Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀσκητικόν

Μάξιμος ὁ Ὁμολογητής

Η ειλικρινής μετάνοια, η θεία φιλανθρωπία και η κατά Χριστόν τελείωση

Βιβλικά παραδείγματα μετανοίας, προτροπές για συγχώρηση και απάθεια, και η τελική δοξολογία με παρότρυνση προς μίμηση των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 6 από 6

Σῶσον ἡμᾶς, Κύριε, ἐκ τῶν δυσχερῶν τοῦ κόσμου τούτου, κατὰ τὴν χρηστότητά σου, ἵνα ἐν καθαρᾷ συνειδήσει τὸ πέλαγος τοῦ βίου διαπεράσαντες, ἄμεμπτοι καὶ ἀκέραιοι τῷ φοβερῷ βήματί σου παραστάντες, ἀξιωθῶμεν τῆς αἰωνίου ζωῆς.” μʹ. Ταῦτα πάντα ἀκούσας ὁ Ἀδελφὸς καὶ σφόδρα κατανυγείς, μετὰ δακρύων εἶπε τῷ Γέροντι ὡς· “ἐξ ὧν θεωρῶ, Πάτερ, οὐχ ὑπολείπεταί μοι ἐλπὶς σωτηρίας. Αἱ γὰρ ”ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου·” ἀλλὰ παρακαλῶ εἰπεῖν μοι τί ὤφειλον ποιῆσαι.” Καὶ ὁ Γέρων ἀποκριθεὶς εἶπε· “Τὸ σωθῆναι, ”παρὰ” μὲν “ἀνθρώποις ἀδύνατον· παρὰ δὲ” τῷ Θεῷ, πάντα δυνατά, ὡς αὐτὸς ἔφη ὁ Κύριος. “Προφθάσομεν οὖν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, προσκυνήσωμεν καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν·” καὶ ἀκούωμεν αὐτοῦ λέγοντος διὰ τῆς Ἡσαΐου φωνῆς, ὅτι “ὅταν ἀποστραφῇς καὶ στενάξῃς, τότε σωθήσῃ.” Καὶ πάλιν· “Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τὸ μὴ εἰσακούσασθαι;

Ἀλλὰ τὰ ἁμαρτήματα ἡμῶν διιστῶσιν ἀναμέσον ἡμῶν καὶ τοῦ Θεοῦ· καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ ἐλεῆσαι.” Διὸ λέγει· “Λούσασθε, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν 〈ψυχῶν ὑμῶν ἀπ-〉 έναντι τῶν ὀφθαλμῶν μοῦ· παύσασθε τῶν πονηριῶν ὑμῶν· μάθητε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ.” Καί, “Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.” Καὶ πάλιν διὰ Ἰωήλ· “Ἐπιστράφετε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν· 〈καὶ〉 ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ 〈ἐν〉 κοπετῷ· διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ οὐ τὰ ἱμάτια ὑμῶν. Ἐλεήμων γὰρ καὶ οἰκτίρμων ἐστὶ Κύριος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.” Πρὸς Ἰεζεκιὴλ δέ· “Υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ἰσραήλ· ”Οὕτως ἐλαλήσατε λέγοντες “Αἱ πλάναι ἡμῶν, καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ᾽ ἡμῖν εἰσι· καὶ ἐν αὐταῖς τηκόμεθα· καὶ πῶς ζησόμεθα;” Εἰπὸν αὐτοῖς “Ζῶ ἐγώ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς, ὥστε ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν αὐτόν· ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;”

Ἡ δὲ τρίτη τῶν Βασιλειῶν, τὴν ὑπερβολὴν τῆς τοῦ Θεοῦ χρηστότητα φανεροῦσα, οὕτω λέγει. Ἐν τῷ ἀκοῦσαι Ἀχαὰβ ὄντα αὐτὸν ἐν τῷ ἀμπελῶνι τοῦ Ναβουθαί, ὃν ἐκληρονόμησεν ἐν τῷ ἀποκτεῖναι αὐτὸν διὰ τῆς Ἰεζάβελ, τοὺς λόγους Ἠλιοῦ λέγοντος· “Τάδε λέγει Κύριος ”ἐφόνευσας καὶ ἐκληρονόμησας· καὶ ἐν τῷ τόπῳ, ἐν ᾧ ἔλειξαν οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου· καὶ τὴν Ἰεζάβελ κύνες καταφάγονται ἐν τῷ προτειχίσματι τοῦ Ἰσραήλ.” Καὶ ἐν τῷ ἀκοῦσαι Ἀχαὰβ τοὺς λόγους τούτους, διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἔθετο σάκκον ἐπὶ τὴν σάρκα αὐτοῦ, καὶ ἐνήστευσε, καὶ ἐκοιμήθη ἐν τῷ σάκκῳ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠλιοῦ, λέγων· “Ἰδὲ ὅτι ἐνετράπη Ἀχαὰβ ἀπὸ προσώπου μου. Οὐκ ἐπάξω κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ.” Ὁ δὲ Δαβίδ φησι· “Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Εἶπα ”ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· καὶ ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν.” Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Κύριος “Μετανοεῖτε,” φησίν, “ἤγγισε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.” Τοῦ δὲ Πέτρου πυθομένου “ποσάκις τῆς ἡμέρας, ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ· ἕως ἑπτάκις;”

ἀποκρίνεται αὐτῷ “ὁ φύσει ἀγαθὸς” καὶ ἀνείκαστος ἐν χρηστότητι· “οὐ λέγω σοι 〈ἕως〉 ἑπτάκις ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.” Τί ταύτης τῆς ἀγαθότητος ἰσόρροπον; Τί ταύτης τῆς φιλανθρωπίας ἐφάμιλλον;

μαʹ. Ἐγνωκότες οὖν τὸν τοῦ Κυρίου φόβον, τήν τε χρηστότητα αὐτοῦ καὶ τὴν φιλανθρωπίαν ἔκ τε τῆς Παλαιᾶς καὶ Καινῆς διαθήκης, ἐπιστρέψωμεν ἐξ ὅλης τῆς καρδίας ἡμῶν· καὶ ἵνα τί ἀπολλύμεθα, ἀδελφοί; Καθαρίσωμεν χεῖρας, οἱ ἁμαρτολοί· ἁγνίσωμεν τὰς καρδίας ἡμῶν, οἱ δίψυχοι· ταλαιπορήσωμεν καὶ πενθήσωμεν, καὶ κλαύσωμεν διὰ τὰς ἁμαρτίας ἡμῶν. Παυσώμεθα τῶν πονηριῶν ἡμῶν· πιστεύσωμεν ταῖς εὐσπλαγχνίαις τοῦ Κυρίου· φοβηθῶμεν τὰς ἀπειλὰς αὐτοῦ, φυλάξωμεν τὰς ἐντολὰς αὐτοῦ· ἀγαπήσωμεν ἀλλήλους ἐξ ὅλης καρδίας. Εἴπωμεν “ἀδελφοὶ ἡμῶν” καὶ τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτοῦ. Δῶμεν συγγνώμην ἀλλήλοις, δι᾽ ἀλλήλων πειραζόμενοι, ὡς πάντες ὑπὸ κοινοῦ ἐχθροῦ πολεμούμενοι. Ἀντιστῶμεν τοῖς λογισμοῖς ἡμῶν, τὸν Θεὸν εἰς συμμαχίαν ἐπικαλούμενοι· καὶ φυγαδεύωμεν ἐξ ἡμῶν τὰ πονηρὰ καὶ ἀκάθαρτα πνεύματα.

Ὑποτάξωμεν τὴν σάρκα τῷ πνεύματι, ὑπωπιάζοντες καὶ δουλαγωγοῦντες δι᾽ ἁπάσης κακοπαθείας· “Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.” Διεγείρωμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων.

Μὴ φθονήσωμεν ἀλλήλοις, μηδὲ φθονούμενοι ἀγριωθῶμεν· συμπαθήσωμεν δὲ μᾶλλον ἀλλήλοις, καὶ διὰ ταπεινοφροσύνης ἀλλήλους ἰασώμεθα. Μὴ καταλαλῶμεν ἀλλήλων, μηδὲ σκώψωμεν ἀλλήλους, “ὅτι ἐσμὲν ἀλλήλων μέλη.” Ἀποβάλλωμεν ἀφ᾽ ἡμῶν τὴν ἀμέλειαν καὶ τὴν ῥᾳθυμίαν· καὶ στῶμεν ἀνδρείως κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀγωνιζόμενοι· καὶ “ἔχομεν παράκλητον Ἰησοῦν Χριστὸν δίκαιον πρὸς τὸν Πατέρα· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν·” καὶ δεηθῶμεν αὐτοῦ ἐν καθαρᾷ καρδίᾳ, ἐξ ὅλης ψυχῆς ἡμῶν, καὶ ἀφίησιν ἡμῖν τὰς ἁμαρτίας ἡμῶν. Ὅτι “ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.” Διὸ λέγει· “Θῦσον τῷ Θεῷ θυσίαν αἰνήσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου· καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.” Καὶ ὁ Ἡσαΐας δὲ πάλιν· “Λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνόν, περίβαλε· καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐ παρόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ. Καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου· καὶ δόξα Κυρίου περιστελεῖ σε.” Καὶ τί τὸ ἐπὶ τούτοις; “

Τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου, ἐρεῖ· ”Ἰδοὺ πάρειμι.” Τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία. Καὶ ἔσται Θεὸς μετὰ σοῦ διαπαντός· καὶ ἐμπλησθήσῃ καθὰ ἐπιθυμεῖ ἡ ψυχή σου.” Ὁρᾷς ὅτι ἐν τῷ λύειν πάντα σύνδεσμον ἀδικίας ἐκ τῆς καρδίας ἡμῶν, καὶ διαλύειν πᾶσαν στραγγαλιὰν βιαίων συναλλαγμάτων μνησικακίας, καὶ σπεύδειν εὐεργετεῖν τὸν πλησίον ἐξ ὅλης ψυχῆς, τῷ φωτὶ τῆς γνώσεως περιλαμπόμεθα, καὶ τῶν παθῶν τῆς ἀτιμίας ἐλευθερούμεθα, καὶ πάσης ἀρετῆς πληρούμεθα, καὶ ὑπὸ τῆς δόξης τοῦ Θεοῦ καταλαμπόμεθα, καὶ πάσης ἀγνοίας ἐλευθερούμεθα· καὶ προσευχόμενοι τὰ Χριστοῦ εἰσακουόμεθα, καὶ τὸν Θεὸν μεθ᾽ ἡμῶν ἕξομεν διαπαντός, καὶ τῆς κατὰ Θεὸν ἐπιθυμίας πληρούμεθα.

μβʹ. Ἀγαπήσωμεν οὖν ἀλλήλους, 〈ἵνα〉 καὶ ἀγαπώμεθα ὑπὸ Θεοῦ. Μακροθυμήσωμεν ἐπ᾽ ἀλλήλοις, καὶ μακροθυμεῖ ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν. Μὴ ἀποδῶμεν “κακὸν ἀντὶ κακοῦ,” καὶ οὐκ ἀπολαμβάνομεν κατὰ τὰς ἁμαρτίας ἡμῶν. Τὴν γὰρ συγχώρησιν τῶν παραπτωμάτων ἡμῶν ἐν τῇ συγχωρήσει τῶν ἀδελφῶν εὑρίσκομεν. Καὶ τὸ ἔλεος τοῦ Θεοῦ ἐν τῇ ἐλεημοσύνῃ τοῦ πλησίον ἐγκέκρυπται. Διὰ τοῦτο ὁ Κύριος ἔλεγεν· “ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. Καὶ ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν.” Καὶ πάλιν· “Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.” Καί· “Ὧι μέτρῳ μετρεῖτε, ἀντιμετρήσεται ὑμῖν.” Ἰδοὺ ἐχαρίσατο ἡμῖν ὁ Κύριος τρόπον σωτηρίας, καὶ ἔδωκεν ἡμῖν “ἐξουσίαν” αἰώνιον “τοῦ γενέσθαι τέκνα Θεοῦ·” καὶ ἐν τῷ θελήματι ἡμῶν ἐστι λοιπὸν ἡ σωτηρία ἡμῶν.

μγʹ. Δῶμεν οὖν ἑαυτοὺς τῷ Κυρίῳ ἐξ ὁλοκλήρου, ἵνα ὁλόκληρον αὐτὸν ἀντιλάβωμεν. Γενώμεθα θεοὶ δι᾽ αὐτόν· διὰ γὰρ τοῦτο ἄνθρωπος γέγονε, φύσει ὢν Θεὸς καὶ Δεσπότης. Ὑπακούσωμεν αὐτῷ καὶ αὐτὸς ἀκαμάτως ἀμύνεται τοὺς ἐχθροὺς ἡμῶν· “Εἰ ὁ λαός μου ἤκουσέ μου,” φησίν, “Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου.” Πᾶσαν τὴν ἐλπίδα ἡμῶν ἐπ᾽ αὐτὸν μόνον θήσωμεν. Καὶ πᾶσαν τὴν μέριμναν ἡμῶν ἐπ᾽ αὐτὸν μόνον ῥίψωμεν, καὶ ἐκ πάσης θλίψεως αὐτὸς ἡμᾶς ῥύσεται, καὶ πάντα τὸν βίον αὐτὸς ἡμᾶς διατρέψει. Πάντα μὲν ἄνθρωπον ἐκ ψυχῆς ἀγαπήσωμεν· ἐπὶ μηδενὶ δὲ ἀνθρώπων τὴν ἐλπίδα θήσωμεν· ὅτι ἐφ᾽ ὅσον ὁ Κύριος συντηρεῖ ἡμᾶς, καὶ οἱ φίλοι πάντες ἡμᾶς περιέπουσι, καὶ οἱ ἐχθροὶ πάντες πρὸς ἡμᾶς ἀδυνατοῦσιν. Ἐπὰν δὲ ὁ Κύριος ἡμᾶς ἐγκαταλείπῃ, τότε καὶ οἱ φίλοι πάντες ἐγκαταλείπουσι, καὶ οἱ ἐχθροὶ πάντες καθ᾽ ἡμῶν ἰσχύουσιν. Ἀλλὰ καὶ ὁ εἰς ἑαυτὸν θαρρῶν, πεσεῖται πτῶμα ἐξαίσιον· ὁ δὲ φοβούμενος τὸν Κύριον ὑψωθήσεται.

Διὰ τοῦτο ὁ Δαβὶδ ἔλεγεν· “Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατήσχυνας.” μδʹ. Μὴ ἀνασχώμεθα τῶν λογισμῶν τῶν σμικρυνόντων ἡμῶν τὰς ἁμαρτίας, καὶ τὴν ἄφεσιν αὐτῶν γεγονέναι μαντευομένων.

Περὶ αὐτῶν γὰρ ὁ Κύριος ἀσφαλιζόμενος ἡμᾶς ἔλεγε· “Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων· ἔσωθεν δέ,” εἰσὶ λύκοι ἅρπαγες. Ἐφ᾽ ὅσον γὰρ ὁ νοῦς ἡμῶν ὑπὸ τῆς ἁμαρτίας ὀχλεῖται, οὔπω τῆς συγχωρήσεως αὐτῆς ἐτύχομεν· οὐδέπω γὰρ καρποὺς ἀξίους τῆς μετανοίας πεποιήκαμεν.

Καρπὸς μετανοίας ἐστὶν ἀπάθεια ψυχῆς· ἀπάθεια δέ, ἐξάλειψις ἁμαρτίας. Οὔπω δὲ ἔχομεν τελείαν ἀπάθειαν, ποτὲ μὲν ὀχλούμενοι ὑπὸ τῶν παθῶν, ποτὲ δὲ μὴ ὀχλούμενοι. Οὐκ ἄρα τῆς τῶν ἁμαρτιῶν ἀφέσεως τελείως ἐτύχομεν. Τῆς μὲν γὰρ προγονικῆς ἁμαρτίας διὰ τοῦ ἁγίου βαπτίσματος ἐλευθερώθημεν, τῆς δὲ μετὰ τὸ βάπτισμα τολμηθείσης διὰ τῆς μετανοίας ἐλευθερούμεθα.

μεʹ. Μετανοήσωμεν οὖν γνησίως, ἵνα τῶν παθῶν ἐλευθερούμενοι τῆς τῶν ἁμαρτιῶν ἀφέσεως τύχωμεν. Περιφρονήσωμεν τῶν προσκαίρων, ἵνα μὴ δι᾽ αὐτὰ τοῖς ἀνθρώποις μαχόμενοι τὴν ἐντολὴν τῆς ἀγάπης παραβῶμεν, καὶ τῆς τοῦ Θεοῦ ἀγάπης ἐκπέσωμεν. “Πνεύματι περιπατῶμεν, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσομεν.” Γρηγορήσωμεν, νήψωμεν, ἀποβάλωμεν λοιπὸν τὸν ὕπνον τῆς ῥᾳθυμίας. Ζηλώσωμεν τοὺς ἁγίους ἀθλητὰς τοῦ Σωτῆρος· μιμησώμεθα αὐτῶν τοὺς ἀγῶνας, τῶν 〈μὲν〉 ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι. Μιμησώμεθα τὸν ἀκατάπαυστον αὐτῶν δρόμον, τὴν ζέουσαν προθυμίαν, τῆς ἐγκρατείας τὴν καρτερίαν, τῆς σωφροσύνης τὸν ἁγιασμόν, τῆς ὑπομονῆς τὴν γενναιότητα, τῆς μακροθυμίας τὴν ἀνοχήν, τῆς συμπαθείας τὸν οἶκτον, τῆς πραΰτητος τὸ ἀτάραχον, τοῦ ζήλου τὴν θερμότητα, τῆς ἀγάπης τὸ ἀνυπόκριτον, τῆς ταπεινοφροσύνης τὸ ὕψος, τῆς ἀκτημοσύνης τὸ ἀπέριττον, τὴν ἀνδρείαν, τὴν χρηστότητα, τὴν ἐπιείκειαν. Μὴ ὑπτιωθῶμεν ταῖς ἡδοναῖς, μὴ χαυνωθῶμεν τοῖς λογισμοῖς, μὴ ῥυπώσωμεν τὴν συνείδησιν, τὴν εἰρήνην διώκωμεν μετὰ πάντων καὶ τὸν ἁγιασμόν· οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ἐπὶ τούτοις φύγωμεν τὸν κόσμον, ἀδελφοί, καὶ τὸν κοσμοκράτορα. Καταλείψωμεν τὴν σάρκα, καὶ τὰ σαρκικά. Εἰς οὐρανοὺς ἀναδράμωμεν· ἐκεῖ ἕξωμεν ἡμῶν τὸ πολίτευμα.

Τὸν θεῖον Ἀπόστολον μιμησώμεθα, τὸν Ἀρχηγὸν τῆς ζωῆς καταλάβωμεν, τῆς πηγῆς τῆς ζωῆς ἀπολαύσωμεν. Σὺν ἀγγέλοις χορεύσωμεν, σὺν ἀρχαγγέλοις ὑμνήσωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.