Ἡνίκα τὸν νοῦν ὡς διὰ κλείθρων τινῶν τῶν φαινομένων ὁ μέγας Δαβὶδ κατὰ μόνην πίστιν ἐν πνεύματι πρὸς τὰ νοητὰ διελάσας ἐδέξατό τινα παρὰ τῆς θείας σοφίας τῶν ἐφικτῶν ἀνθρώποις μυστηρίων ἔμφασιν, τότε, καθάπερ οἶμαι, φησίν, ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου· τούτοις τυχὸν ἐνδεικνύμενος, ὅτι πᾶς νοῦς θεωρητικός, διά τε τὸ κατὰ φύσιν ἀόρατον καὶ τὸ βάθος καὶ πλῆθος τῶν νοημάτων ἀβύσσῳ παρεοικώς, ἐπειδὰν τῶν φαινομένων διαβὰς πᾶσαν τὴν διακόσμησιν, καὶ εἰς τὴν τῶν νοητῶν χώραν γενόμενος, καὶ τούτων πάλιν κατὰ πίστιν τῷ σφοδρῷ τῆς κινήσεως ὑπερβὰς τὴν εὐπρέπειαν, ἐφ’ ἑαυτὸν στῇ, πεπηγὼς παντάπασι καὶ ἀκίνητος διὰ τὴν πάντων διάβασιν, τηνικαῦτα τὴν θείαν δεόντως ἐπικαλεῖται σοφίαν, τὴν ὄντως τε καὶ ἀληθῶς κατὰ τὴν γνῶσιν ἀδιεξίτητον ἄβυσσον, φωνὴν αὐτῷ δοῦναι τῶν θείων καταῤῥακτῶν, ἀλλ’ οὐκ αὐτοὺς τοὺς καταῤῥάκτας, ὅπερ ἐστὶν ἔμφασίν τινα πίστεως γνωστικὴν τῶν περὶ τὸ πᾶν τῆς θείας προνοίας τρόπων τε καὶ λόγων αἰτῶν ὑποδέξασθαι, δι’ ἧς μνησθῆναι δυνήσεται τοῦ Θεοῦ ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμονιείμ, ἐν ᾗ τῆς θείας πρὸς ἀνθρώπους τοῦ Θεοῦ Λόγου συγκαταβάσεως τὸ μέγα καὶ φρικτὸν διὰ σαρκὸς ἐτελέσθη μυστήριον, ἐν ᾧ τῆς εἰς Θεὸν εὐσεβείας ἐδωρήθη τοῖς ἀνθρώποις τὸ ἀληθές, ὅπερ διὰ τὸ πᾶσαν ἐκβεβηκέναι φύσεως τάξιν καὶ δύναμιν, τῷ μὲν θείῳ καὶ τῆς θείας μύστῃ τε καὶ μυσταγωγῷ κρυφιογνώστου σοφίας Παύλῳ τῷ μεγάλῳ ἀποστόλῳ μωρία ὠνομάσθη Θεοῦ καὶ ἀσθένεια, διὰ τὴν ὑπερβάλλουσαν, οἶμαι, σοφίαν καὶ δύναμιν, τῷ δὲ θεόφρονι μεγάλῳ Γρηγορίῳ παίγνιον προσηγορεύθη, διὰ τὴν ὑπερβάλλουσαν φρόνησιν.