Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ἀσκητικόν
Η ζωντανή πίστη, η υποκρισία και ο θρήνος για την πνευματική πτώση
Η καταδίκη της υποκρισίας και της εξωτερικής ασκήσεως χωρίς αγάπη, ακολουθούμενη από θερμή ικεσία και οδυρμό για την κυριαρχία της αμαρτίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ζωντανή πίστη, η υποκρισία και ο θρήνος για την πνευματική πτώση
Η καταδίκη της υποκρισίας και της εξωτερικής ασκήσεως χωρίς αγάπη, ακολουθούμενη από θερμή ικεσία και οδυρμό για την κυριαρχία της αμαρτίας.
λδʹ. Ἀλλ᾽ ἐρεῖ τις ἴσως, ὅτι· Ἔχω τὴν πίστιν, καὶ ἀρκεῖ μοι ἡ πίστις ἡ εἰς αὐτὸν πρὸς σωτηρίαν. Ἀλλ᾽ ἀντιφθέγγεται αὐτῷ ὁ Ἰάκωβος, λέγων ὅτι· “Καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι.” Καὶ πάλιν· “Ἡ πίστις χωρὶς τῶν ἔργων, νεκρά ἐστιν καθ᾽ ἑαυτήν· ὡς καὶ τὰ ἔργα δίχα πίστεως.” Πῶς δὲ καὶ πιστεύομεν εἰς αὐτόν, ἢ περὶ τῶν μελλόντων αὐτῷ πιστεύομεν, οἱ περὶ τῶν προσκαίρων καὶ παρόντων αὐτῷ μὴ πιστεύοντες, καὶ διὰ τοῦτο τοῖς ὑλικοῖς συμφυρόμενοι, καὶ τῇ σαρκὶ ζῶντες, καὶ κατὰ τοῦ Πνεύματος στρατευόμενοι; Οἱ δὲ τῷ Χριστῷ ἐν ἀληθείᾳ πιστεύσαντες καὶ ὅλον αὐτὸν ἐν ἑαυτοῖς διὰ τῶν ἐντολῶν εἰσοικίσαντες, οὕτως ἔλεγον· “Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός.
Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, τῇ πίστει ζῶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.” Διὰ τοῦτο πάσχοντες ὑπὲρ αὐτοῦ διὰ τὴν πάντων σωτηρίαν, ὡς ἀκριβεῖς αὐτοῦ μιμηταὶ καὶ τῶν ἐντολῶν αὐτοῦ γνήσιοι φύλακες, ἔλεγον· “Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν,” ἐπειδὴ ἤκουον αὐτοῦ λέγοντος· “Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς,” καὶ τὰ ἑξῆς· καὶ ἐκ τῶν λόγων καὶ τῶν ἔργων ὁ ἐνεργῶν ἐν αὐτοῖς Χριστὸς ἐφανεροῦτο· ἡμεῖς δέ, ἐπειδὴ πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἀντιπράττομεν, διὰ τοῦτο πάσης ἀκαθαρσίας ἐνεπλήσθημεν.
Καὶ διὰ τοῦτο γεγόναμεν ἀντὶ ναοῦ Θεοῦ οἶκος ἐμπορίου, καὶ ἀντὶ οἴκου προσευχῆς σπήλαιον λῃστῶν, ἀντὶ ἔθνους ἁγίου ἔθνος ἁμαρτολῶν, καὶ ἀντὶ λαοῦ Θεοῦ λαὸς πλήρης ἁμαρτιῶν, ἀντὶ σπέρματος ἁγίου σπέρμα πονηρόν, καὶ ἀντὶ υἱῶν Θεοῦ υἱοὶ ἄνομοι, ἐπειδὴ ἐγκατελίπομεν τὰς ἐντολὰς τοῦ Κυρίου, καὶ δουλεύομεν τοῖς πονηροῖς πνεύμασι διὰ τῶν ἀκαθάρτων παθῶν, καὶ παρωργίσαμεν τὸν ἅγιον τοῦ Ἰσραήλ.
λεʹ. Διὰ τοῦτο θρηνῶν ἡμᾶς ὁ μέγας Ἡσαΐας κράζει, βοηθῆσαι ἅμα βουλόμενος τῇ πτώσει ἡμῶν, λέγων· “Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία· οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους.” Εἶτα τί τὸ ἐπὶ τούτοις; “Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορκουμένη.” Ταύτην ἡμῶν τῆς 〈ψυχῆς〉 τὴν ἐρήμωσιν καὶ ὁ Ἀπόστολος δηλῶν, ἔλεγε· “Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πονηρίᾳ, πλεονεξίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι.” Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. Καὶ τί τὸ ἐπὶ τούτοις; “
Ἀποκαλύπτεται,” φησίν, “ὀργὴ Θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων,” καὶ τὰ ἑξῆς.
λϛʹ Ταύτην τῆς ψυχῆς ἐρήμωσιν καὶ ὁ Κύριος μηνύων, ἔλεγεν· “Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὡς ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.” Ὁ δὲ Ἡσαΐας πάλιν, ὁρῶν ἡμᾶς τοὺς δῆθεν μοναχοὺς τὰς σωματικὰς λειτουργίας ἐπιτελοῦντας μόνον, καταφρονοῦντας δὲ τῶν πνευματικῶν, καὶ διὰ τοῦτο τετυφωμένους, ἔλεγεν· “Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Πλήρης εἰμὶ τῶν ὁλοκαυτωμάτων κριῶν· καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε.
Ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστι. Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου. Ἐγενήθετέ μοι εἰς πλησμονήν· οὐκέτι οὐ μὴ ἀνοίσω. Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν.” Διὰ τί; “Αἱ γὰρ χεῖρες ὑμῶν,” φησίν, “αἵματος πλήρεις·” ἐπειδὴ “ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί.” Διὰ τοῦτο πᾶσα ἄσκησις ἀγάπην μὴ ἔχουσα ἀλλοτρία τοῦ Θεοῦ καθίσταται.
λζʹ. Διὰ τοῦτο καὶ τὴν ὑπόκρισιν ἡμῶν ἐλέγχων πόρρωθεν ἔλεγεν· “Ὁ λαὸς οὗτος, τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ, μάτην δὲ σέβονταί με,” καὶ τὰ ἑξῆς. Καὶ ἅπερ δὲ ὁ Κύριος ἡμῶν ἔλεγε ταλανίζων τοὺς Φαρισαίους, περὶ ἡμῶν ἐγὼ ἀκούω, τῶν νῦν ὑποκριτῶν, τῶν τοσαύτης χάριτος ἀξιωθέντων, καὶ χείρω ἐκείνων διακειμένων. Ἢ οὐχὶ καὶ ἡμεῖς δεσμοῦμεν “φορτία” βαρέα καὶ “δυσβάστακτα,” καὶ ἐπιτίθεμεν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ “δακτύλῳ” ἡμῶν οὐ θέλομεν κινῆσαι αὐτά; Ἢ οὐχὶ καὶ ἡμεῖς πάντα τὰ ἔργα ἡμῶν ποιοῦμεν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις; Ἢ οὐχὶ καὶ ἡμεῖς φιλοῦμεν “τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ”Ῥαββί, Ῥαββί·” καὶ τοὺς ταῦτα ἡμῖν μὴ σφόδρα ἀπονέμοντας ἕως θανάτου πολεμοῦμεν; Ἢ οὐχὶ καὶ ἡμεῖς ἤραμεν τὴν κλεῖδα τῆς γνώσεως, καὶ κλείομεν “τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων,” μηδὲ αὐτοὶ εἰσερχόμενοι, μηδὲ αὐτοὺς ποιοῦντες εἰσελθεῖν; Ἢ οὐχὶ καὶ ἡμεῖς περιάγομεν “τὴν θάλασσαν καὶ τὴν ξερὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται” ποιοῦμεν αὐτὸν “υἱὸν γεέννης διπλότερον ἡμῶν;” Ἢ οὐχὶ καὶ ἡμεῖς “ἐσμεν ὁδηγοὶ τυφλοί, τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες;”
Ἢ οὐχὶ καὶ ἡμεῖς καθαρίζομεν “τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος,” τὸ δὲ “ἔσωθεν” ἡμῶν γέμει “ἁρπαγῆς καὶ πλεονεξίας,” μᾶλλον δὲ “ἀκρασίας;” Ἢ οὐχὶ καὶ ἡμεῖς ἀποδεκατοῦμεν τὸ πήγανον καὶ τὸ ἡδύοσμον, καὶ πᾶν λάχανον· καὶ παρερχόμεθα τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ; Ἢ οὐχὶ καὶ ἡμεῖς ἐσμεν ὡς τὰ μνημεῖα τὰ ἄδηλα, “ἔξωθεν μὲν φαινόμενοι τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ ὄντες μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας καὶ πάσης ἀκαθαρσίας;” Ἢ οὐχὶ καὶ ἡμεῖς οἰκοδομοῦμεν “τοὺς τάφους” τῶν Μαρτύρων, καὶ κοσμοῦμεν τὰ “μνημεῖα” τῶν Ἀποστόλων, καὶ ἐσμὲν ὅμοιοι τῶν ἀποκτεινάντων αὐτούς; Τίς οὖν οὐ κλαύσει ἡμᾶς οὕτως διακειμένους; Τίς οὐ θρηνήσει τὴν τηλικαύτην ἡμῶν αἰχμαλωσίαν; Διὰ τοῦτο υἱοὶ Θεοῦ “οἱ τίμιοι,” ἐλογίσθημεν ὡς “ἀγγεῖα ὀστράκινα.” Διὰ τοῦτο ἠμαυρώθη τὸ “χρυσίον·” ἠλλοιώθη τὸ ἀργύριον “τὸ ἀγαθόν.” Διὰ τοῦτο οἱ Ναζωραῖοι Σιών, οἱ “ὑπὲρ χιόνα” λάμψαντες, γεγόναμεν ὡς Αἰθίοπες· οἱ “ὑπὲρ γάλα” λευκανθέντες, ὑπὲρ μέλαν ἐζοφώθησαν. Διὰ τοῦτο “ἐσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος” ἡμῶν. Οἱ τιθηνούμενοι “ἐπὶ κόκκων,” περιεβαλόμεθα “κοπρίας· καὶ ἐμεγαλύνθη ἡ ἀνομία ἡμῶν, ὑπὲρ” ἀνομιῶν “Σοδόμων.” Διὰ τοῦτο “οἱ υἱοὶ τῆς ἡμέρας καὶ” τοῦ “φωτός, υἱοὶ” γεγόναμεν “νυκτὸς καὶ σκότους.” Διὰ τοῦτο υἱοὶ τῆς βασιλείας, υἱοὶ γεέννης γεγόναμεν.
Διὰ τοῦτο οἱ “υἱοὶ Ὑψίστου, ὡς ἄνθρωποι” ἀποθνήσκομεν, “καὶ ὡς εἷς τῶν ἀρχόντων” πίπτομεν. Διὰ τοῦτο παρεδόθημεν εἰς “χεῖρας ἐχθρῶν ἀνόμων,” τῶν ἀγρίων λέγω δαιμόνων, “καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηρωτάτῳ παρὰ πᾶσαν τὴν γῆν,” δηλαδὴ τῷ τούτων ἄρχοντι, “ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν,” παραβάντες τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ καταπατήσαντες τὸν Υἱὸν τοῦ Θεοῦ καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενοι. Ἀλλὰ “μὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου,” Κύριε, “καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου· καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾽ ἡμῶν,” διὰ τοὺς οἰκτιρμούς σου, “Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,” καὶ διὰ 〈τὰ〉 σπλάγχνα τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ διὰ τὸ ἔλεος τοῦ ἁγίου σου Πνεύματος. “Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων,” ἀλλὰ “ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν.
Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου,” Κύριε, μνησθεὶς τῆς ἀπαρχῆς ἡμῶν ἣν ἐξ ἡμῶν διὰ φιλανθρωπίαν λαβὼν ὁ μονογενής σου Υἱὸς ὑπὲρ ἡμῶν ἔχει ἐν οὐρανοῖς, ἵνα ἡμῖν βεβαίαν τὴν ἐλπίδα τῆς σωτηρίας χαρίσηται· καὶ μὴ διὰ τὴν ἀπόγνωσιν χείρους γενώμεθα, διὰ τὸ τίμιον αὐτοῦ αἷμα, ὃ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἐξέχεεν· διὰ τοὺς ἁγίους αὐτοῦ Ἀποστόλους καὶ Μάρτυρας, οἳ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ τὸ ἴδιον αἷμα ἐξέχεον· διὰ τοὺς ἁγίους Προφήτας καὶ Πατέρας καὶ Πατριάρχας, οἵτινες ἠγωνίσαντο εὐαρεστῆσαι τῷ ἁγίῳ σου ὀνόματι. Μὴ παρίδῃς τὴν δέησιν ἡμῶν, Κύριε, μηδὲ ἐγκαταλίπῃς ἡμᾶς εἰς τέλος. Οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμέν, ἀλλ᾽ ἐπὶ ἐλέει τῷ σῷ, δι᾽ οὗ τὸ γένος ἡμῶν περιποιῇ. Ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, ἵνα μὴ γένηται εἰς κρῖμα ἡμῖν τὸ οἰκονομηθὲν ἡμῖν ὑπὸ μονογενοῦς σου Υἱοῦ πρὸς σωτηρίαν μυστήριον· καὶ “μὴ ἀπορρίψῃς” ἡμᾶς ἀπὸ “τοῦ προσώπου σου.” Μὴ βδελύξῃ ἡμῶν τὴν ἀναξιότητα, ἀλλ᾽ ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου παράγαγε τὰ ἁμαρτήματα ἡμῶν, ἵνα ἀκατακρίτως προσελθόντες κατενώπιον τῆς ἁγίας σου δόξης ἀξιωθῶμεν τῆς σκέπης τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ μὴ ὡς δοῦλοι πονηροὶ ταῖς ἁμαρτίαις ἀποδόκιμοι γενώμεθα.
Ναί, Δέσποτα παντοδύναμε Κύριε, εἰσάκουσον τῆς δεήσεως ἡμῶν, ὅτι ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν. Τὸ ὄνομά σου ὀνομάζομεν· σὺ γὰρ εἶ “ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι,” καὶ τὴν παρά σου πάντες ἐπιζητοῦμεν βοήθειαν. Ἐπίβλεψον οὖν ἐκ τοῦ οὐρανοῦ, Κύριε, “καὶ ἴδε ἐκ τοῦ οἴκου τῆς ἁγίας δόξης σου. Ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; Ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου,” ὅτι ἠνέσχες τῆς πτώσεως ἡμῶν; “Σὺ γὰρ ἡμῶν εἶ Πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σύ, Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς,” ὅτι ἀπ᾽ ἀρχῆς τὸ ὄνομά σου” τὸ ἅγιον ἐφ᾽ ἡμᾶς ἐστι, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ ἁγίου σου Πνεύματος. “Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου;” “Μὴ παιδεύσῃς ἡμᾶς τῇ ῥάβδῳ τῶν κριμάτων σου.” “Τί ἐσκλήρυνας ἡμῶν τὰς καρδίας, τοῦ μὴ φοβεῖσθαί σε;” Ἐγκατέλειψας ἡμᾶς τῇ αὐτονομίᾳ τῆς πλάνης; Ἐπίστρεψον, Κύριε, τοὺς δούλους σου διὰ τὴν ἁγίαν σου Ἐκκλησίαν, διὰ πάντας τοὺς ἀπ᾽ αἰῶνος ἁγίους σου, ἵνα “μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου· ἐγενόμεθα ὡς τὸ ἀπ᾽ ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ᾽ ἡμᾶς.” ληʹ. “
Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου τοῦ πυρός· καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους· καὶ φοβερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις. Ὅταν ποιεῖς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεόν, πλὴν σοῦ. Καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον· συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται.
Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν.” Μᾶλλον δέ, ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης· “διὰ τοῦτο ἐπλανήθημεν, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς· ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐρρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς, καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου, καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου. Καὶ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾽ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν εἶ σύ· ἡμεῖς δὲ πηλός, ἔργον τῶν χειρῶν σου πάντες. Μὴ ὀργισθῇς ἡμᾶς σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον ὅτι λαός σου πάντες ἡμεῖς· πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος Σιών· ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ. Εἰς κατάραν ὁ οἶκος τοῦ ἁγίου ἡμῶν, καὶ ἡ δόξα ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα συνέπεσε. Καὶ ἐπὶ πᾶσι τούτοις ἠνέσχου, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα.” λθʹ. Συνέβη μὲν ταῦτα τυπικῶς τῷ παλαιῷ σου λαῷ, νῦν δὲ εἰς ἡμᾶς ἀληθινῶς πεπλήρωται· “καὶ ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν δαίμοσι, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.”
Ἀλλ᾽ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ ἅγιον· καὶ γνώρισον ἡμῖν τὰς μεθοδείας τῶν ὑπεναντίων ἡμῶν· καὶ ῥῦσαι ἡμᾶς ἐκ τῶν μηχανημάτων αὐτῶν, καὶ μὴ ἀποστήσῃς ἀφ᾽ ἡμῶν τὴν σὴν βοήθειαν, ὅτι ἡμεῖς οὐχ ἱκανοί ἐσμεν πρὸς τὸ νικᾷν τὰ ἀντιπίπτοντα· σὺ δὲ δυνατὸς εἶ εἰς τὸ σώζειν ἐκ πάντων τῶν ἐναντίων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.