Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Προοίμιον προς τον αρχιεπίσκοπο Ιωάννη

Επιστολικός χαιρετισμός, έπαινος των αρετών του Ιωάννη και αποδοχή του αιτήματος για την ερμηνεία των δύσκολων χωρίων του αγίου Γρηγορίου του Θεολόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 15

Πρὸς Ἰωάννην Ἀρχιεπίσκοπον Κυζίκου, Μάξιμος ἐν Κυρίῳ χαίρειν. Ἐπαινοῦνται μέν, καὶ τυχὸν δικαίως, παρὰ πάντων τῆς φιλομαθείας ἕνεκεν οἱ προθυμότεροι τῶν καλῶν ἐρασταὶ καὶ τῆς ἐπ’ αὐτοῖς ἐπιστήμης ἐπιμεληταὶ σπουδαιότεροι τοῖς κρείττοσι καὶ τῶν κρειττόνων διδασκάλοις προσιόντες, ὅτι δι’ ἐρωτήσεως τὴν γνῶσιν τῶν ἠγνοημένων καὶ τὴν ἐπιστήμην ἀνεπαισχύντως λαμβάνοντες, σφᾶς αὐτοὺς ἀγνοίας καὶ ἀπειρίας καὶ τοῦ κατ’ αὐτὰς ὀνείδους ἐλευθεροῦσιν.

Ὑμᾶς δὲ τίς ἂν ἀξίως ἐπαινέσειε λόγος; ἢ τίς ἀνθρώπων κἂν διανοίᾳ περιλαβεῖν ὑμῶν τὸ τῆς ἀρετῆς μέγεθος ἱκανὸς εὑρεθήσεται; Ὅτι δόκιμοι λογικῶν προβάτων ποιμένες ὑπάρχοντες καὶ πρὸς τὴν ἄνω μάνδραν φωναῖς σύριγγος πνευματικῆς ἀνάγειν τε καὶ ἐπανάγειν εἰδότες, οἷα δὴ τῆς ἀνεφίκτου τοῖς ἄλλοις τῶν θείων μυστικῆς γνώσεως τὴν ἕξιν προειληφότες, καθ’ ἣν τῆς Χριστοῦ ἐκκλησίας ἀξίως πεπιστευμένοι τοὺς οἴακας νηὸς τρόπον ἐπιστημόνως ἰθύνετε, μετὰ τοῦ φόρτου τῆς πίστεως καὶ τῆς τοῦ κατὰ Θεὸν βίου εὐπρεπείας, πρὸς τὸν λιμένα τοῦ θείου θελήματος, μηδὲν τῶν κατὰ τὴν θάλασσαν τοῦ βίου πειρασμῶν παραβλαβεῖσαν.

Περὶ τῶν ἐγνωσμένων ὑμῖν, ὧν καὶ ἐξηγητὰς ὑμᾶς κατέστησεν ὁ Θεός, οὐ μόνον τοὺς σοφωτέρους, εἴπερ τις ὑμῶν ἐστιν ὅλως κατὰ τὴν γνῶσιν ἀνώτερος, ἀλλὰ καὶ τοὺς μηδενὸς ἀξίους καὶ παντελῶς παντὸς ἀπείρους μαθήματος, πίστει τοῦ εὑρεῖν τι, καθὼς εἰώθατε, καὶ παρὰ τοῖς ἀσήμοις ἐπίσημον ἐρωτᾷν οὐχ ἡγεῖσθε ἀνάξιον.

Διὸ κἀγὼ δεξάμενος τὴν τιμίαν ὑμῶν ἐπιστολὴν τὸν περὶ ἑκάστου τῶν ἀπορηθέντων ἡμῖν κεφαλαίων ἐν τοῖς τοῦ ἁγίου θεολόγου Γρηγορίου λόγοις, περὶ ὧν ἐφιλοπονοῦμεν ἡνίκα σὺν ἀλλήλοις ἦμεν, ἀποδοθέντα τὸ τηνικαῦτα λόγον γραφῇ καταθεμένῳ στεῖλαι ὑμῖν κελεύουσαν, ὑμᾶς μὲν εἰκότως τῆς ἀρετῆς ἐθαύμασα καὶ τὸ παμφαὲς καὶ ὑψηλὸν τῆς κατ’ αὐτὴν χριστοπρεποῦς ὑμῶν πτωχείας ἀνύμνησα, μᾶλλον δὲ τὸν κατὰ πάντα τρόπον δι’ ὑμῶν τε καὶ ἐν ὑμῖν δοξαζόμενον Κύριον, τὸν καὶ ποιήσαντα ὑμᾶς καὶ τὴν πρὸς τὸ ἀξίους αὐτοῦ γενέσθαι χαρισθεῖσαν ὑμῖν δύναμιν τοῖς ἑαυτοῦ ἰδιώμασι δι’ αὐτῶν τῶν ἔργων καὶ τῆς ἀληθείας ἀριδήλως ὡραϊσμένην ἐκφαίνοντα μέχρις ἐμοῦ τοῦ μικροῦ καὶ μηδενὸς ἀξίου καὶ ἀμαθοῦς καὶ πάσης γυμνοῦ παντάπασιν ἀρετῆς καὶ γνώσεως.

Περὶ τούτου ταπεινωθέντας θεώμενος, ἐμαυτὸν δὲ καταδέξασθαι ὑμῶν τὸ ἐπίταγμα κατὰ δύναμιν ἐβιασάμην, μηδένα τοῦ προπετὴς νομισθῆναι τοῖς πολλοῖς ὑμῶν χάριν ποιησάμενος λόγον· ἀλλὰ καὶ ὑμεῖς τὸν προσφιλῆ καὶ ἐράσμιον τῆς εὐπειθείας μισθὸν ἀντιλαβεῖν ἐκδεχομένῳ τὰς ὑμετέρας ἐκτενεῖς εὐχὰς συνήθως χαρίσασθε, ὅπως Χριστὸς ὁ Θεός, ἡ ἑτοίμη τῶν φοβουμένων αὐτὸν βοήθεια, “ἔλθοι μοι τῷ λόγῳ σύμμαχος,” μᾶλλον δὲ τὸν τοῦ λέγειν ὅλον εὐσεβῶς ὡς Λόγος χορηγήσοι λόγον.

Ἀξιῶ δὲ ὑμᾶς ἐντυγχάνοντας μὴ τὴν κεκομψευμένην ἐπιζητεῖν πρὸς ἐμοῦ λέξιν, τοὺς περικομποῦντας τὴν ἀκοὴν λόγους οὐκ ἔχοντος καὶ ταῖς περιέργοις τομαῖς ἐμπεριηχήτους ποιεῖν ἀγνοοῦντος· ἀτριβὴς γὰρ ὢν τῶν τοιούτων μαθημάτων καὶ τῆς ἐπ’ αὐτοῖς μελέτης ἄπειρος τυγχάνων, ἀγαπητὸν ἡγοῦμαι καὶ ἐπευκτόν, εἰ τῆς διανοίας τοῦ ἁγίου τούτου καὶ μεγάλου διδασκάλου, κἂν ἐν χυδαίᾳ φράσει, καὶ τοῦτο ποσῶς, καταστοχάσαιμι. Μήτι δὲ τῷ πολυστίχῳ τῶν ἐξηγήσεων ἐπισκήπτειν· ὁ θεολόγος γὰρ οὗτος ἀνήρ, ὡς ἴστε, βραχυλόγος ὑπάρχων καὶ πολύνους ἀνάγκην δίδωσι τῷ ἐξαπλοῦν βουλομένῳ τὸν αὐτοῦ σκοπόν, κἂν ὁ ῥητορικώτατος ᾖ καὶ φιλοσοφώτατος, διὰ πολλῶν ἰέναι, καὶ μάλιστα ἐμοὶ τῷ ἰδιώτῃ.

Εἰ δ’ ὑμᾶς συνήθως ὁ θεοφιλὴς ἀνακινήσοι ζῆλος πρὸς τὸ σύντομον ἅμα καὶ εὐφραδὲς τὰ γραφόμενα μετακομίσαι ἢ καὶ τὸν νοῦν ὅλον διορθώσασθαι πρὸς τὸ ὑψηλότερον, μισθὸν αὐτοτελῆ λήψεσθε, τὰς τοῦ θεοφόρου πρὸς τὸν Δεσπότην τῶν ὅλων εὐχάς, ἅτε μὴ συγχωρήσαντες αὐτοῦ τὰ θεῖα καὶ ὑπερφυῆ νοήματα ταῖς ἀποτεύκτοις καὶ χαμαιπετέσιν ἐπιβολαῖς παρασύρεσθαι. Ἀκολούθως δὲ τῇ ὑμετέρᾳ ἐπιστολῇ τὴν περὶ ἑκάστου κεφαλαίου ποιησάμενος ζήτησιν κατεθέμην τῷ γράμματι, χρηστοὺς καὶ φιλανθρώπους ὑμᾶς τῶν λεγομένων κριτὰς γενέσθαι παρακαλῶν.