν διπλόης τὴν ἠθικήν, ὥσπερ “ἓν χιτώνιον,” μετιὼν φιλοσοφίαν, μηδὲν τὸ σύνολον νεκρότητος τῷ ἴχνει τῆς ψυχῆς, ὥσπερ ὑπόδημα, σύμβολον ἐναφείς, οἷα τῆς μεγάλης εἰρήνης ὑπάρχων ἄγγελος, καὶ τῆς μηκέτι φοβουμένης τὸν ἐκ τῶν παθῶν πόλεμον, μηδὲ θάνατον σώματος ὑποστελλομένης καταστάσεως κῆρυξ, ὥστε δύνασθαι τοὺς εἰς αὐτὸν συνετῶς ὁρῶντας ἐκ τῆς καθ’ ἀρετὴν περὶ τὸν βίον ἀναλλοιώτου ταὐτότητος τὴν ἐν ἀγγέλοις περὶ Θεὸν εὐπρεπεστάτην εἰκονίζεσθαι πολιτείαν τε καὶ εὐστάθειαν.

Ἄλλη εἰς τὸ αὐτὸ θεωρία Ἢ μήποτε διὰ τὸ ἁπλῶς εἰπεῖν, καὶ “κατὰ μίμησιν τῆς Ἰωάννου ζώνης,” καὶ πάλιν εὐαγγελικῶς δύνασθαι τὸ Πάσχα ἐσθίεσθαι, τάς τε διαφορὰς τῶν μεταλαμβανόντων καὶ τοὺς τρόπους αὐτοῦ τοῦ Πάσχα διδασκαλικῶς ὁ πατὴρ παρῃνίξατο. Τρία γὰρ Πάσχα παραδίδωσιν ὁ Παλαιᾶς Γραφῆς λόγος, ἓν κατὰ τὴν Αἴγυπτον ἐπιτελούμενον, καὶ ἕτερον κατὰ τὴν ἔρημον, καὶ τὸ ἄλλο κατὰ τὴν γῆν τῆς ἐπαγγελίας. Ἡ μὲν οὖν Αἴγυπτος κατὰ μίαν τῶν περὶ αὐτὴν ἐπινοιῶν ἀλληγορουμένη τοῦτον δηλοῖ τὸν κόσμον, ἡ δὲ ἔρημος ὡσαύτως κατὰ μίαν τῶν ἐπ’ αὐτῆς θεωριῶν τὴν μετὰ θάνατον κατάστασιν τῶν ψυχῶν ἀλληγορικῶς ὑποφαίνει, ἡ δὲ γῆ τῆς ἐπαγγελίας τὸν αἰῶνα τὸν μέλλοντα προτυποῖ. Τρεῖς γὰρ τόποι καὶ καταστάσεις εἰσὶν ἐν οἷς οἱ ἄνθρωποι γινόμεθα· οὗτος, ὁ ἐν ᾧ τὸ εἶναι λαμβάνοντες γεννώμεθα κόσμος, καὶ ὁ μετὰ θάνατον ἐν ᾧ ἐντεῦθεν ἀπιόντες γινόμεθα τόπος, καὶ ὁ μέλλων αἰών, ἐν ᾧ μετὰ ψυχῶν συγκλειόμεθα καὶ σωμάτων.

Ἐφ’ ὅσον οὖν χρόνον ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, ἐν Αἰγύπτῳ ἄγομεν τὸ Πάσχα τῶν καθ’ ἁμαρτίαν κηλίδων ἐκκαθαιρόμενοι· ἐπὰν δὲ ταύτην διὰ θανάτου περάσωμεν τὴν ζωήν, ὡς ἐν ἐρήμῳ πάλιν ἄγομεν ἕτερον Πάσχα, τρανοτέρους τοὺς τῶν ὄντων λόγους, χωρὶς συμβόλων καὶ αἰνιγμάτων καὶ τῆς δι’ αἰσθήσεως ποικιλίας, νοητῶς τε καὶ ἀσωμάτως μανθάνοντες· καὶ αὖθις κατὰ τὸν μέλλοντα τῶν θείων ἐπαγγελιῶν αἰῶνα ἑορτάζομεν τὸ Πάσχα, τὸν ἀκρότατον ἀμέσως ἐσθίοντες τῆς Σοφίας Λόγον, πρὸς ὃν μεταποιηθέντες κατὰ χάριν θεούμεθα, τὴν πρὸς ἄλλο Πάσχα διάβασιν καθ’ ὁτιοῦν ἄλλην οὐκ ἔχοντες, πλὴν ὅτι καὶ ἐνταῦθα παροῦσιν ἡμῖν δυνατόν ἐστι πρὸς τὴν ἑκάστου κατάστασιν εἰκονισθῆναι τῶν εἰρημένων τόπων τὴν ἰδιότητα. Ὁ γὰρ ἑκάστου ἡμῶν βίος χαρακτηριστικός ἐστι τοῦ ἐν ᾧ ἐστι τόπου.

Οἷον, εἰ μὲν τὴν πρακτικὴν ἀνδρικῶς μετερχόμεθα φιλοσοφίαν, ἐν Αἰγύπτῳ τὸ Πάσχα καλῶς ἐπιτελοῦμεν, μετὰ τῶν Αἰγυπτίων μὲν ὑπάρχοντες, οὐκ Αἰγύπτιοι δὲ τυγχάνοντες, ὡς ἐν σαρκὶ μὲν ὄντες, οὐ κατὰ σάρκα δὲ στρατευόμενοι.

Εἰ δὲ τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν εὐσεβῶς ἐξασκούμεθα, ὅπλα τῷ Θεῷ δυνατὰ τὰς τῆς ψυχῆς ποιούμενοι δυνάμεις, πρὸς καθαίρεσιν μὲν ὀχυρωμάτων καὶ παντὸς ὑψώματος ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, θεωρίαν δὲ τῶν ἐν τοῖς οὖσι πνευματικῶν λόγων, ὥσπερ γυμνοὶ σώματος καὶ τῆς κατὰ τὴν αἴσθησιν ἀπατηλῆς φαντασίας ἐλεύθεροι, τὴν πρὸς τὰς θείας ἐπαγγελίας γνωστικῶς ποιούμενοι πορείαν, ἐσμὲν ἐν τῇ ἐρήμῳ, τῇ παθῶν, λέγω, καὶ πάσης ὑλικῆς φαντασίας καθαρευούσῃ καταστάσει. Εἰ δὲ τὴν θεολογικὴν μυσταγωγίαν ἀῤῥήτοις νοὸς κινήμασι μορφαζόμεθα, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ τὸ ὑπερβάλλον εἰς ἡμᾶς μέγεθος τῆς τοῦ Θεοῦ σοφίας κατὰ τὸ ἐφικτὸν ἀνθρώποις οὐκ ἀγνοοῦντες, ἐσμὲν ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Τὴν πρακτικὴν οὖν καὶ τὴν φυσικὴν καὶ τὴν θεολογικὴν φιλοσοφίαν οἶμαι διὰ τῆς διαιρέσεως τῶν τριῶν προσώπων τὸν διδάσκαλον παραινίττεσθαι, δι’ ὧν ἀναλόγως ἕκαστος κατὰ τὴν ὑποῦσαν αὐτῷ δύναμιν τὸ νοητὸν ἐσθίει Πάσχα.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Εἰ μέν τις εἶ Ῥαχὴλ ἢ Λεία, ψυχὴ πατριαρχικὴ καὶ μεγάλη, καὶ τὰ εἴδωλα κλέψον ἅπερ ἂν εὕρῃς τοῦ σοῦ πατρός, οὐχ ἵνα φυλάξῃς, ἀλλ’ ἵνα ἀφανίσῃς· εἰ δὲ Ἰσραηλίτης σοφός, πρὸς τὴν γῆν τῆς ἐπαγγελίας μετένεγκαι.

Ῥαχὴλ μέν, ὥς φασιν, “ἀμνὰς” ἢ “ποιμαίνουσα” ἑρμηνεύεται, ἡ δὲ Λεία, “κοπουμένη” ἢ “κόπωσις” ἑρμηνεύεται. Ποιμαίνεται οὖν καὶ ποιμαίνει καὶ ἄγεται καὶ ἄγει ἡ Ῥαχήλ, κατὰ τὴν τῆς προσηγορίας δύναμιν. Ῥαχὴλ οὖν ἐστι πᾶσα ψυχὴ θεωρητική, ἡ τῷ νόμῳ τοῦ Θεοῦ ὡς ἀμνὰς ποιμαινομένη τε καὶ ἀγομένη, καὶ κατὰ τὸν νόμον τοῦ Θεοῦ τοῖς κατὰ πρᾶξιν θεσμοῖς ποιμαίνουσά τε καὶ ἄγουσα αὐτῆς τὰ κινήματα καὶ τὰ διανοήματα, καὶ τὰ πάθη τῆς σαρκὸς τῷ γονίμῳ τῆς ἀρετῆς ὑποτάσσουσα τέως, καὶ οὕτως μετὰ τὴν εἰς γνῶσιν εἴσοδον παντελῶς ἀφανίζουσα.

Λεία δέ ἐστι πᾶσα ψυχὴ πρακτική, τὴν ὑπὲρ ἀρετῆς ἔχουσα κόπωσιν, ἣν μάλιστα πρώτην πᾶς τις τὴν θείαν μετιὼν φιλοσοφίαν γαμικῶς εἰσοικίζεται. “Ἰσραηλίτης” δὲ “σοφός” ἐστι νοῦς θεωρητικὸς τὰ τοῦ αἰῶνος τούτου νοήματα πρὸς τὴν χώραν τῆς γνώσεως μεταβιβάζων κατὰ τὸν μέγαν ἐκεῖνον Ἰακώβ, τὸν πάντα τὰ τοῦ Λάβαν πρὸς τὴν γῆν τῶν πατέρων μετακομίσαντα. Καθάπερ γὰρ ἐκεῖνος ὁ θαυμαστὸς Ἰακὼβ ἱστορικῶς τὰς ῥάβδους λεπίσας καὶ ὑποθεὶς ταῖς ληνοῖς τῶν ὑδάτων πρὸς αὐτὰς ἐγκισσᾷν ἐποίει τὰ πίνοντα πρόβατα, οὕτω καὶ πᾶς ἐν πνεύματι σοφώτατος νοῦς τῆς περικειμένης ὕλης τοὺς τῶν ὄντων θειοτέρους λόγους ἀπογυμνώσας, καὶ τοῖς κατὰ τὴν θεωρίαν τρόποις τῆς γνώσεως ὑποθέμενος, τὴν τῶν ἀσωμάτων κατάστασιν μορφοῦσθαι τούς τε μανθάνοντας πάντας καὶ τὰ τῆς ἑαυτοῦ ψυχῆς ἐκδιδάσκει κινήματα. Πατριάρχης οὖν τῶν μὲν διὰ πρακτικῆς κοπώσεως τὴν ἀρετὴν κατορθούντων ἐστὶν ἡ Λεία, τῶν δὲ διὰ τῆς φυσικῆς θεωρίας τὴν ἀρετὴν λογικῶς μετιόντων ἐστὶν ἡ Ῥαχήλ, ὡς εὐπειθῶς ἀγομένη τῷ νόμῳ τοῦ Θεοῦ καὶ πράως κατ’ αὐτὸν ἄγουσα. Τῶν δὲ κατὰ θεωρίαν πνευματικὴν τὸ ὕψος μεταδιωκόντων τῆς γνώσεως, Ἰακὼβ ὁ πανεύφημος, τῶν μὴ τὰ φαινόμενα καθὼς φαίνονται παντελῶς, ἀλλὰ καθὼς νοοῦνται, θεωμένων τε καὶ γινωσκόντων, καὶ μετὰ τῶν ἐν τούτοις νοημάτων πλουσίως πρὸς τὴν ἄϋλον καὶ ἀσώματον μεταβιβαζομένων γνῶσιν.