Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὸ «Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο»

Μάξιμος ὁ Ὁμολογητής

Ανασκευή της απόδοσης της άρνησης στην άναρχη θεότητα

Επιχειρηματολογία κατά της αναγωγής της παραίτησης από το ποτήριο στη θεία φύση και ανάδειξη της ενέργειας του Σωτήρος κατά τις δύο φύσεις του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 3

Εἰ δὲ τούτοις ἐξειργόμενος τοῖς λογισμοῖς, ἐπὶ τὸ λέγειν προάγῃ, μήτε τοῦ καθ’ ἡμᾶς, μήτε τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου τυγχάνειν τό, Οὐχ ὃ ἐγὼ θέλω, ἀλλ’ ἀρνητικῶς, ἐπὶ τῆς τοῦ Μονογενοῦς ἀνάρχου θεότητος φέρεσθαι· τοῦ, τί θέλειν αὐτὸν ἰδίως παρὰ τὸν Πατέρα διεῖργον· οὐκοῦν καὶ τὸ θεληθέν, ὅπερ ἐστὶν ἡ τοῦ ποτηρίου παραίτησις, ἐπ’ αὐτῆς ἀνάγκῃ φέρεις τῆς ἀνάρχου θεότητος. Εἰ γὰρ καὶ τοῦ τί θέλειν ἰδίως ἀναίρεσιν φὴς ἔχειν τὴν ἄρνησιν, ἀλλ’ οὐ τοῦ θεληθέντος ἀποσκευήν· οὐ γὰρ ἐπ’ ἀμφοῖν τίθεσθαι τὴν ἄρνησιν δυνατόν· καὶ τοῦ τι θέλειν ἰδίως τὸν Μονογενῆ παρὰ τὸν Πατέρα, καὶ τοῦ θεληθέντος. Ἐπεὶ πάντως ἡ τοῦ κοινοῦ Πατρὸς καὶ Υἱοῦ θέλησις θελήματος, ἀναίρεσις ἔσται τοῦ θεληθέντος Θεῷ, ἤγουν τῆς ἡμῶν σωτηρίας. Τοῦτο γὰρ αὐτῷ φύσει καθέστηκε θελητόν. Εἰ δὲ μὴ δυνατὸν ἐπ’ ἀμφοῖν τιθέναι τὴν ἄρνησιν, δῆλον ὡς εἰ ταύτην ἐπὶ τοῦ τι θέλειν ἰδίως ἄγεις, ἵνα τὴν τοῦ κοινοῦ θέσιν ποιήσῃς θελήματος, οὐκ ἀναιρήσῃς τὸ θεληθέν, ἤγουν τὴν τοῦ ποτηρίου παραίτησιν· ἀλλὰ κατὰ τῆς κοινῆς ἐποίσεις καὶ ἀνάρχου θεότητος, ἐφ’ ἧς ἀρνητικῶς καὶ τὸ θέλειν ἀνήγαγες.

Εἰ δὲ τοῦτο κἂν ἐννοεῖν ἀπευκτόν, ἄρα γε σαφῶς ἐνταῦθα ἡ ἄρνησις, ἤγουν τό, Οὐχ ὃ ἐγὼ θέλω, πάντη τὴν ἐναντίωσιν ἀποσκευαζομένη, τὴν τοῦ ἀνθρωπικοῦ τοῦ Σωτῆρος πρὸς τὸ θεῖον αὐτοῦ θέλημα καὶ πατρικὸν συμφυΐαν παρίστησιν· ὡς ὅλην ὅλου τὴν φύσιν οὐσιωθέντος τοῦ Λόγου, καὶ ὅλην τῇ οὐσιώσει θεώσαντος. Ὅθεν ὡς δι’ ἡμᾶς καθ’ ἡμᾶς γεγονώς, ἔλεγεν ἀνθρωποπρεπῶς πρὸς τὸν Θεὸν καὶ Πατέρα· Μὴ τὸ ἐμόν, ἀλλὰ τὸ σὸν ἰσχυσάτω θέλημα· ἅτε θέλησιν καὶ ὡς ἄνθρωπος ἔχων αὐτὸς ὁ φύσει Θεός, τὴν τοῦ πατρικοῦ θελήματος πλήρωσιν. Διὸ κατ’ ἄμφω τὰς ἐξ ὧν, καὶ ἐν αἷς, καὶ ὧν ὑπόστασις ἦν, φύσει θελητικὸς καὶ ἐνεργητικὸς τῆς ἡμῶν ὑπάρχων ἐγνωρίζετο σωτηρίας· τὸ μέν, ὡς ταύτην συνευδοκῶν Πατρὶ καὶ Πνεύματι· τὸ δέ, ὡς Πατρὶ διὰ ταύτην ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ τὸ μέγα τῆς εἰς ἡμᾶς οἰκονομίας, διὰ σαρκὸς αὐτουργήσας μυστηρίου. α.