Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Το μυστήριο της Αγίας Τριάδος και η υποστατική ένωση του Λόγου

Θεολογική ανάλυση της άχρονης γεννήσεως του Υιού, διάκριση ουσίας και ενέργειας, και ερμηνεία της κυριολεκτικής και μη κυριολεκτικής απόδοσης ονομάτων στον σαρκωθέντα Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 9 από 15

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ὁ δὲ περὶ Θεοῦ λόγος, ὅσῳ τελεώτερος, τοσούτῳ δυσεφικτότερος, καὶ πλείους τὰς ἀντιλήψεις ἔχων, καὶ τὰς λύσεις ἐργωδεστέρας. Εἰ πολλὰ τὰ γεγονότα ἐστί, καὶ διάφορα πάντως τὰ γεγονότα ἐστίν, εἴπερ πολλά. Οὐ γὰρ δυνατὸν τὰ πολλὰ μὴ καὶ διάφορα εἶναι. Καὶ εἰ διάφορά ἐστι τὰ πολλὰ διαφόρους καὶ τοὺς οἷς κατ’ οὐσίαν ὑπάρχουσι λόγους νοητέον, οἷς, μᾶλλον δι’ οὕς, διαφέρουσι τὰ διαφέροντα· οὐ γὰρ ἂν διέφερον ἀλλήλων τὰ διαφέροντα, μὴ τῶν λόγων, οἷς γεγόνασιν, ἐχόντων διαφοράν. Εἰ τοίνυν, ὥσπερ αἱ αἰσθήσεις φυσικῶς ἀντιλαμβανόμεναι τῶν αἰσθητῶν, ἐξ ἀνάγκης κατὰ παραδοχὴν πολλὰς ποιοῦνται καὶ διαφόρους τῶν ὑποκειμένων καὶ ὑποπιπτόντων αὐταῖς τὰς ἀντιλήψεις, οὕτω καὶ ὁ νοῦς πάντων φυσικῶς ἀντιλαμβανόμενος τῶν ἐν τοῖς οὖσι λόγων, οἷς ἀπείρους ἐνθεωρῶν ἐνεργείας Θεοῦ, πολλὰς ποιεῖται καὶ ἀπείρους, εἰπεῖν ἀληθές, τῶν ὧν ἀντιλαμβάνεται θείων ἐνεργειῶν διαφοράς, ἄτονον εἰκότως ἕξει τὴν δύναμιν καὶ τὴν μέθοδον ἄπορον τῆς ἐπιστημονικῆς ἐρεύνης τοῦ ὄντως ὄντος ἀληθοῦς, οὐκ ἔχων νοῆσαι πῶς ἐν ἑκάστῳ τῶν καθ’ ἑαυτὸν ἑκάστου λόγῳ καὶ ἐν πᾶσιν ὁμοῦ καθ’ οὓς ὑπάρχουσι τὰ πάντα λόγοις ὁ μηδὲν ὢν τῶν ὄντων ἀληθῶς καὶ πάντα κυρίως ὢν καὶ ὑπὲρ πάντα Θεός.

Εἰ γοῦν πᾶσα θεία κατὰ τὸν ἀληθῆ λόγον ἐνέργεια τὸν Θεὸν ἀμερῶς ὅλον δι’ ἑαυτῆς ἐν ἑκάστῳ καθ’ ὅνπερ τινὰ λόγον ἐστὶν ἰδικῶς ὑποσημαίνει, τίς ἀκριβῶς ἐστιν ὁ νοῆσαί τε καὶ εἰπεῖν δυνάμενος, πῶς ἐν πᾶσί τε κοινῶς ὅλος καὶ ἐν ἑκάστῳ τῶν ὄντων ἰδιαζόντως, ἀμερῶς τε καὶ ἀμερίστως ἐστὶν ὁ Θεός, μήτε ποικίλως συνδιαστελλόμενος ταῖς τῶν ὄντων, οἷς ἔνεστιν ὡς ὤν, ἀπείροις διαφοραῖς, μήτε οὖν συστελλόμενος κατὰ τὴν τοῦ ἑνὸς ἰδιάζουσαν ὕπαρξιν, μήτε συστέλλων κατὰ τὴν μίαν πάντων ἑνικὴν ὁλότητα τὰς τῶν ὄντων διαφοράς, ἀλλὰ πάντα ἐν πᾶσίν ἐστιν ἀληθῶς, μηδέποτε τῆς οἰκείας ἀμεροῦς ἁπλότητος ἐξιστάμενος; Καλῶς οὖν ὁ διδάσκαλος ἔφη τὰς “ἀντιλήψεις” τοῦ περὶ θεότητος λόγου πολλὰς εἶναι, ἐξ ὧν ὅτι ἔστι μόνον Θεὸς διδασκόμεθα, “καὶ τὰς λύσεις ἐργωδεστέρας,” ἐξ ὧν πάλιν τί οὐκ ἔστι μανθάνομεν, πρὸς τὸ παῦσαι περιεργίας ἀνωφελοῦς καὶ βλαβερᾶς τοὺς ληπτὸν οἰομένους τὸ θεῖον τοῖς διακένοις ἀναπλασμοῖς τῆς αὐτῶν διανοίας, ᾗ οὐδὲ τὸ ἔσχατον τῶν ἐν τοῖς οὖσι, καθ’ ὅν ἐστι καὶ ὑπάρχει λόγον, ἀληθῶς ἐστι ληπτόν.

Ἐκ τοῦ περὶ Υἱοῦ πρώτου λόγου, εἰς τό· Διὰ τοῦτο μονὰς ἀπ’ ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι Τριάδος ἔστη. Πᾶν κατὰ φύσιν κινούμενον δι’ αἰτίαν πάντως κινεῖται, καὶ πᾶν τὸ δι’ αἰτίαν κινούμενον δι’ αἰτίαν πάντως καὶ ἔστι, πᾶν δὲ τὸ δι’ αἰτίαν ὂν καὶ δι’ αἰτίαν κινούμενον ἀρχὴν μὲν εἶχε πάντως τοῦ εἶναι τὴν δι’ ἣν ἔστι καὶ ἐξ ἧς πρὸς τὸ εἶναι ἤρχθη αἰτίαν, τέλος δὲ τοῦ κινεῖσθαι τὴν αὐτὴν δι’ ἣν κινεῖται καὶ πρὸς ἣν ἐπείγεται αἰτίαν. Πᾶν δὲ τὸ δι’ αἰτίαν καὶ ὂν καὶ κινούμενον καὶ γενητὸν πάντως· εἰ δὲ τοῦ κινουμένου τέλος ἐστὶν ἡ δι’ ἣν κινεῖται αἰτία, ἡ αὐτὴ πάντως ἐστὶ τῇ δι’ ἣν γεγένηται καὶ ἔστιν αἰτίᾳ. Μία οὖν ἄρα παντὸς τοῦ ὁπωσοῦν ὄντος καὶ κινουμένου κατὰ φύσιν, ὡς ἀρχὴ καὶ τέλος, αἰτία δι’ ἣν καὶ ἔστι καὶ κινεῖται πᾶν τὸ ὂν καὶ κινούμενον. Δραστήριος γὰρ ὑπάρχουσα δύναμις καὶ ποιεῖ τὰ γινόμενα θεοπρεπῶς, ὡς ἀρχή, καὶ προβάλλεται, καὶ ἕλκει τὰ κινούμενα προνοητικῶς, ὡς τέλος, καὶ ὁρίζει. Εἰ δὲ πᾶν κινούμενον, ὃν καὶ γενητόν, δι’ αἰτίαν ἔστι τε καὶ κινεῖται καὶ γεγένηται, πᾶν ὃ μὴ δι’ αἰτίαν ἐστὶν οὐδὲ ποιητόν ἐστιν, οὐδὲ κινητὸν δηλονότι.

Οὐ γὰρ κινεῖται τὸ παντάπασι μὴ ἔχον τοῦ εἶναι αἰτίαν. Εἰ δὲ τὸ ἀναίτιον πάντως καὶ ἀκίνητον, ἀκίνητον ἄρα τὸ θεῖον, ὡς τοῦ εἶναι μηδεμίαν ἔχον αἰτίαν, καὶ πάντων τῶν ὄντων ὑπάρχον αἰτία. Πῶς οὖν, ἴσως ἐρεῖ τις, ὁ θαυμαστὸς οὗτος διδάσκαλος κινούμενον εἰσάγει τὸ θεῖον ἐν τοῖς προτεθεῖσι; Πρὸς ὃν ἐροῦμεν ὅτι παντὸς μᾶλλον ᾔδει τὸ θεῖον ἀκίνητον ὁ διδάσκαλος, ἀλλ’ ὥσπερ ὁ κατ’ ἐπιστήμην ἑκάστης τέχνης συνεκτικὸς λόγος, ἀκίνητος μένων παντάπασιν ἐφ’ ἑαυτόν, ἵνα παραδείγματι χρήσωμαι, καθ’ ἕκαστον εἶδος τῶν ὑπὸ τὴν αὐτὴν τέχνην μορφούμενος, κινεῖσθαι λέγεται τῷ κινεῖν μᾶλλον καθ’ ἑαυτὸν τὸ τεχνούμενον ἢ τῷ κινεῖσθαι προφαινόμενος· ἤ, ὡς φῶς πρὸς τὸ ὁρᾷν τὴν ὄψιν κινοῦν λέγεται κινεῖσθαι, κινητικὸν ὑπάρχον πάσης ὄψεως κυρίως ἤπερ κινητόν, οὕτω καὶ τὸ θεῖον ἀκίνητον πάντη κατ’ οὐσίαν καὶ φύσιν ὑπάρχον, ὡς ἄπειρον καὶ ἄσχετον καὶ ἀόριστον, οἱονεί τις ἐπιστημονικὸς λόγος ἐνυπάρχων ταῖς τῶν ὄντων οὐσίαις λέγεται κινεῖσθαι, τῷ κινεῖν προνοητικῶς ἕκαστον τῶν ὄντων καθ’ ὃν κινεῖσθαι πέφυκε λόγον, καὶ ὡς αἴτιον πάντα τὰ κατηγορούμενα κατὰ τῶν ὧν ἐστιν αἴτιον ἀπαθῶς ἀναδεχόμενον.

Ἀμέλει τοι τοῦτο ζητήσας ὁ θεοφάντωρ καὶ μέγας Ἀρεοπαγίτης ἅγιος Διονύσιος ἐν οἷς φησι· “Τί δήποτε τὸ θεῖον οἱ θεολόγοι ποτὲ μὲν ‘ἔρωτα,’ ποτὲ δὲ ‘ἀγάπην,’ ποτὲ δὲ ‘ἐραστὸν’ καὶ ‘ἀγαπητὸν’ ἀποκαλοῦσι;”, συμπεραίνει τὸν λόγον οὑτωσὶ φάσκων· “Ὅτιπερ τῷ μὲν κινεῖται, τῷ δὲ κινεῖ.” Καὶ σαφέστερον εἰπεῖν, ὡς μὲν “ἔρως” ὑπάρχον τὸ θεῖον καὶ “ἀγάπη” κινεῖται, ὡς δὲ “ἐραστὸν” καὶ “ἀγαπητὸν” κινεῖ πρὸς ἑαυτὸ πάντα τὰ ἔρωτος καὶ ἀγάπης δεκτικά. Καὶ τρανότερον αὖθις φάναι· κινεῖται μὲν ὡς σχέσιν ἐμποιοῦν ἐνδιάθετον ἔρωτος καὶ ἀγάπης τοῖς τούτων δεκτικοῖς, κινεῖ δὲ ὡς ἑλκτικὸν φύσει τῆς τῶν ἐπ’ αὐτῷ κινουμένων ἐφέσεως. Καὶ πάλιν· κινεῖ καὶ κινεῖται, ὡς “διψῶν τὸ διψᾶσθαι” καὶ ἐρῶν τὸ ἐρᾶσθαι καὶ ἀγαπῶν τὸ ἀγαπᾶσθαι.

Κατὰ τοῦτον τὸν τρόπον καὶ ὁ θεόφρων Γρηγόριός φησι· “Μονὰς ἀπ’ ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι Τριάδος ἔστη.” Κινεῖται γὰρ ἐν τῷ ταύτης δεκτικῷ νῷ, εἴτε ἀγγελικῷ εἴτε ἀνθρωπίνῳ, δι’ αὐτῆς καὶ ἐν αὐτῇ τὰς περὶ αὐτῆς ἐξετάσεις ποιουμένῳ, καί, σαφέστερον εἰπεῖν, διδάσκει αὐτὸν ἀμερίστως ἐν τῇ πρώτῃ προσβολῇ τὸν περὶ μονάδος λόγον, ἵνα μὴ διαίρεσις τῷ πρώτῳ αἰτίῳ ἐπεισαχθῇ, προβιβάζει δὲ αὐτὸν καὶ τὴν θείαν καὶ ἀπόῤῥητον τούτου γονιμότητα δέξασθαι, λέγουσα μυστικῶς τε καὶ κρυφίως αὐτῷ μὴ δεῖν ἄγονον εἶναι πώποτε φρονεῖν τοῦτο τὸ ἀγαθὸν Λόγου καὶ Σοφίας ἢ ἁγιαστικῆς δυνάμεως, ὁμοουσίων τε καὶ ἐνυποστάτων, ἵνα μὴ σύνθετον ἐκ τούτων ὑποληφθῇ τὸ θεῖον, ὡς συμβεβηκότων, καὶ οὐχὶ ταῦτα ὑπάρχον ἀεὶ πιστευθῇ. Κινεῖσθαι οὖν ἡ θεότης λέγεται ὡς αἰτία τῆς καθ’ ὃν ὑπάρχει τρόπον ἐξετάσεως.

Ἄνευ γὰρ ἐλλάμψεως ἐπιβάλλειν θεότητι τῶν ἀμηχάνων ἐστί. Λέγεται δὲ κινεῖσθαι πάλιν καὶ διὰ τὴν κατὰ μέρος φανέρωσιν τοῦ περὶ αὐτῆς τελεωτέρου λόγου κατὰ τὴν ἁγίαν Γραφήν, ἀπὸ τοῦ Πατέρα ὁμολογεῖν ἀρχομένου, καὶ εἰς τὸ Υἱὸν συνομολογεῖν Πατρὶ προβαίνοντος, καὶ Πατρὶ καὶ Υἱῷ συμπαραδέχεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ συμπροσκυνεῖν τοὺς διδασκομένους ἐνάγοντος Τριάδα τελείαν μονάδι τελείᾳ, ἤγουν μίαν οὐσίαν καὶ θεότητα καὶ δύναμιν καὶ ἐνέργειαν ἐν τρισὶν ὑποστάσεσιν.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ἀλλ’ ἕτερόν ἐστιν, οἶμαι, “θέλων” καὶ “θέλησις,” “γεννῶν” καὶ “γέννησις,” “λέγων” καὶ “λόγος,” εἰ μὴ μεθύομεν· τὰ μὲν ὁ κινούμενος, τὰ δὲ οἶον ἡ κίνησις. Οὔκουν θελήσεως τὸ θεληθέν, οὐδὲ γὰρ ἕπεται πάντως, οὐδὲ τὸ γεννηθὲν γεννήσεως, οὐδὲ τὸ ἀκουσθὲν ἐκφωνήσεως, ἀλλὰ τοῦ θέλοντος καὶ τοῦ γεννῶντος καὶ τοῦ λέγοντος. Τὰ τοῦ Θεοῦ δὲ καὶ ὑπὲρ πάντα ταῦτα, ᾧ γέννησίς ἐστιν ἴσως ἡ τοῦ γεννᾷν θέλησις.

Πρὸς τοὺς Ἀρειανοὺς πάντα κινοῦντας τρόπον πρὸς τὸ εὐεπίβατον αὐτοῖς εἶναι τὴν κατὰ τοῦ Μονογενοῦς βλασφημίαν, καὶ λέγοντας θελήσεως, ἀλλ’ οὐ Πατρὸς Υἱὸν εἶναι τὸν μονογενῇ Υἱόν, ταῦτά φησιν ὁ σοφὸς διδάσκαλος, εὐδιάλυτον οὖσαν δεικνὺς πᾶσαν αὐτῶν ἐντεῦθεν τὴν κατὰ τῆς ἀληθείας μηχανήν. Εἰ γὰρ τὰς τῆς ψυχῆς δυνάμεις, ἃς ἴσως φαίη τις εἶναι συμπληρωτικὰς τῆς οὐσίας αὐτῆς, δύνασθαι μὲν ταύτας ἐνεργεῖν λέγομεν ἐν ᾗ σύνεισιν οὐσίᾳ, μὴ μέντοι καὶ κινεῖσθαι πάντως κατ’ ἐνέργειαν ἀποτελεσματικὴν χωρὶς τῆς τοῦ θέλοντος ἐπινεύσεως δύνασθαι. Εἰ δὲ καὶ δοθείη καθ’ ὑπόθεσιν τὸ ἴδιον “ἐθέλειν” αὐτὰς ἐνεργεῖν ἐκ τῆς φυσικῆς κινήσεως, χωρὶς τῆς τοῦ ταύτας, ἵν’ οὕτως εἴπω, κεκτημένου ῥοπῆς μηδὲν ἰσχύειν αὐτὰς καθάπαξ ἀποτελεσματικῶς ἐνεργεῖν τῆς ἰδίας ὁρμῆς. Οὐ γὰρ ἀκολουθεῖ πάντως τῇ δυνάμει τὸ ἔργον, μὴ ἐχούσῃ τὴν τοῦ οὗ ἐστι δύναμις ῥοπὴν συνεισφέρουσαν αὐτῇ τὸ κατ’ ἐνέργειαν ἐν πράγματι τέλος, καθ’ ἑαυτὴν οὔσῃ ἀνυποστάτῳ. Μάτην τὴν “θέλησιν” προεβάλλοντο, μὴ οὖσάν τινος ἀποτελεστικήν, χωρὶς τοῦ αὐτὴν ἔχοντός τε καὶ θέλοντος. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ διδάσκαλος. Οὐδὲ γὰρ ἕπεται πάντως δηλονότι τῇ θελήσει τὸ θεληθὲν καὶ ταῖς λοιπαῖς ὡσαύτως τὰ λοιπά, χωρὶς τῆς τοῦ ταύταις ὑποκειμένου ἐν ᾧ καὶ εἰσὶ συνεισφορᾶς.

Εἰ τοίνυν ἐκ τῶν καθ’ ἡμᾶς παραδειγμάτων τεκμαίρεσθε τὰ θεῖα, ὦ οὗτοι, δέξασθε ταῖς ὑμῶν γοῦν αὐτῶν στοιχοῦντες ὑποθέσεσι τῶν ἅμα πάντως εἶναι τὰ κατὰ τὴν μέσην σχέσιν ἀλλήλοις συνόντα, λέγω δὴ τὸν θέλοντα καὶ τὸ θεληθέν, τὸν γεννῶντα καὶ τὸ γεννηθέν, κατὰ τὴν σχέσιν, φημὶ δὲ τὴν θέλησιν καὶ τὴν γέννησιν, ἀλλήλοις συνόντα. Ὡς γὰρ τοῦ ὁρῶντος καὶ τοῦ ὁρωμένου χωρὶς οὐκ ἔστιν ὅρασις, οὔτε τοῦ νοοῦντος καὶ τοῦ νοουμένου νόησις, οὕτως οὐδὲ τοῦ γεννῶντος καὶ τοῦ γεννωμένου γέννησις, οὐδὲ τοῦ θέλοντος καὶ τοῦ θελομένου θέλησις, ὅτι μηδὲ ἕπεται θελήσει τὸ θεληθέν, ὡς ἐδείχθη, χωρὶς τῆς τοῦ θέλοντος συνεισφορᾶς. Εἰ δὲ τῶν ἅμα ταῦτά ἐστι κατὰ τὴν σχέσιν, ἀκίνητος γὰρ ἡ ἐπ’ ἀμφοῖν σχέσις, ἅμα ἦν ἄρα τῷ γεννῶντι Πατρί, ἀεὶ ὄντι Πατρί, διὰ γεννήσεως, καὶ καθ’ ὑμᾶς ὁ γεννώμενος Υἱός, μὴ παραδεχόμενος καθ’ οἱονδήποτε τρόπον μεταξὺ αὐτοῦ καὶ τοῦ γεννῶντος Πατρὸς παρενθήκην χρόνου, καὶ οὐκ ἔτι θελήσεώς ἐστιν Υἱὸς ὁ Υἱός, ἀλλὰ τοῦ γεννῶντος Πατρός.

Καὶ ταῦτα, φησίν, ἐκ τῶν καθ’ ἡμᾶς παραδειγμάτων εἰρήσθω, τὰ δὲ τοῦ Θεοῦ καὶ ὑπὲρ πάντα ταῦτα, “ᾧ γέννησις ἴσως ἐστὶν ἡ τοῦ γεννᾷν θέλησις.” Ἀμφέβαλε δὲ τοῦτο διὰ τοῦ “ἴσως” ἐπιῤῥήματος διὰ τὸ καὶ ὑπὲρ θέλησιν εἶναι τὴν ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ γέννησιν. Οὐ γὰρ μεσάζεται θελήσει ἐκ τοῦ Πατρὸς ὁ Υἱός, οὐδὲ προεπινοεῖται τοῦ Υἱοῦ καθ’ ὁτιοῦν ἡ τοῦ Πατρὸς θέλησις, ὅτι μηδὲ προϋπῆν ὁ Πατὴρ τοῦ Υἱοῦ, ὥσπερ οὐδὲ νοῦς λόγου τοῦ ἐξ αὐτοῦ, οὔτε φῶς τοῦ ἀπαυγάσματος. Ἅμα γὰρ τὸ εἶναι ἔχοντες καὶ θέλησιν μίαν ἔχουσιν ὅ τε Πατὴρ καὶ ὁ ἐξ αὐτοῦ ἀνάρχως γεννηθεὶς Υἱός, ἁπλῆν τε καὶ ἀδιαίρετον, ὥσπερ οὖν καὶ οὐσίαν μίαν καὶ φύσιν.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ἐπεὶ τί κωλύει κἀμὲ ταύτην πρότασιν ποιησάμενον τὴν “ὅτι ὁ Πατὴρ μείζων τῇ φύσει,” ἔπειτα προσλαβόντα τὸ “φύσει δὲ οὐ πάντως μεῖζον οὐδὲ Πατήρ,” ἐντεῦθεν συναγαγεῖν τὸ “μεῖζον οὐ πάντως μεῖζον,” ἤ “ὁ Πατὴρ οὐ πάντως Πατήρ”;

Ἐπειδήπερ μείζονα τῷ αἰτίῳ τοῦ Υἱοῦ τὸν Πατέρα σοφῶς ὁ διδάσκαλος, ὡς ἐκ τοῦ Πατρὸς ὄντος τοῦ Υἱοῦ, ἀλλ’ οὐκ ἐκ τοῦ Υἱοῦ τοῦ Πατρὸς ὑπάρχοντος, διωρίζετο, προσλαβόντες οἱ Ἀρειανοὶ τὴν τὸ αἴτιον φύσει πρότασιν συνῆγον αὐτῷ κακούργως τὸ φύσει μεῖζον. Πρῶτον μὲν ἐπιλύεται γενναίως τὸ παραλελογισμένως ὑπ’ αὐτῶν συναχθὲν εἰπών· “Οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται ἢ τοὺς πρὸς οὓς ὁ λόγος. Οὐ γὰρ ἁπλῶς ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται, ἀλλὰ δῆλον κατὰ τίνος καὶ τίνα” τοῦτ’ ἔστιν.

Οὐ γὰρ ὅσα κατὰ τοῦ αἰτίου ὡς αἰτίου, φησί, λέγεται, ταῦτα καὶ κατὰ τοῦ φύσει ῥηθήσεται. Οὐκ ἔστι γὰρ λόγου τὰ κατά τινος, φέρε εἰπεῖν, σοφοῦ ἢ βασιλέως ὡς σοφοῦ ἢ ὡς βασιλέως λεγόμενα καὶ κατὰ τοῦ ὑποκειμένου τούτοις ῥηθῆναι, ὡς ἀνθρώπων, καὶ συμπαραλαμβάνειν ἀθέσμως τῷ τῆς οὐσίας ὅρῳ τῶν ὑποκειμένων τὰ κατὰ τῆς σοφίας, ὡς σοφίας, καὶ τὰ κατὰ τῆς βασιλείας, ὡς βασιλείας, λεγόμενα, τὰ μηδὲν καθόλου τῷ λόγῳ τῆς οὐσίας ἐπικοινωνοῦντα ὡς συστατικὰς διαφορὰς αὐτῆς καὶ συμπληρωτικὰς τοῦ κατ’ αὐτὴν ὅρου παραλαμβάνειν.

Ἔπειτα σοφώτερον συμπλέξας αὐτοῖς ἐκ τῆς αὐτῶν προτάσεως συλλογισμὸν περιτρέπει αὐτοὺς ἑαυτοῖς. Ἔχει δὲ οὕτως· “Ἐπεὶ τί κωλύει κἀμὲ ταύτην πρότασιν ποιησάμενον τὴν ὅτι, ‘ὁ Πατὴρ μείζων τῇ φύσει,’ ἔπειτα προσλαβόντα τό, ‘φύσει δὲ οὐ πάντως μεῖζον οὐδὲ Πατήρ,’ ἐντεῦθεν συναγαγεῖν ‘τὸ μεῖζον οὐ πάντως μεῖζον’ ἢ ‘ὁ Πατὴρ οὐ πάντως Πατήρ’;” Πρὸς δὲ τὸ σαφέστερον ἡμῖν γενέσθαι καὶ συνεκτικώτερον διαγράψωμεν, εἰ δοκεῖ, “σχήματι” τὸ λεγόμενον, ἐκ μὲν τῆς τῶν ἐναντίων ἐπιχειρήσεως ἀρχόμενοι, εἰς δὲ τὴν τοῦ πατρὸς καταπαύοντες διδασκαλίαν.

Πρότασις Ἀρειανῶν, ἤγουν Εὐνομιανῶν· Εἰ φύσει αἴτιος ὁ Πατὴρ τοῦ Υἱοῦ, μείζων δὲ ὁ Πατὴρ τοῦ Υἱοῦ, μείζων ἄρα τῇ φύσει ὁ Πατὴρ τοῦ Υἱοῦ. Ἐπίλυσις τοῦ ἁγίου πατρὸς ἡμῶν Γρηγορίου διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς περιτρέποντος τοὺς ἐναντίους·

Εἰ φύσει μείζων καθ’ ὑμᾶς ὁ Πατὴρ τοῦ Υἱοῦ, τὸ δὲ φύσει οὐ πάντως μείζων ἢ Πατήρ, τὸ μεῖζον ἄρα οὐ μεῖζον ἢ ὁ Πατὴρ οὐ πάντως Πατήρ. Οὕτω περιτρέπονται τοῖς οἰκείοις ἑαλωκότες μηχανήμασιν οἱ τὴν ἀλήθειαν ἀπαναινόμενοι, κενοὶ κενῶς τῆς εὐσεβείας ἐκτιναχθέντες. Ἐπὶ γὰρ τῶν τοιούτων λόγων τὰ συμπεράσματα τῶν προτάσεών εἰσι συστατικά, τῶν δὲ συμπερασμάτων αἱ προτάσεις ὑπάρχουσιν ὁριστικαί, οἷς περιεπτώκασιν ἐκ πολλῆς ἀμαθίας οἱ ἑαυτοὺς οἰόμενοι σοφούς.

Ἐκ τοῦ αὐτοῦ λόγου· Ἔστω δὲ καὶ ἐνεργείας, εἰ δοκεῖ· οὐδὲ οὕτως ἡμᾶς αἱρήσετε· αὐτὸ δὲ τοῦτο ἐνηργηκὼς ἂν εἴη τὸ ὁμοούσιον, εἰ καὶ ἄτοπος ἄλλως ἡ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις. Ἐπειδὴ οἱ τὴν γλῶσσαν ὡσεὶ ξυρὸν κατὰ τῆς ἀληθείας ἠκονημένην ἔχοντες ἔλεγον δῆθεν ἐρωτῶντες· “Ὁ ‘Πατὴρ’ οὐσίας ἐστὶν ἢ ἐνεργείας ὄνομα;”, ἵνα εἰ μὲν εἴπωμεν οὐσίας ὄνομα εἶναι τὸ “Πατήρ,” ἐντεῦθεν συναγάγωσι τὸ ἑτερούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν, ὡς τῆς αὐτῆς οὐσίας δύο μὴ ἐπιδεχομένης καὶ διάφορα κυρίως ὀνόματα (εἰ γὰρ τὸ “Πατὴρ” οὐσίας ἐστὶν ὄνομα, οὐκ ἄν ποτε τῆς αὐτῆς ὄνομα εἴη τὸ “Υἱός”)· εἰ δὲ ἐνεργείας, σαφῶς τοῦ Πατρὸς ποίημα τὸν Υἱὸν ὁμολογοῦντας δείξωσιν, ὡς ἐνέργημα, μετὰ τὸ τὴν κυριολεξίαν ἀντιθετικῶς διελθεῖν εὐθέως πρὸς αὐτοὺς τὸν διδάσκαλον εἰρηκότα οὔτε οὐσίας εἶναι τὸ “Πατὴρ” ὄνομα οὔτε ἐνεργείας, ἀλλὰ σχέσεως, καὶ τοῦ πῶς ἔχει πρὸς τὸν Υἱὸν ὁ Πατήρ, ἢ ὁ Υἱὸς πρὸς τὸν Πατέρα, συμπεριφορικῶς ἐπήγαγεν εἰπών· “Ἔστω καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ,” καὶ ἐπιφέρει· “Αὐτὸ δὲ τοῦτο ἐνηργηκὼς ἂν εἴη τὸ ὁμοούσιον.” “Πῶς οὖν ἐνεργεῖ τὸ ὁμοούσιον;” ζητήσαι τις ἂν τυχὸν τῶν ἄγαν ἐξεταστικῶν καὶ μηδὲν τῶν συμφερόντων ἀγνοεῖν ἀνεχομένων.

Τοῦτο δὲ κατὰ τοιόνδε τρόπον ὁμαλισθήσεται. Δύο καθόλου τὰς ἐνεργείας εἶναί φασιν ἐν τοῖς οὖσι, μίαν μὲν τὴν προάγουσαν ἐκ τῶν ὄντων φυσικῶς τὰ ὁμογενῆ καὶ ὁμοούσια καὶ ἑαυτοῖς πάντη ταὐτά, καθ’ ἣν συμπεριενεχθεὶς τοῖς λογολέσχαις ἐπιεικῶς πρὸς τὸ μικρὸν γοῦν ἐπισχεῖν αὐτοὺς τοῦ βλασφημεῖν φησιν ὁ διδάσκαλος. “Ἔστω δὲ καθ’ ὑμᾶς,” κατὰ τὸν ἀποδοθέντα σκοπὸν τοῦ λόγου, “καὶ ἐνεργείας ὄνομα ὁ ‘Πατήρ.’” Οἷς ἐπάγει· “Αὐτὸ δὲ τοῦτο ἐνηργηκὼς ἂν εἴη ὁ Πατήρ,” δηλονότι τὸ ὁμοούσιον, ὡς ἐνέργειαν οὐσιωδῶς ὑφεστῶσαν καὶ ζῶσαν, ὥσπερ οὖν ἀμέλει καὶ Λόγον ζῶντα καὶ Δύναμιν καὶ Σοφίαν αὐθυπόστατον τὸν μονογενῆ Θεοῦ Λόγον καὶ Υἱὸν τοῦ Πατρὸς εἰρήκασιν οἱ θεόφρονες τῆς ἀληθείας διδάσκαλοι. Τὴν δὲ ἑτέραν ἐνέργειάν φασιν εἶναι τῶν ἐκτὸς ἀπεργαστικήν, καθ’ ἣν περί τι τῶν ἔξωθεν καὶ ἑτερουσίων ἐνεργῶν τις ἕτερόν τι τῆς ἰδίας οὐσίας ἀλλότριον ἐκ προϋποκειμένης ὕλης τινὸς κατασκευάζει.

Ταύτην δὲ τὴν ἐνέργειαν ταῖς τέχναις ἐπιστημονικῶς συγκεῖσθαί φασι. Περὶ ἧς ὁ θεόφρων διδάσκαλός φησι, “Εἰ καὶ ἄτοπος ἄλλως,” παρ’ ὃν ἐλήφθη δηλονότι τρόπον, “ἡ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις,” καὶ μάλιστα ἐπὶ Πατρὸς καὶ Υἱοῦ λαμβανομένης, ἐφ’ ὧν οὐδὲ τὴν πρώτην κυρίως δέξασθαι ὁ εὐσεβὴς ἀνέχεται νοῦς, διὰ τὸ καὶ ὑπὲρ ταύτην εἶναι τὴν ἐκ τοῦ Πατρὸς καὶ ἅμα τῷ Πατρὶ καὶ ἐν τῷ Πατρὶ ἄφραστον καὶ ἀπερινόητον ὕπαρξιν τοῦ Μονογενοῦς.

Ἐκ τοῦ βʹ περὶ Υἱοῦ λόγου, εἰς τό· “Θεὸς” δὲ λέγοιτο ἂν οὐ τοῦ Λόγου, τοῦ ὁρωμένου δέ. Πῶς γὰρ εἴη τοῦ κυρίως Θεοῦ Θεός; Ὥσπερ καὶ “Πατὴρ” οὐ τοῦ ὁρωμένου, τοῦ Λόγου δέ. Καὶ γὰρ ἦν διπλοῦς, ὥστε τὸ μὲν κυρίως ἐπ’ ἀμφοῖν, τὸ δὲ οὐ κυρίως· ἐναντίως δὲ ἐφ’ ἡμῶν ἔχει.

Ἡμῶν γὰρ κυρίως “Θεὸς” ὁ Θεός, οὐ κυρίως δὲ “Πατήρ.” “Τὸ μὲν κυρίως ἐπ’ ἀμφοῖν” θετέον, τοῦ “Πατὴρ” καὶ τοῦ “Θεός,” ὡς ἀμφοῖν ἐπὶ Χριστοῦ κυρίως λέγεσθαι δυναμένων διὰ τὴν μίαν ὑπόστασιν. Χριστοῦ γὰρ Πατὴρ κυρίως ἐστὶν ὁ Θεός, ὡς Υἱοῦ καὶ Θεοῦ Λόγου καὶ ἑνὸς τῆς ἁγίας Τριάδος ὑπάρχοντος καὶ μετὰ τὴν σάρκωσιν, καὶ Θεὸς τοῦ αὐτοῦ Χριστοῦ πάλιν κυρίως ἐστίν, ὡς ἀνθρώπου κατὰ ἀλήθειαν ὄντος διὰ τὴν σάρκα καὶ ἑνὸς τῶν ἀνθρώπων χρηματίζοντος· τὰ γὰρ τῶν μερῶν τοῦ ἐξ αὐτῶν ὅλου κυρίως κατηγορεῖται, ὡς ἐπιδεχομένου πάντα κυρίως τὰ φυσικῶς προσόντα τοῖς μέρεσιν, ἐξ ὧν καὶ ὑφέστηκε. “Τὸ δὲ οὐ κυρίως” ὡσαύτως ἐπ’ ἀμφοῖν ληπτέον, τοῦ “Θεὸς” καὶ τοῦ “Πατήρ,” ὡς ἀμφοῖν ἐπὶ Χριστοῦ κυρίως λεχθῆναι μὴ δυναμένων, διὰ τὴν φυσικὴν διαφορὰν τῶν ἐξ ὧν καὶ ἐν αἷς συνέστηκε φύσεων. Τὰ γὰρ τῷ κατὰ σύνθεσιν ὅλῳ προσόντα θατέρου τῶν ἑαυτοῦ μερῶν οὐδέποτε κυρίως κατηγορηθήσεται. “Ἐναντίως δὲ ἢ ἐφ’ ἡμῶν ἔχει,” τουτέστιν ἔμπαλιν καθὼς ἐφ’ ἡμῶν ἔχει. Ἡνίκα γὰρ τὴν διαφορὰν θεωρῶ τῶν φύσεων, καὶ τὴν αὐτῶν κατ’ ἐπίνοιαν ποιοῦμαι διάκρισιν, οὐ δύναμαι “τὸ ἐπ’ ἀμφοῖν κυρίως” τιθέναι, τοῦ “Πατήρ,” φημι, καὶ τοῦ “Θεός.” Οὐ γὰρ κυρίως τοῦ Λόγου Θεός ἐστιν ὁ Πατήρ, οὐδὲ κυρίως Πατὴρ τῆς σαρκός ἐστιν ὁ Θεός. “

Ἐναντίως δέ,” τουτέστιν ἔμπαλιν δέ, ἢ ἀντιστρόφως δέ, τοῦ τε “κυρίως” δηλονότι καὶ “οὐ κυρίως,” ἐπί τε τῆς ἑνώσεως καὶ τῆς μιᾶς ὑποστάσεως, ἐπί τε τῆς διαφορᾶς τῶν φύσεων καὶ τῆς κατ’ ἐπίνοιαν αὐτῶν διακρίσεως λαμβανομένων, ὡς τῆς μὲν μιᾶς ὑποστάσεως κυρίως “Θεὸν” καὶ “Πατέρα” λεγόμενον, ὡς ἑνὸς Χριστοῦ, τὸν “Θεὸν” ἐπιδεχομένης, κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, τῆς δὲ κατ’ οὐσίαν διαφορᾶς τῶν φύσεων ἔμπαλιν τὸ μὴ κυρίως ἐπιδεχομένης, καθὼς “ἐφ’ ἡμῶν ἔχει.” Ἡμῶν γὰρ κυρίως μὲν Θεὸς ὁ Θεός, ὥσπερ καὶ τῆς τοῦ Λόγου σαρκός, οὐ κυρίως δὲ Πατήρ, ὥσπερ οὐδὲ τῆς τοῦ Λόγου σαρκός. Ἐνηλλαγμένως οὖν τὰ τοῦ ὅλου τοῖς μέρεσι, καὶ τῷ ὅλῳ τὰ τῶν οἰκείων μερῶν ἐκφωνητέον, καὶ ἔσται ῥᾳδία καὶ σαφὴς ἡ τοῦ προκειμένου κατάληψις.

Καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, ἡνίκα μὲν ὡς ὑπόστασις ὁ Χριστὸς θεωρεῖται, τὸ “κυρίως ἐπ’ ἀμφοῖν,” τοῦ “Θεός” λέγω, καὶ τοῦ “Πατήρ,” θετέον, ἡνίκα δὲ διὰ τὴν ἀσύγχυτον ὕπαρξιν τῶν ἐν οἷς καὶ ἐξ ὧν ἐστιν αἱ τοῦ Χριστοῦ φύσεις θεωροῦνται, τὸ ἔμπαλιν θετέον, ὅπερ ἐστὶ τὸ “μὴ κυρίως, καθὼς ἐφ’ ἡμῶν ἔχει.” Καὶ δηλοῖ τοῦτο σαφῶς λέγων ὁ διδάσκαλος διὰ τοῦ ἐπαγαγεῖν, “Καὶ τοῦτο ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις, ἐπαλλαττομένων τῶν ὀνομάτων διὰ τὴν σύγκρασιν.

Σημεῖον δέ, ἡνίκα αἱ φύσεις διΐστανται ταῖς ἐπινοίαις, συνδιῄρηνται καὶ τὰ ὀνόματα.” Τουτέστιν, ἕως ὑπόστασιν μίαν σκοπεῖς τὸν Χριστόν, ἡ κατ’ ἐπαλλαγὴν τῶν ὀνομάτων ἐπίζευξίς ἐστιν ἀδιαίρετος, ἐπειδὰν δὲ ταῖς ἐπινοίαις διαστήσῃς τὰς συμπληρούσας τὴν μίαν ὑπόστασιν τοῦ Χριστοῦ φύσεις, συνδιεῖλες ταῖς φύσεσι καὶ τὰ ὀνόματα· ἢ πάλιν, ἐπείπερ τὴν φύσιν διπλοῦς ὁ Χριστός, ἄμφω κατηγορεῖται αὐτοῦ, τὸ “Θεὸς” καὶ “Πατήρ,” κυρίως μὲν ἡνίκα συνεκφωνεῖται καταλλήλως ταῖς φύσεσι τὰ ὀνόματα, οὐ κυρίως δὲ ὅταν ἡ κατὰ φύσιν ἑκατέρου τῶν ἐξ ὧν ἐν οἷς τε καὶ ἅπερ ἐστὶ θατέρῳ διὰ τὴν μίαν ὑπόστασιν ἐπηλλαγμένως ἀντιδίδωται κλῆσις. Ὅπερ ποιεῖν μὴ γινώσκοντες, ἢ κυριώτερον εἰπεῖν μὴ ἀνεχόμενοι, οἱ τότε καὶ οἱ νῦν αἱρετικοὶ τὸν μονογενῆ Θεὸν Λόγον βλασφημεῖν οὐ παραιτοῦνται, οἱ μὲν εἰς κτίσμα κατάγοντες διὰ τὰ ἀνθρώπινα, οἱ δὲ τὴν οἰκονομίαν συγχέοντες διὰ τὴν ἄρνησιν τῶν ἐξ ὧν ἐστι φύσεων.

Ἄλλος δὲ πάνυ τὰ θεῖα σοφὸς τοῦτον ἐρωτηθεὶς παρ’ ἐμοῦ τὸν τόπον ἔφη· Τὸ μὲν “κυρίως,” τὸ δὲ “οὐ κυρίως ἐπ’ ἀμφοῖν,” τῆς αὐτῆς ἐστι κατηγορίας τῆς σχετικῆς, εἴτε τῆς “Πατήρ,” εἴτε τῆς “Θεός,” ἢ καὶ ἑκατέρας, ὡς ἐφ’ ἑνὸς Χριστοῦ τιθεμένης, τοῦ συνεστῶτος ἐκ δυοῖν τῶν ἐναντίων, “κυρίως” καὶ “οὐ κυρίως.” Εἰ μὲν “Θεὸς” ὁ Πατὴρ τοῦ Χριστοῦ λεχθείη κατὰ τὴν ἐπίνοιαν τῶν δύο φύσεων, “κυρίως” μὲν τοῦ κτίσματος ἂν λέγοιτο, “οὐ κυρίως” δὲ τοῦ Θεοῦ Λόγου. Ὁμοίως δὲ καὶ ἐκ τῶν ἐναντίων Πατὴρ “κυρίως” τοῦ Λόγου, τοῦ δὲ κτίσματος “οὐ κυρίως,” καθὰ καὶ ἐφ’ ἡμῶν ἔχει ταῦτα λεγόμενα. Ἡμῶν γὰρ “κυρίως” μὲν Θεός, “οὐ κυρίως” δὲ Πατήρ. Ταύτην ἀποδεξάμενος ἐγὼ τοῦ σοφοῦ τὴν ἐπιβολὴν ὡς καλῶς ἔχουσαν συνεῖδον ἐνταγῆναι τῷ γράμματι.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Λαμβάνειν αὐτόν (δηλαδὴ τὸν Χριστόν) ζωήν, ἢ κρίσιν, ἢ κληρονομίαν ἐθνῶν, ἢ ἐξουσίαν πάσης σαρκός, ἢ δόξαν, ἢ μαθητάς, ἢ ὅσα λέγεται (καὶ τούτοις ἐπαγαγεῖν τὸν διδάσκαλον ὅτι), καὶ τοῦτο τῆς ἀνθρωπότητος (εἶτα προσεπαγαγεῖν), εἰ δὲ καὶ τῷ Θεῷ δοίης, οὐκ ἄτοπον. Οὐ γὰρ ὡς ἐπίκτητα δώσεις, ἀλλ’ ὡς ἐξαρχῆς συνυπάρχοντα καὶ λόγῳ φύσεως, ἀλλ’ οὐ χάριτος.

Πρὸς ἐμαυτὸν περὶ τούτου πολλάκις διαπορήσας, πῶς καὶ τίνι λόγῳ, καθώς φησιν ὁ διδάσκαλος, ὃ κατὰ φύσιν ἔχει λαμβάνειν ὁ Θεὸς λέγεται, καὶ μὴ δυνηθεὶς ἐμαυτὸν πληροφορῆσαι, τέλος καλῶς ἔχειν ἔρεσθαι γέροντα σοφὸν διέγνων, ὅστις τὸν περὶ τούτου λόγον ἐπιστημόνως μάλα διΐθυνεν οὑτωσὶ λέγων, “ὅτιπερ καθ’ ὑπόθεσιν εἰδῶμέν τινα σαφηνίζοντά τισι τὰς τῶν ὄντων φύσεις, ἐρεῖν πρὸς αὐτούς· ‘Δῶμεν τῷ Θεῷ τὸ παντοδύναμον, τὸ σοφόν, τὸ ἀγαθόν, τὸ δίκαιον· ὡσαύτως τῇ κτίσει τὸ δοῦλον, τὸ ὑπήκοον, τὸ περιγραπτόν, τὸ ἐκ μὴ ὄντων ὑποστῆναι, καὶ τὰ τούτοις ἀκόλουθα, ὡς τῆς φύσεως ἑκάστου ἐν ταῖς κοιναῖς ἐννοίαις ἀπαιτούσης τὰ ἴδια.’ Φάσκων οὖν ὁ τυχὼν τό· ‘Δῶμεν τῷ Θεῷ,’ οὐχὶ τὸ μὴ προσὸν αὐτῷ παρεῖχεν, ἀλλ’ ὅπερ ἡ φύσις ἔχει. Τοῦτο γὰρ τὸ ‘Δῶμεν’ σημαίνει οἷον τὸ διορίζειν τὴν φύσιν διὰ τῶν αὐτῇ προσόντων ἀπὸ τῶν μὴ τοιούτων.” Τὸν αὐτὸν τρόπον κἀνταῦθα λέγοντα τὸν διδάσκαλον εὐσεβῶς ἐκδέχου, “Εἰ δὲ καὶ τῷ Θεῷ δῶμεν,” τουτέστι τῆς φύσεως τὸ προσὸν αὐτῇ πρὸς τῶν διευκρινούντων τὰ πράγματα λαμβανούσης.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ὡς γὰρ ἀδύνατον εἶναι λέγομεν πονηρὸν εἶναι Θεὸν ἢ μὴ εἶναι. Καὶ τοῦτο τὸν προλεχθέντα σοφὸν ἐρωτήσας γέροντα ἔφη μὴ ἠρτῆσθαι τὸ “μὴ εἶναι” τῷ προλεχθέντι, ἵνα μὴ συναχθῇ τὸ εἶναι τὸν Θεὸν πονηρόν· “Ὡς γὰρ ἀδύνατον εἶναι λέγομεν πονηρὸν εἶναι Θεὸν ἢ μὴ εἶναι” πονηρόν, ἀλλ’ εἶναι πονηρόν, κατὰ κοινοῦ τοῦ “πονηρὸν” κειμένου.

Δύο γὰρ ἀρνήσεις μίαν συγκατάθεσιν ἐπάγουσιν. Ἔστιν οὖν ἀρνητικὸν τὸ “ἀδύνατον,” συμπλεκόμενον δὲ τῷ “μὴ εἶναι πονηρόν,” συνάγει τὸ πονηρὸν εἶναι. Ὅπερ οὐχ οὕτως ἔχει, μὴ γένοιτο. Ἀλλ’ ἕκαστον ἀπὸ ἰδίας ἀρχῆς ἔχει τὸν εἱρμόν, ἵνα ᾖ τὸ κῶλον οὕτως ὁμαλιζόμενον, “Ὡς γὰρ ἀδύνατον εἶναι λέγομεν πονηρὸν εἶναι Θεόν,” καὶ στίξαι καὶ πάλιν ἄρξασθαι νοήματος ἑτέρου καὶ προσεπαγαγεῖν, “ἢ μὴ εἶναι,” ἀντὶ τοῦ “ἀνυπάρκτου εἶναι.” Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό·

Ἔχεις τὰς τοῦ Υἱοῦ προσηγορίας. Βάδιζε δι’ αὐτῶν, ὅσαι τε ὑψηλαί, θεϊκῶς, καὶ ὅσαι σωματικαί, συμπαθῶς· μᾶλλον δὲ ὅλον θεϊκῶς, ἵνα γένῃ Θεὸς κάτωθεν ἀνελθών, διὰ τὸν κατελθόντα δι’ ἡμᾶς ἄνωθεν. Ὁ τὸν νοῦν διὰ τῆς ὑψηλῆς θεωρίας κατὰ τὴν ἑκάστου τῶν θείων ὀνομάτων ἐπίνοιαν καταφωτίσας καὶ πρὸς τὸν ἀρχικὸν ἑκάστου καὶ πνευματικὸν λόγον ἀναγαγών τε καὶ μεταποιήσας, καὶ τοῖς ὑπὲρ ἀρετῆς πόνοις τὸ φρόνημα τῆς σαρκὸς καθυποτάξας τῷ πνεύματι, ὑπήκοός τε μέχρι θανάτου γενόμενος, οὗτος ἀληθῶς “βαδίζει διὰ τῶν θείων προσηγοριῶν” ἀμέμπτως κατά τε πνεῦμα καὶ σάρκα, τὴν θείαν καὶ πρὸς Θεὸν ἄγουσαν πορείαν ποιούμενος, “ὑψηλῶς” μὲν κατὰ τὴν μυστικὴν θεωρίαν διὰ τῶν ὑψηλῶν ὀνομάτων, “συμπαθῶς” δὲ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν διὰ τῶν σωματικῶν, πρὸς τὴν ἄνω λῆξιν ἐπειγόμενος, “μᾶλλον δὲ τὸ ὅλον θεϊκῶς,” ὡς θεωρητικῆς οὔσης καὶ τῆς πράξεως καὶ λογικῆς χάριτος μὴ ἀμοιρούσης.

Ἀλλ’ ὅτου χάριν τὴν πρὸς τὴν σάρκα γνωμικὴν ἀλλοτρίωσιν διὰ τῆς τελείας περιτομῆς τῶν αὐτῆς φυσικῶν κινημάτων εἵλετο σαφῶς ὑπαγορεύων ὅτιπερ, ἵνα γένηται καὶ αὐτὸς χάριτι Θεός, ὑπὲρ τὴν ὕλην κατὰ σάρκα διὰ τῆς πράξεως, καὶ κατὰ νοῦν διὰ θεωρίας ὑπὲρ τὸ εἶδος, ἐξ ὧν ἡ τῶν ὄντων ὕπαρξις ὑφέστηκεν, ἑαυτὸν καταστήσας καί, τὸ ὅλον εἰπεῖν, κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἄϋλος καὶ ἀνείδεος πάντη γενόμενος, διὰ τὸν δι’ ἡμᾶς ἐν ὕλῃ καὶ εἴδει καθ’ ἡμᾶς ἀληθῶς ἐξ ἡμῶν γενόμενον Θεὸν Λόγον, τὸν κατὰ φύσιν κυρίως ἄϋλον καὶ ἀνείδεον.

Ἢ καὶ πάλιν τό· “μᾶλλον δὲ ὅλον θεϊκῶς,” διὰ τὴν ἐγγενομένην αὐτῷ κατορθώσαντι τὴν ἐφικτὴν ἀνθρώποις ἀρετὴν καὶ γνῶσιν, ἐκ τῆς πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον συμπαθείας, ἀπάθειαν, ὑπὲρ τῆς τῶν ἄλλων ὀφειλῆς πάσχειν καὶ τὴν ψυχὴν ἑτοίμως προΐεσθαι, ὡς κηλίδων παντάπασιν ὑπάρχων ἐλεύθερος.