Ὅλον γὰρ ἔχει κατὰ περιγραφὴν τὸν ἐν τοῖς εἰρημένοις σκοπόν, μυστικῶς κεκρυμμένον ἤ, τό γε κυριώτερον εἰπεῖν, τοῖς ἐρρωμένοις τὸν νοῦν ἐμφανῶς κηρυττόμενον· πάντων γὰρ ὧν διὰ σαρκὸς γέγονεν αὐτουργὸς κενωθεὶς ὁ τοῦ θεοῦ Λόγος, αἴτησιν ἔχει τῆς προσευχῆς ὁ λόγος, διδάσκων ἐκείνων μεταποιεῖσθαι τῶν ἀγαθῶν, ὧν μόνος ὁ θεὸς καὶ Πατὴρ δι᾽ Υἱοῦ, φυσικῶς μεσιτεύοντος ἐν ἁγίῳ Πνεύματι, κατ᾽ ἀλήθειαν ἐστὶ χορηγός, εἴπερ μεσίτης θεοῦ καὶ ἀνθρώπων κατὰ τὸν θεῖον ἀπόστολον ὁ κύριος ἐστὶν Ἰησοῦς, τοῖς μὲν ἀνθρώποις διὰ σαρκὸς ἐμφανῆ ποιῶν ἀγνοούμενον τὸν Πατέρα, τῷ δὲ Πατρὶ διὰ Πνεύματος ἐν ἑαυτῷ τοὺς ἀνθρώπους καταλλαγέντας προσάγων· ὑπὲρ ὧν καὶ δι᾽ οὓς ἀτρέπτως γενόμενος ἄνθρωπος, πολλῶν, ὅσων οὐδέπω μέτρῳ περιλαβεῖν τό τε πλῆθος καὶ μέγεθος δεδύνηται λόγος, καινῶν μυστηρίων αὐτουργὸς γίνεται καὶ διδάσκαλος· ὧν ἑπτὰ τὸν ἀριθμόν, γενικώτερα τῶν λοιπῶν, κατ᾽ ἐξαίρετον φιλοτιμίαν πέφανται τοῖς ἀνθρώποις δεδωρημένος, ὧν μυστικῶς περιέχει τὴν δύναμιν, ὡς ἔφην, τῆς προσευχῆς ὁ σκοπός, θεολογίαν, υἱοθεσίαν ἐν χάριτι, ἰσοτιμίαν τὴν πρὸς ἀγγέλους, ἀϊδίου ζωῆς μετοχήν, φύσεως ἀπαθῶς πρὸς ἑαυτὴν νευούσης ἀποκατάστασιν, τοῦ νόμου τῆς ἁμαρτίας κατάλυσιν καὶ τῆς τοῦ κρατήσαντος ἡμῶν δι᾽ ἀπάτης πονηροῦ τυραννίδος καθαίρεσιν.