Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀσκητικόν

Μάξιμος ὁ Ὁμολογητής

Πνευματικός αγώνας και νίκη κατά των δαιμονικών μεθοδειών

Το παράδειγμα των πειρασμών του Κυρίου στην έρημο και του αποστόλου Παύλου για την αντιμετώπιση του αόρατου πολέμου και την κυριαρχία της αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 6

Εἰδὼς οὖν ὁ Κύριος ὅτι ὅλος ὁ νόμος καὶ οἱ προφῆται ἐν ταῖς δυσὶ τοῦ νόμου κρέμανται ἐντολαῖς, ἐν τῷ ”Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον ὡς ἑαυτόν,” ταῦτα ἀπ᾽ ἀρχῆς καὶ μέχρι τέλους φυλάξαι ἀνθρωποπρεπῶς ἔσπευσεν. Ὁ δὲ ἀπ᾽ ἀρχῆς ἀπατήσας τὸν ἄνθρωπον καὶ διὰ τοῦτο κράτος ἐσχηκὼς τοῦ θανάτου, 〈ὁ〉 διάβολος, ἰδὼν αὐτὸν ἐπὶ τοῦ βαπτίσματος ὑπὸ Πατρὸς μαρτυρούμενον καὶ τὸ συγγενὲς ἅγιον Πνεῦμα ὡς ἄνθρωπον ἀπ᾽ οὐρανῶν δεχόμενον, καὶ εἰς τὴν ἔρημον πρὸς τὸ πειρασθῆναι ὑπ᾽ αὐτοῦ ἐληλυθότα, ὅλον αὐτοῦ τὸν πόλεμον κατ᾽ αὐτοῦ συνεκρότει, εἴ πως 〈δυνηθῇ〉 καὶ αὐτὸν ποιῆσαι τὴν τοῦ κόσμου προτιμῆσαι ὕλην τῆς εἰς Θεὸν ἀγάπης. Εἰδὼς οὖν ὁ διάβολος ὅτι τὰ τρία ταῦτά εἰσιν, ἐν οἷς πάντα δονεῖται τὰ ἀνθρώπινα, βρώματα, λέγω, καὶ χρήματα καὶ δόξα, δι᾽ ὧν καὶ εἰς τὸ βάραθρον τῆς ἀπωλείας ἀεὶ κατήγαγε τὸν ἄνθρωπον, εἰς ταῦτα τὰ τρία αὐτὸν ἐν τῇ ἐρήμῳ ἐπείρασεν· ὧν ὁ Κύριος ἡμῶν κρείττων φανείς, εἰς τοὐπίσω χωρεῖν τῷ διαβόλῳ προσέταττε.

ιαʹ. Τοῦτο οὖν τὸ γνώρισμα τῆς εἰς Θεὸν ἀγάπης, ἧς τὴν ἐντολὴν δι᾽ ὧν ἐπήγγελτο πεῖσαι αὐτὸν παραβῆναι μὴ δυνηθείς, τῆς εἰς τὸν πλησίον λοιπὸν ἀγάπης τὴν ἐντολήν, εἰς τὴν οἰκουμένην ἐλθόντα, διὰ τῶν παρανόμων Ἰουδαίων ἐνεργῶν, παραβαίνειν αὐτὸν δι᾽ ὧν ἐμηχανᾶτο ἠγωνίζετο.

Τούτου χάριν διδάσκοντα αὐτὸν τὰς ὁδοὺς τῆς ζωῆς καὶ ἔργῳ ὑποδεικνύοντα τὴν οὐράνιον πολιτείαν, καὶ ἀνάστασιν νεκρῶν καταγγέλλοντα, καὶ 〈ζωὴν〉 αἰώνιον καὶ βασιλείαν οὐρανῶν τοῖς πιστεύουσιν ἐπαγγελλόμενον, τοῖς δὲ ἀπίστοις κόλασιν αἰώνιον ἀπειλοῦντα, καὶ πρὸς βεβαίωσιν τῶν λεγομένων τὰς παραδόξους θεοσημίας ἐπιδεικνύμενον, καὶ εἰς πίστιν τοὺς ὄχλους προσκαλούμενον, συνεκίνει τοὺς παρανόμους Φαρισαίους καὶ Γραμματεῖς εἰς τὰς κατ᾽ αὐτοῦ ποικίλας ἐπιβουλάς· ἵνα τοὺς πειρασμοὺς ὑπενεγκεῖν, ὡς ᾤετο, μὴ δυνάμενος, εἰς μῖσος τῶν ἐπιβουλευόντων παρατραπῇ, καὶ οὕτως τοῦ σκοποῦ ὁ ἀλάστωρ ἐπιτύχῃ, παραβάτην τῆς ἐντολῆς τῆς εἰς τὸν πλησίον ἀγάπης 〈αὐτὸν〉 ἀποφήνας.

ιβʹ. Ὁ δὲ Κύριος, ἅτε Θεός, εἰδὼς αὐτοῦ τὰ ἐνθύμια, οὐ τοὺς ὑπ᾽ αὐτοῦ ἐνεργουμένους ἐμίσησε Φαρισαίους— πῶς γάρ, φύσει ἀγαθὸς ὤν; —ἀλλὰ διὰ τῆς εἰς αὐτοὺς ἀγάπης τὸν ἐνεργοῦντα ἠμύνετο· καὶ τοὺς μὲν ἐνεργουμένους, ἅτε δυναμένους μὴ ἐνεργεῖσθαι, ἑκουσίως δὲ τοῦ ἐνεργοῦντος διὰ ῥᾳθυμίαν ἀνεχομένους, ἐνουθέτει, ἤλεγχεν, ὠνείδιζεν, ἐταλάνιζεν, εὐεργετῶν οὐκ ἐπαύετο, βλασφημούμενος ἐμακροθύμει, πάσχων ὑπέμενε, πάντα τὰ τῆς ἀγάπης ἔργα εἰς αὐτοὺς ἐνεδείκνυτο· τὸν δὲ ἐνεργοῦντα, τῇ εἰς τοὺς ἐνεργουμένους φιλανθρωπίᾳ ἠμύνετο, ὦ παραδόξου πολέμου, ἀντὶ τοῦ μίσους τὴν ἀγάπην ἐπιδεικνύμενος, καὶ ἀγαθότητι βάλλων τὸν τῆς κακίας πατέρα. Τούτου χάριν τὰ τοσαῦτα κακὰ παρ᾽ αὐτῶν ὑπομείνας, μᾶλλον δὲ 〈ὡς〉 ἀληθέστερον εἰπεῖν, δι᾽ αὐτούς, μέχρι θανάτου ὑπὲρ τῆς ἐντολῆς τῆς ἀγάπης ἀνθρωποπρεπῶς ἠγωνίσατο· καὶ τὴν τελείαν νίκην κατὰ τοῦ διαβόλου ἀράμενος, τὸν στέφανον τῆς ἀναστάσεως ὑπὲρ ἡμῶν ἀνεδήσατο, καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνενεώσατο. Καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ θεῖος Ἀπόστολος· “τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,” κ. τ. ἑξ.

ιγʹ. Οὗτος οὖν ἦν ὁ σκοπὸς τοῦ Κυρίου, ἵνα τῷ μὲν Πατρὶ ὑπακούσῃ μέχρι θανάτου ὡς ἄνθρωπος ὑπὲρ ἡμῶν, φυλάττων τὴν ἐντολὴν τῆς ἀγάπης, τὸν δὲ διάβολον ἀμύνηται τῷ πάσχειν ὑπ᾽ αὐτοῦ, διὰ τῶν ὑπ᾽ αὐτοῦ ἐνεργουμένων Γραμματέων καὶ Φαρισαίων· καὶ οὕτως ἐνίκησε τῷ νικᾶσθαι ἑκουσίως τὸν νικᾷν ἐλπίσαντα, καὶ τὸν κόσμον ἐρρύσατο τῆς αὐτοῦ δυναστείας. Τοῦτον τὸν τρόπον ὁ Χριστὸς “ἐξ ἀσθενίας ἐσταυρώθη·” δι᾽ ἧς ἀσθενείας τὸν θάνατον ἐνέκρωσε καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου κατήργησε. Τοῦτον τὸν τρόπον καὶ ὁ Παῦλος ἐν ἑαυτῷ ἠσθένει καὶ ἐκαυχᾶτο “ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ” ἐν αὐτῷ “ἡ δύναμις τοῦ Χριστοῦ.” ιδʹ. Ταύτης τῆς νίκης τὸν τρόπον μαθών, ἔλεγεν Ἐφεσίοις γράφων· “Οὐκ ἔστιν ὑμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας,” καὶ τὰ ἑξῆς. Τόν τε θώρακα τῆς δικαιοσύνης ἀναλαβεῖν φησι, καὶ τὴν περικεφαλαίαν ἐλπίδος, καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ἵνα δυνηθῶσι πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, οἱ πρὸς τοὺς ἀοράτους ἐχθροὺς τὸν πόλεμον ἔχοντες· ἔργῳ δὲ τὸν τρόπον τῆς πάλης ἐπιδεικνύμενος ἔλεγεν· “Ἐγὼ οὖν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δαίρων· ἀλλ᾽ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.”

Καὶ πάλιν· “Ἄχρι τῆς ἄρτι ὤρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα.” Καὶ πάλιν· “Ἐν κόπῳ καὶ μόχθῳ· ἐν ἀγρυπνίαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός.” ιεʹ. Καὶ ταύτην μὲν τὴν πάλην πρὸς τοὺς 〈τὰς〉 ἡδονὰς ἐν τῇ σαρκὶ ἐνεργοῦντας ἐπάλαιε δαίμονας διὰ τῆς ἀσθενείας τοῦ ἰδίου σώματος αὐτοὺς ἐπελαύνων· πρὸς δὲ τοὺς εἰς μῖσος πολεμοῦντας καὶ διὰ τοῦτο τοὺς τῶν ἀνθρώπων ἀμελεστέρους κατὰ τῶν εὐσεβῶν κινοῦντας, ἵνα δι᾽ αὐτῶν πειραζόμενοι αὐτοὺς μισήσωσι καὶ τὴν ἐντολὴν τῆς ἀγάπης παραβῶσι, πάλιν τὸν τρόπον τῆς νίκης ἔργοις ἡμῖν ὑποδεικνύων ἔλεγεν· “Λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦμεν· ὡσπερεὶ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.” Οἱ μὲν γὰρ δαίμονες διὰ τοῦτο λοιδορεῖν καὶ βλασφημεῖν καὶ διώκειν ὑπέβαλλον, ἵνα εἰς μῖσος τοῦ λοιδοροῦντος καὶ βλασφημοῦντος καὶ διώκοντος αὐτὸν κινήσωσι, τὸν σκοπὸν εἰς τὴν παράβασιν τῆς ἐντολῆς τῆς ἀγάπης ἔχοντες.

Ὁ δὲ Ἀπόστολος μὴ ἀγνοῶν τὰ νοήματα αὐτῶν τοὺς λοιδοροῦντας ηὐλόγει, καὶ τῶν διωκόντων ἀνείχετο, καὶ τοὺς βλασφημοῦντας παρεκάλει τῶν μὲν ταῦτα ἐνεργούντων ἀποστῆναι δαιμόνων, τῷ δὲ ἀγαθῷ οἰκειωθῆναι Θεῷ· τοὺς δὲ ταῦτα ἐνεργοῦντας δαίμονας τούτῳ τῷ τρόπῳ τῆς πάλης ἠμύνετο, ἐν τῷ ἀγαθῷ ἀεὶ νικῶν τὸ κακόν, κατὰ τὴν μίμησιν τοῦ Σωτῆρος, καὶ οὕτως ὅλον τὸν κόσμον τῶν δαιμόνων ἀποστήσαντες τῷ Θεῷ ᾠκείωσαν, αὐτός τε καὶ οἱ λοιποὶ Ἀπόστολοι, διὰ ἥττης νικήσαντες τοὺς νικᾷν ἐλπίσαντας. Ἐὰν οὖν καὶ σύ, Ἀδελφέ, τοῦτον κρατήσῃς τὸν σκοπόν, δύνασαι καὶ σὺ τοὺς μισοῦντας ἀγαπᾷν· εἰ δὲ μή γε, ἄλλως ἀμήχανον.” ιϛʹ. Καὶ ὁ Ἀδελφὸς εἶπεν· “Ἐπ᾽ ἀληθείας, Πάτερ, οὕτως ἐστὶ καὶ οὐκ ἄλλως· καὶ διὰ τοῦτο ὁ Κύριος βλασφημούμενος καὶ κολαφιζόμενος καὶ τὰ ἄλλα πάσχων, ἅπερ ἔπαθεν ὑπὸ τῶν Ἰουδαίων, ἀνείχετο, ἐκείνοις μὲν συμπάσχων ὡς ἀγνοοῦσι καὶ πεπλανημένοις· διὸ καὶ ἔλεγεν ἐπὶ τοῦ σταυροῦ· ”Πάτερ, ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τί ποιοῦσι·” τοῦ δὲ διαβόλου καὶ 〈τῶν〉 ἀρχόντων αὐτοῦ θριαμβεύων τὴν πανουργίαν καὶ τὴν ἀπάτην ἐπὶ τοῦ σταυροῦ, ὑπὲρ τῆς ἐντολῆς τῆς ἀγάπης, καθὼς εἶπας, μέχρι θανάτου πρὸς αὐτοὺς ἀγωνισάμενος, καὶ τὴν κατ᾽ αὐτῶν νίκην ἡμῖν χαρισάμενος καὶ τοῦ θανάτου καταλύσας τὸ κράτος, τὴν ἀνάστασιν αὐτοῦ εἰς ζωὴν παντὶ τῷ κόσμῳ ἐδωρήσατο.

Ἀλλ᾽ εὔχου ὑπὲρ ἐμοῦ, Πάτερ, ἵνα τελείως ἐξισχύσω γνῶναι τὸν σκοπὸν τοῦ Κυρίου καὶ τῶν Ἀποστόλων αὐτοῦ, καὶ δυνηθῶ νήφειν ἐν τοῖς καιροῖς τῶν πειρασμῶν, καὶ μὴ ἀγνοεῖν τὰ νοήματα τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ.” ιζʹ. Καὶ ὁ Γέρων ἀποκριθεὶς εἶπεν· “Ἐὰν τῶν προειρημένων ἔχεις ἀεὶ τὴν μελέτην, δύνασαι μὴ ἀγνοεῖν. Ἀλλὰ καὶ ἐὰν συνιῇς ὅτι ὥσπερ σὺ πειράζῃ οὕτως καὶ ὁ ἀδελφός σου πειράζεται, καὶ τῷ μὲν πειραζομένῳ συγγινώσκεις, τῷ δὲ πειράζοντι θέλοντί σε εἰς μῖσος ἀγαγεῖν τοῦ πειραζομένου ἀντιστῇς, 〈μὴ〉 ὑπακούων αὐτοῦ τῷ μηχανήματι. Καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ ἀδελφόθεος Ἰάκωβος ἐν ταῖς Καθολικαῖς· ”Ὑποτάγητε τῷ Θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν.” Ἐὰν οὖν, ὡς εἴρηται, ἔχεις νηφόντως τὴν τῶν προειρημένων ἀδιαλείπτως μελέτην, δύνασαι 〈γνῶ〉ναι τὸν σκοπὸν τοῦ Κυρίου καὶ τῶν Ἀποστόλων αὐτοῦ, καὶ τοὺς μὲν ἀνθρώπους ἀγαπᾷν καὶ συμπάσχειν αὐτοῖς πταίουσι, τοῖς δὲ πονηροῖς δαίμοσιν ἀδιαλείπτως διὰ τῆς ἀγάπης πολεμεῖν.

Εἰ δὲ ἐσμὲν χαῦνοι καὶ ἀμελεῖς καὶ ῥᾴθυμοι καὶ ταῖς σαρκικαῖς ἡδοναῖς τὸν λογισμὸν ἐμφύρομεν, οὐχὶ τοὺς δαίμονας ἀλλ᾽ ἑαυτοὺς καὶ τοὺς ἀδελφοὺς πολεμοῦμεν, τοὺς δὲ δαίμονας μᾶλλον δι᾽ αὐτῶν θεραπεύομεν, ὑπὲρ αὐτῶν τοῖς ἀνθρώποις μαχόμενοι“.