Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Η δημιουργία του κόσμου, η αναίρεση της ανάρχου ύλης και η θεία πρόνοια

Φιλοσοφική απόδειξη ότι ο κόσμος έχει αρχή, απόρριψη της άναρχης υλικής δυάδας, και ανάπτυξη της διδασκαλίας περί της απόλυτης απλότητας του Θεού και της προνοητικής Του ενέργειας επί της κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 15

Θεωρία περὶ ἀρετῶν “Μόναι γὰρ καὶ σὺν τοῖς ἄλλοις αἱ ἀρεταὶ μακάριον ποιοῦσιν τὸν ἄνθρωπον. Μετὰ μὲν τῶν ἄλλων κατὰ πλάτος,” ὥς τις ἔφη τῶν τὰ θεῖα σοφῶν, “μόναι δὲ καὶ καθ’ ἑαυτάς, κατὰ περιγραφήν. Τῶν γὰρ ὄντων τὰ μὲν κατὰ περιγραφὴν νοεῖται, ὡς δίπηχυ, τὰ δὲ κατὰ πλάτος, ὡς σωρός. Σωροῦ γὰρ κἂν δύο μεδίμνους ἀφέλῃς, τὸ λειπόμενον μένει σωρός· καὶ τῆς δὲ κατὰ πλάτος μακαριότητος ἂν ἀφέλῃς τὰ τοῦ σώματος καὶ τῶν ἐκτὸς ἀγαθά, καταλίπῃς δὲ μόνας τὰς ἀρετάς, μένει καὶ οὕτως ἀνελλιπὲς τὸ μακάριον. Αὐτάρκης γὰρ καθ’ ἑαυτὴν τῷ ἔχοντι πρὸς εὐδαιμονίαν ἡ ἀρετή. Πᾶς οὖν κακὸς ἄθλιος, κἂν πάντα συλλήβδην ἔχῃ τὰ λεγόμενα τῆς γῆς ἀγαθά,” τῶν ἀρετῶν ἐστερημένος· καὶ πᾶς ἀγαθὸς μακάριος, κἂν πάντων ἐστέρηται τῶν ἐπὶ γῆς ἀγαθῶν, ἔχων τῆς ἀρετῆς τὴν λαμπρότητα, μεθ’ ἧς Λάζαρος τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν ἔχων ἀγάλλεται.

Θεωρία φυσική, δι’ ἧς τὸν Θεὸν ἐκ τῶν κτισμάτων οἱ ἅγιοι ἐδιδάσκοντο Οὕτω μὲν οὖν τὴν κτίσιν κατανοήσαντες οἱ ἅγιοι καὶ τὴν εὐκοσμίαν αὐτῆς καὶ τὴν ἀναλογίαν καὶ τὴν χρείαν, ἣν ἕκαστον παρέχεται τῷ παντί, καὶ ὡς τέλεια πάντα σοφῶς τε καὶ προνοητικῶς καθ’ ὃν δεδημιούργηνται λόγον δεδημιουργημένα, καὶ ὡς οὐχ οἷόν τε ἄλλως γε καλῶς ἔχειν τὰ γενόμενα παρ’ ὃ νῦν ἔχει, προσθήκης ἢ ἀφαιρέσεως πρὸς τὸ καλῶς ἄλλως ἔχειν μὴ δεόμενα, τὸν Δημιουργὸν ἐκ τῶν αὐτοῦ ποιημάτων ἐδιδάχθησαν· οὕτω δὲ τὴν διαμονήν, τήν τε τάξιν καὶ τὴν θέσιν τῶν γεγονότων, καὶ τὴν διεξαγωγήν, καθ’ ἣν πάντα κατὰ τὸ οἰκεῖον ἕκαστα εἶδος ἔστηκεν ἀσύγχυτα καὶ παντὸς ἐλεύθερα φυρμοῦ, τήν τε τῶν ἄστρων φορὰν κατὰ τὸν αὐτὸν τρόπον γινομένην, μηδὲν μηδέποτε διαλλάττουσαν, καὶ τὸν κύκλον τοῦ ἐνιαυτοῦ κατὰ τὴν τῶν αὐτῶν ἀπὸ τοῦ αὐτοῦ εἰς τὸν αὐτὸν τόπον ἀποκατάστασιν εὐτάκτως γινόμενον, τῶν τε νυκτῶν καὶ τῶν ἡμερῶν τὴν κατ’ ἔτος ἰσότητα, παρὰ μέρος ἑκατέρας αὐξανομένης τε καὶ μειουμένης, οὔτε πλείονι οὔτε ἐλάττονι μέτρῳ τῆς αὐξήσεως αὐταῖς ἢ τῆς μειώσεως ἐπιγινομένης, προνοητὴν ἐπίστευσαν εἶναι τῶν ὄντων, ὃν καὶ Θεὸν καὶ Δημιουργὸν τῶν ὅλων ἐπέγνωσαν.

Θεωρία φυσικὴ περὶ τοῦ ἀρχὴν ἔχειν τὸν κόσμον καὶ γένεσιν, καὶ πᾶν ἄλλο μετὰ Θεόν Τίς γὰρ τὸ κάλλος καὶ τὸ μέγεθος τῶν τοῦ Θεοῦ κτισμάτων θεώμενος οὐκ εὐθὺς αὐτὸν γενεσιουργὸν ἐννοήσει, ὡς ἀρχὴν καὶ αἰτίαν τῶν ὄντων καὶ Ποιητήν, καὶ πρὸς αὐτὸν μόνον ἀναδραμεῖται τῇ διανοίᾳ, ταῦτα ἀφεὶς κάτω, ὅτι μηδὲν πέφυκε τῆς διανοίας χωρεῖν τὴν ὅλην διάβασιν, λαβεῖν ποθῶν ἀμέσως ὃν διὰ μέσων τῶν ἔργων ἐγνώρισε, καὶ τὴν περὶ τοῦ ἄναρχον εἶναι τὸν κόσμον ἑαυτοῦ πλάνην ἑτοίμως ἀπώσεται, λογιζόμενος ἀληθῶς ὅτι πᾶν κινούμενον πάντως καὶ ἤρξατο τῆς κινήσεως. Πᾶσα δὲ κίνησις οὐκ ἄναρχος, ἐπειδὴ οὐδὲ ἀναίτιος. Ἀρχὴν γὰρ ἔχει τὸ κινοῦν, καὶ αἰτίαν ἔχει τὸ καλοῦν τε καὶ ἕλκον πρὸς ὃ καὶ κινεῖται τέλος. Εἰ δὲ πάσης κινήσεως παντὸς κινουμένου τὸ κινοῦν ἐστιν ἀρχή, καὶ τέλος ἡ πρὸς ἣν φέρεται τὸ κινούμενον αἰτία (οὐδὲν γὰρ ἀναιτίως κινεῖται), οὐδὲν δὲ τῶν ὄντων ἀκίνητον, εἰ μὴ τὸ πρώτως κινοῦν (τὸ γὰρ πρώτως κινοῦν πάντως ἀκίνητον, ὅτι καὶ ἄναρχον), οὐδὲν ἄρα τῶν ὄντων ἐστὶν ἄναρχον, ὅτι μὴ καὶ ἀκίνητον.

Πάντα γὰρ κινεῖται τὰ ὁπωσοῦν ὄντα, δίχα τῆς μόνης καὶ ἀκινήτου καὶ ὑπὲρ πάντα αἰτίας, τὰ μὲν νοερά τε καὶ λογικά, γνωστικῶς τε καὶ ἐπιστημονικῶς, ὅτι μὴ αὐτογνῶσις ἢ αὐτοεπιστήμη ἐστίν. Οὔτε γὰρ οὐσία αὐτῶν ἡ γνῶσις αὐτῶν ἐστι καὶ ἡ ἐπιστήμη, ἀλλ’ ἕξεις τῇ αὐτῶν οὐσίᾳ ἐπιθεωρούμεναι, ἐκ τῆς κατὰ νοῦν καὶ λόγον (τὰς συστατικὰς αὐτῶν λέγω δυνάμεις) ὀρθῆς κρίσεως ἐπιγενόμεναι.

Θεωρία περὶ συστολῆς καὶ διαστολῆς οὐσίας, ποσότητός τε καὶ ποιότητος, καθ’ ἣν ἄναρχοι εἶναι οὐ δύνανται Ἀλλὰ καὶ αὐτὴ ἡ ἁπλῶς λεγομένη “οὐσία,” οὐ μόνον ἡ τῶν ἐν γενέσει καὶ φθορᾷ κατὰ γένεσιν κινεῖται καὶ φθοράν, ἀλλὰ καὶ ἡ τῶν ὄντων ἁπάντων καὶ κεκίνηται καὶ κινεῖται τῷ κατὰ διαστολὴν καὶ συστολὴν λόγῳ τε καὶ τρόπῳ. Κινεῖται γὰρ ἀπὸ τοῦ γενικωτάτου γένους διὰ τῶν γενικωτέρων γενῶν εἰς τὰ εἴδη, δι’ ὧν καὶ εἰς ἃ διαιρεῖσθαι πέφυκε, προϊοῦσα μέχρι τῶν εἰδικωτάτων εἰδῶν οἷς περατοῦται ἡ κατ’ αὐτὴν διαστολή, τὸ εἶναι αὐτῆς πρὸς τὰ κάτω περιγράφουσα, καὶ συνάγεται πάλιν ἀπὸ τῶν εἰδικωτάτων εἰδῶν διὰ τῶν γενικωτέρων ἀναποδίζουσα μέχρι τοῦ γενικωτάτου γένους, ᾧ περατοῦται ἡ κατ’ αὐτὴν συστολή, πρὸς τὸ ἄνω τὸ εἶναι αὐτῆς ὁρίζουσα, καὶ λοιπὸν διχόθεν περιγραφομένη, ἄνωθέν τε λέγω καὶ κάτωθεν, ἀρχὴν καὶ τέλος ἔχουσα δείκνυται, τὸν τῆς ἀπειρίας οὐδ’ ὅλως ἐπιδέξασθαι δυναμένη λόγον.

Ὡσαύτως δὲ καὶ ἡ ποσότης, οὐ μόνον ἡ τῶν ἐν γενέσει καὶ φθορᾷ παντὶ τρόπῳ ᾧ πέφυκε θεωρεῖσθαι κατ’ αὔξησιν κινεῖται καὶ μείωσιν, ἀλλὰ καὶ ἡ πᾶσα καὶ πάντων τῷ κατ’ ἄνεσιν καὶ ἐπίτασιν λόγῳ κινουμένη καὶ ταῖς κατὰ μέρος διαφοραῖς κατὰ διαστολὴν εἰδοποιουμένη περιγράφεται, ἐπ’ ἄπειρον χεῖσθαι οὐκ ἔχουσα, καὶ συνάγεται πάλιν ἀναποδίζουσα, τὸ κατ’ αὐτάς, ἀλλ’ οὐ τὸ συμφυὲς εἶδος ἀπολύουσα. Ὁμοίως δὲ καὶ ἡ ποιότης, οὐ μόνον ἡ τῶν ἐν γενέσει καὶ φθορᾷ κινεῖται κατ’ ἀλλοίωσιν, ἀλλὰ καὶ ἡ πᾶσα καὶ πάντων, τῷ τρεπτῷ τε καὶ σκεδαστῷ τῆς κατ’ αὐτὴν διαφορᾶς κινουμένη, διαστολὴν καὶ συστολὴν ἐπιδέχεται.

Οὐδεὶς δὲ τὸ πεφυκὸς σκεδάννυσθαί τε καὶ συνάγεσθαι λόγῳ ἢ ἐνεργείᾳ εἴποι ἂν εὖ φρονῶν ἀκίνητον εἶναι παντάπασιν. Εἰ δὲ μὴ ἀκίνητον, οὐδὲ ἄναρχον· εἰ δὲ μὴ ἄναρχον, οὐδὲ ἀγένητον δηλονότι, ἀλλ’ ὥσπερ οἶδεν ἠργμένον κινήσεως τὸ κινούμενον, οὕτως καὶ τῆς πρὸς τὸ εἶναι γενέσεως ἦρχθαι τὸ γεγενημένον ἐπίσταται, καὶ ἐκ τοῦ μόνου καὶ ἑνὸς ἀγενήτου τε καὶ ἀκινήτου τὸ εἶναί τε καὶ τὸ κινεῖσθαι λαβόν. Τὸ δὲ κατὰ τὴν τοῦ εἶναι γένεσιν ἠργμένον οὐδαμῶς ἄναρχον εἶναι δύναται.

Ἀπόδειξις τοῦ πᾶν ὁτιοῦν ἄνευ Θεοῦ πάντως ἐν τόπῳ, καὶ διὰ τοῦτο ἐξ ἀνάγκης καὶ ἐν χρόνῳ, καὶ ὅτι τὸ ἐν τόπῳ πάντως κατὰ χρόνον καὶ ἦρκται τοῦ εἶναι Ἵνα δὲ ἐάσω λέγειν ὅτι καὶ αὐτὸ τὸ εἶναι τῶν ὄντων, τὸ πῶς εἶναι ἔχον, ἀλλ’ οὐχ ἁπλῶς, ὅπερ ἐστὶ πρῶτον εἶδος περιγραφῆς, ἰσχυρόν τε καὶ μέγα πρὸς ἀπόδειξιν τοῦ ἦρχθαι κατ’ οὐσίαν καὶ γένεσιν τὰ ὄντα, τίς ἀγνοεῖ ὅτι παντὸς τοῦ ὁπωσοῦν ὄντος, πλὴν τοῦ θείου καὶ μόνου, τοῦ καὶ ὑπὲρ αὐτὸ τὸ εἶναι κυρίως ὑπάρχοντος, προεπινοεῖται τὸ “ποῦ,” ᾧ πάντη τε καὶ πάντως ἐξ ἀνάγκης συνεπινοεῖται τὸ “πότε.” Οὐ γὰρ τοῦ “πότε” διωρισμένον κατὰ στέρησιν δυνατόν ἐστιν ἐπινοῆσαι τὸ “ποῦ” (τῶν γὰρ ἅμα ταῦτά ἐστιν, ἐπειδὴ καὶ τῶν οὐκ ἄνευ τυγχάνουσιν)· εἰ δὲ τοῦ “ποῦ” τὸ “πότε,” ᾧ συνεπινοεῖσθαι πέφυκεν, οὐδαμῶς διώρισται κατὰ στέρησιν, ὑπὸ τὸ “ποῦ” δὲ πάντα ὡς ἐν τόπῳ ὄντα δείκνυται. Οὐ γὰρ ὑπὲρ τὸ πᾶν αὐτὸ τὸ πᾶν τοῦ παντὸς (τοῦτο γάρ πως καὶ ἄλογον καὶ ἀδύνατον αὐτὸ τὸ πᾶν ὑπὲρ τὸ ἑαυτοῦ εἶναι πᾶν θεσπίζειν), ἀλλ’ ὑφ’ ἑαυτοῦ ἐν ἑαυτῷ τὴν περιγραφὴν ἔχον, μετὰ τὴν πάντα περιγράφουσαν τοῦ παναιτίου ἄπειρον δύναμιν, αὐτὸ τὸ πέρας ἑαυτοῦ τὸ ἐξώτερον.

Ὅπερ καὶ “τόπος” ἐστὶ τοῦ παντός, καθὼς καὶ ὁρίζονταί τινες τὸν τόπον λέγοντες, “τόπος ἐστὶν ἡ ἔξω τοῦ παντὸς περιφέρεια, ἢ ἡ ἔξω τοῦ παντὸς θέσις, ἢ τὸ πέρας τοῦ περιέχοντος, ἐν ᾧ περιέχεται τὸ περιεχόμενον.” Καὶ ὑπὸ τὸ “πότε,” ὡς ἐν χρόνῳ πάντως ὄντα, συναποδειχθήσεται, ἐπειδὴ μὴ ἁπλῶς, ἀλλὰ πῶς τὸ εἶναι ἔχουσι, πάντα ὅσα μετὰ Θεὸν τὸ εἶναι ἔχει. Καὶ διὰ τοῦτο οὐκ ἄναρχα. Πᾶν γὰρ ὅπερ καθ’ ὁτιοῦν τὸν τοῦ “πῶς” ἐπιδέχεται λόγον, κἂν εἰ ἔστιν, ἀλλ’ οὐκ ἦν. Ὅθεν τὸ θεῖον “εἶναι” λέγοντες, οὐ τὸ πῶς εἶναι λέγομεν· καὶ διὰ τοῦτο καὶ τὸ “ἔστι” καὶ τὸ “ἦν” ἁπλῶς καὶ ἀορίστως καὶ ἀπολελυμένως ἐπ’ αὐτοῦ λέγομεν. Ἀνεπίδεκτον γὰρ παντὸς λόγου καὶ νοήματος τὸ θεῖόν ἐστι, καθ’ ὃ οὔτε κατηγοροῦντες αὐτοῦ τὸ “εἶναι” λέγομεν αὐτὸ εἶναι. Ἐξ αὐτοῦ γὰρ τὸ εἶναι, ἀλλ’ οὐκ αὐτὸ τὸ “εἶναι.” Ὑπὲρ γάρ ἐστι καὶ αὐτοῦ τοῦ εἶναι, τοῦ τε “πῶς” καὶ ἁπλῶς λεγομένου τε καὶ νοουμένου. Εἰ δὲ “πῶς,” ἀλλ’ οὐχ ἁπλῶς, ἔχει τὰ ὄντα τὸ εἶναι, ὥσπερ ὑπὸ τὸ “ποῦ” εἶναι διὰ τὴν θέσιν καὶ τὸ πέρας τῶν ἐπ’ αὐτοῖς κατὰ φύσιν λόγων, καὶ ὑπὸ τὸ “πότε” πάντως εἶναι διὰ τὴν ἀρχὴν ἐπιδέξεται.

Ἀπόδειξις τοῦ μὴ δύνασθαι ἄπειρον εἶναι, καὶ διὰ τοῦτο οὔτε ἄναρχον πᾶν, εἴ τι κατὰ τὴν ἐν πλήθει ποσότητα ἔχει τὸ εἶναι Καὶ πάλιν εἰ ἡ πάντων οὐσία, πολλῶν ὄντων τῶν πάντων, ἄπειρος εἶναι οὐ δύναται (πέρας γὰρ ἔχει αὐτῶν τῶν πολλῶν ὄντων τὴν ἐν πλήθει ποσότητα, περιγράφουσαν αὐτῆς τόν τε τοῦ εἶναι καὶ τοῦ πῶς εἶναι λόγον, οὐ γὰρ ἄφετος ἡ τῶν πάντων οὐσία), οὐδὲ ἡ τοῦ καθ’ ἕκαστον δῆλον ὑπόστασις ἔσται δίχα περιγραφῆς, ἀλλήλαις τῷ ἀριθμῷ καὶ τῇ οὐσίᾳ κατὰ λόγον περιγεγραμμέναι. Εἰ δὲ περιγραφῆς οὐδὲν τῶν ὄντων ἐλεύθερον, πάντα τὰ ὄντα δηλονότι ἀναλόγως ἑαυτοῖς καὶ τὸ “πότε εἶναι” καὶ τὸ “ποῦ εἶναι” εἴληφε. Τούτων γὰρ ἄνευ τὸ παράπαν οὐδὲν εἶναι δυνήσεται, οὐκ οὐσία, οὐ ποσότης, οὐ ποιότης, οὐ σχέσις, οὐ ποίησις, οὐ πάθος, οὐ κίνησις, οὐχ ἕξις, οὐχ ἕτερόν τι τῶν οἷς τὸ πᾶν περικλείουσιν οἱ περὶ ταῦτα δεινοί.

Οὐδὲν οὖν τῶν ὄντων ἄναρχον, ᾧ τι ἕτερον προεπινοεῖσθαι, οὐδὲ ἀπερίγραφον, ᾧ τι ἕτερον συνεπινοεῖσθαι δύναται. Εἰ δὲ τῶν ὄντων οὐδὲν ἄναρχον ἢ ἀπερίγραφον, ὡς ἔδειξε ἀκολούθως τῇ φύσει τῶν ὄντων ἑπόμενος ὁ λόγος, ἦν πάντως ποτὲ ὅτε τι τῶν ὄντων οὐκ ἦν· εἰ δὲ οὐκ ἦν, πάντως γέγονεν, εἴπερ οὐκ ἦν. Οὐ γὰρ ἄμφω ἐνδέχεται καὶ εἶναι καὶ γίνεσθαι χωρὶς τροπῆς καὶ ἀλλοιώσεως. Εἰ γὰρ ἦν καὶ γέγονεν, ἐτράπη εἰς ὅπερ οὐκ ἦν μεταχωρῆσαν κατὰ τὴν γένεσιν, ἢ ἠλλοιώθη, προσθήκην οὗ ἐστέρητο κάλλους ἐπιδεξάμενον. Πᾶν δὲ τρεπόμενον ἢ ἀλλοιούμενον ἢ ἐλλιπὲς εἴδους, αὐτοτελὲς εἶναι οὐ δύναται. Τὸ δὲ μὴ ὂν αὐτοτελὲς ἑτέρου πάντως προσδεηθήσεται, τοῦ παρέχοντος αὐτῷ τὴν τελειότητα, καὶ ἔστι τέλειον μὲν τὸ τοιοῦτον, ἀλλ’ οὐκ αὐτοτελές, διὰ τὸ μὴ φύσει, μεθέξει δὲ τὸ τέλειον ἔχειν. Τὸ δὲ ἑτέρου προσδεόμενον πρὸς τελείωσιν καὶ πρὸς αὐτὸ τὸ εἶναι πολλῷ μᾶλλον προσδεηθήσεται.

Εἰ γὰρ εἴδους κρείττων, ὥς φασιν, ἡ οὐσία καθέστηκε, ταύτην δὲ ἑαυτῷ παρασχεῖν ἢ ἁπλῶς ἔχειν δεδύνηται ἐκεῖνο τὸ “ὄν,” ὅπερ αὐτοὶ φάναι βούλονται, πῶς πρὸς τὸ ἔχειν ἁπλῶς ἢ παρασχεῖν ἑαυτῷ τὸ ἧττον, φημὶ δὲ τὸ εἶδος, οὐκ ἐπήρκεσε; Εἰ δὲ πρὸς τὸ παρασχεῖν ἑαυτῷ τὸ ἧττον, ἢ ἁπλῶς ἔχειν ἐκεῖνο τὸ “ὄν,” ὅπερ εἴτε οὐσίαν, εἴτε ὕλην καλεῖν βούλονται οἱ τὸ ἄναρχον τοῖς μετὰ Θεὸν καὶ ἐκ Θεοῦ προσάπτειν τολμῶντες (οὐ γὰρ περὶ τούτου διαφερόμεθα) οὐκ ἐπήρκεσε, πῶς τὸ κρεῖττον, αὐτὸ τὸ εἶναί φημι, ἢ ἁπλῶς ἢ παρ’ ἑαυτοῦ ἔχειν δεδύνηται, τὸ πρὸς τὸ ἔχειν τὸ ἧττον ἀδυνατῆσαν; Εἰ δὲ παρ’ ἑαυτῆς ἢ ἁπλῶς ἔχειν τὸ ἧττον οὐδαμῶς ἡ ὕλη δεδύνηται, πολλῷ μᾶλλον αὐτὸ τὸ εἶναι ἁπλῶς, ἢ πῶς παρ’ ἑαυτῆς ἔχειν οὐ δυνηθήσεται.

Ἄρ’ οὖν ἡ πρὸς τὸ ἔχειν, ὡς δέδεικται, τὸ ἧττον, λέγω δὲ τὸ εἶδος, ἀτονήσασα οὐδὲ τὸ κρεῖττον, αὐτὸ τὸ εἶναί φημι, κἂν ὁπωσοῦν ἔχειν δυνηθείη ποτέ. Εἰ δὲ τοῦτο, πάντως ἐκ Θεοῦ τὸ εἶναι τοῖς οὖσι καὶ τὸ εἶδος δεδώρηται, ἐπείπερ εἰσίν· εἰ δὲ ἐκ Θεοῦ πᾶσα οὐσία καὶ ὕλη καὶ εἶδος ἅπαν ἐστίν, οὐδεὶς ἂν μὴ πάντη σώφρονος λογισμοῦ ἐστερημένος εἰπεῖν ἀνάσχοιτο ἄναρχον ἢ ἀγένητον τὴν ὕλην, Θεὸν εἰδὼς τῶν ὄντων ποιητὴν καὶ δημιουργόν.

Ἀπόδειξις ὅτι πᾶν κινούμενον, ἢ ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν ἐξ ἀϊδίου συνθεωρούμενον, ἄπειρον εἶναι οὐ δύναται, καὶ ὅτι ἡ δυὰς οὔτε ἀρχή ἐστιν οὔτε ἄναρχος, καὶ ὅτι ἡ μονὰς μόνη κυρίως ἀρχὴ καὶ ἄναρχος Καὶ πάλιν, εἰ ἦν, ὥς τινές φασιν, ἡ ὕλη, οὐ γέγονε δηλονότι, εἰ δὲ μὴ γέγονεν, οὐδὲ κινεῖται, εἰ δὲ μὴ κινεῖται, οὔτε τοῦ εἶναι ἤρξατο, εἰ δὲ τοῦ εἶναι μὴ ἤρξατο, πάντως ἄναρχον, εἰ δὲ ἄναρχον, καὶ ἄπειρον, εἰ δὲ ἄπειρον, πάντως καὶ ἀκίνητον (ἀκίνητον γὰρ πάντως τὸ ἄπειρον, οὐ γὰρ ἔχει ποῦ κινηθῆναι τὸ μὴ ὁριζόμενον), εἰ δὲ τοῦτο, δύο πάντως τὰ ἄπειρα καὶ ἄναρχα καὶ ἀκίνητα, Θεὸς καὶ ὕλη, ὅπερ εἶναι ἀμήχανον.

Δυὰς γὰρ οὔτε ἄπειρος, οὔτε ἄναρχος, οὔτε ἀκίνητος, οὔτε μὴ ἀρχὴ καθόλου τινὸς εἶναι δυνήσεται, καθ’ ἕνωσίν τε καὶ διαίρεσιν περιγραφομένη, καθ’ ἕνωσιν μὲν ὡς ὕπαρξιν ἔχουσα τῶν μονάδων τὴν σύνθεσιν, ὑφ’ ὧν ὡς μερῶν περιέχεται καὶ εἰς ἃς ὡς μέρη τέμνεσθαι δύναται (οὐδὲν δὲ διαιρετὸν ἢ διαιρούμενον, ἢ σύνθετον ἢ συντιθέμενον, κατὰ φύσιν ἢ θέσιν ἢ ἄλλον τινὰ ἐπινοηθῆναι δυνάμενον τρόπον, ἀλλ’ οὐδὲ αὐτὴ ἡ ἁπλῶς λεγομένη διαίρεσις ἢ σύνθεσις, ἄπειρον εἶναι δυνήσεται, ὅτι μὴ καὶ ἁπλοῦν καὶ μόνον, καὶ μὴ ἀριθμητὸν ἢ ἀριθμούμενον ἢ συναριθμούμενον, ἢ πάσης ἁπλῶς ἐλεύθερον τῆς οἱασδήποτε σχέσεως· πάντα γὰρ ταῦτα ἐν σχέσει θεωρεῖται, τὸ δὲ ἄπειρον ἄσχετον, οὐ γὰρ ἔχει τι κατὰ σχέσιν συνημμένον παντάπασι), κατὰ διαίρεσιν δὲ ὡς ἀριθμῷ κινουμένη, ἐξ οὗπερ ἤρξατό τε καὶ ὑφ’ οὗ περιέχεται, ἐπείπερ οὐ φύσει τὸ εἶναι καὶ ἄσχετον ἔχει.

Ὅτι πᾶσα δυὰς ἀριθμῷ λέγεται δυὰς καὶ πᾶσα μονὰς εἰς μέρος συντελοῦσα δυάδος ἀριθμῶν λέγεται μονάς, ἀλλ’ οὐχ ἁπλῶς μονάς Ἀριθμῷ γὰρ πᾶσα δυὰς καὶ πᾶσα μονὰς εἰς μέρος αὐτῆς συντελοῦσα εἶναι καθέστηκε, καθ’ ὃν ἀλλήλων αἱ κατ’ αὐτὴν μονάδες, ἀφαιροῦνται τὸ ἀπερίγραφον. Οὐδεὶς δὲ μεμοιραμένος καὶ ὁπωσοῦν τοῦ λογίζεσθαι εἴποι ἂν “ἄπειρον” εἶναι, ᾧ ἐξ ἀϊδίου συνθεωρεῖταί τι ἢ συνεπιθεωρεῖται κατ’ οὐσίαν διάφορον, εἰδὼς διαπεσεῖσθαι πάντως αὐτῷ τὸν περὶ τοῦ ἀπείρου λόγον οὕτω φρονοῦντι. Τὸ γὰρ ἄπειρον κατὰ πάντα καὶ λόγον καὶ τρόπον ἐστὶν ἄπειρον, κατ’ οὐσίαν, κατὰ δύναμιν, κατ’ ἐνέργειαν, κατ’ ἄμφω τὰ πέρατα, τὸ ἄνω τε λέγω καὶ τὸ κάτω, τουτέστι κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος. Ἀχώρητον γὰρ κατὰ τὴν οὐσίαν, καὶ ἀπερινόητον κατὰ τὴν δύναμιν, καὶ κατὰ τὴν ἐνέργειαν ἀπερίγραφον, καὶ ἄναρχον ἄνωθεν, καὶ ἀτελεύτητον κάτωθέν ἐστι τὸ ἄπειρον, καὶ ἁπλῶς εἰπεῖν ἀληθέστερον, καὶ πάντα ἀόριστον, ὡς οὐδενὸς τὸ παράπαν καθ’ ἕνα τῶν ἀπηριθμημένων τρόπων συνεπινοηθῆναι αὐτῷ δυναμένου.

Καθ’ ὃν γὰρ ἂν εἴποιμεν λόγον ἢ τρόπον δύνασθαί τι ἕτερον αὐτῷ κατ’ οὐσίαν διάφορον παραβάλλεσθαι, τὸν ὅλον τῆς ὅλης ἀπειρίας αὐτῷ συναφαιρούμεθα λόγον. Εἰ δὲ ἄπειρόν τι εἶναι οὐ δύναται, ᾧ ἐξ ἀϊδίου συνυπάρχει ἕτερόν τι κατ’ οὐσίαν διάφορον, ἄπειρον εἶναι οὐδαμῶς ἐνδέχεται δυάδα. Αἱ γὰρ κατ’ αὐτὴν μονάδες ἀλλήλαις κατὰ παράθεσιν συνυπάρχουσαι ἀλλήλας ὁρίζουσιν, οὐδετέρας τὴν ἑτέραν ἀορίστως ὁρᾶσθαι συγχωρούσης παρακειμένην ἀλλ’ οὐχ ὑπερβαίνουσαν ἐχούσης, καὶ τὸν τῆς ἀπειρίας εἰκότως ἀλλήλων συναφαιροῦνται λόγον.

Εἰ δὲ ἄπειρον, ὡς δέδεικται, μὴ ἐνδέχεται εἶναι δυάδα, οὔτε ἄναρχον δηλονότι, ἀρχὴ γὰρ πάσης δυάδος μονάς· εἰ δὲ μὴ ἄναρχον οὐδὲ ἀκίνητον, κινεῖται γὰρ τῷ ἀριθμῷ ἐκ μονάδων καθ’ ἕνωσιν, καὶ εἰς αὐτὰς κατὰ διαίρεσιν τὸ εἶναι λαμβάνουσα· εἰ δὲ μὴ ἀκίνητον, οὐδὲ ἄλλου τινὸς ἀρχὴν εἶναι. Τὸ γὰρ κινούμενον οὐκ ἀρχή, ἀλλ’ ἐξ ἀρχῆς, δηλαδὴ τοῦ κινοῦντος. Μονὰς δὲ μόνη κυρίως ἀκίνητος, ὅτι μήτε ἀριθμός ἐστι, μήτε ἀριθμητὸν ἢ ἀριθμούμενον (οὔτε γὰρ μέρος ἢ ὅλον ἢ σχέσις ἐστὶν ἡ μονάς), καὶ κυρίως ἄναρχον, ὅτι μηδέτερον ἑαυτῆς ἔχει πρεσβύτερον, ἐξ οὗ κινουμένη δέχεται τὸ εἶναι μονάς, καὶ ἄπειρον κυρίως, ὅτι μηδὲν ἔχει συνυπάρχον ἢ συναριθμούμενον, καὶ ἀρχὴ κυρίως, ὅτι παντὸς καὶ ἀριθμοῦ καὶ ἀριθμουμένου καὶ ἀριθμητοῦ αἰτία τυγχάνει, ὡς πάσης σχέσεως καὶ παντὸς μέρους καὶ ὅλου ἐξῃρημένη, καὶ κυρίως καὶ ἀληθῶς, πρώτως τε καὶ μόνως καὶ ἁπλῶς, ἀλλ’ οὔπως, πρώτη τε μονὰς ὑπάρχουσα καὶ μόνη. Καὶ τοῦτο λέγοντες οὐκ αὐτήν, ὡς ἔστι, σημαίνομεν τὴν μακαρίαν θεότητα, ἀπείρως κατὰ πάντα καὶ λόγον καὶ τρόπον καὶ νῷ καὶ λόγῳ παντὶ καὶ ὀνόματι ἀπρόσιτον οὖσαν παντελῶς καὶ ἀπροσπέλαστον, ἀλλ’ ἑαυτοῖς ὅρον τῆς εἰς αὐτὴν πίστεως παρέχομεν βάσιμον καὶ ἡμῖν ἐφικτόν τε καὶ πρόσφορον.

Οὐ γὰρ ὡς παραστατικὸν πάντως τοῦτο, φημὶ δὲ τὸ τῆς “μονάδος” ὄνομα, τῆς θείας καὶ μακαρίας οὐσίας ὁ θεῖος διαγορεύει λόγος, ἀλλ’ ὡς ἐνδεικτικὸν τῆς παντελοῦς αὐτῆς ἁπλότητος τῆς ἐπέκεινα πάσης ποσότητός τε καὶ ποιότητος, καὶ τῆς οἱασδήποτε σχέσεως, ἵνα γνῶμεν ὅτι μὴ ὅλον τί ἐστιν ὡς ἐκ μερῶν τινων, μηδέ τι μέρος ἐστὶν ἐξ ὅλου τινός. Ὑπεράνω γὰρ πάσης διαιρέσεώς τε καὶ συνθέσεως καὶ μέρους καὶ ὅλου ἡ θεότης, ὅτι ἄποσον, καὶ πάσης τῆς κατὰ θέσιν ὑπάρξεως καὶ τῆς πῶς εἶναι αὐτὴν ὁριζομένης ἐννοίας ἀπῳκισμένη, ὅτι ἄποιον, καὶ τῆς πρὸς ἄλλο πᾶν πάσης συναφείας τε καὶ οἰκειότητος ἐλευθέρα καὶ ἄφετος, ἄσχετον γὰρ τὸ πρὸ αὐτῆς ἢ μετ’ αὐτῆς ἢ μετ’ αὐτὴν οὐκ ἔχουσα, ὡς πάντων ἐπέκεινα καὶ μηδενὶ τῶν ὄντων κατ’ οὐδένα λόγον ἢ τρόπον συντεταγμένη.

Καὶ τοῦτο τυχὸν ἐννοήσας ὁ μέγας καὶ θεῖος Διονύσιός φησι· “Διὸ καὶ μονὰς ὑμνουμένη καὶ τριάς, ἡ ὑπὲρ πάντα θεότης, οὐκ ἔστιν οὔτε μονάς, οὔτε τριάς, ἢ πρὸς ἡμῶν ἢ ἄλλου τινὸς διεγνωσμένη, ἀλλ’ ἵνα καὶ τὸ ὑπερηνωμένον αὐτῆς καὶ τὸ θεογόνον ἀληθῶς ὑμνήσωμεν, τῇ τριαδικῇ καὶ ἑνιαίᾳ θεωνυμίᾳ τὴν ὑπερώνυμον ὠνομάσαμεν καὶ τοῖς οὖσι τὴν ὑπερούσιον.” Οὐδαμῶς οὖν τις δυάδα ἢ πλῆθος ἄναρχον, ἢ ἀρχὴν τὸ σύνολόν τινος εἶναι λέγειν δυνήσεται, ζῇν εὐσεβῶς δι’ ἀληθείας βεβουλημένος. Εἷς γὰρ διὰ πάσης τῆς κατὰ λόγον καὶ νοῦν θεωρητικῆς δυνάμεως καὶ ἐπιστήμης αὐτῷ Θεὸς ἀναφανήσεται, πάσης ἀπειρίας ὑπάρχων ἐπέκεινα, καὶ μηδενὶ καθόλου τῶν ὄντων καθ’ ὁτιοῦν, πλὴν τοῦ διὰ πίστεως μόνον γινώσκεσθαι, καὶ τοῦτο ἐκ τῶν αὐτοῦ ποιημάτων ὅτι ἔστιν, οὐχ ὅ τί ποτέ ἐστι διεγνωσμένος, καὶ παντὸς αἰῶνος καὶ χρόνου καὶ πάντων τῶν ἐν αἰῶνι καὶ χρόνῳ ποιητής τε καὶ δημιουργός, οὐδὲν τὸ παράπαν ἐξ ἀϊδίου καθ’ ὁντιναοῦν τρόπον αὐτῷ συνεπινοῶν, εἰδὼς ὅτι μηδέτερον τῶν ἅμα κατὰ τὴν ὕπαρξιν ἀλλήλοις ἐξ ἀϊδίου συνόντων εἶναι δύναται τοῦ ἑτέρου ποιητικόν. Ἀσυλλόγιστον γὰρ τοῦτο παντάπασι καὶ ἀνένδεκτον καὶ τοῖς νοῦν ἔχουσι καταγέλαστον, ἐπὶ τῶν ἐχόντων ἅμα τὸ εἶναι ποιεῖσθαι ἄλλο ἄλλου ποιητικόν.

Ἀλλ’ ἐκ Θεοῦ τοῦ ἀεὶ ὄντος τὰ πάντα ἐκ τοῦ μὴ ὄντος γενέσθαι παντελῶς τε καὶ ὁλικῶς, ἀλλ’ οὐ μερικῶς τε καὶ ἀτελῶς, “ὡς ἐξ αἰτίας” ἀπειρογνώστου καὶ ἀπειροδυνάμου σοφῶς “παρηγμένα,” δέξηται, καὶ “ἐν αὐτῷ συνεστηκέναι τὰ πάντα, ὡς ἐν παντοκρατορικῷ πυθμένι φρουρούμενά τε καὶ διακρατούμενα, καὶ εἰς αὐτὸν τὰ πάντα ἐπιστρέφεσθαι, καθάπερ εἰς οἰκεῖον ἕκαστα πέρας,” ὥς πού φησιν ὁ μέγας Ἀρεοπαγίτης Διονύσιος.

Θεωρία ἀποδεικτικὴ τοῦ εἶναι κατὰ φύσιν ἐπὶ πάντων τὴν τοῦ Θεοῦ πρόνοιαν Καὶ προνοητὴν αὐτὸν εἶναι πεισθήσεται τῶν ὄντων, δι’ ὧν ὅτι καὶ Θεός ἐστιν ἐδιδάχθη, δίκαιον εἶναι κρίνων καὶ εὔλογον, μὴ ἄλλον εἶναι φύλακα καὶ ἐπιμελητὴν τῶν ὄντων ἢ μόνον τὸν τῶν ὄντων δημιουργόν. Αὐτὴ γὰρ ἡ τῶν ὄντων διαμονὴ καὶ ἡ τάξις καὶ ἡ θέσις καὶ ἡ κίνησις, καὶ ἡ ἐν ἀλλήλοις τῶν ἄκρων διὰ τῶν μέσων συνοχή, μηδὲν κατὰ τὴν ἐναντιότητα λυμαινομένων ἀλλήλοις, ἥ τε τῶν μερῶν πρὸς τὰ ὅλα σύννευσις, καὶ τῶν ὅλων πρὸς τὰ μέρη δι’ ὅλου ἕνωσις, καὶ αὐτῶν πρὸς ἄλληλα τῶν μερῶν ἡ ἄμικτος διάκρισις κατὰ τὴν ἰδιάζουσαν ἑκάστου διαφοράν, καὶ ἀσύγχυτος ἕνωσις κατὰ τὴν ἀπαράλλακτον ἐν ὅλοις ταὐτότητα, καὶ ἡ πάντων πρὸς πάντα, ἵνα μὴ τὰ καθ’ ἕκαστον λέγω, σύγκρισίς τε καὶ διάκρισις, καὶ ἡ πάντων καὶ ἑκάστου κατ’ εἶδος διαδοχὴ ἀεὶ φυλαττομένη, μηδενὸς τὸ παράπαν τοῦ οἰκείου τῆς φύσεως λόγου παραφθειρομένου καὶ πρὸς ἄλλο συγχεομένου τε καὶ συγχέοντος, δείκνυσι σαφῶς τὰ πάντα τῇ προνοίᾳ συνέχεσθαι τοῦ πεποιηκότος Θεοῦ. Οὐ γὰρ οἷόν τέ ἐστιν “ἀγαθὸν ὄντα τὸν Θεὸν μὴ καὶ εὐεργετικὸν πάντως εἶναι, μηδὲ εὐεργετικὸν ὄντα μὴ καὶ προνοητικὸν πάντως εἶναι,” καὶ διὰ τοῦτο τῶν ὄντων θεοπρεπῶς ἐπιμελούμενον σοφῶς αὐτοῖς, ὥσπερ τὸ εἶναι, καὶ τὴν κηδεμονίαν χαρίζεσθαι. “

Πρόνοια γάρ ἐστι,” κατὰ τοὺς θεοφόρους πατέρας, “ἡ ἐκ Θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια. Ὁρίζονται δὲ αὐτὴν καὶ οὕτως, πρόνοιά ἐστι βούλησις Θεοῦ δι’ ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβάνει. Εἰ δὲ Θεοῦ βούλησίς ἐστιν,” ἵνα αὐτοῖς τῶν διδασκάλων χρήσωμαι τοῖς λόγοις, “πᾶσα ἀνάγκη κατὰ τὸν ὀρθὸν λόγον γίνεσθαι τὰ γινόμενα, τὴν κρείττω μὴ ἐπιδεχόμενα τάξιν,” αὐτὸν οὖν εἶναι προνοητὴν ἐκ παντὸς τρόπου εἰπεῖν ἐναχθήσεται ὁ τὴν ἀλήθειαν ὁδηγὸν ἔχειν ἑλόμενος, ὃν καὶ ποιητὴν ἔγνω τῶν ὄντων· οὐ γὰρ ἄλλου τινὸς τὸ προνοεῖν ἔστι τῶν ὄντων ἀληθῶς, ἢ τοῦ πεποιηκότος τὰ ὄντα Θεοῦ, εἴπερ κἂν τοῖς ζώοις, ὅταν ταῖς κατὰ λόγον ἐφόδοις τοῖς οὖσιν ἐμβαλόντες ἡμῶν τὸ νοερὸν εὑρίσκομεν ἔμφασιν, οὐκ ἀγενῶς τὰ ὑπὲρ λόγον εἰκάζουσαν.

Ἐκεῖνά τε γὰρ ὁρῶντες κατὰ γένος τῶν ἐξ αὐτῶν φυσικῶς ἐπιμελούμενα, θαῤῥοῦντες καὶ ἡμεῖς τὸν περὶ τοῦ προνοητὴν μονώτατον εἶναι τὸν Θεὸν πάντων τῶν ὄντων μετ’ εὐσεβοῦς παῤῥησίας εὐσεβῶς ἑαυτοῖς λόγον διοριζόμεθα, καὶ οὐ τῶν μέν, τῶν δὲ οὔ, καθάπερ τινὲς τῶν τὰ ἔξω φιλοσοφησάντων, ἀλλὰ πάντων ὁμοῦ, κατὰ μίαν τῆς ἀγαθότητος καὶ ἀπαράλλακτον βούλησιν, τῶν τε καθ’ ὅλου καὶ τῶν καθ’ ἕκαστον, εἰδότες “ὡς τῶν κατὰ μέρος πάντων” τῷ μὴ προνοίας τυγχάνειν καὶ φυλακῆς τῆς πρεπούσης “διαφθειρομένων καὶ τὰ καθόλου συνδιαφθαρήσεται (ἐκ γὰρ τῶν κατὰ μέρος τὰ καθόλου συνίστασθαι πέφυκε),” τὴν περὶ τούτου λογικὴν ἀπόδειξιν, διὰ τῆς εὐλόγου ἀντιστροφῆς πρὸς τὴν ἀλήθειαν ὀρθῶς ποδηγοῦσαν, ἑαυτοῖς προβαλλόμενοι. Εἰ γὰρ τὰ καθόλου ἐν τοῖς κατὰ μέρος ὑφέστηκεν, οὐδαμῶς τὸ παράπαν τὸν τοῦ καθ’ αὑτὰ εἶναί τε καὶ ὑφεστάναι λόγον ἐπιδεχόμενα τῶν κατὰ μέρος διαφθειρομένων παντί που δῆλόν ἐστιν ὡς οὐδὲ τὰ καθόλου στήσεται. Τὰ μέρη γὰρ ἐν ταῖς ὁλότησι καὶ αἱ ὁλότητες ἐν τοῖς μέρεσι καὶ εἰσὶ καὶ ὑφεστήκασι. Καὶ οὐδεὶς ἀντερεῖ λόγος· πλὴν ὅτι ὑπὸ τῆς ἀληθείας ὥσπερ δεσμούμενοι ἄκοντες καὶ αὐτοὶ τῆς προνοίας τὴν δύναμιν ἐξαγγέλλουσι καὶ διὰ πάντων διήκειν κατασκευάζουσι δι’ ὧν αὐτοῖς κατεσπούδασαν.

Λέγοντες γὰρ ὑπὸ τῆς προνοίας ἄγεσθαι μόνα τὰ καθόλου, λελήθασιν ἑαυτοὺς καὶ τῶν κατὰ μέρος εἶναι πρόνοιαν λέγοντες, ἐξ ἀνάγκης πρὸς τὴν ἀλήθειαν, ἣν φεύγειν σπουδάζουσιν, ὑπαγόμενοι.

Εἰ γὰρ χάριν διαμονῆς τὰ καθόλου προνοίας ἀξιοῦσθαί φασι, ταύτης πολλῷ πρότερον ἀξιοῦσθαι τὰ κατὰ μέρος εἰσάγουσιν, ἐν οἷς ἡ τῶν καθόλου διαμονὴ καὶ ὑπόστασις. Συνεισάγεται γὰρ ἀλλήλοις ταῦτα διὰ τὴν κατὰ φύσιν ἀδιάλυτον πρὸς ἄλληλα σχέσιν, καὶ θατέρου πρὸς διαμονὴν συντηρουμένου, μηδὲ τὸ ἕτερον ταύτης εἶναι τῆς φυλακῆς ἀλλότριον, καὶ ἑνὸς πάλιν τῆς πρὸς διαμονὴν φυλακῆς διαπίπτοντος μηδὲ τὸ ἄλλο ταύτης τυγχάνειν λέγει ἀκόλουθον.

Ἄλλως τε δὲ κατὰ τρεῖς τρόπους τὸ μὴ πάντων τῶν ὄντων προνοεῖν τὸν Θεὸν λέγεται. Ἢ γὰρ ἀγνοεῖν αὐτὸν λέγουσι τῆς προνοίας τὴν μέθοδον, ἢ μὴ βούλεσθαι, ἢ μὴ δύνασθαι. Ἀλλὰ μὴν κατὰ τὰς κοινὰς πάντων ἐννοίας ἀγαθὸς ὢν καὶ ὑπεράγαθος ὁ Θεὸς ἀεὶ πάντως τὰ καλὰ βούλεται καὶ πᾶσι, καὶ σοφὸς ὑπάρχων καὶ ὑπέρσοφος, μᾶλλον δὲ πάσης σοφίας πηγή, γινώσκει πάντως τὰ συμφέροντα, καὶ δυνατὸς ὤν, μᾶλλον δὲ ἀπειροδύναμος, ἐνεργεῖ πάντως θεοπρεπῶς ἐν πᾶσι τὰ ἐγνωσμένα αὐτῷ καὶ βεβουλημένα καλῶς καὶ συμφέροντα, ὡς ἀγαθὸς καὶ σοφὸς καὶ δυνατός, διϊκνούμενος διὰ πάντων τῶν τε ὁρατῶν καὶ τῶν ἀοράτων, καὶ τῶν καθόλου καὶ τῶν μερικῶν, καὶ τῶν μικρῶν καὶ τῶν μεγάλων, καὶ πάντων τῶν κατὰ πᾶσαν τὴν οἱανοῦν οὐσίαν τὸ εἶναι ἐχόντων, μηδὲν ὑφιεὶς τῆς κατὰ τὴν ἀγαθότητα καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν ἀπειρίας, καὶ πάντα κατὰ τὸν ἑκάστων τοῦ εἶναι λόγον πρός τε ἑαυτὰ καὶ ἄλληλα κατὰ τὴν ἀδιάλυτον πάντων σχετικὴν ἁρμονίαν τε καὶ διαμονὴν συντηρῶν.

Τί δὲ αὐτὴν καθ’ ἑαυτὴν οὐ κατανοοῦμεν τὴν φύσιν περὶ τοῦ εἶναι τὴν ἐπὶ πάντα τοῦ Θεοῦ πρόνοιαν σαφῶς οὖσαν διδάσκαλον; “Τεκμήριον γὰρ οὐ σμικρὸν τοῦ φυσικῶς ἡμῖν ἐνεσπάρθαι τὴν τῆς προνοίας γνῶσιν ἡ φύσις αὐτὴ” δίδωσιν, ὁπηνίκα ἂν ἡμᾶς ἀδιδάκτως ὥσπερ ὠθοῦσα πρὸς τὸν Θεὸν διὰ τῶν εὐχῶν ἐν ταῖς ἐξαίφνης περιστάσεσιν ἐκεῖθεν ζητεῖν τὴν σωτηρίαν παρασκευάζει. “Ὑπ’ ἀνάγκης γὰρ ἄφνω συλληφθέντες ἀπροαιρέτως, πρίν τινα καὶ σκέψασθαι, τὸν Θεὸν ἐπιβοώμεθα,” ὡς ἂν τῆς προνοίας αὐτῆς πρὸς ἑαυτὴν καὶ λογισμῶν χωρὶς ἑλκούσης ἡμᾶς, καὶ τὸ τάχος τῆς ἐν ἡμῖν νοερᾶς νικώσης δυνάμεως, καὶ πάντων ἰσχυροτέραν τὴν θείαν προδεικνυούσης βοήθειαν. Οὐκ ἂν δὲ ἡμᾶς ἦγεν ἀπροαιρέτως ἡ φύσις ἐπὶ τὸ μὴ φύσιν ἔχον γίνεσθαι. “Πᾶν δὲ τὸ ὁτῳοῦν φυσικῶς ἑπόμενον,” ὡς πᾶσιν εὔδηλον, “ἰσχυρὰν ἔχει” καὶ ἀκαταμάχητον κατὰ “τὴν ἀπόδειξιν” τῆς ἀληθείας τὴν δύναμιν. “Εἰ δὲ ὅτι ἀκατάληπτος ἡμῖν τῆς τῶν κατὰ μέρος προνοίας ὁ λόγος, ὥσπερ οὖν καὶ ἔστι κατὰ τό, Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ, διὰ τοῦτο φαῖεν μηδὲ πρόνοιαν εἶναι,” οὐκ ὀρθῶς ἐροῦσι κατὰ τὸν ἐμὸν λόγον.

Εἰ γὰρ πολλή τίς ἐστιν ἡ διαφορὰ καὶ ἀκατάληπτος τῶν ἀνθρώπων ἑκάστου πρὸς ἕκαστον καὶ ἡ πρὸς ἑαυτὸν ἑκάστου ἐναλλαγή, ἔν τε βίοις καὶ ἤθεσι καὶ γνώμαις καὶ προαιρέσεσι καὶ ἐπιθυμίαις, ἐπιστήμαις τε καὶ χρείαις καὶ ἐπιτηδεύμασι καὶ αὐτοῖς τοῖς κατὰ ψυχὴν λογισμοῖς ἀπείροις οὖσι σχεδόν, καὶ πᾶσι τοῖς καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἐπισυμβαίνουσι συμμεταβαλλομένου (ἀγχίστροφον γὰρ τοῦτο τὸ ζῷον ὁ ἄνθρωπος, ὀξέως τοῖς καιροῖς καὶ ταῖς χρείαις συμμεταβαλλόμενον), ἀνάγκη πᾶσα καὶ τὴν πρόνοιαν, προγνωστικῶς πάντα συνειληφυῖαν κατὰ περιγραφὴν τὰ καθ’ ἕκαστα, διάφορόν τε καὶ ποικίλην φαίνεσθαι καὶ πολυσχιδῆ, καὶ τῇ τῶν πεπληθυσμένων ἀκαταληψίᾳ συνεκτεινομένην ἑκάστῳ προσφόρως καθ’ ἕκαστον καὶ πρᾶγμα καὶ νόημα, μέχρι καὶ τῶν ψιλῶν κινημάτων τῶν κατὰ ψυχὴν καὶ σῶμα συνισταμένων, ἁρμόζεσθαι. Εἰ οὖν τῶν κατὰ μέρος ἀκατάληπτός ἐστιν ἡ διαφορά, καὶ τῆς ἁρμοζούσης αὐτοῖς εἰκότως προνοίας ἄπειρος ὁ λόγος, ἀλλ’ οὐκ, ἐπειδὴ ἄπειρός τε καὶ ἄγνωστος ἡμῖν τῆς τῶν κατὰ μέρος προνοίας ὁ λόγος τυγχάνει, τὴν ἰδίαν ἄγνοιαν ἀναίρεσιν ποιεῖσθαι τῆς πανσόφου τῶν ὄντων κηδεμονίας ὀφείλομεν, πάντα δὲ ἁπλῶς καὶ ἀνεξετάστως, θεοπρεπῶς τε καὶ συμφερόντως, τὰ τῆς προνοίας ἐφυμνεῖν ἔργα καὶ ἀποδέχεσθαι, καὶ καλῶς γίνεσθαι τὰ γινόμενα πιστεύειν, κἂν ἡμῖν ὁ λόγος ἐστὶν ἀνέφικτος. “

Πάντα” δὲ λέγων, τὰ τῆς προνοίας φημί, οὐ γὰρ τὰ κακῶς ὑφ’ ἡμῶν κατὰ τὸν τοῦ ἐφ’ ἡμῖν λόγον γινόμενα· ταῦτα γὰρ τοῦ κατὰ τὴν πρόνοιαν λόγου παντελῶς ἀλλότρια.