Ὥσπερ οὖν ἕκαστος τῶν πεπιστευκότων τῷ Χριστῷ κατὰ τὴν οἰκείαν δύναμιν καὶ τὴν ὑποκειμένην αὐτῷ τῆς ἀρετῆς ἕξιν τε καὶ ποιότητα σταυροῦταί τε καὶ συσταυροῖ ἑαυτῷ τὸν Χριστόν, Χριστῷ δηλονότι πνευματικῶς συσταυρούμενος (ἄλλος γὰρ κατ’ ἄλλον ἀρετῆς τρόπον ἑαυτῷ κατάλληλον ποιεῖται τὴν σταύρωσιν· ὁ μὲν μόνῃ σταυρούμενος τῇ κατ’ ἐνέργειαν ἁμαρτίᾳ, καὶ ταύτην νεκρῶν τῷ φόβῳ τοῦ Θεοῦ προσηλωμένην, ὁ δὲ καὶ αὐτοῖς τοῖς πάθεσι σταυρούμενος καὶ τὰς δυνάμεις τῆς ψυχῆς ἐξιώμενος, ὁ δὲ καὶ αὐταῖς τῶν παθῶν ταῖς φαντασίαις, οὐκ ἐῶν τὰς αἰσθήσεις ἀφέτους, πρὸς ὑποδοχήν τινος τῶν κατὰ ταῦτα μετεωρισμῶν, ὁ δὲ καὶ τοῖς περὶ τὰ πάθη λογισμοῖς καὶ ἐνθυμήμασιν, ὁ δὲ καὶ τῇ κατ’ αἴσθησιν ἀπάτῃ, ἄλλος δὲ καὶ τὴν πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων διὰ τῆς φυσικῆς οἰκειότητος σταυρούμενος ἀποτίθεται σχέσιν, ἄλλος δὲ καὶ πᾶσαν καθολικῶς αἰσθητικὴν τῷ σταυρῷ κατασβέννυσι κίνησιν, πρὸς τὸ μηδὲν ἔχειν ἐν ἑαυτῷ τὸ παράπαν φυσικῶς ἐνεργούμενον, ἄλλος δὲ καὶ αὐτῆς τῆς κατὰ νοῦν ἀποπαύεται παντελῶς ἐνεργείας, καί, ἵνα τὸ μεῖζον εἴπω, ὁ μὲν τῇ πρακτικῇ σταυρούμενος φιλοσοφίᾳ δι’ ἀπαθείας, καὶ πρὸς τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν ὥσπερ ἀπό τινος σαρκὸς τοῦ Χριστοῦ πρὸς τὴν ψυχὴν αὐτοῦ μεταβαίνων, ὁ δὲ καὶ τῇ φυσικῇ θεωρίᾳ νεκρούμενος, διὰ τῆς ἀποβολῆς τῆς κατὰ νοῦν περὶ τὰ ὄντα συμβολικῆς θεωρίας, καὶ πρὸς τὴν ἑνοειδῆ καὶ ἁπλῆν τῆς θεολογικῆς ἐπιστήμης μυσταγωγίαν ὥσπερ ἀπό τινος ψυχῆς τοῦ Χριστοῦ πρὸς τὸν νοῦν αὐτοῦ μετατιθέμενος, ὁ δὲ καὶ ἀπὸ ταύτης εἰς τὴν δι’ ἀποφάσεως παντελοῦς ἄῤῥητον ἀφαιρετικὴν ἀοριστίαν ὥσπερ ἀπό τινος νοὸς τοῦ Χριστοῦ πρὸς τὴν αὐτοῦ θεότητα μυστικῶς ἀναγόμενος· ἕκαστος, ὡς ἔφην, κατὰ τὴν ἑαυτοῦ δύναμιν, καὶ τὴν κατ’ ἀξίαν χορηγουμένην αὐτῷ τοῦ Πνεύματος χάριν τὸν Χριστὸν ἔχων ἀναλόγως ἑαυτῷ τὰς ὑψηλὰς διὰ τῆς πρὸς πάντα νεκρώσεως ἀναβάσεις ποιούμενον), οὕτως καὶ τὸν θεῖον ἀμνὸν ἕκαστος ἡμῶν, ὡς ἐν οἰκίᾳ τινί, τῷ ἰδίῳ τάγματι τῆς κατ’ ἀρετὴν ἁρμοζούσης αὐτῷ καταστάσεως θύει τε τὸν ἀμνὸν καὶ μεταλαμβάνει τῶν αὐτοῦ σαρκῶν, καὶ ἐμφορεῖται τοῦ Ἰησοῦ.