Ἐπ’ οὐδενὸς οὖν” πράγματος πάντων δηλονότι τῶν ἐπαινουμένων “οὐκ ἔστιν ἐφ’ ᾧτινι οὐχὶ” πάντως τῶν ἐπ’ αὐτοῖς ἡδομένων εὕροις τὴν ἐπαύξησιν· ἢ ἐπειδὴ τρία προθεὶς ὁ διδάσκαλος ἀνωτέρω, ἑαυτόν, τοὺς λόγους, τοὺς τῆς ἀρετῆς ἐπαινέτας, ἐν τούτοις περιλαβὼν κατὰ ῥήτορας ἐξήπλωσε, τὰς ἐπαγωγὰς τοῖς τρισὶν ἐφαρμόσας, καὶ ἐξ ἑαυτοῦ πρότερον τῆς ἀποδόσεως ἀρξάμενος, εἶτα διὰ μέσων τῶν ἀρετῆς ἐπαινετῶν διελθών, εἰς τοὺς λόγους ταύτας ἐπλήρωσεν, ὡς τῆς κατὰ τὸν ἅγιον Βασίλειον ὑποθέσεως καὶ αὐτῷ πρεπούσης, ὡς διδασκάλῳ, καὶ τοῦ λόγου προβεβλημένῳ, καὶ τοῖς ἀγαπῶσι τὴν ἀρετήν, ἤγουν τοῖς αὐτῆς ἐπαινέταις, πεποθημένης, οἷα ποθοῦσι γνῶναι τοὺς τρόπους τῆς διὰ μιμήσεως εἰς ἀρετὴν ἐπιδόσεως, καὶ τοῖς λόγοις αὐτοῖς ἁρμοζούσης, ὡς ἐκφαντορικοῖς τῶν κατ’ ἀρετὴν καλῶν. Παντὸς μὲν οὖν ἀνδρὸς βίον ἔχοντος κατὰ Θεὸν ἐπαινούμενον, μάλιστα δὲ Βασιλείου τοῦ πάνυ, κἄν τε δυνηθῶσι πᾶσαν περιλαβεῖν καὶ ὥσπερ εἰκόνα ζῶσαν καὶ ἔμψυχον ὑποδεῖξαι τοῖς ἐρασταῖς τὴν τοῦ ἀνδρὸς ἀρετήν, κἄν τε μὴ δυνηθῶσι τοῦ ταύτης ἐφικέσθαι μεγέθους, “ἐπ’ οὐδενὸς οὖν οὐκ ἔστι τῶν ἁπάντων,” καὶ λόγου καὶ λέγοντος καὶ ἀκούοντος, ἐφ’ ᾧτινι τὸ τῆς ὑποθέσεως καλὸν οὐχ ἁρμόσει, ἢ καθὼς ἀνωτέρω ἀκριβέστερον μᾶλλον ἐξήτασται.