Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Το Πάθος, η Ανάσταση και ο πνευματικός συμβολισμός των αριθμών

Αλληγορική ερμηνεία προσώπων του Πάθους (Κυρηναίος, ληστές, Ιωσήφ, Νικόδημος, Μυροφόρες), της καθόδου στον Άδη και της Αναλήψεως, καθώς και εκτενής θεωρία της σημασίας των αριθμών επτά και δώδεκα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 14 από 15

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ἂν Σίμων ᾖς Κυρηναῖος, τὸν σταυρὸν ἆρον καὶ ἀκολούθησον. Σίμων μὲν “ὑπακοή,” Κυρηναῖος δὲ “ἑτοιμότης,” ὥς φασιν, ἑρμηνεύεται. Πᾶς οὖν ἕτοιμος πρὸς ὑπακοὴν τοῦ Εὐαγγελίου, καὶ προθύμως διὰ νεκρώσεως τῶν ἐπὶ γῆς μελῶν τὴν ὑπὲρ ἀρετῆς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν ὑπερχόμενος κάκωσιν, Σίμων γέγονε Κυρηναῖος, ἑκούσιον μετερχόμενος ἀρετήν, ἐπ’ ὤμων δὲ τὸν σταυρὸν ἔχων καὶ ἀκολουθῶν τῷ Χριστῷ, ἀνεσταλμένην παντελῶς τῆς γῆς τοῦ κατὰ Θεὸν βίου τὴν ἀγωγὴν ἐπιδεικνύμενος.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ἐὰν συσταυρωθῇς ὡς λῃστής, ὡς εὐγνώμων τὸν Θεὸν γνώρισον. Λῃστής ἐστιν εὐγνώμων συσταυρούμενος τῷ Χριστῷ πᾶς ἄνθρωπος ὑπὲρ ἁμαρτιῶν πάσχων κακῶς ὡς ὑπεύθυνος, τῷ ἀνευθύνως δι’ αὐτὸν κακοπαθοῦντι Λόγῳ συγκακοπαθῶν καὶ φέρων μετ’ εὐχαριστίας, καὶ τὸν κατὰ πρόνοιαν τῆς δικαίας κρίσεως Λόγον συνόντα γνωρίζων, καὶ ὁμολογῶν τὴν ὑπὲρ ὧν πάσχει κακῶς αἰτίαν, καὶ αἰτῶν ὥσπερ αὐτῷ τοῦ πάθους ἐκοινώνησεν ἀνεύθυνος ὢν ὁ Λόγος, οὕτω δι’ ἑαυτὸν τὸν Λόγον τῆς οἰκείας εὐπαθείας ἀναξίῳ τυγχάνοντι μεταδοῦναι, καὶ τὴν ἐκ περιστάσεως νέκρωσιν εἰς ἑκούσιον αὐτοῦ ἀρετὴν διὰ τὴν εὐγνωμοσύνην λογίσασθαι, ἡνίκα τῆς προνοίας τὰ σοφὰ τοῦ Λόγου προκαλύμματα πέρας λαβόντα τῆς αὐτοῦ βασιλείας τὸ φῶς φανῇ τὸ ἀπρόσιτον. Οὕτω περιΐσταται αὐτῷ πάσχοντι δι’ ἁμαρτίας ἡ ἐκ περιστάσεως τῶν μελῶν τοῦ σώματος νέκρωσις, δι’ εὐγνώμονος εὐχαριστίας εἰς αὐθαίρετον ἀρετὴν μεταπίπτουσα, καθ’ ἣν τῶν καθ’ ἁμαρτίαν πολλῶν ἀπολυόμενος ὀφλημάτων μετὰ τοῦ Λόγου δικαίως εἴσεισιν εἰς τὴν χώραν τῆς γνώσεως, φημὶ δὲ τὸν παράδεισον, ἐν ᾗ γενόμενος γνώσεται τὴν αἰτίαν τῆς ἐν ᾗ καθείργμεθα νῦν καταδίκης καὶ κακοπαθείας.

Λῃστὴς δὲ ἀγνώμων ἐστὶν ὁ δι’ ἁμαρτίας πάσχων κακῶς ὡς ὑπεύθυνος καὶ μὴ γνωρίζων διὰ φιλαπεχθήμονα γνώμην τὸν ἀνευθύνως ὑπὲρ φιλανθρωπίας αὐτῷ συμπάσχοντα τῆς δικαιοσύνης Λόγον, ἀλλὰ βλασφήμως ἀποπεμπόμενος τὸν ἐπ’ αὐτῷ κατὰ πρόνοιαν δικαίως ὁρισθέντα τῆς κρίσεως λόγον, ὃς ἐπειδὴ μὴ ἐγνώρισε τὸν ἀτίμως αὐτῷ κατὰ βούλησιν συγκαταδικασθέντα Λόγον καὶ ᾐτήσατο χάριν ὧν ἐπλημμέλησεν, ἀφίεται τῆς βασιλείας ἀλλότριος, οὐδεμίαν τοῦ ποτε ταύτης τεύξεσθαι παρὰ τοῦ Λόγου λαβὼν ἐπαγγελίαν.

Ἄλλο εἰς τὸ αὐτὸ θεώρημα Καὶ πάλιν λῃστής ἐστιν εὐγνώμων ὁ κἂν ἐπ’ αὐτὸ τὸ πέρας τῆς παρούσης αὐτῷ γενόμενος ζωῆς ἐλθὼν εἰς συναίσθησιν τῶν πλημμεληθέντων αὐτῷ, καὶ γνωρίζων μετὰ συνέσεως τὸν ἐπ’ αὐτῷ δικαίως ὡρισμένον ἐνταῦθα τῆς θείας κρίσεως συντελούμενον αὐτῷ λόγον, καὶ αἰτῶν συγγνώμην εἰλικρινῶς ἐκ βάθους ψυχῆς ὧν ἥμαρτεν. Ἀγνώμων δὲ λῃστής ἐστιν ὁ κατ’ αὐτὸ τὸ πέρας τῆς παρούσης αὐτῷ ζωῆς γενόμενος καὶ τὸν κατὰ ψῆφον δικαίαν τοῦ Θεοῦ τεθέντα σοφῶς τοῦ μερισμοῦ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος νόμον τε καὶ ὅρον ὡς μὴ καλῶς δοθέντα διὰ φιλοζωΐαν μεμφόμενος.

Ἄλλο εἰς τὸ αὐτὸ θεώρημα Καὶ πάλιν ἐπειδήπερ ἕκαστος ἡμῶν διπλοῦς ἐστι τὴν φύσιν, ἐκ ψυχῆς καὶ σώματος συνεστώς, λῃστής ἐστιν ὁ καθ’ ἑκάτερον, τῶν ἐξ ὧν συνέστηκε κατὰ τὴν θατέρου φύσιν νόμον, ὑπὲρ ἀρετῆς τῷ Λόγῳ μυστικῶς συσταυρούμενος, καὶ τὸν μὲν τῆς σαρκὸς νόμον, ὥσπερ ἀγνώμονα λῃστήν, τῷ λόγῳ τῆς ἀρετῆς ἀντιπίπτοντα, τὸν δὲ τοῦ πνεύματος νόμον ὥσπερ λῃστὴν ἔχων εὐγνώμονα, καὶ τὸν Σωτῆρα Λόγον διὰ τῶν κατὰ τὴν πρακτικὴν τρόπων, κἂν ἐπίπονοι ὦσιν, ἀποδεχόμενον, ᾧ συνεισέρχεται γεγηθὼς εἰς τὸν τῆς εὐωχίας τόπον τὸν πάσης κατάκομον γνώσεως, τοῦ κατὰ σάρκα φρονήματος παντελῶς ἀπηλλαγμένος.

Ἄλλο εἰς τὸ αὐτὸ θεώρημα Καὶ αὖθις λῃστής ἐστιν εὐγνώμων ὁ καταξιωθεὶς συσταυρωθῆναι Χριστῷ διὰ παντελοῦς καὶ ὁλοκλήρου τῶν παθῶν νεκρώσεως, καὶ δεξιῶς αὐτῷ συσταυρούμενος, τουτέστι μετὰ λόγου καὶ γνώσεως πᾶσαν διεξιὼν ἀρετήν, καὶ ἀπρόσκοπον πᾶσιν ἀνθρώποις τὸν βίον διατηρῶν, καὶ μηδεμίαν ἔχων τὸ παράπαν τῆς τοῦ Λόγου πραότητος ἀπᾴδουσαν δι’ αὐστηρότητα κίνησιν. Ἀγνώμων δὲ λῃστής ἐστιν ὁ δόξης ἕνεκεν ἢ λημμάτων ἁδροτέρων τοῖς φαινομένοις τρόποις ὑπούλως τὸν κατ’ ἀρετὴν βίον ὑποκρινόμενος, καὶ ἕνα καὶ μόνον πρὸς τοὺς ἔξω τὸν κόλακα λόγον ἀντὶ πάσης ἀρετῆς τε καὶ γνώσεως μετερχόμενος, πρὸς δὲ τοὺς συνήθεις σκολιός τις τὴν γνώμην παντάπασιν ὢν καὶ δυσάντητος, ὃν δεῖ μάλα γε τὴν ὁδὸν τοῦ Θεοῦ βλασφημοῦντα μετὰ συνέσεως ἐπιστομίζειν.

Ἴσως γὰρ παύσεται τοῦ διαβάλλειν διὰ τῆς οἰκείας ἀναστροφῆς τὸν Λόγον τῇ παραινέσει τοῦ ἐπιπλήσσοντος, ὥσπερ ἐπὶ τοῦ σταυροῦ πέπονθεν ὁ τὴν βλασφημίαν ἀδεῶς προσενέγκας λῃστής. Τὸ γὰρ μὴ ἀντιφθέγξασθαι τῷ ἐπιπλήξαντι σημεῖον ἔχει τῆς τοῦ ῥηθέντος ἀποδοχῆς λόγου τὴν σιωπήν.

Καθ’ ἥντινα γοῦν τῶν εἰρημένων θεωρίαν τῷ Χριστῷ συσταυρούμεθα σπουδάσωμεν, ὥς ἐσμεν ἐνταῦθα, τὸν συσταυρούμενον ἡμῖν ἱλεώσασθαι Λόγον, καὶ τὴν ἀψευδῆ δέξασθαι κατὰ συνείδησιν καθαρθεῖσαν τῶν πλησσόντων αὐτὴν νοημάτων τῆς ἀναπαύσεως ἐπαγγελίαν, εἴπερ ἡ “σήμερον” τὴν ἐνεστῶσαν τούτου τοῦ αἰῶνος ἡμέραν ἐνδείκνυται (σήμερον γάρ, φησίν, ἔσῃ μετ’ ἐμοῦ ἐν τῷ παραδείσῳ), ἡ δὲ “αὔριον” τὴν τοῦ μέλλοντος, καθ’ ἣν οὐδεμίαν μὲν ἄφεσιν ἁμαρτημάτων ἐκδέχεσθαι χρή, μόνην δὲ τῆς ἑκάστῳ πρεπούσης κατ’ ἀξίαν ἀμοιβῆς τῶν βεβιωμένων ἀντίδοσιν.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Κἂν Ἰωσὴφ ᾖς ὁ ἀπὸ Ἀριμαθαίας, αἴτησαι τὸ σῶμα παρὰ τοῦ σταυροῦντος. Τὸ “σῶμα” τοῦ Χριστοῦ ἐστιν ἢ ἡ ψυχή, ἢ αἱ ταύτης δυνάμεις, ἢ αἱ αἰσθήσεις, ἢ τὸ σῶμα τοῦ καθ’ ἕκαστον, ἢ τὰ μέλη τοῦ σώματος, ἢ αἱ ἐντολαί, ἢ αἱ ἀρεταί, ἢ οἱ λόγοι τῶν γεγονότων, ἢ ἁπλῶς εἰπεῖν ἀληθέστερον, ἰδίᾳ τε καὶ κοινῇ, ταῦτα πάντα καὶ τούτων ἕκαστόν ἐστι τὸ σῶμα τοῦ Χριστοῦ. Σταυροῖ δὲ τοῦτο, ἤγουν ταῦτα πάντα, ὁ διάβολος, ἐν τῷ παραδεξαμένῳ τούτων τὴν σταύρωσιν, οὐκ ἐῶν αὐτὰ κατὰ φύσιν ἐνεργεῖσθαι. Ἰωσὴφ δὲ ἑρμηνεύεται κατὰ τὴν Ἑβραίων φωνήν, “πρόσθεσις”· Ἀριμαθία δέ, “ἆρον ἐκεῖνο.”

Πᾶς οὖν ἄνθρωπος προσθήκην πίστεως ἔχων καὶ γνώσεως καὶ τοῖς κατ’ ἀρετὴν ηὐξημένος τρόποις, καὶ πᾶσαν ἀπάτην τῶν ὑλικῶν ἑαυτοῦ περιελόμενος, οὗτος Ἰωσήφ ἐστι πνευματικός, δυνάμενος τὸ σῶμα λαβεῖν τοῦ Χριστοῦ καὶ καλῶς ἐνταφιάσαι καὶ ἐνθεῖναι τῇ ἐκ πίστεως λελατομημένῃ καρδίᾳ, τό τε σῶμα τὸ ἑαυτοῦ ὡς Χριστοῦ σῶμα διὰ τὴν χάριν, καὶ τὰ σώματος μέλη ὅπλα δικαιοσύνης τῷ Θεῷ εἰς ἁγιασμὸν ποιούμενος, τὰς δὲ αἰσθήσεις τοῦ σώματος ὑπουργοὺς εἶναι τῇ ψυχῇ κατὰ τὸν ἔμφυτον λόγον πρὸς τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν παρασκευάζων, αὐτὴν δὲ τὴν ψυχὴν ἰσονομεῖν ταῖς δυνάμεσι ποιῶν πρὸς τὴν τῶν ἀρετῶν ἐκπλήρωσιν, καὶ ἔτι τὴν ψυχήν τε καὶ τὰς αὐτῆς δυνάμεις δουλώσας ταῖς ἐντολαῖς τοῦ Θεοῦ, αὐτὰς δὲ τὰς ἐντολὰς φυσικὰς τῆς ψυχῆς ἀποδεικνὺς ἐνεργείας, καὶ διὰ τῆς κατ’ ἀρετὴν ἀμεταθέτου καὶ παγίας ἕξεως εἰς κατανόησιν αὖ καὶ ὑποδοχὴν τῶν ἐγκεκρυμμένων ταῖς ἐντολαῖς θειοτέρων λόγων διεγειρόμενος, καὶ ὥσπερ σινδόνι τινὶ τοῖς περὶ τὸν αἰῶνα τοῦτον πνευματικοῖς λόγοις περιβάλλειν τὸν πρῶτον, ἐξ οὗ καὶ δι’ οὗ καὶ εἰς ὃν τὰ πάντα, Λόγον. Ὁ ταύτην οὕτω τηρήσας τὴν εὔκοσμον εὐταξίαν, Ἰωσήφ ἐστι, τὸ μυστικὸν σῶμα τοῦ Χριστοῦ μυστικῶς ἐνταφιάζων.

Ἄλλο εἰς τὸ αὐτὸ θεώρημα Καὶ ἔτι συντόμως εἰπεῖν, ὁ πράξει καὶ θεωρίᾳ τοὺς περὶ τοῦ σταυροῦ τοῖς ἀκούουσι θαυμαστῶς λόγους ἀποδιδούς, οὗτος Ἰωσὴφ μὲν γέγονεν ἄλλος διὰ τῆς προσθήκης τῶν κατὰ τὴν θεωρίαν ἀγαθῶν εἰς γνῶσιν ἐπαυξήσας πνευματικήν, “Ἀριμαθαῖος” δὲ διὰ τῆς γνησίας τῶν ἀρετῶν οἰκειότητος κατὰ τὴν πρᾶξιν πᾶσαν τῶν ὑλικῶν ἑαυτοῦ περιτεμὼν τὴν προσπάθειαν.

Ἄλλο θεώρημα εἰς τὸ αὐτό Σταυροῦσι δὲ πάλιν τὸν Χριστὸν οἱ βλασφήμως τοὺς περὶ τῆς ἐνσωματώσεως τοῦ Θεοῦ διδάσκοντες λόγους, ἐνταφιάζει δὲ πάλιν ὁ τοὺς περὶ τῆς σαρκώσεως τοῦ Θεοῦ λόγους μετὰ παῤῤησίας πᾶσιν εὐσεβῶς ἀνακηρύττων.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Κἂν Νικόδημος ᾖς ὁ νυκτερινὸς θεοσεβής, μύροις αὐτὸν ἐνταφίασον. Νικόδημός ἐστιν, νυκτερινὸς θεοσεβὴς καὶ μύροις τὸ σῶμα τοῦ Χριστοῦ ἐνταφιάζων, ὁ κατὰ διάνοιαν μὲν ἐῤῥωμένος εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ, τὴν δὲ τῆς πράξεως τῶν ἐντολῶν φιλοτιμίαν, ὡς δειλός, διὰ τὸν φόβον τῶν Ἰουδαίων (λέγω δὲ τῶν παθῶν ἢ τῶν δαιμόνων τὰς προσβολάς) φειδοῖ τῆς σαρκὸς παραιτούμενος, ᾧ μέγα πρὸς ἀποδοχὴν κἂν τὸ καλὰ φρονεῖν περὶ Χριστοῦ καὶ μὴ βλασφήμους προΐεσθαι λόγους.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Κἂν Μαρία τις ᾖς, κἂν ἡ ἄλλη Μαρία, κἂν Σαλώμη, κἂν Ἰωάννα, δάκρυσον ὀρθρία. Ἴδε πρώτη τὸν λίθον ἠρμένον, τυχὸν δὲ καὶ τοὺς ἀγγέλους καὶ Ἰησοῦν αὐτόν. Μαρία ἡ πρώτη, ἐξ ἧς ἐκβέβληκεν ὁ Λόγος ἑπτὰ δαιμόνια, ἐστὶ πᾶσα ψυχὴ πρακτική, διὰ τοῦ λόγου τῶν εὐαγγελικῶν ἐντολῶν τῆς περὶ τὸν αἰῶνα τοῦτον καθαρθεῖσα πτοήσεως. Ἑβδοματικὸς γὰρ οὗτος ὁ αἰών, τῇ εἰς ἑαυτὸν τοῦ χρόνου περιελίξει πληρούμενος, οὗτινος ἐλευθεροῖ τοὺς ἑαυτοῦ θιασώτας ὁ Λόγος, πάντων αὐτοὺς ὑπεράνω τιθεὶς τῶν ὑπὸ χρόνον. Ἡ δὲ ἄλλη Μαρία ἐστὶ πᾶσα ψυχὴ θεωρητική, διὰ γνώσεως ἀληθοῦς τὴν πρὸς τὸν Λόγον κατὰ χάριν κτησαμένη συγγένειαν.

Σαλώμη δέ ἐστιν, ἥτις ἑρμηνεύεται “εἰρήνη” ἢ “πληρεστάτη,” πᾶσα ψυχὴ διὰ μὲν τῆς ἀποβολῆς τῶν παθῶν εἰρηνεύουσα, καὶ τῇ περιουσίᾳ τῶν πρακτικῶν ἀρετῶν τὸ φρόνημα τῆς σαρκὸς καθυποτάξασα τῷ νόμῳ τοῦ Πνεύματος, διὰ δὲ τῆς πληρώσεως τῶν κατὰ θεωρίαν πνευματικῶν νοημάτων τὴν τῶν ὄντων γνῶσιν κατὰ τὸ δυνατὸν σοφῶς περιλαβοῦσα. Ἰωάννα δέ ἐστιν, ἥτις ἑρμηνεύεται “περιστερά,” τὸ πρᾶον ζῶον καὶ ἄχολον καὶ πολύγονον, πᾶσα ψυχὴ διὰ πραότητος τὸ ἐμπαθὲς ἀποθεμένη, καὶ τὴν ἐν γνώσει πολυγονίαν τοῦ πνεύματος διάπυρον ἔχουσα. Αὗται δὲ δακρύουσιν ὄρθριαι, τουτέστι δάκρυα προχέουσι γνωστικά, ζητοῦσαι τὸν πάσης ἀρετῆς τε καὶ γνώσεως ἀρχικώτατον Λόγον. Καὶ πρῶτον ὁρῶσι τὸν λίθον ἐκ τῆς θύρας ἠρμένον τοῦ μνημείου, τουτέστι τὴν ἐπικειμένην τῇ καρδίᾳ τῆς ἀσαφείας τοῦ Λόγου πώρωσιν· εἶτα τοὺς ἀγγέλους, τουτέστι τοὺς ἐν πνεύματι τῶν ὄντων φυσικοὺς λόγους, σιωπῇ κηρύττοντας τὸν παναίτιον Λόγον.

Ἄλλο θεώρημα εἰς τοὺς ἀγγέλους Ἢ τοὺς λόγους τῆς ἁγίας Γραφῆς, τὴν περὶ τοῦ Χριστοῦ ὡς Θεοῦ καὶ ἀνθρώπου, ἤγουν τὴν περὶ θεολογίας καὶ οἰκονομίας, τρανοτέραν αὐταῖς παρεχομένους ἔννοιαν. Ἕνα γὰρ φησὶν ὁ λόγος αὐτὰς ἑωρακέναι πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσί. “Πρὸς τῇ κεφαλῇ” γὰρ εἶναι τὸν τῆς θεολογίας λόγον διὰ τὴν θεότητα τοῦ Χριστοῦ, “πρὸς δὲ τοῖς ποσὶ” τὸν τῆς οἰκονομίας διὰ τὴν σάρκωσιν, καὶ Χριστοῦ μὲν “κεφαλὴν” τὴν θεότητα αὐτοῦ, “πόδας” δὲ τὴν ἀνθρωπότητα αὐτοῦ λέγων τις τοῦ εἰκότος οὐχ ἁμαρτήσεται.

Ἄλλο θεώρημα εἰς τοὺς αὐτούς Ἢ τυχὸν τὰς κατὰ συνείδησιν περὶ τὸν λόγον τῆς εὐσεβείας κινήσεις εἶναι τοὺς ἀγγέλους, διὰ τὴν παντελῆ τῆς κακίας τε καὶ ἀγνωσίας ἀποβολήν, κηρύττουσας αὐταῖς νοητῶς τοῦ ποτὲ διὰ κακίαν ἐν αὐταῖς νεκρωθέντος Λόγου τὴν ἀνάστασιν. Καὶ τέλος αὐτὸν ὁρῶσι τὸν Λόγον διαῤῥήδην αὐταῖς ἐμφανιζόμενον, συμβόλων δίχα καὶ τύπων, καὶ πληροῦντα χαρᾶς νοητῆς τὰς νοερὰς αὐτῶν χωρήσεις.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Γενοῦ Πέτρος ἢ Ἰωάννης· ἐπὶ τὸν τάφον ἐπείχθητι, ἀντιτρέχων, συντρέχων, τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενος. Πέτρος μέν ἐστι πᾶς ἄνθρωπος τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως κατὰ τὴν ἀναστροφὴν τοῦ βίου κτησάμενος·

Ἰωάννης δὲ ὁ διὰ πραότητα πολλὴν καὶ τὴν ἐκ ταύτης ἀκραιφνῆ καθαρότητα τῆς καρδίας ἀγαπώμενος τῷ Λόγῳ, καὶ διὰ τοῦτο τοὺς τῆς σοφίας καὶ τῆς γνώσεως θησαυροὺς πιστευόμενος, καὶ τῇ ἐπὶ τὸ στῆθος ἀναπτώσει ἐξ αὐτῆς τοῦ Λόγου τῆς κρυφίας θεότητος τὴν τῆς θεολογίας κομισάμενος δύναμιν. “Ἀντιτρέχουσι” δὲ ἀλλήλοις οὗτοι, ὁ μὲν κατὰ τὴν ἐνάρετον πρᾶξιν τὴν τοῦ ἑτέρου θεωρίαν νικῆσαι φιλονεικῶν, ὁ δὲ κατὰ τὴν γνωστικὴν θεωρίαν τὴν πρᾶξιν τοῦ ἄλλου παραδραμεῖν ἐπειγόμενος. “Συντρέχουσι” δὲ κατὰ τὴν πρόθεσιν ἀλλήλοις, ἑκάτερος κατὰ τὸ ἴσον περὶ τὸ οἰκεῖον ἀγαθὸν εὐοδούμενος.

Ἄλλο θεώρημα εἰς τοὺς αὐτούς Πέτρος πάλιν δέ ἐστι καὶ Ἰωάννης ἕκαστος ἄνθρωπος Θεῷ πλησιάζειν ἠξιωμένος, καὶ τὸ μὲν πρακτικὸν τῆς ψυχῆς, οἷόν τινα Πέτρον, τὸ δὲ θεωρητικόν, οἷόν τινα Ἰωάννην, ἀλλήλοις κατὰ τὸν λόγον ἔχων συντρέχοντα, δίχα τῆς θατέρου πρὸς τὸ ἕτερον ὑπερβολῆς καὶ ἐλλείψεως· καὶ πάλιν ἀλλήλοις κατὰ τὴν πρόθεσιν ἀντιτρέχοντα τῷ περὶ ἑκάτερον ἄκρῳ παραδραμεῖσθαι θάτερον ὑπὸ θατέρου νομίζεται.

Ἐκ τοῦ αὐτοῦ, εἰς τό· Κἂν ὡς Θωμᾶς ἀπολειφθῇς τῶν μαθητῶν οἷς Χριστὸς ἐμφανίζεται, ὅταν ἴδῃς, μὴ ἀπιστήσῃς. Κἂν ἀπιστήσῃς, τοῖς λέγουσι πίστευσον. Εἰ δὲ μὴ τούτοις, τοῖς τύποις τῶν ἥλων πιστώθητι. Θωμᾶς ἑρμηνεύεται δίδυμος, ὅ ἐστι “δισταγμὸς” ἢ “διστάζων τοῖς λογισμοῖς,” καὶ διὰ τοῦτο χωρὶς τῆς τῶν τύπων τῶν ἥλων ψηλαφήσεως μὴ πιστεύων γεγονέναι τοῦ Λόγου τὴν ἀνάστασιν. Θωμᾶς οὖν ἐστι πᾶς διστακτικὸς ἄνθρωπος τὴν τοῦ ἐν αὐτῷ λόγου τῆς ἀρετῆς καὶ τῆς γνώσεως γίνεσθαι δυσκόλως πιστεύων ἀνάστασιν, ὅντινα μόνον αἱ μνῆμαι τῶν προγεγενημένων ἁμαρτημάτων, ἀπαθῶς τυπούμεναι κατὰ διάνοιαν, πείθουσι τοῦ ἐν αὐτῷ θείου Λόγου δέξασθαι τὴν ἀνάστασιν καὶ ὁμολογῆσαι αὐτὸν Κύριον καὶ Θεόν· Κύριον μὲν ὡς τῆς κατὰ πρᾶξιν τελειότητος νομοθέτην, Θεὸν δὲ ὡς τῆς κατὰ τὴν θεωρίαν παντελοῦς μυσταγωγίας ὑφηγητήν. Ἀπαθὴς δὲ μνήμη ἐστὶ τῶν προγεγενημένων τύπωσις ἡ χωρὶς ἡδονῆς καὶ λύπης περὶ πρᾶξιν καὶ λόγον ἐγγινομένη τῇ ψυχῇ περὶ τῶν ἰδίων ἔργων ἢ νοημάτων διάγνωσις, τύπους, ἀλλ’ οὐ τρήσεις ἔχουσα τῶν τραυμάτων διὰ τὴν ἐγγενομένην ἀπάθειαν συνουλωθέντων.

Ἄλλο θεώρημα εἰς τὸ αὐτό Ἢ πάλιν “ἧλοι” τυγχάνουσιν οἱ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τρόποι τῶν ἀρετῶν, προσηλωμένην μετὰ πόνου τῷ θείῳ φόβῳ κρατοῦντες τῆς ψυχῆς τὴν διάθεσιν, οὓς οἱ ἀπαθεῖς καὶ ἁπλοῖ καὶ ἄῤῥητοι τῆς γνώσεως διαδεξάμενοι λόγοι διαπρύσιον βοῶσι τὴν κατὰ τὴν θέωσιν τῆς ψυχῆς γενομένην αὐτῇ τοῦ θείου Λόγου ἀνάστασιν, πιστῶς μαρτυροῦσαν προδεικνύντες τῆς θεοειδοῦς ἕξεως τὴν ἀπάθειαν· ἣν ὁ μὴ παθὼν οὐδ’ ἄλλῳ ποτὲ ἀφηγουμένῳ περὶ αὐτῆς πιστεύσειεν, ὥσπερ οὐδὲ Θωμᾶς ταύτην παθοῦσι τὴν ἀνάστασιν τοῖς ἀποστόλοις πρὸ τῆς διὰ τοῦ παθεῖν πείρας ἐπίστευσε λέγουσιν.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ἂν εἰς ᾅδου κατίῃ, συγκάτελθε. Γνῶθι καὶ τὰ ἐκεῖ τοῦ Θεοῦ μυστήρια, τίς ὁ λόγος τῆς διπλῆς καταβάσεως. Ὁ πνευματικὸς ἄνθρωπος πανταχοῦ γινώσκων ἀχράντως ὑπάρχειν τὸν τοῦ Θεοῦ Λόγον ἕπεται διὰ θεωρίας αὐτῷ, τῆς ἐπὶ πάντα προνοίας μετὰ συνέσεως τὴν ἐπιστήμην δρεπόμενος. Οὕτω καὶ εἰς ᾅδου κατερχομένῳ τῷ Λόγῳ συγκάτεισιν, οὐκ ἐπὶ κακῷ δῆλον, ἀλλ’ ἐπὶ τῷ ἐρευνῆσαι καὶ μαθεῖν τὸ μυστήριον τῆς εἰς τὸν ᾅδην τοῦ Θεοῦ καταβάσεως, καὶ τῶν ἐκεῖσε γινομένων τε καὶ ἐπιτελουμένων τὸν ὑπερφυᾶ διδαχθῆναι λόγον.

Ἄλλο θεώρημα εἰς τὸ αὐτό Ἢ πάλιν, ἐπειδὴ “ᾅδης” ἐστὶ πᾶσα ἁμαρτία, ζοφερὰν καὶ ἀειδῆ καὶ διεφθαρμένην τὴν ὑπ’ αὐτῆς κρατουμένην ἀπεργαζομένη ψυχήν, ὁ περὶ παθῶν διαλεγόμενος εἰς ᾅδην κατιόντι τῷ λόγῳ τῆς διδασκαλίας συγκάτεισι, τὴν ὑφ’ ἑκάστης κακίας νεκρωθεῖσαν ἀρετὴν διὰ τοῦ λόγου ζωοποιῶν καὶ εἰς ἀνάστασιν ἄγων, καὶ τὰ δεσμὰ τῆς ὑλικῆς προσπαθείας τῶν ψυχῶν ἀνδρικῶς τῷ Λόγῳ συνδιαῤῥήσσων.

Λόγος δὲ τῆς διπλῆς καταβάσεως κατὰ τὸν πρόχειρον νοῦν ἐστι, πρὸς μὲν τὴν πρώτην ἐπιβολήν, τὸ καὶ μετὰ σωμάτων ψυχὰς σώζειν διὰ πίστεως καὶ ἀγωγῆς βίου καθαρᾶς, ἐπὶ τῆς γῆς, καὶ χωρὶς σωμάτων εἰς τὸν ᾅδην κατελθόντα τὸν Λόγον τὰς ἐκεῖσε τῶν προτετελευτηκότων ψυχὰς διὰ μόνης περιποιεῖσθαι τῆς πίστεως δύνασθαι· πρὸς δὲ τὴν δευτέραν ἐπιβολήν, τὸ καὶ τὴν ἕξιν τῆς κακίας καὶ τὴν ἐνέργειαν ὑπὸ τοῦ Λόγου δέχεσθαι τὴν πρὸς ἀρετὴν καὶ γνῶσιν ἐπάνοδον.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Κἂν εἰς οὐρανοὺς ἀνίῃ, συνάνελθε. Γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων ἢ τῶν δεχομένων· ἀρθῆναι ταῖς πύλαις διακέλευσαι. Ὁ διὰ πολλὴν περιουσίαν γνώσεως καὶ τὴν τοῦ Πνεύματος τοῦ ἁγίου πλουσίαν μετοχὴν τὸν περὶ προνοίας ἀρκούντως κατὰ τὸ δυνατὸν περαιώσας λόγον, καὶ τὴν κατ’ αὐτὸν ἐπιστήμην περιλαβὼν εἰς οὐρανοὺς ἀπὸ γῆς ἀνιόντι τῷ Λόγῳ συνάνεισι, τὴν πάντων τῶν προνοουμένων φύσιν, ὁρατῶν τε καὶ ἀοράτων, μετὰ τῶν κατ’ αὐτὴν λόγων γνωστικῶς διαπεράσας, καὶ εἰς τὴν οὐδ’ ὅλως τὴν οἱανοῦν φορὰν ἢ κίνησιν ἔχουσαν (πρὸς ἣν ἠπείγετο μάλιστα διὰ παντὸς λόγου τε καὶ τρόπου) λῆξιν ἀναληφθείς, ἀπὸ τῶν παραπεμπόντων, ὥσπερ ἀγγέλων τινῶν, τῶν ἐν τοῖς οὖσι τῆς προνοίας λόγων ἐπὶ τὴν τῶν ὑποδεχομένων ἀῤῥήτων τῆς θεολογίας λόγων τε καὶ μυστηρίων χώραν ἀναγόμενος, καὶ ταῖς κατὰ μέρος ἀναβάσεσιν ὑψηλοτέρας ποιῶν πρὸς ὑποδοχὴν τοῦ “θεαρχικωτάτου Λόγου τὰς νοερὰς τῆς ψυχῆς πύλας.”

Ἄλλο θεώρημα εἰς τὸ αὐτό Καὶ ἑτέρως δὲ πάλιν ἀνιόντι τῷ Λόγῳ συνάνεισιν ὁ ἀπὸ τῶν κατ’ ἀρετὴν τρόπων τῆς πρακτικῆς φιλοσοφίας, ὥσπερ ἀπό τινος γῆς, εἴς τινας οὐρανοὺς τοὺς κατὰ θεωρίαν πνευματικοὺς τῆς γνώσεως τῷ ἀνατατικῶς ἕλκοντι θείῳ συνυψούμενος Λόγῳ.

Ἄλλο θεώρημα εἰς τὸ αὐτό Καὶ μυστικώτερον ἔτι περὶ τούτων εἰπεῖν, ὁ δυνάμενος ἀπὸ τῆς κατὰ τὴν οἰκονομίαν γνώσεως, ἀφ’ ἧς ὁ τῆς σαρκὸς τοῦ Λόγου κόσμος γέγονε παρὰ τῷ Πατρί, εἰς τὴν τῆς πρὸ τοῦ τὸν κόσμον τῆς τοῦ Λόγου σαρκὸς εἶναι παρὰ τῷ Πατρὶ δόξης ἔννοιαν ἀναχθῆναι, κατ’ ἀλήθειαν οὗτος συνανῆλθεν εἰς οὐρανοὺς τῷ δι’ αὐτὸν ἐπὶ γῆς κατελθόντι Θεῷ καὶ Λόγῳ, πληρώσας τῆς ἀνθρώποις χωρητῆς κατὰ τὸν αἰῶνα τοῦτον γνώσεως τὸ μέτρον, καὶ γενόμενος τοσοῦτον Θεὸς ὅσον ἐκεῖνος ἄνθρωπος, τῷ ὑψωθῆναι τοσοῦτον ταῖς θείαις ἀναβάσεσι διὰ τὸν Θεόν, ὅσον διὰ τὸν ἄνθρωπον ὁ Θεὸς πρὸς τὸ ἔσχατον τῆς ἡμετέρας φύσεως ἑαυτὸν ἀτρέπτως κενώσας κατελήλυθεν.

Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὴν Καινὴν Κυριακὴν λόγου, εἰς τό· Ἐγκαινίζεται δὲ ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ λίαν πολυτελῶς, ἣν Θεὸς παρέδειξε καὶ Βεσελεὴλ ἐτελείωσε καὶ Μωϋσῆς ἐπήξατο. Πολύτροπον ὄντα τὸν κατὰ τὴν σκηνὴν ἀναγωγικὸν τῆς θεωρίας λόγον ἐπὶ τοῦ παρόντος, ὡς ἔλαβεν αὐτὸν ὁ διδάσκαλος καὶ ἡμεῖς θεωρήσωμεν αὐτόν. Σκηνὴ τοιγαροῦν τοῦ μαρτυρίου ἡ μυστηριώδης ἐστὶν οἰκονομία τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως, ἣν ὁ Θεὸς καὶ Πατὴρ εὐδοκήσας “παρέδειξε,” καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ σοφοῦ Βεσελεὴλ προτυπούμενον συνεργῆσαν “ἐτελείωσε,” καὶ ὁ νοητὸς Μωϋσῆς ὁ τοῦ Θεοῦ καὶ Πατρὸς μονογενὴς Υἱὸς αὐτούργησε, τὴν ἀνθρωπίνην φύσιν ἐν ἑαυτῷ “πηξάμενος” ἑνώσει τῇ καθ’ ὑπόστασιν.

Ἄλλο εἰς τὸ αὐτὸ θεώρημα Πλὴν ὅτι καὶ τῆς ὅλης κτίσεως, νοητῆς τε καὶ αἰσθητῆς, ἐστὶν εἰκὼν ἡ σκηνή, ἣν ὁ Θεὸς καὶ Πατήρ, οἷα Νοῦς, ἐνενόησε, καὶ ὁ Υἱός, οἷα Λόγος, ἐδημιούργησε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐτελείωσε. Καὶ αὖθις τῆς αἰσθητῆς μόνης φύσεως, καὶ μόνου τοῦ ἀνθρώπου τοῦ ἐκ ψυχῆς ὄντος καὶ σώματος, καὶ μόνης αὖ τῆς ψυχῆς καθ’ ἑαυτὴν τῷ λόγῳ θεωρουμένης ἐστὶν εἰκὼν ἡ σκηνὴ κατὰ τὸν ἑκάστῳ πρέποντα δηλαδὴ θεωρουμένη λόγον.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ἐγκαινίζεται δὲ ἡ βασιλεία Δαβίδ, καὶ οὐχ ἅπαξ, ἀλλὰ χριομένου τὸ πρότερον, καὶ ἀναγορευομένου τὸ δεύτερον. Ὁμοίως καὶ τὸν μέγαν Δαβὶδ τὸν προφήτην καὶ βασιλέα, πολύσημον ἔχοντα τὸν ἐπ’ αὐτῷ τῆς ἀναγωγῆς λόγον, καθ’ ὃν ἐπὶ τοῦ παρόντος αὐτὸν ὁ διδάσκαλος ἐθεώρησε, καὶ ἡμεῖς ἐκδεξώμεθα. “Δαβὶδ” τοίνυν ἐστὶ νοητὸς ὁ ἀληθινὸς βασιλεὺς τοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεὸν Ἰησοῦς Χριστός, κατὰ μὲν τὴν πρώτην αὐτοῦ παρουσίαν, τῇ ἐπινοίᾳ τῆς ἀνθρωπότητος χριόμενος, ὥσπερ ἀλλαχοῦ φησιν ὁ διδάσκαλος, “χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, καὶ ποιήσας ὅπερ τὸ χρίσαν”· κατὰ δὲ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἐπιφάνειαν, ὡς Θεὸς καὶ Κύριος καὶ πάσης κτίσεως βασιλεὺς καὶ ὑπάρχων καὶ ἀναγορευόμενος.

Εἰς τὸν παρόντα λόγον τινὲς ἀποροῦσι φάσκοντες, “Τί δήποτε, φήσας ὁ διδάσκαλος ‘ὑπερβαίνειν τὴν ἀναστάσιμον ἡμέραν πάσας τὰς ἐπὶ γῆς ἑορτάς, οὐ τὰς ἀνθρωπικὰς μόνον καὶ χαμαὶ ἐρχομένας, ἀλλ’ ἤδη καὶ τὰς αὐτοῦ τοῦ Χριστοῦ καὶ ἐπ’ αὐτῷ τελουμένας,’ ὥσπερ ἐπιλαθόμενος τῆς ἰδίας ἀποφάσεως, τὴν τῶν ἐγκαινίων ἡμέραν ταύτης ὑπερτίθησιν εἰπών, ‘Ὑψηλῶς ὑψηλοτέρα, καὶ θαυμασίας θαυμασιοτέρα,’ ὡς ἐκ τούτου νομισθῆναι ἑαυτῷ περιπίπτειν τὸν διδάσκαλον;” Πρὸς ταῦτα λεκτέον, ὡς αὐτὸς ὁ διδάσκαλος ἐν τῷ αὐτῷ λόγῳ μετά τινά φησιν· “Οὐ βούλεταί σε ὁ λόγος ποτὲ ἐν τῷ αὐτῷ μένειν, ἀλλ’ ἀεὶ κινητὸν εἶναι, εὐκίνητον, πάντως νεόκτιστον.” Ὥσπερ οὖν τὸν ἐγκαινιζόμενον ὑψηλότερον ἑαυτοῦ γίνεσθαι καὶ θεοειδέστερον ταῖς εἰς ἀρετὴν προκοπαῖς φαιδρυνόμενον γινώσκομεν, οὕτω δὴ καὶ πᾶσαν δι’ ἡμᾶς ἐπινοηθεῖσαν ἑορτῆς ἡμέραν ἐν ἡμῖν καὶ δι’ ἡμῶν ἑαυτῆς ὑψηλοτέραν γίνεσθαι πιστεύειν ἡμᾶς χρή, τοῦ δι’ αὐτῆς σημαινομένου μυστηρίου τὴν οἰκείαν δύναμιν ἐν ἡμῖν πρὸς τελείωσιν ἄγοντος.

Εἰκότως οὖν “ὑψηλῆς ὑψηλοτέραν τὴν καινὴν” ὁ διδάσκαλος ἔφη “Κυριακήν,” ὡς ἀεὶ τῆς αὐτῆς ἡμῖν συνυψουμένης καὶ ἑαυτὴν ὑπερβαινούσης· οἷα τῆς ἀναστάσεως, λέγω δὲ τῆς πρώτης Κυριακῆς, κρυφίως διὰ τοῦ κατ’ αὐτὴν μυστηρίου πάσης προσύλου μόνον φαντασίας παντάπασι καθαρεύουσαν ζωὴν δωρουμένης τοῖς οὕτω τὸ κατ’ αὐτὴν πνευματικῶς ἐπιτελοῦσι μυστήριον, τῆς δὲ νέας Κυριακῆς πρὸς τούτοις καὶ πάσης αὐτοὺς ἐν μετουσίᾳ ποιούσης τῆς ὧν ἡ πρὸ αὐτῆς ἀπήρξατο θείων ἀγαθῶν ἀπολαύσεως.

Ἄλλο θεώρημα εἰς τὸ αὐτό Εἰ δέ τῳ πιστὸν εἶναι δοκεῖ τὸ λεγόμενον, φασὶ τὴν μὲν πρώτην Κυριακὴν τύπον εἶναι τῆς κατὰ τὴν προαίρεσιν εἰς ἀρετὴν ἀναστάσεως, τὴν δὲ δευτέραν τῆς κατὰ προαίρεσιν ἕξεως εἰς γνῶσιν τελειότητος.

Ἄλλο θεώρημα εἰς τὸ αὐτό Καὶ αὖθις τὴν μὲν πρώτην Κυριακὴν τῆς μελλούσης φυσικῆς ἀναστάσεως καὶ ἀφθαρσίας εἶναι σύμβολον, τὴν δὲ δευτέραν τῆς κατὰ χάριν μελλούσης θεώσεως φέρειν εἰκόνα. Εἰ τοίνυν τῆς μὲν καθαρευούσης κακῶν ἕξεως ἡ τῶν ἀγαθῶν ἀπόλαυσίς ἐστι τιμιωτέρα, τῆς δὲ κατ’ ἀρετὴν ὑγιοῦς προαιρέσεως ἡ ἕξις τῆς κατὰ τὴν ἀληθῆ γνῶσιν τελειότητος, καὶ τῆς φυσικῆς ἀφθαρσίας ἡ ἐν χάριτι πρὸς τὸν Θεὸν κατὰ τὴν θέωσιν μεταποίησις, ὧν ἡ μὲν πρώτη Κυριακὴ φέρει τύπον, ἡ δὲ δευτέρα τυγχάνει σύμβολον, εἰκότως “ὑψηλῆς ὑψηλοτέραν” ἀγόμενος Πνεύματι, τὴν καινὴν ὁ διδάσκαλος ἔφη Κυριακήν.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Μισῶ καὶ τὴν δι’ ἀέρος συνήθειαν. Πρὸς γυναῖκας, καὶ μάλιστα τὸν μονήρη βίον ἐπανῃρημένας, πολὺν περὶ κατορθώσεως ἠθῶν ἀποτείνας λόγον δι’ ἐμφάσεως ὁ διδάσκαλος ἡπίως, οἶμαι, παραινεῖ, μὴ δεῖν τὰς ἀσκουμένας οἴκοθεν θυρίσι κατοπτεύειν τινὰ παντελῶς, καὶ μάλιστα τοὺς παριόντας, ὡς ἂν μὴ λάβοιεν κέντρα θανάτου διὰ τῆς ἀκαίρου θεωρίας.

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν ἁγίαν Πεντηκοστὴν λόγου, εἰς τό· Μιᾶς δεούσης ἡμέρας, ἣν ἐκ τοῦ μέλλοντος αἰῶνος προσειλήφαμεν, ὀγδόην τε οὖσαν τὴν αὐτὴν καὶ πρώτην, μᾶλλον δὲ μίαν καὶ ἀκατάλυτον. Δεῖ γὰρ ἐκεῖσε καταλῆξαι τὸν ἐνταῦθα Σαββατισμὸν τῶν ψυχῶν.

Ὁ ἑπτὰ κατὰ τὴν ἁγίαν Γραφήν, ὡς μὲν ἀριθμὸς μόνον λαμβανόμενος, πολλὴν ἔχει φυσικῶς τὴν ἐπ’ αὐτῷ κειμένην τῶν φιλοπονούντων τὰ θεῖα μυστικὴν θεωρίαν. Σημαίνει γὰρ καὶ χρόνον καὶ αἰῶνα καὶ αἰῶνας, κίνησίν τε καὶ περιοχὴν καὶ μέτρον καὶ ὅρον καὶ πρόνοιαν καὶ ἕτερα πολλὰ κατὰ τὸν ἑκάστου λόγον καλῶς θεωρούμενος. Ὡς “ἀνάπαυσις” δὲ μόνον σκοπούμενος καὶ οὕτω πολλὴν ἔχει τὴν ἐπ’ αὐτῷ μυσταγωγουμένην γνῶσιν. Ἀλλ’ ἵνα μὴ καθ’ ἕκαστον διεξιὼν φορτικὸν τὸν λόγον ποιήσωμαι, τὸ δοκοῦν ὑψηλότερον τῶν ἄλλων εἶναι γυμνάσωμεν. Τρεῖς γάρ φασι τρόπους οἱ τῶν θείων ἐπιστήμονες ὁ σύμπας τῆς ὅλης τῶν λογικῶν οὐσιῶν γενέσεως ἔχων θεωρεῖται λόγος, τὸν τοῦ εἶναι, τὸν τοῦ εὖ εἶναι, καὶ τὸν τοῦ ἀεὶ εἶναι. Καὶ τὸν μὲν τοῦ εἶναι πρῶτον κατ’ οὐσίαν δεδωρῆσθαι τοῖς οὖσι, τὸν δὲ τοῦ εὖ εἶναι δεύτερον δέδοσθαι κατὰ προαίρεσιν αὐτοῖς ὡς αὐτοκινήτοις, τὸν δὲ τοῦ ἀεὶ εἶναι τρίτον αὐτοῖς κατὰ χάριν πεφιλοτιμῆσθαι. Καὶ τὸν μὲν πρῶτον δυνάμεως, τὸν δὲ δεύτερον ἐνεργείας, τὸν δὲ τρίτον ἀργίας εἶναι περιεκτικόν.

Οἷον, ὁ μὲν τοῦ εἶναι λόγος μόνην φυσικῶς ἔχων τὴν πρὸς ἐνέργειαν δύναμιν, αὐτὴν πληρεστάτην δίχα τῆς προαιρέσεως τὴν ἐνέργειαν ἔχειν οὐ δύναται παντελῶς· ὁ δὲ τοῦ εὖ εἶναι αὐτὴν μόνην γνωμικῶς ἔχων τῆς φυσικῆς δυνάμεως τὴν ἐνέργειαν, αὐτὴν ὁλόκληρον τὴν δύναμιν τὸ σύνολον χωρὶς οὐκ ἔχει τῆς φύσεως· ὁ δὲ τοῦ ἀεὶ εἶναι τῶν πρὸ αὐτοῦ καθόλου περιγράφων, τοῦ μὲν τὴν δύναμιν, τοῦ δὲ τὴν ἐνέργειαν, οὔτε φυσικῶς κατὰ δύναμιν τοῖς οὖσιν ἐνυπάρχει παντελῶς, οὔτε μὴν ἐξ ἀνάγκης τὸ παράπαν θελήσει προαιρέσεως ἕπεται. (Πῶς γὰρ τοῖς ἀρχὴν κατὰ φύσιν καὶ τέλος κατὰ κίνησιν ἔχουσιν οἷόν τε ἐνεῖναι τὸ ἀεὶ ὂν καὶ ἀρχὴν καὶ τέλος οὐκ ἔχον;) Ἀλλ’ ὅρος ἐστί, στάσιμον ποιῶν τὴν μὲν φύσιν κατὰ τὴν δύναμιν, τὴν δὲ προαίρεσιν κατὰ τὴν ἐνέργειαν, οὐδ’ ἑτέρας ἀμείβων παντάπασι τὸν καθ’ ὅν ἐστι λόγον, καὶ πᾶσι πάντας αἰῶνάς τε καὶ χρόνους ὁρίζων.

Καὶ τοῦτό ἐστιν, ὡς οἶμαι, τυχὸν τὸ μυστικῶς εὐλογημένον Σάββατον, καὶ ἡ μεγάλη τῆς τῶν θείων ἔργων καταπαύσεως ἡμέρα, ἥτις, κατὰ τὴν Γραφὴν τῆς κοσμογενείας, οὔτε ἀρχήν, οὔτε τέλος, οὔτε γένεσιν ἔχουσα φαίνεται, ἡ μετὰ τὴν τῶν ἐν μέτρῳ διωρισμένων κίνησιν τῶν ὑπὲρ ὅρον καὶ μέτρησιν ἔκφανσις, καὶ ἡ μετὰ τὴν τῶν κεχωρημένων καὶ περιγεγραμμένων ποσότητα τῶν ἀχωρήτων καὶ ἀπεριγράφων ἄπειρος ταὐτότης.

Ὡς ἂν οὖν ἡ κατὰ προαίρεσιν ἐνέργεια χρήσαιτο τῇ δυνάμει τῆς φύσεως, εἴτε κατὰ φύσιν, εἴτε παρὰ φύσιν, τὸ εὖ ἢ τὸ φεῦ εἶναι τὸ πέρας αὐτὴν ἔχουσαν ὑποδέξεται, ὅπερ ἐστὶ τὸ ἀεὶ εἶναι, ἐν ᾧ σαββατίζουσιν αἱ ψυχαί, πάσης λαβοῦσαι παῦλαν κινήσεως. Ὀγδόη δὲ καὶ πρώτη, μᾶλλον δὲ μία καὶ ἀκατάλυτος ἡμέρα, ἡ ἀκραιφνής ἐστι τοῦ Θεοῦ καὶ παμφαὴς παρουσία, μετὰ τὴν τῶν κινουμένων στάσιν γινομένη, καὶ τοῖς μὲν τῷ τοῦ εἶναι λόγῳ κατὰ φύσιν προαιρετικῶς χρησαμένοις, ὅλου προσηκόντως ὅλοις ἐπιδημοῦντος, καὶ τὸ ἀεὶ εἶναι παρέχοντος διὰ τῆς οἰκείας μετοχῆς, ὡς μόνου κυρίως καὶ ὄντος καὶ εὖ ὄντος καὶ ἀεὶ ὄντος, τοῖς δὲ παρὰ φύσιν τῷ τοῦ εἶναι λόγῳ γνωμικῶς χρησαμένοις, ἀντὶ τοῦ εὖ τὸ ἀεὶ φεῦ εἶναι κατὰ τὸ εἰκὸς ἀπονέμοντος, ὡς οὐκ ὄντος αὐτοῖς λοιπὸν χωρητοῦ τοῦ εὖ εἶναι, ἐναντίως πρὸς αὐτὸ διακειμένοις, καὶ κίνησιν παντελῶς οὐκ ἔχουσι μετὰ τὴν τοῦ ζητουμένου φανέρωσιν, καθ’ ἣν τοῖς ζητοῦσι πέφυκε φανεροῦσθαι τὸ ζητητόν.

Ἄλλο εἰς τὸ αὐτὸ θεώρημα Καὶ πάλιν ἑβδόμη καὶ Σάββατόν ἐστιν ἡ τῶν κατ’ ἀρετὴν ἁπάντων τρόπων καὶ τῶν κατὰ θεωρίαν γνωστικῶν λόγων διάβασις. Ὀγδόη δέ ἐστιν ἡ πρὸς τὴν ἀρχὴν καὶ αἰτίαν τῶν πρακτικῶς πεποιημένων καὶ τῶν θεωρητικῶς ἐγνωσμένων κατὰ τὴν χάριν ἀληθὴς μεταποίησις.

Ἄλλη εἰς τὸ αὐτὸ θεωρία Ἔστι μὲν οὖν καὶ αὖθις ἑβδόμη καὶ Σάββατον ἡ τὴν κατ’ ἀρετὴν διαδεχομένη πρακτικὴν φιλοσοφίαν ἀπάθεια. Ὀγδόη δὲ καὶ πρώτη ἐστίν, ὡς μία καὶ ἀκατάλυτος, ἡ μετὰ τὴν γνωστικὴν θεωρίαν ἐπιγινομένη σοφία. Καὶ κατ’ ἄλλους δὲ τρόπους παντοδαπούς ἐστι δυνατὸν τοῖς τῶν θείων φιλοθεάμοσι τὸν περὶ τῶν τοιούτων ἐκδέχεσθαι λόγον, καὶ πολλὰς καλάς τε καὶ ἀληθεῖς ἐφευρεῖν θεωρίας.

Ἐκ τοῦ αὐτοῦ λόγου, πῶς τὸ δισσώσατε καὶ τρισσώσατε λαβὼν ὁ διδάσκαλος εἰς τὸ περὶ τῆς ἑβδόμης μυστήριόν φησιν· Ὡς δὲ καὶ τὴν ἑβδόμην ἀναστροφὴν Ἠλίου τοῦ προφήτου, τῷ τῆς Σαραφθίας <χήρας> υἱῷ, τὸ ζῇν ἐμπνεύσασαν, καὶ τοῦ αὐτοῦ τὴν ἰσάριθμον κατὰ τῶν σχιδάκων ἐπίκλυσιν.

Ὁ μακάριος γέρων παρ’ ἐμοῦ τοῦτο ἐρωτηθείς, ἔφη· “Κατὰ τοῦτο τυχὸν περὶ τοῦ ἑπτὰ διεξιόντα τὸν διδάσκαλον ἀριθμοῦ τεκμήρασθαι δυνατόν. Πρῶτον μὲν κατὰ τοὺς λεγομένους ἀριθμητικούς. Φασὶ γὰρ ἐκεῖνοι συνίστασθαί τινας ἀριθμοὺς ἐκ δισσουμένων καὶ τρισσουμένων ἑτέρων, τῆς μονάδος τελευταῖον προστιθεμένης.” Οἷον ἐκ δισσουμένων μὲν ὁ ξδʹ συνίσταται, τῆς μονάδος δισσουμένης μετὰ τῶν ἓξ ἀριθμῶν, προστιθεμένης καὶ τῆς μονάδος, καὶ οὕτως ἡ ἑβδομὰς πληροῦται, οἷον δὶς αʹ βʹ, δὶς βʹ δʹ, δὶς δʹ ηʹ, δὶς ηʹ ιϛʹ, δὶς ιϛʹ λβʹ, δὶς λβʹ ξδʹ. Τούτων οὕτω διαπλασθέντων δι’ ἓξ ἀριθμῶν δοκοῦσι συντεθεῖσθαι, ἀλλὰ παραλαμβανομένη τελευταῖον καὶ ἡ μονὰς πληροῖ τὸν ἑπτά, ἐξ ἧς τὴν ἀρχὴν ὁ διπλασιασμὸς εἴληφεν.

Οὕτως οὖν κἀνταῦθα τὸν αὐτὸν κανόνα κατασχόντες ἀπαρτίσομεν τὸν ἑπτὰ ἀριθμόν. Φησὶ γάρ, ἐκχέατε, δισσώσατε καὶ τρισσώσατε. Δὶς οὖν μία βʹ, τρὶς βʹ ἕξ, καὶ ἡ πρώτη μονὰς προστιθεμένη ταῖς ἑξάσιν ἀπαρτίζειν τὸν ἑπτὰ ἀριθμόν. Φασὶ δὲ καὶ συγγένειάν τινα πνευματικὴν κατὰ μυστικὴν θεωρίαν πρὸς τὸν ἑπτὰ ἀριθμὸν ἔχειν τὸν γʹ κατὰ τοιόνδε τρόπον, τῷ τὴν πάνσεπτον καὶ προσκυνητὴν παναγίαν Τριάδα διὰ τοῦ γʹ σημαίνεσθαι, καὶ πάλιν τὴν αὐτὴν διὰ τοῦ ἑπτά, τῷ τὸν ἑπτὰ ἀριθμὸν παρθένον εἶναι. Τῶν γὰρ ἐντὸς δεκάδος ἀριθμῶν μόνος οὗτος οὔτε γεννᾷ, οὔτε γεννᾶται. Τοῦτο δὲ σαφῶς ἐνδείκνυται διεξιὼν ἐν τῇ βίβλῳ τῶν ἐπῶν περὶ παρθενίας, οὑτωσὶ λέγων, “Πρώτη παρθένος ἐστὶν ἁγνὴ Τριάς.”

Ἄλλο θεώρημα εἰς τὸ αὐτό Ἢ καὶ οὕτως. Τῇ ἁγίᾳ Τριάδι μυστικῶς τῷ λόγῳ τὴν αὐτῆς ἐπιθεωρήσας ἐνέργειαν, φημὶ δὲ τὸ ἀγαθόν, ὅπερ τὰς τέσσαρας ἐμφαίνει γενικὰς ἀρετάς, τὸν ἑπτὰ πληρώσεις ἀριθμόν. Τῇ γὰρ ἁγίᾳ καὶ πανυμνήτῳ Τριάδι μυστικῶς τὴν αὐτῆς ἐπιθεωροῦντες ἐνέργειαν τὸν ἑπτὰ παρθένον ἀπαρτίζομεν ἀριθμόν.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ἰησοῦς δὲ αὐτός, ἡ καθαρὰ τελειότης, οἶδε μὲν τρέφειν ἐν ἐρημίᾳ καὶ πέντε ἄρτοις πεντακισχιλίους, οἶδε δὲ πάλιν καὶ ἑπτὰ τετρακισχιλίους· καὶ τὰ τοῦ κόρου λείψανα ἐκεῖ μὲν δώδεκα κόφινοι, ἐνταῦθα δὲ σπυρίδες ἑπτά. Οὐδέτερον ἀλόγως, οἶμαι, οὐδὲ ἀναξίως τοῦ Πνεύματος.

Γυμνασθεῖσαν ἤδη πρὸς θεωρητικὴν ἕξιν ἐν τοῖς προλαβοῦσι διὰ πλάτους, ὡς οἷόν τε ἦν, εἰρημένοις τὴν διάνοιαν, πλήθει λόγων αὐτήν, εἰ δοκεῖ, μὴ βαρήσωμεν, δυναμένην λοιπὸν καὶ κατ’ ἐπιτομὴν τὴν τῶν θείων ἐπιστημόνως δέχεσθαι θεωρίαν. Οἱ κρίθινοι τοιγαροῦν πέντε ἄρτοι τοὺς προχείρους τῆς φυσικῆς θεωρίας παραδηλοῦσι λόγους. Οἱ δὲ τούτοις τρεφόμενοι πεντακισχίλιοι ἄνδρες τοὺς περὶ φύσιν μὲν κινουμένους, οὔπω δὲ πάντη τῆς περὶ τὸ παθητικὸν καὶ ἄλογον τῆς ψυχῆς μέρος ἐκκαθαρθέντας σχετικῆς διαθέσεως ἐμφαίνουσι, ὡς νοεῖν δίδωσι τοῖς τῶν τοιούτων λόγων θεάμοσι τὸ ἐκ κριθῆς εἶναι τοὺς ἄρτους, κοινὸν δὲ τοῦτο κτηνῶν τε καὶ ἀνθρώπων εἶδος ὑπάρχει τροφῆς, καὶ τὸ σὺν γυναιξὶν εἶναι καὶ παισίν, ὅπερ δηλοῖ σαφῶς μὴ τῶν καθ’ ἡδονὴν παντελῶς ἐπιθυμιῶν καὶ τῆς ἀτελοῦς τῶν λογισμῶν νηπιότητος αὐτοὺς ἠλλοτριῶσθαι.

Ἡ δὲ ἔρημός ἐστιν ὁ κόσμος οὗτος, ἐν ᾧ τοῖς διὰ τῆς φυσικῆς θεωρίας περὶ τὸ θεῖον κινουμένοις τοὺς τῆς φύσεως πνευματικῶς διαθρύπτων λόγους ὁ τοῦ Θεοῦ Λόγος πᾶσαν ἀγαθῶν χαρίζεται πλησμονήν, ὡς δηλοῦσιν οἱ τῶν περισσευμάτων κόφινοι, δώδεκα ὄντες τὸν ἀριθμόν.

Θεωρία εἰς τὸ ιβʹ ἀριθμόν Ἐμφαίνει δὲ ὁ δωδέκατος ἀριθμός, ἢ τοὺς κατὰ χρόνον καὶ φύσιν λόγους, ὡς ἐκ πέντε καὶ ἑπτὰ κατὰ σύνθεσιν συμπληρούμενος. Ἑβδοματικὸς γὰρ ὁ χρόνος, ὡς κυκλικῶς κινούμενος, καὶ τὴν πρὸς τὸ κινεῖσθαι προσφυῶς ἔχων ἐπιτηδειότητα, τὴν τῶν ἄκρων ἀπὸ τοῦ μέσου κατὰ τὸν ἀριθμὸν τοῦτον ἴσην ἀπόστασιν. Πενταδικὴ δὲ ἡ φύσις, ὑπὸ τὸν ἀριθμὸν τὸν πέντε πεφυκυῖα τάττεσθαι, διά τε τὴν αἴσθησιν ὑφ’ ἣν τελεῖ πενταχῶς διαιρουμένην, διά τε τὸ πλέον τῆς ἁπλῶς λεγομένης ὕλης τῆς τετραχῶς διαιρουμένης ἔχειν τὸ εἶδος. Ἡ φύσις γὰρ οὐδὲν ἄλλο καθέστηκεν οὖσα ἢ ὕλη μετ’ εἴδους ἢ ὕλη εἰδοπεποιημένη.

Τὸ γὰρ εἶδος τῇ ὕλῃ προστεθὲν φύσιν ἀπεργάζεται.

Ἄλλο θεώρημα εἰς τὸ αὐτό Ἢ τὰς τῶν ὄντων γενητῶν καὶ αἰώνων νοήσεις, ὡς κινουμένων καὶ περιγεγραμμένων, καὶ τὸν τοῦ τί καὶ ποῖον καὶ πῶς εἶναι λόγον ἐπιδεχομένων. Πᾶν γὰρ κινητόν τε καὶ γενητὸν ὑπὸ ἀρχήν, καὶ διὰ τοῦτο πάντως καὶ ὑπὸ χρόνον ἐστί, κἂν εἰ μὴ τὸν κινήσει μετρούμενον. Ἀρχὴν γὰρ ἔχει τοῦ εἶναι πᾶν γενητὸν ὡς ἠργμένον τοῦ εἶναι, καὶ διάστημα, ἀφ’ οὗ τοῦ εἶναι ἤρξατο. Εἰ δὲ καὶ ἔστι καὶ κινεῖται πᾶν γενητόν, καὶ ὑπὸ φύσιν πάντως ἐστὶ καὶ χρόνον, τὴν μὲν διὰ τὸ εἶναι, τὸν δὲ διὰ τὸ κινεῖσθαι, δι’ ὧν κατὰ συμπλοκὴν ὁ τοῦ δώδεκα κατὰ τὸν ἀποδοθέντα τρόπον συμπληροῦται λόγος.

Ἄλλη θεωρία Ἢ τὴν ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικὴν φιλοσοφίαν ὁ ἀριθμὸς οὗτος δηλοῖ, ὡς ἐκ τεσσάρων καὶ πέντε καὶ τριῶν συναγόμενος. Τετραδικὴ γὰρ διὰ τὰς τέσσαρας γενικὰς ἀρετάς ἐστιν ἡ ἐν τοῖς πράγμασι κατ’ ἦθος ἀκριβὴς φιλοσοφία. Πενταδικὴ δὲ ἡ φυσικὴ θεωρία διὰ τὴν εἰρημένην αἰτίαν, φημὶ δὲ τὴν πενταχῶς κατὰ φύσιν διαιρουμένην αἴσθησιν. Τριαδικὴ δὲ ἡ μυστικὴ θεολογία, διὰ τὰς ὁμοουσίους ἁγίας τρεῖς ὑποστάσεις τῆς παναγίου Μονάδος, ἢ ἐν αἷς ἡ ἁγία Μονάς, μᾶλλον δέ, κυριώτερον εἰπεῖν, ἅπερ ἡ ἁγία Μονάς.

Ἄλλη θεωρία Ἢ τὴν καθόλου καὶ γενικωτάτην ἀρετὴν καὶ γνῶσιν, τὴν μὲν ὡς ἐνταῦθα διὰ τῶν τεσσάρων ἀρετῶν κατορθουμένην, τὴν δὲ ὡς διὰ τῶν ὀκτὼ τὴν θειοτέραν τῶν μελλόντων μυστικῶς παραδηλοῦσαν κατάστασιν σημαινομένην, ἐξ ὧν ὁ δώδεκα κατὰ σύνθεσιν ἀριθμὸς ἀπαρτίζεται.

Ἄλλη θεωρία Ἢ τὰ παρόντα τε καὶ τὰ μέλλοντα, ὡς τῶν μὲν παρόντων τὸν τέσσαρα στοιχειώδη τε καὶ ὑλικὸν ἀριθμὸν ὄντα φυσικῶς παραδεχομένων, τῶν δὲ μελλόντων μυστικῶς ἐπιθεωρούμενον αὐτοῖς ἐπιδεχομένων τὸν ὀκτὼ ἀριθμόν, ὡς τῆς κατὰ χρόνον ἑβδοματικῆς ὑπερθετικὸν ἰδιότητος, ἐξ ὧν ὁ δώδεκα συμπληροῦται ἀριθμός.

Ἄλλη θεωρία Ἢ τοὺς περὶ νοητῶν καὶ αἰσθητῶν κρίσεώς τε καὶ προνοίας τριττοὺς λόγους ὁ δώδεκα σαφῶς ἀριθμὸς παραδηλοῖ. Ἕκαστον γὰρ τούτων ἐφ’ ἑαυτὸ τοῦ εἶναι τοῦθ’ ὅπερ ἐστὶ τρεῖς ἐπιδέχεται λόγους, καθὼς τοῖς ἄκροις τῶν θείων μύσταις καὶ μυσταγωγοῖς διὰ πολλὴν ἄσκησιν τῶν λογίων ἐκ πολλῶν κατάδηλον γέγονε. Τριπλασιάζοντες οὖν ἑαυτοῖς οἱ καθόλου τριττοὶ τῶν ὄντων λόγοι τὰ ἐφ’ οἷς θεωροῦνται τέσσαρα ὄντα, ἢ τὸ ἔμπαλιν τοῖς ὧν εἰσιν αὐτοὶ τετραπλούμενοι, τὸν δώδεκα ποιοῦσιν ἀριθμόν. Εἰ γὰρ τὰ ὄντα οὐσίαν ἔχει καὶ δύναμιν καὶ ἐνέργειαν, τριττὸν τὸν ἐπ’ αὐτοῖς τοῦ εἶναι δηλονότι κέκτηνται λόγον. Εἰ δὲ τούτους συνδεῖ τοὺς λόγους πρὸς τὸ εἶναι δηλονότι καθ’ ὅ εἰσιν, ἡ πρόνοια, τριπλοῦς καὶ ὁ αὐτῆς πάντως ὑπάρχων καθέστηκε λόγος. Εἰ δὲ τῶν λωβώσεων τῶν καθ’ ἕνα τῶν εἰρημένων παρατραπέντων λόγων, παρελθουσῶν τε καὶ παρουσῶν καὶ μελλουσῶν, ἡ κρίσις ἐστὶ τιμωρητικὴ ὡς κακίας κολαστική, τριπλοῦν ἔχει καὶ αὐτὴ τὸν ἐπ’ αὐτῇ τῆς θεωρίας λόγον, καθ’ ὃν οὐσίαν τε καὶ δύναμιν καὶ ἐνέργειαν τῶν ὄντων περιγράφουσα μένει τὴν οἰκείαν εἰς τὸ διηνεκὲς ἀοριστίαν φυλάττουσα.

Ἄλλη θεωρία Ἢ πάλιν τὴν ἐφικτὴν τοῦ αἰτίου καὶ τῶν αἰτιατῶν τελείαν ἐπίγνωσιν ὁ ἀριθμὸς οὗτος δηλοῖ. Δεκάδι γὰρ προστεθεῖσα δυὰς ποιεῖ τὸν δώδεκα· “δεκὰς” δέ ἐστιν Ἰησοῦς ὁ Κύριος καὶ Θεὸς τῶν ὅλων, ὡς ἀνεκφοιτήτως ταῖς ἀπὸ Μονάδος προόδοις πρὸς ἑαυτὸν μοναδικῶς πάλιν ἀποκαθιστάμενος.

Μονὰς γὰρ καὶ ἡ δεκάς, καὶ ὡς ὅρος τῶν ὁριζομένων καὶ περιοχὴ τῶν κινουμένων καὶ πέρας πάσης ἀριθμητικῆς ἀποπερατώσεως. Καὶ δυάς ἐστι πάλιν πᾶσα τῶν μετὰ Θεὸν ὄντων ἡ σύμπηξις, οἷον, τὰ μὲν αἰσθητὰ πάντα ὡς ἐξ ὕλης συνεστηκότα καὶ εἴδους ἐστὶ δυάς, τὰ δὲ νοητά, ὡσαύτως ἐξ οὐσίας καὶ τοῦ εἰδοποιοῦντος αὐτὰ οὐσιώδους συμβεβηκότος. Οὐδὲ γάρ ἐστι τὸ παράπαν γενητὸν κυρίως “ἁπλοῦν,” ὅτι μὴ “τόδε” μόνον ἐστὶν ἢ “τόδε,” ἀλλ’, ὡς ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ, ἔχει τὴν συστατικήν τε καὶ ἀφοριστικὴν διαφορὰν συνεπιθεωρουμένην, τὴν αὐτὸ μὲν ἐκεῖνο συνιστῶσαν, ἄλλου δὲ αὐτὸ φανερῶς διακρίνουσαν. Οὐδὲν δὲ καθ’ οἱονδήποτε τρόπον οὐσιωδῶς ἔχον συνεπιθεωρούμενόν τι πρὸς δήλωσιν τῆς οἰκείας ὑπάρξεως δύναται κυρίως εἶναι ἁπλοῦν.

Ἄλλη θεωρία Ἢ πάλιν τὴν θείαν οὐσίαν καὶ τὴν αὐτῆς δραστικὴν ἐνέργειαν ἐπικεκρυμμένως ὁ ἀριθμὸς οὗτος ὑποσημαίνει. Τὴν μὲν θείαν οὐσίαν, διὰ τοῦ τρεῖς ἀριθμοῦ δηλουμένην ὡς τριαδικῶς ὑμνουμένην διὰ τὴν τρισυπόστατον ὕπαρξιν·

Τριὰς γάρ ἐστιν ἡ Μονὰς ὡς ἐν τελείαις οὖσα τελεία ταῖς ὑποστάσεσιν, ἤγουν τῷ τῆς ὑπάρξεως τρόπῳ, καὶ Μονάς ἐστιν ἡ Τριὰς ἀληθῶς τῷ τῆς οὐσίας, ἤγουν τῷ τοῦ εἶναι λόγῳ. Τὴν δὲ δραστικὴν ἐνέργειαν διὰ τοῦ ἓξ ἀριθμοῦ μηνυομένην, ὡς μόνου τῶν ἐντὸς δεκάδος ἀριθμῶν τελείου καὶ πλήρους, καὶ ἐκ τῶν οἰκείων συνισταμένου μερῶν, καὶ τῶν αὖ καθόλου καὶ ἀνίσων ἀριθμῶν περιεκτικοῦ, τοῦ ἀρτίου φημὶ καὶ τοῦ περιττοῦ, ὡς καὶ μόνην τελείαν καὶ τελείων, καθ’ ὅν εἰσι λόγον, ἀπεργαστικήν τε καὶ φρουρητικὴν καὶ περιποιητικὴν οὐσιῶν, καὶ τῶν ἀνίσων περιεκτικήν.

Ἄνισα γὰρ τοῖς ἄκροις τὰ μέσα κινούμενα πρὸς τὴν τῶν ἄκρων ἀεικίνητον στάσιν. Οἷον, ἵν’ ἐξ ἑνὸς καὶ τῶν λοιπῶν ποιήσωμαι τοῖς φιλοπόνοις τὴν ἔμφασιν, “ἄκρον” μέν ἐστι τό· καὶ εἶπεν ὁ Θεός, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· “μέσον” δὲ τό· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ “ἄκρον” πάλιν τό· ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστιν οὔτε ἄρσεν οὔτε θῆλυ.

Τῶν ἄκρων οὖν καὶ τῶν μέσων ἀνίσων ὄντων, ὡς τῶν μὲν “τὸ ἄῤῥεν” ἐχόντων “καὶ τὸ θῆλυ,” τῶν δὲ μὴ ἐχόντων, ἐστὶ ποιητική τε καὶ περιεκτικὴ ἡ θεία ἐνέργεια, ἧς τινος μυστικῶς, καθάπερ οἶμαι, μυηθεὶς ὁ σοφώτατος Μωϋσῆς, καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων ἀγαθοπρεπῶς ὑπεμφαίνων, ἐν ἓξ ἡμέραις γέγραφε τὸν Θεὸν πεποιηκέναι τὸν σύμπαντα κόσμον· ᾗτινι καθ’ εἱρμὸν καὶ τάξιν μετὰ τῆς προνοίας καὶ τῆς κρίσεως τῶν ὄντων πρεπόντως συνεπιθεωροῦντες τὴν γένεσιν (περιέχεται γὰρ αὐτῇ ταῦτα) τὸν ιβʹ πληρέστατον ἀπαρτίζομεν ἀριθμόν.

Θεωρία εἰς τοὺς κοφίνους Κοφίνους δέ φησιν ὁ λόγος, ἐν οἷς ἀπετέθη τὰ περισσεύσαντα, τὴν παιδευτικὴν οἰκονομίαν, τῶν πνευματικῶς τραφέντων τοὺς νοητοὺς τῶν εἰρημένων λόγους, διὰ τὸ μήπω τῆς παιδαγωγικῆς αὐτοὺς ὑπεράνω γενέσθαι διδασκαλίας, τῆς καὶ τὰ χρήσιμα δεόντως ὑποτιθεμένης, καὶ τὴν ἀλγεινὴν τοῖς οὕτω παιδευομένοις ἀγωγὴν προτεινούσης, ὡς νοεῖν δίδωσιν ἡ ἐξ ἧς οἰκοδομοῦνται οἱ κόφινοι ὕλη, πληκτικὴ κατὰ φύσιν ὑπάρχουσα.

Θεωρία τῶν ζʹ ἄρτων Οἱ δὲ ἑπτὰ τῶν τετρακισχιλίων ἄρτοι τὴν νομικήν, ὡς οἶμαι, μυσταγωγίαν ὑποτυποῦσιν, ἤτοι τοὺς κατ’ αὐτὴν θειοτέρους λόγους, οὕστινας τοῖς προσμένουσι τρεῖς ἡμέρας τῷ Λόγῳ, τουτέστι μεθ’ ὑπομονῆς τὸν περὶ τὴν ἠθικήν τε καὶ φυσικὴν καὶ θεολογικὴν φιλοσοφίαν περιποιητικὸν τοῦ φωτισμοῦ τῆς γνώσεως πόνον μακροθύμως φέρουσιν, ὁ Λόγος μυστικῶς διαδίδωσιν.

Ἄλλη θεωρία περὶ τῶν τριῶν ἡμερῶν Ἢ τυχὸν τὸν φυσικόν τε καὶ γραπτὸν καὶ τὸν πνευματικὸν νόμον αἱ τρεῖς ἡμέραι παραδηλοῦσιν, ὡς ἑκάστου τοῦ κατ’ αὐτὸν πνευματικωτέρου λόγου τὸν φωτισμὸν τοῖς φιλοπονοῦσι παρέχοντος, καθ’ ἃς ἀμέμπτως οἱ καλῶς τε καὶ ἀληθῶς πεινῶντες τὰ θεῖα, τῷ Θεῷ καὶ Λόγῳ προσμένοντες, δέχονται τροφὴν μυστικὴν κατὰ ταὐτὸν νίκης τε καὶ βασιλείας ἔχουσαν σύμβολα τοῦ κόρου τὰ λείψανα. Αἱ γὰρ ἑπτὰ σπυρίδες ἐκ φοινίκων τὴν ὕλην ἔχουσαι (νίκης δὲ σύμβολον καὶ βασιλείας ὁ φοῖνιξ, πρὸς δὲ καὶ τῆς ἀκλονήτου πρὸς τὰς τῶν βιαίων πνευμάτων ἐμβολὰς ὑπὲρ ἀληθείας ἐνστάσεως) δι’ ἑαυτῶν τοὺς τραφέντας πάσης κακίας καὶ ἀγνωσίας νικητὰς ἀποφαίνουσιν, ὡς τὴν κατὰ παθῶν τε καὶ δαιμόνων παρὰ τοῦ Θεοῦ καὶ Λόγου ἀήττητον λαβόντας δυναστείαν.

Θεωρία τοῦ ἀριθμοῦ τῶν τετρακισχιλίων ἀνδρῶν Καὶ ὁ αὐτῶν δὲ ἐκείνων τῶν τούτους τραφέντων τοὺς πνευματικοὺς λόγους ἀριθμὸς τῆς ἀληθοῦς αὐτῶν ἀρίδηλος μάρτυς ἐστὶ τελειότητος, ὡς τὰς τέσσαρας γενικὰς περιέχων μονάδας, ὧν πρώτη μέν ἐστιν ἡ πρώτη μονάς, δευτέρα δὲ μονάς ἐστιν ἡ δεκάς, τρίτη δὲ μονάς ἐστιν ἡ ἑκατοντάς, καὶ τετάρτη μονάς ἐστιν ἡ χιλιάς. Ἑκάστη γὰρ τούτων, χωρὶς τῆς πρώτης μονάδος, καὶ μονάς ἐστι καὶ δεκάς· μονὰς μὲν τῶν μετ’ αὐτήν, ὡς εἰς ἑαυτὴν συντιθεμένη, καὶ τῷ δεκαπλασιασμῷ τὴν αὐτῆς ἀπαρτίζουσα δεκάδα· δεκὰς δέ, ὡς τῶν πρὸ αὐτῆς μονάδων τὴν σύνθεσιν εἰς ἑαυτὴν περιγράφουσα· χιλιὰς δέ, τετραπλουμένη τετρακισχιλίους ὑφίστησιν. Ἔστιν οὖν ἡ πρώτη μονὰς μυστικῆς θεολογίας σύμβολον, ἡ δὲ δευτέρα μονὰς θείας οἰκονομίας καὶ ἀγαθότητος τύπος, ἡ δὲ τρίτη μονὰς ἀρετῆς καὶ γνώσεώς ἐστιν εἰκών, καὶ ἡ τετάρτη μονὰς τῆς καθόλου τῶν ὄντων θειοτέρας μεταποιήσεως δήλωσις.

Ἄλλη θεωρία εἰς τὸν ζʹ ἀριθμόν Ὁ δὲ ἑπτὰ ἀριθμὸς τῶν σπυρίδων κατ’ ἄλλον πρὸς τῷ προτέρῳ θεωρούμενος τρόπῳ, ὥς φασιν, ἐμφαίνει σοφίαν καὶ φρόνησιν, τὴν μὲν ὡς περὶ τὴν αἰτίαν τρισσῶς κατὰ νοῦν κινουμένην, τὴν δὲ περὶ τὰ μετὰ τὴν αἰτίαν καὶ περὶ τὴν αἰτίαν ὄντα κατὰ λόγον διὰ τὴν αἰτίαν τετραχῶς κινουμένην. “Οὐδέτερον οὖν ἀλόγως” παρὰ τοῦ Κυρίου γεγένηται κατὰ τὸν μέγαν τοῦτον διδάσκαλον, “οὐδὲ ἀναξίως τοῦ Πνεύματος.” Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό·

Καὶ ἔστι διαφορὰ χαρισμάτων, ἄλλου δεομένη χαρίσματος πρὸς διάκρισιν τοῦ βελτίονος. Ἡ “διαφορὰ τῶν χαρισμάτων ἡ ἄλλου δεομένη χαρίσματος πρὸς διάκρισιν” κατὰ τὸν μέγαν τοῦτον διδάσκαλόν ἐστιν ἡ προφητεία, καθὼς οἶμαι, καὶ τὸ λαλεῖν γλώσσαις.

Ἡ μὲν γὰρ προφητεία δεῖται τοῦ χαρίσματος τῆς διακρίσεως τῶν πνευμάτων, πρὸς τὸ γνωσθῆναι τίς καὶ πόθεν καὶ ποῦ φέρουσα καὶ ποίου πνεύματός ἐστι, καὶ δι’ ἣν αἰτίαν, μή πως φλήναφός ἐστι, μόνον εἰκῆ προφερομένη ἐκ τῆς κατὰ τὸ ἡγεμονικὸν βλάβης τοῦ λέγοντος, ἢ αὐτοκίνητός τις ὁρμὴ τοῦ δῆθεν προφητεύοντος, ἐξ ἀγχινοίας περί τινων φυσικῶς κατὰ λόγον διὰ πολυπειρίαν τεκμαιρομένου πραγμάτων, ἢ τοῦ πονηροῦ καὶ δαιμονιώδους πνεύματος, ὥσπερ ἐν Μοντανῷ καὶ τοῖς ἐκείνῳ παραπλησίοις ἐστὶ τερατολογία ἐν προφητείας εἴδει τὸ λεγόμενον, ἢ δόξης ἕνεκεν κενῆς τοῖς ἄλλων ἄλλος τυχὸν ἁβρύνεται, λέγων τε καὶ πομπεύων ἅπερ αὐτὸς οὐκ ἐγέννησεν, ὑπὲρ τοῦ θαυμασθῆναι ψευδόμενος, καὶ πατέρα νόθον ὀρφανῶν λόγων καὶ νοημάτων ἑαυτὸν ὑπὲρ τοῦ δόξαι σοφός τις εἶναι προβάλλεσθαι οὐκ αἰσχυνόμενος. Προφῆται γὰρ δύο, φησὶν ὁ θεῖος ἀπόστολος, ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.

Τίνες δὲ τυγχάνουσιν “οἱ ἄλλοι”; Δηλονότι οἱ τὸ χάρισμα τῆς διακρίσεως ἔχοντες τῶν πνευμάτων. Δεῖται τοίνυν ἡ μὲν προφητεία, καθὼς ἔφην, τῆς διακρίσεως τῶν πνευμάτων, ἵνα γνωσθῇ καὶ πιστευθῇ καὶ ἐγκριθῇ, τὸ δὲ χάρισμα τῶν γλωσσῶν δεῖται τοῦ χαρίσματος τῆς ἑρμηνείας, ἵνα μὴ δόξῃ τοῖς παροῦσιν ὁ τοιοῦτος μαίνεσθαι, μὴ δυναμένου τινὸς τῶν ἀκουόντων παρακολουθῆσαι τοῖς λαλουμένοις. Ἐὰν γάρ, φησὶν ὁ μέγας ἀπόστολος, λαλεῖτε γλώσσαις, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; Καὶ κελεύει μᾶλλον σιωπᾶν τὸν λαλοῦντα γλώσσαις, ἐὰν μὴ ᾖ ὁ διερμηνεύων. Τὸ δὲ “πρὸς διάκρισιν” φάναι τὸν διδάσκαλον “τοῦ βελτίονος” φασὶν οἱ τοῖς θείοις τὸν νοῦν καταφωτίσαντες λόγοις ὑπερέχειν τὸ τῆς προφητείας καὶ τὸ τῶν γλωσσῶν χάρισμα τῶν ὧν πρὸς διάκρισίν τε καὶ διασάφησιν χρῄζουσι χαρισμάτων, τουτέστι τῆς διακρίσεως τῶν πνευμάτων καὶ τῆς ἑρμηνείας. Ὅπερ εἰδὼς ὁ διδάσκαλος ἔφη, “πρὸς διάκρισιν τοῦ βελτίονος.” Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς Ἥρωνα τὸν φιλόσοφον λόγου εἰς τό·

Συμβάματα καὶ παρασυμβάματα. Σύμβαμά ἐστι κατὰ γραμματικοὺς πρότασις ἐξ ὀνόματος καὶ ῥήματος αὐτοτελῆ διάνοιαν ἀπαρτίζουσα, οἷον, “Ἰωάννης περιπατεῖ.” Παρασύμβαμα δέ ἐστι πρότασις ἐξ ὀνόματος καὶ ῥήματος οὐκ αὐτοτελῆ διάνοιαν ἀπαρτίζουσα, οἷον “Ἰωάννῃ μέλει.” Φήσας οὖν τις, “Ἰωάννης περιπατεῖ,” οὐδενὸς ἑτέρου χρῄζειν ἔδειξε· εἰπὼν δέ, “Ἰωάννῃ μέλει,” περὶ τίνος αὐτῷ μέλει παρέλειψεν εἰπεῖν.

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν ἅγιον Βασίλειον ἐπιταφίου, εἰς τό· Ἐπ’ οὐδενὸς οὖν τῶν ἁπάντων οὐκ ἔστιν ἐφ’ ὅτῳ οὐχὶ τῶν ἁπάντων. Ὅ τί ποτέ τις ἀποδέχεται τῶν καλῶν, κατ’ ἐκεῖνο πάντως καὶ ποιεῖται τὴν ἐπίδοσιν, τουτέστι τὴν ἐπαύξησιν, καθ’ ὃ δέ τις ποιεῖται τὴν ἐπίδοσιν, καὶ τοῖς περὶ αὐτοῦ λεγομένοις δῆλον ἥδεται καὶ παρακαλεῖται. Ἥδεται μὲν προστιθέμενος αὐτῷ πλέον κατὰ ψυχὴν ὡς καταθυμίῳ πράγματι, παρακαλεῖται δὲ τῆς κατ’ αὐτὸ πλείονος ἐπιδόσεως, ἐκ τοῦ περὶ αὐτοῦ δεχόμενος ἐπαίνου μείζονα προτροπήν. “Ὧν γάρ,” φησὶν ὁ διδάσκαλος, “τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ ἐπιδόσεις,” τουτέστιν, ὧν οἶδα πραγμάτων τοὺς ἐπαίνους, καὶ τῶν ἀποδεχομένων αὐτὰ σαφῶς ἀνθρώπων τὰς εἰς ἀρετὴν ἐπιδόσεις, ἤγουν ἐπαυξήσεις, ἐπίσταμαι. “

Ἐπ’ οὐδενὸς οὖν” πράγματος πάντων δηλονότι τῶν ἐπαινουμένων “οὐκ ἔστιν ἐφ’ ᾧτινι οὐχὶ” πάντως τῶν ἐπ’ αὐτοῖς ἡδομένων εὕροις τὴν ἐπαύξησιν· ἢ ἐπειδὴ τρία προθεὶς ὁ διδάσκαλος ἀνωτέρω, ἑαυτόν, τοὺς λόγους, τοὺς τῆς ἀρετῆς ἐπαινέτας, ἐν τούτοις περιλαβὼν κατὰ ῥήτορας ἐξήπλωσε, τὰς ἐπαγωγὰς τοῖς τρισὶν ἐφαρμόσας, καὶ ἐξ ἑαυτοῦ πρότερον τῆς ἀποδόσεως ἀρξάμενος, εἶτα διὰ μέσων τῶν ἀρετῆς ἐπαινετῶν διελθών, εἰς τοὺς λόγους ταύτας ἐπλήρωσεν, ὡς τῆς κατὰ τὸν ἅγιον Βασίλειον ὑποθέσεως καὶ αὐτῷ πρεπούσης, ὡς διδασκάλῳ, καὶ τοῦ λόγου προβεβλημένῳ, καὶ τοῖς ἀγαπῶσι τὴν ἀρετήν, ἤγουν τοῖς αὐτῆς ἐπαινέταις, πεποθημένης, οἷα ποθοῦσι γνῶναι τοὺς τρόπους τῆς διὰ μιμήσεως εἰς ἀρετὴν ἐπιδόσεως, καὶ τοῖς λόγοις αὐτοῖς ἁρμοζούσης, ὡς ἐκφαντορικοῖς τῶν κατ’ ἀρετὴν καλῶν. Παντὸς μὲν οὖν ἀνδρὸς βίον ἔχοντος κατὰ Θεὸν ἐπαινούμενον, μάλιστα δὲ Βασιλείου τοῦ πάνυ, κἄν τε δυνηθῶσι πᾶσαν περιλαβεῖν καὶ ὥσπερ εἰκόνα ζῶσαν καὶ ἔμψυχον ὑποδεῖξαι τοῖς ἐρασταῖς τὴν τοῦ ἀνδρὸς ἀρετήν, κἄν τε μὴ δυνηθῶσι τοῦ ταύτης ἐφικέσθαι μεγέθους, “ἐπ’ οὐδενὸς οὖν οὐκ ἔστι τῶν ἁπάντων,” καὶ λόγου καὶ λέγοντος καὶ ἀκούοντος, ἐφ’ ᾧτινι τὸ τῆς ὑποθέσεως καλὸν οὐχ ἁρμόσει, ἢ καθὼς ἀνωτέρω ἀκριβέστερον μᾶλλον ἐξήτασται.