Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Το παιδαγωγικό παίγνιο του Θεού Λόγου και επίλογος

Θεολογική ερμηνεία του «παιγνίου» του Θεού μέσω της ρευστότητας των ορατών πραγμάτων και της θείας συγκατάβασης. Κατακλείδα του έργου με την επίκληση της φιλανθρωπίας των αναγνωστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 15 από 15

Τοῦ αὐτοῦ ἐκ τῶν ἐπῶν, εἰς τό· Παίζει γὰρ Λόγος αἰπὺς ἐν εἴδεσι παντοδαποῖσι, κρίνας, ὡς ἐθέλοι, κόσμον ἑὸν ἔνθα καὶ ἔνθα.

Ἡνίκα τὸν νοῦν ὡς διὰ κλείθρων τινῶν τῶν φαινομένων ὁ μέγας Δαβὶδ κατὰ μόνην πίστιν ἐν πνεύματι πρὸς τὰ νοητὰ διελάσας ἐδέξατό τινα παρὰ τῆς θείας σοφίας τῶν ἐφικτῶν ἀνθρώποις μυστηρίων ἔμφασιν, τότε, καθάπερ οἶμαι, φησίν, ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου· τούτοις τυχὸν ἐνδεικνύμενος, ὅτι πᾶς νοῦς θεωρητικός, διά τε τὸ κατὰ φύσιν ἀόρατον καὶ τὸ βάθος καὶ πλῆθος τῶν νοημάτων ἀβύσσῳ παρεοικώς, ἐπειδὰν τῶν φαινομένων διαβὰς πᾶσαν τὴν διακόσμησιν, καὶ εἰς τὴν τῶν νοητῶν χώραν γενόμενος, καὶ τούτων πάλιν κατὰ πίστιν τῷ σφοδρῷ τῆς κινήσεως ὑπερβὰς τὴν εὐπρέπειαν, ἐφ’ ἑαυτὸν στῇ, πεπηγὼς παντάπασι καὶ ἀκίνητος διὰ τὴν πάντων διάβασιν, τηνικαῦτα τὴν θείαν δεόντως ἐπικαλεῖται σοφίαν, τὴν ὄντως τε καὶ ἀληθῶς κατὰ τὴν γνῶσιν ἀδιεξίτητον ἄβυσσον, φωνὴν αὐτῷ δοῦναι τῶν θείων καταῤῥακτῶν, ἀλλ’ οὐκ αὐτοὺς τοὺς καταῤῥάκτας, ὅπερ ἐστὶν ἔμφασίν τινα πίστεως γνωστικὴν τῶν περὶ τὸ πᾶν τῆς θείας προνοίας τρόπων τε καὶ λόγων αἰτῶν ὑποδέξασθαι, δι’ ἧς μνησθῆναι δυνήσεται τοῦ Θεοῦ ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμονιείμ, ἐν ᾗ τῆς θείας πρὸς ἀνθρώπους τοῦ Θεοῦ Λόγου συγκαταβάσεως τὸ μέγα καὶ φρικτὸν διὰ σαρκὸς ἐτελέσθη μυστήριον, ἐν ᾧ τῆς εἰς Θεὸν εὐσεβείας ἐδωρήθη τοῖς ἀνθρώποις τὸ ἀληθές, ὅπερ διὰ τὸ πᾶσαν ἐκβεβηκέναι φύσεως τάξιν καὶ δύναμιν, τῷ μὲν θείῳ καὶ τῆς θείας μύστῃ τε καὶ μυσταγωγῷ κρυφιογνώστου σοφίας Παύλῳ τῷ μεγάλῳ ἀποστόλῳ μωρία ὠνομάσθη Θεοῦ καὶ ἀσθένεια, διὰ τὴν ὑπερβάλλουσαν, οἶμαι, σοφίαν καὶ δύναμιν, τῷ δὲ θεόφρονι μεγάλῳ Γρηγορίῳ παίγνιον προσηγορεύθη, διὰ τὴν ὑπερβάλλουσαν φρόνησιν.

Ὁ μὲν γάρ φησι· ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· ὁ δέ· “Παίζει γὰρ λόγος αἰπὺς ἐν εἴδεσι παντοδαποῖσι, κρίνας ὡς ἐθέλοι κόσμον ἑὸν ἔνθα καὶ ἔνθα”· ἑκάτερος τῇ στερήσει τῶν παρ’ ἡμῖν κρατίστων θέσεων τὴν θείαν ἐνδεικνύμενος ἕξιν καὶ ταῖς ἀποφάσεσι τῶν ἡμετέρων ποιούμενος τὴν τῶν θείων κατάφασιν.

Μωρία γὰρ παρ’ ἡμῖν καὶ ἀσθένεια καὶ παίγνιον στερήσεις εἰσίν, ἡ μὲν σοφίας, ἡ δὲ δυνάμεως, ἡ δὲ φρονήσεως, ἐπὶ Θεοῦ δὲ λεγόμεναι σοφίας καὶ δυνάμεως καὶ φρονήσεως ὑπερβολὴν σαφῶς ὑποδηλοῦσιν. Εἴ τι οὖν παρ’ ἡμῖν κατὰ στέρησιν λέγοιτο, ἐπὶ Θεοῦ λεγόμενον ἕξιν ὑποδηλοῦν πάντως ἐκδέχεσθαι δίκαιον, καὶ τὸ ἔμπαλιν, εἴ τι κατὰ τὴν ἕξιν ἐφ’ ἡμῶν λέγοιτο, ἐπὶ Θεοῦ στέρησιν διὰ τὴν ὑπεροχὴν ἐκδέχεσθαι δηλοῦν πρεπωδέστατον. Αἱ γὰρ τῶν θείων ὑπερβολαὶ καὶ κατὰ στέρησιν δι’ ἀντιφάσεως λεγόμεναι παρ’ ἡμῶν ἀποδέουσι πολὺ τῆς ἀληθοῦς καθ’ ὅν εἰσι λόγον ἐμφάσεως. Εἰ δὲ τοῦτο κατὰ τὸν εἰκότα λόγον ἐστὶν ἀληθὲς (οὐ γὰρ συμβαίνει πώποτε τὰ θεῖα τοῖς ἀνθρωπίνοις), ἄρα “μωρία” Θεοῦ καὶ “ἀσθένεια” κατὰ τὸν ἅγιον ἀπόστολον Παῦλον, καὶ παίγνιον Θεοῦ κατὰ Γρηγόριον τὸν θαυμαστὸν καὶ μέγαν διδάσκαλον, τὸ μυστήριόν ἐστι τῆς θείας ἐνανθρωπήσεως, ὡς πάσης φύσεως δυνάμεώς τε καὶ ἕξεως καὶ ἐνεργείας πᾶσαν ὑπερουσίως ἐκβεβηκὸς τάξιν καὶ ἁρμονίαν, ὅπερ Πνεύματι θείῳ πόῤῥωθεν κατὰ νοῦν θεασάμενος καὶ μυηθεὶς ὁ θειότατος Δαβίδ, καὶ οἷον τὴν τοῦ ἀποστόλου λεγομένην διὰ στερήσεως ὑπερβάλλουσαν ἕξιν τοῦ Θεοῦ προερμηνεύων, ἔφη, Ἰουδαίων, σαφῶς οἶμαι, καταβοῶν· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Πᾶς γὰρ ἄνθρωπος ἐχθρὸς πάντως τοῦ Θεοῦ καὶ ψεύστης προδήλως καθίσταται ὁ τὸν Θεὸν τῷ νόμῳ τῆς φύσεως ἀμαθῶς τε καὶ ἀσεβῶς περικλείων, καὶ ἀπαθῶς ὑπὲρ φύσιν ἐν τοῖς ὑπὸ φύσιν οὐσιωδῶς γενόμενον τὰ κατὰ φύσιν ὡς πάντα δυνάμενον ἐνεργῆσαι πιστεύειν μὴ ἀνεχόμενος.

Οὕτω μὲν οὖν κατὰ μίαν ἐπιβολὴν τέως θεωρῆσαι τὸ “μωρὸν” τοῦ Θεοῦ καὶ τὸ “ἀσθενὲς” καὶ παίγνιον στοχαστικῶς ὁ λόγος ἐτόλμησε, μεθ’ ὧν παρεκβατικῶς, ὡς προθεωρίαν παραδειγματικὴν τοῦ προτεθέντος ἀπόρου, καὶ τὴν ἄβυσσον τὴν ἐπικαλουμένην τὴν ἄβυσσον εἰς φωνὴν τῶν θείων καταῤῥακτῶν λαβὼν ὁ λόγος νοῦν γνωστικὸν εἶναι σοφίαν ἐπικαλούμενον δέξασθαι, μικράν τινα τῶν ἐπὶ τῇ θείᾳ καὶ ἀφράστῳ συγκαταβάσει μυστηρίων ἔμφασιν παρεδήλωσεν. “Ἄβυσσος” γὰρ καὶ ὁ τῆς ἀβύσσου τόπος ὁμωνύμως ὀνομάζεται, “τόπος” δὲ τῆς θείας σοφίας, ὁ καθαρὸς καθέστηκε νοῦς. Ἄρα θέσει διὰ τὸ δεκτικὸν “ἄβυσσος” καὶ ὁ νοῦς προσαγορεύεται, καὶ ἡ Σοφία πάλιν τὸ αὐτὸ διὰ τὴν φύσιν κατονομάζεται.

Ἄλλη θεωρία εἰς τὸ αὐτό Καθ’ ἕτερον δὲ τὸ προκείμενον ἄπορον διασκοποῦντες τρόπον τῇ βοηθείᾳ τῆς θείας χάριτος στοχαστικῶς, ἀλλ’ οὐκ ἀποφαντικῶς (τὸ μὲν γὰρ μέτριον, τὸ δὲ προπετές), ἐγχειρεῖν τῷ προκειμένῳ ῥητῷ τολμῶμεν, φάσκοντες τὴν τῶν μέσων τυχὸν προβολήν, κατὰ τὸ ἴσον ἀπὸ τῶν ἄκρων ἔχουσαν τὴν ἀπόστασιν, παίγνιον εἰρῆσθαι Θεοῦ τῷ μεγάλῳ διδασκάλῳ, διὰ τὴν ἐπίῤῥυτον αὐτῶν καὶ εὐαλλοίωτον στάσιν, μᾶλλον δέ, στάσιμον ῥεῦσιν εἰπεῖν οἰκειότερον.

Ὃ καὶ παράδοξον, στάσιν ἀεὶ ῥέουσαν καὶ φερομένην θεᾶσθαι, καὶ ῥεῦσιν ἀκίνητον προνοητικῶς τῆς τῶν οἰκονομουμένων ἕνεκεν βελτιώσεως θεόθεν ἐπινενοημένην, τοὺς δι’ αὐτῆς παιδαγωγουμένους σοφίσαι δυναμένην, ἀλλαχοῦ μεταστήσεσθαι πάντως ἐλπίζειν, καὶ πέρας τοῦ κατ’ αὐτὴν ἐπ’ αὐτοῖς μυστηρίου τῇ πρὸς Θεὸν νεύσει βεβαίως διὰ τῆς χάριτος θεωθήσεσθαι πιστεύειν. “Μέσα” δὲ λέγω τὴν τῶν ὁρωμένων καὶ νῦν περὶ τὸν ἄνθρωπον ὄντων ἢ ἐν οἷς ὁ ἄνθρωπος συμπλήρωσιν, “ἄκρα” δὲ τὴν τῶν μὴ φαινομένων καὶ περὶ τὸν ἄνθρωπον ἀψευδῶς ἔσεσθαι μελλόντων ὑπόστασιν, τῶν κυρίως τε καὶ ἀληθῶς κατὰ τὸν ἄῤῥητον καὶ προηγούμενον σκοπόν τε καὶ λόγον τῆς θείας ἀγαθότητος πεποιημένων τε καὶ γεγενημένων. Καθὼς ὁ σοφὸς Ἐκκλησιαστὴς μεγάλῳ τε καὶ τρανῷ ψυχῆς ὄμματι τῶν ὁρωμένων τε καὶ ῥεόντων ὑπερκύψας τὴν γένεσιν, καὶ οἷον ἐν φαντασίᾳ τῶν ἀληθῶς πεποιημένων καὶ γεγενημένων γενόμενος· τί τὸ γεγενημένον; αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον;

Αὐτό, φησί, τὸ ποιηθησόμενον· τῶν πρώτων δηλαδὴ καὶ τῶν τελευταίων ἐπιμνησθείς, ὡς τῶν αὐτῶν ὄντων καὶ ἀληθῶς ὄντων, τῶν δὲ μέσων καὶ παρερχομένων οὐδόλως κατὰ τὸν τόπον μνησθείς. Μετὰ γὰρ τὸ διεξελθεῖν, ὡς οἷόν τε ἦν μάλιστα μεγαλοφυῶς τὸν διδάσκαλον, περί τινος φύσεως ζώων καὶ λίθων, καί, ἁπλῶς εἰπεῖν, ἀορίστως περὶ πολλῶν τῶν ἐν τοῖς οὖσι θεωρουμένων, ἐπιφέρει τούτοις· “Παίζει γὰρ λόγος αἰπὺς ἐν εἴδεσι παντοδαποῖσι, κρίνας ὡς ἐθέλει κόσμον ἑὸν ἔνθα καὶ ἔνθα.” Μήποτε οὖν καθὼς αὐτὸς ἐν τῷ τῆς ἁγίας Πεντηκοστῆς λόγῳ φησί, περὶ θεότητος διεξιὼν καὶ κτιστῆς φύσεως; “Ἕως ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, τὸ μὲν περιωπῆς, τὸ δὲ ταπεινώσεως, ἄμικτος ἡ ἀγαθότης καὶ τὸ φιλάνθρωπον ἀκοινώνητον, καὶ χάσμα μέγα ἐν μέσῳ καὶ ἀδιάβατον, οὐ τὸν πλούσιον τοῦ Λαζάρου καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, πᾶσαν δὲ τὴν γενητὴν φύσιν καὶ ῥέουσαν τῆς ἀγενήτου καὶ ἑστηκυίας.”

Ὧι παρεμφερῆ τε καὶ ὅμοια καὶ ὁ θεηγόρος μέγας διεξέρχεται Διονύσιος ὁ Ἀρεοπαγίτης φάσκων· “Τολμητέον δὲ καὶ τοῦτο ὑπὲρ ἀληθείας εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ πάντων αἴτιος τῷ καλῷ καὶ ἀγαθῷ τῶν πάντων ἔρωτι δι’ ὑπερβολὴν τῆς ἐρωτικῆς ἀγαθότητος ἔξω ἑαυτοῦ γίνεται ταῖς εἰς τὰ ὄντα πάντα προνοίαις, καὶ οἷον ἀγαθότητι καὶ ἀγαπήσει καὶ ἔρωτι θέλγεται, καὶ ἐκ τοῦ ὑπὲρ πάντα καὶ πάντων ἐξῃρημένου πρὸς τὸ ἐν πᾶσι κατάγεται κατ’ ἐκστατικὴν ὑπερούσιον δύναμιν ἀνεκφοίτητον ἑαυτοῦ.” Μήπως οὖν, καθὼς ἔφην, κἀκ τούτων τὸν περὶ τοῦ, “Παίζει γὰρ Λόγος αἰπύς,” ἐπιτόμως ἀποδοθέντα τρόπον ἐξαπλῶσαι κατὰ διάνοιαν τοιαύτην ἡμῖν ἐστι δυνατὸν φάσκουσιν.

Ὥσπερ οἱ γονεῖς, ἵνα τοῖς καθ’ ἡμᾶς παραδείγμασι χρήσωμαι εἰς τὴν τῶν ὑπὲρ ἡμᾶς πραγμάτων ὑπογραφήν, ἀφορμὰς τοῖς τέκνοις παρέχοντες τὴν νωθείαν ἀποσείσασθαι συγκαταβάσεως τρόπῳ, δοκοῦσι κατὰ συμπεριφορὰν παιδικὰ παίγνια μετιέναι, ὡς, φέρε εἰπεῖν, καρυατίζειν καὶ ἀστραγάλοις μετ’ αὐτῶν συμπεριφέρεσθαι, ἢ καὶ ἄνθη πολύχροα τούτοις παρατιθέντες καὶ πολυβαφεῖς ἐσθῆτας τῶν αἰσθήσεων θελκτηρίους, ἀπῆγον ἢ κατέπληττον, ὡς τῶν παίδων ἑτέραν τέως ἐργασίαν οὐκ ἐχόντων, μετὰ βραχὺ δὲ καὶ παιδευτηρίοις αὐτοὺς τῶν γονέων παραδιδόντων, εἶτα καὶ λόγου τελεωτέρου καὶ πραγμάτων ἰδίων μεταδιδόντων, οὕτω τυχὸν καὶ τὸν ἐπὶ πάντων Θεόν φησι διὰ τῶν εἰρημένων ὁ διδάσκαλος διὰ τῆς τέως ἱστοριώδους τῶν φαινομένων κτισμάτων φύσεως εἰς ἔκπληξιν ἢ καὶ ἀπαγωγὴν διὰ τῆς αὐτῶν θέας καὶ γνώσεως νῦν ἡμᾶς, οἷα κομιδῇ παῖδας, ἐμβάλλοντα, ἔπειτα καὶ τὴν τῶν ἐν αὐτοῖς πνευματικωτέρων λόγων θεωρίαν ἐνιέντα, καὶ τελευταῖον ἐπὶ τὴν ἑαυτοῦ, καθώς ἐστιν ἐφικτόν, διὰ θεολογίας μυστικωτέραν γνῶσιν ἐνάγοντα, τὴν πάσης τῆς ἐν εἴδει καὶ ποιῷ καὶ σχήματι καὶ ποσῷ, τῷ ἐν πλήθει τε καὶ ὄγκῳ παντάπασι καθαρεύουσαν ποικιλίας τε καὶ συνθέσεως ἐν τοῖς προπαιδεύμασιν, ὡς πρὸς τὸ τέρμα τῆς θεωρίας, “παίζειν” εἴρηται τῷ θεοφόρῳ Γρηγορίῳ, καὶ τῷ θεόφρονι Διονυσίῳ “θέλγεσθαί” τε καὶ “ἐξίστασθαι ἑαυτοῦ.”

Τῷ ὄντι γὰρ ἐκ παραλλήλου κατὰ παράθεσιν θεωρούμενα πρὸς τὰ κυρίως καὶ ἀληθῶς ὄντα, καὶ ἐς ὕστερον φανησόμενα, τὰ παρόντα καὶ φαινόμενα καὶ παίγνιον εἶναι δοκεῖ, καὶ ἔτι τούτου ποῤῥωτέρω. Πρὸς γὰρ τὴν τῶν κυρίως θείων καὶ πρωτοτύπων πραγμάτων ἀλήθειαν συγκρινομένη τῶν παρόντων καὶ ὁρωμένων πραγμάτων ἡ διακόσμησις οὐδὲ τὸ παράπαν εἶναι νομισθήσεται τοῖς ὅλον χωρεῖν κατὰ τὸ δυνατὸν τὸ τῆς θείας ὡραιότητος κάλλος ἀξιουμένοις, ὥσπερ οὐδὲ τὸ παίγνιον ἀληθινῷ τινι καὶ ὄντι πράγματι συγκρινόμενον εἶναι καθάπαξ νομίζεται.

Ἄλλη θεωρία εἰς τὸ αὐτό Τυχὸν δὲ καὶ τὸ μεταπτωτικὸν ὧν ἐγχειρίζομεν ὑλικῶν πραγμάτων ἄλλην ἄλλως μεταφερόντων τε καὶ μεταφερομένων, καὶ μηδεμίαν βάσιν ἐχόντων στερέμνιον, πλὴν τοῦ πρώτου λόγου, καθ’ ὃν φέρονται σοφῶς τε καὶ προνοητικῶς καὶ φέρουσι, καὶ τῷ κρατεῖσθαι ὑφ’ ἡμῶν νομίζεσθαι, διαφευγόντων πλέον ἢ κρατουμένων, καὶ τὴν ἔφεσιν ἡμῶν τῶν αὐτοῖς ἀνεχομένων κρατεῖσθαι, μᾶλλον ἑαυτῶν οἷον ἀπωθουμένων, καὶ κρατεῖν ἢ κρατεῖσθαι παντελῶς μὴ δυναμένων, οἷα δὴ μόνον σταθερὸν τῆς ἑαυτῶν φύσεως ὅρον κεκτημένων τὸ ἀποῤῥεῖν καὶ μὴ ἵστασθαι, παίγνιον εἰκότως ἐῤῥέθη Θεοῦ τῷ διδασκάλῳ, ὡς διὰ τούτων μετάγοντος ἡμᾶς ἐπὶ τὰ ὄντως ὄντα καὶ μηδέποτε σαλευόμενα.

Ἄλλη θεωρία εἰς τὸ αὐτό Εἰ δὲ καὶ ἡμεῖς αὐτοί, κατὰ τὴν κρατοῦσαν ἐπὶ τοῦ παρόντος τῆς φύσεως ἡμῶν ἀκολουθίαν, νῦν μὲν καθ’ ὁμοιότητα τῶν λοιπῶν ἐπὶ γῆς ζώων γεννώμενοι, ἔπειτα παῖδες γινόμενοι, εἶτα ἄνθους ὠκυμόρου δίκην τῆς νεότητος ἐπὶ τὸ ῥικνὸν τῆς παλαιότητος φθασάσης τεθνηξόμενοι, καὶ πρὸς ἕτερον βίον μετατιθέμενοι, παίγνιον ἐῤῥήθημεν τοῦ Θεοῦ τῷ θεοφόρῳ τούτῳ διδασκάλῳ, οὐκ ἔξω τοῦ εἰκότος. Πρὸς γὰρ τὴν μέλλουσαν τῆς θείας καὶ ἀληθοῦς ζωῆς ἀρχετυπίαν ἡ παροῦσα συγκρινομένη ζωὴ παίγνιόν ἐστι, καὶ πᾶν εἴ τι ἄλλο τούτου καθέστηκεν ἀνουσιώτερον.

Ὅπερ ἐν τῷ εἰς Καισάριον τὸν αὐτοῦ ἀδελφὸν ἐπιταφίῳ δείκνυται σαφέστερον, οὑτωσὶ λέγων· “Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί, τῶν ζώντων πρόσκαιρα· τοιοῦτο τὸ ἐπὶ γῆς παίγνιον· οὐκ ὄντας γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι· ὄναρ ἐσμὲν οὐχ ἱστάμενον, φάσμα τι μὴ κρατούμενον, πτῆσις ὀρνέου παρερχομένου, ναῦς ἐπὶ θαλάσσης ἴχνος οὐκ ἔχουσα, κόνις, ἀτμίς, ἑωθινὴ δρόσος, ἄνθος καιρῷ φυόμενον καὶ καιρῷ λυόμενον, ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει, καλῶς ὁ θεῖος Δαβὶδ περὶ τῆς ἀσθενείας ἡμῶν ἐφιλοσόφησε.” Ταῦτα περὶ ὧν τοῖς θειοτάτοις τοῦ μεγάλου πατρὸς ἡμῶν καὶ διδασκάλου Γρηγορίου λόγοις ἠπορήσατε καὶ εἰπεῖν ἐκελεύσατέ μοι, μακαριώτατοι, κατὰ τὴν ἐμὴν δύναμιν.

Τῷ ὑμετέρῳ νεύματι δικαίως ὑπείκων ἔφην ἐγὼ στοχαζόμενος, ἀλλ’ οὐκ ἀποφαινόμενος. Οὐ γὰρ ἐφικνεῖται τῆς μεγάλης καὶ ὑψηλῆς τοῦ θεόφρονος διδασκάλου διανοίας ὁ ἡμέτερος νοῦς, πολλαῖς ἔτι κατὰ θέλησιν ἀκίσι παθῶν βαλλόμενος, ὧν τοῖς μώλωψι μᾶλλον χαίρει στιζόμενος ἢ χάρισιν ἀρετῶν καθαιρόμενος, διὰ τὴν μακρὰν τοῦ κακοῦ συνήθειαν ἕξιν λαβὼν φιλαμαρτήμονα.

Καὶ εἰ μὲν φανῶσιν ὑμῖν τινα λόγον ἔχειν τῆς ὑποθέσεως ἄξιον, καὶ μὴ πάντη τῆς ἀληθείας ἀπολειπόμενον, τῷ Θεῷ χάρις, τῷ τὴν χαμαίζηλον (ἵνα καὶ τοῦτο θαυματουργήσῃ) καὶ χαμαιπετῆ διάνοιαν φωτίσαντι, καὶ λόγον σύμμετρον χαρισαμένῳ πρὸς τὸ χαράξαι τὴν συμμετρίαν τῶν νοηθέντων, καὶ ὑμῖν τοῖς ὑποτάξασι καὶ τῇ τῶν εὐχῶν βοηθείᾳ τὸ πᾶν κατορθώσασιν. “Εἰ δὲ οὐκ ὀρθῶς ἢ ἀτελῶς καὶ τῆς ἀληθείας ἢ ὁλικῶς ἢ μερικῶς ἀποπεπλάνημαι” (τὸν γὰρ μέγαν καὶ θεοφάντορα κἀν τούτῳ σοι προσφέρω Διονύσιον παρακλήτορα), “τῆς σῆς ἂν εἴη φιλανθρωπίας ἐπανορθώσασθαι τὸν ἀκουσίως ἀγνοοῦντα, καὶ μεταδοῦναι λόγου τῷ μαθεῖν δεομένῳ, καὶ ἐπαμῦναι τῷ μὴ αὐτάρκη δύναμιν ἔχοντι, καὶ ἰάσασθαι τὸν οὐκ ἐθέλοντα ἀῤῥωστεῖν,” ἵνα καὶ τοῦτο μετὰ τῶν ἄλλων σου καλῶν, μᾶλλον δὲ πρὸ τῶν ἄλλων, ἀνάθημα τίμιον καὶ πάσης θυσίας αἰδεσιμώτερον ἱερουργήσῃς τῷ Θεῷ, τὴν φιλανθρωπίαν, τῷ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς παρὰ πάσης δοξαζομένῳ τῆς κτίσεως, καὶ μόνην ἀπαιτοῦντι παρ’ ἡμῶν θυσίαν τὴν εἰς ἀλλήλους φιλανθρωπίαν.