Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀσκητικόν

Μάξιμος ὁ Ὁμολογητής

Η μέλλουσα κρίση και ο έλεγχος της πνευματικής ραθυμίας

Προφητικές μαρτυρίες περί της τελικής κρίσεως, προειδοποιήσεις για την αμέλεια των αγαθών έργων και η αντίθεση μεταξύ πνευματικής ζωής και σαρκικών παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 6

Ἐπεὶ τίς οὐ κατανύγεται ἀκούων τοῦ μὲν Μωϋσέως ἐκ προσώπου Θεοῦ περὶ τῶν ἁμαρτολῶν λέγοντος, ὅτι ”Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου· καυθήσεται ἕως ᾅδου κατωτάτου. Καταφάγεται 〈γῆν,〉 καὶ τὰ γεννήματα αὐτῆς· φλέξει θεμέλια ὀρέων. Συνάξω εἰς αὐτοὺς κακά, καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς;” Καὶ πάλιν· “Παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου· καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσί με ἀνταποδώσω.” Τοῦ δὲ Ἡσαΐου βοῶντος· “τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;

Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς 〈ὑμῶν,〉 καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε.” Καὶ πάλιν· “Ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων, τῶν παραβεβηκότων ἐν ἐμοί. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.” Τοῦ δὲ Ἱερεμίου λέγοντος· “Δότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ σκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας 〈ὑμῶν〉 ἐπ᾽ ὄρη σκοτεινά.” Καὶ πάλιν· “Ἀκούσατε λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν. Ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος; ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν ποιήσαντα ὅριον ψάμμον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται;” Καὶ πάλιν· “Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Καὶ γνῶθι, καὶ ἴδε, ὅτι πικρόν σοί ἐστι τὸ καταλιπεῖν σε ἐμέ, λέγει Κύριος. Ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;” Καὶ πάλιν· “Οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων· ἀλλ᾽ ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου. Καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.”

Τίς δὲ οὐ φρίσσει τοῦ Ἰεζεκιὴλ ἀκούων λέγοντος· “Ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σέ, καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ σοί· καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου, καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· καὶ οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδ᾽ οὐ μὴ ἐλεήσω· καὶ τότε ἐπιγνώσῃ, ὅτι ἐγὼ Κύριος. ”Τίς δὲ τοῦ Δανιὴλ ἀκούων οὐ κατανύγεται διαγράφοντος διαρρήδην τὴν ἡμέραν τῆς φοβερᾶς κρίσεως, ἐν οἷς φησιν· “Ἐγὼ Δανιὴλ ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν. Καὶ Παλαιὸς ἡμερῶν ἐκάθησεν. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν. Καὶ ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν, ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν [τὰ πεπραγμένα ἑκάστου δῆλον ὅτι].” Καὶ πάλιν· “Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν· καὶ ἕως τοῦ Παλαιοῦ ἡμερῶν ἔφθασεν· καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία. Καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσι· καὶ ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος· καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος. Ἔφριξε τὸ πνεῦμά μου, ἐγὼ Δανιήλ, ἐν τῇ ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με.” κηʹ.

Τίς δὲ τοῦ Δαβὶδ ἀκούων οὐ φοβεῖται λέγοντος· “Ἅπαξ ἐλάλησεν ὁ Θεός, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.” Καὶ πάλιν τοῦ Ἐκκλησιαστοῦ λέγοντος· “Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθόν, καὶ ἐὰν πονηρόν.” κθʹ. Τίς δὲ τὰ ὅμοια ἀκούων τοῦ Ἀποστόλου λέγοντος οὐ τρέμει· “Δεῖ γὰρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος ἡμῶν τὰ διὰ τοῦ σώματος, εἴτε ἀγαθόν, εἴτε κακόν.” Τίς οὖν οὐ θρηνήσει τὴν ἀπιστίαν ἡμῶν, καὶ τὴν τύφλωσιν τῆς 〈ψυχῆς ἡμῶν,〉 ὅτι τούτων πάντων ἀκούοντες οὐ μετανοοῦμεν, καὶ πικρῶς κλαίομεν ἐπὶ τῇ τοσαύτῃ ἡμῶν ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ; ἣν προθεωρῶν Ἱερεμίας ἔλεγεν· “Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.” Εἰ γὰρ εἴχοιμεν φροντίδα περὶ τῆς σωτηρίας τῶν 〈ψυχῶν〉 ἡμῶν, ἐτρέμομεν ἂν τὸν λόγον τοῦ Κυρίου, καὶ ἐσπεύδομεν κατορθῶσαι τὰς ἐντολὰς αὐτοῦ, δι᾽ ὧν καὶ ἐσωζόμεθα. Ἀλλ᾽ ἡμεῖς ἀκούοντες τοῦ Κυρίου λέγοντος· “Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, τῆς εἰσαγούσης εἰς τὴν ζωήν,” προετιμήσαμεν τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν.

Διὰ τοῦτο ἀκούομεν ὅταν ἐκ τῶν οὐρανῶν παραγίνηται κρῖναι ζῶντας καὶ νεκρούς· “Ὑπάγετε ἀπ᾽ ἐμοῦ, οἱ κατηράμενοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.” λʹ. Καὶ ταῦτα ἀκούομεν, οὐχ ὡς κακῶς πράξαντες, ἀλλ᾽ ὡς τῶν καλῶν ἀμελήσαντες, καὶ τὸν πλησίον μὴ ἀγαπήσαντες.

Εἰ δὲ καὶ κακὰ ἐπράξαμεν, πῶς ὑποίσομεν τὴν ἡμέραν ἐκείνην, οὕτως ἀμελῶς διακείμενοι; Πλὴν τὸ “οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ φονεύσεις,” καὶ τὰ ἑξῆς, τοῖς ἀρχαίοις ἐρρήθη διὰ Μωϋσέως· ὁ δὲ Κύριος, εἰδὼς ὅτι οὐκ ἀρκεῖ τῷ Χριστιανῷ ἡ τούτων μόνον τήρησις πρὸς τελείωσιν, ἔλεγεν· 〈“Ἀμὴν λέγω ὑμῖν〉, ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.” Διὰ τοῦτο ἄνω καὶ κάτω τὸν τῆς ψυχῆς ἁγιασμόν, δι᾽ ἣν καὶ τὸ σῶμα ἁγιάζεται, καὶ τὴν πρὸς πάντας ἀνθρώπους εἰλικρινῆ ἀγάπην ἐνομοθέτησε, δι᾽ ὧν καὶ τὴν εἰς αὐτὸν ἀγάπην κτήσασθαι δυνάμεθα· καὶ ἑαυτὸν τύπον μέχρι θανάτου, καὶ τοὺς αὑτοῦ μαθητὰς ἡμῖν παρέσχεν, ὡς πολλάκις εἴρηται.

λαʹ. Ποίαν οὖν ἀπολογίαν ἕξομεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοιοῦτον ὑπόδειγμα ἔχοντες, καὶ οὕτως ἀμελοῦντες; Ἡμᾶς θρηνῶν Ἱερεμίας τοὺς τοσαύτης χάριτος ἀξιωθέντας, καὶ οὕτως ἀμελῶς διακειμένους, μᾶλλον δὲ πάσης κακίας πεπληρωμένους, ἔλεγε· “Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;” Περὶ ἡμᾶς ἐγὼ ἀκούω καὶ τοῦ Μωϋσέως λέγοντος· “καὶ ἔφαγεν Ἰακώβ, καὶ ἐνεπλήσθη· καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ.” Καὶ τοῦ Μιχαίου θρηνοῦντος καὶ λέγοντος· “Οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Ἕκαστος τὸν πλησίον αὐτοῦ θλίβουσιν ἐκθλιβῇ· ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσι.” Καὶ τοῦ Ψαλμῳδοῦ ὁμοίως περὶ ἡμῶν λέγοντος· “Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος· ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων,” καὶ τὰ λοιπά.

λβʹ. Προφητικῶς καὶ ὁ Ἀπόστολος θρηνῶν ἡμᾶς ἔλεγεν· “οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις ἀυτῶν ἐδολιοῦσαν. Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει. Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.” Διὰ τοῦτο πάλιν προβλέπων τὰ μέλλοντα, περὶ τῆς νῦν ἡμῶν πονηρᾶς διαγωγῆς πρὸς τὸν Τιμόθεον γράφει· “Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς,” καὶ τὰ ἑξῆς. Διὰ τοῦτο οὐαὶ ἡμῖν, ὅτι εἰς τὰ ἔσχατα τῶν κακῶν κατηντήσαμεν. Τίς γὰρ ἐξ ἡμῶν, εἰπέ μοι, τῶν προειρημένων κακῶν ἐστιν ἀμέτοχος; Οὐχὶ ἐπὶ ἡμῶν ἐπληρώθη ἡ προφητεία; Οὐ πάντες ἐσμὲν γαστρίμαργοι;

Οὐ πάντες φιλήδονοι; Οὐ πάντες ὑλομανεῖς καὶ φιλόϋλοι; Οὐ πάντες θυμώδεις; Οὐ πάντες μηνιασταί; Οὐ πάντες μνησίκακοι; Οὐ πάντες προδόται πάσης ἀρετῆς; Οὐ πάντες λοίδοροι; Οὐ πάντες ὑπερήφανοι; Οὐ πάντες κενόδοξοι; Οὐ πάντες ὑποκριταί; Οὐ πάντες δόλιοι; Οὐ πάντες φθονεροί; Οὐ πάντες ἀνυπότακτοι; Οὐ πάντες ἀκηδιασταί; Οὐ πάντες περίακτοι; Οὐ πάντες ῥᾴθυμοι; Οὐ πάντες ἀμελεῖς τῶν τοῦ Σωτῆρος ἐντολῶν;

Οὐ πάντες πάσης κακίας ἀνάμεστοι; Οὐχὶ γεγόναμεν ἀντὶ ναοῦ Θεοῦ ναὸς εἰδώλων; Οὐχὶ ἀντὶ Πνεύματος ἁγίου, πνευμάτων πονηρῶν ἐσμεν καταγώγια; Οὐχὶ πεπλασμένως τὸν Θεὸν Πατέρα ἐπικαλούμεθα; Οὐχὶ ἀντὶ υἱῶν Θεοῦ, υἱοὶ γεέννης γεγόναμεν; Οὐχὶ χείρονες τῶν Ἰουδαίων, οἱ νῦν τὸ μέγα Χριστοῦ ὄνομα περιφερόμενοι, γεγόναμεν; Καὶ μηδεὶς ἀγανακτείτω τὴν ἀλήθειαν ἀκούων, ἐπεὶ κἀκεῖνοι παράνομοι ὄντες ἔλεγον· “Ἡμεῖς ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν·” ἀλλ᾽ ἤκουον παρὰ τοῦ Σωτῆρος, ὅτι· “Ὑμεῖς ἐκ τοῦ Πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ Πατρὸς ὑμῶν θέλετε ποιεῖν.” λγʹ. Πῶς οὖν καὶ ἡμεῖς παραβάται ὄντες τῶν ἐντολῶν αὐτοῦ, τὰ ὅμοια παρ᾽ αὐτοῦ οὐκ ἀκούομεν; Ἐπεὶ καὶ ὁ Ἀπόστολος τοὺς Πνεύματι ἀγομένους εἶπεν εἶναι υἱοὺς Θεοῦ· “Ὅσοι γάρ,” φησί, “Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.” Πῶς οὖν καὶ ἡμεῖς, ἐκ τοῦ θανάτου ἀγόμενοι, υἱοὶ Θεοῦ ἀκούειν δυνάμεθα; “Τὸ γὰρ φρόνημα τῆς σαρκός, θάνατος.” Οἱ δὲ Πνεύματι ἀγόμενοι, ἐκ τῶν καρπῶν τοῦ Πνεύματος δῆλοί εἰσιν. Εἴδωμεν οὖν τοὺς καρποὺς τοῦ Πνεύματος· “ὁ γὰρ καρπὸς τοῦ Πνεύματος,” φησίν, “ἐστὶν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραΰτης, ἐγκράτεια.” Ἆρα ἔχομεν ταῦτα ἐν ἑαυτοῖς; Ἀλλ᾽ εἴθε μὴ πάντα τὰ ἐναντία. Πῶς οὖν υἱοὶ Θεοῦ ἀκούειν δυνάμεθα, καὶ οὐχὶ μᾶλλον ἐκ τοῦ ἐναντίου;

Τὸ γὰρ ἔκ τινος γεγεννημένον, ὅμοιον τοῦ γεγεννηκότος ἐστί. Δηλοῖ δὲ καὶ Κύριος, λέγων· “Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν.” Ἡμεῖς δὲ γεγόναμεν σάρκες ἐπιθυμοῦντες κατὰ τοῦ Πνεύματος, καὶ διὰ τοῦτο δικαίως ἀκούομεν παρ᾽ αὐτοῦ· “Οὐ μὴ ἐγκαταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.” Πῶς οὖν δυνάμεθα ἀκούειν Χριστιανοί, τί ποτε τοῦ Χριστοῦ ἐν ἑαυτοῖς ἔχοντες;