Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὸν νθ' ψαλμόν
Η θεία εγκατάλειψη, η κατάνυξη και η λύτρωση
Ερμηνεία των στίχων που αφορούν τη θεία οργή ως συνέπεια της αμαρτίας, τον οίνο της κατανύξεως, την πρακτική φιλοσοφία και το σημείο απαλλαγής από τα πάθη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεία εγκατάλειψη, η κατάνυξη και η λύτρωση
Ερμηνεία των στίχων που αφορούν τη θεία οργή ως συνέπεια της αμαρτίας, τον οίνο της κατανύξεως, την πρακτική φιλοσοφία και το σημείο απαλλαγής από τα πάθη.
Ὁ θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς. 〈Ἀπώσατο ἡμᾶς ὁ θεός,〉 ὅταν, μὴ φυλάξαντες κατ᾽ ἀρχὰς τὴν ἐντολήν, ἀνάξιοι ἐφάνημεν τῆς κατὰ πρόσωπον αὐτοῦ ὁμιλίας· 〈καθεῖλεν ἡμᾶς,〉 ὅταν τοῦ ὕψους τῆς ἐν τῷ παραδείσῳ δόξης διὰ τὴν ἡμῶν κακίαν ἀπεξένωσεν· 〈ὠργίσθη,〉 ὅταν ἐπὶ τιμωρίᾳ καὶ κολάσει τῆς κακίας τῷ τοῦ θανάτου ἐπιτιμίῳ ἡμᾶς καθυπέβαλεν· 〈ᾠκτείρησεν ἡμᾶς,〉 ὅταν διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ θεοῦ Λόγου σαρκωθέντος καὶ τὴν ὑπὲρ πάντων ἡμῶν ὀφειλὴν καταδεξαμένου ἐλυτρώσατο ἡμᾶς τοῦ θανάτου καὶ εἰς τὴν ἑαυτοῦ δόξαν πάλιν ἐπανήγαγεν.
Συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. 〈Συνέσεισεν〉 ἡμῶν 〈τὴν γῆν καὶ συνετάραξε,〉 τουτέστι τὴν καρδίαν, δοὺς ἡμῖν τὴν μάχαιραν τοῦ Πνεύματος τὴν τὸ χεῖρον τοῦ κρείττονος γνωστικῶς διακρίνουσαν καὶ τὸν νόμον τοῦ Πνεύματος κατὰ τοῦ νόμου τῆς σαρκὸς ἐπεγείρουσαν καὶ τὸν κατὰ τῶν παθῶν ἐπαινετὸν πόλεμον ἐν ἡμῖν δημιουργοῦσαν καὶ τὴν ἐν ἡμῖν τῶν παθῶν συνέχειαν συνσείουσαν καὶ συνταράσσουσαν ἐπὶ ταῖς κατὰ πρόληψιν ἀτόποις μνήμαις τὴν συνείδησιν· 〈ἰᾶται〉 δὲ 〈τὰ συντρίμματα〉 τῆς ἡμῶν καρδίας, ἅπερ σαλευθεῖσά τε καὶ ὀλισθήσασα διὰ τῆς παρακοῆς κατ᾽ ἀρχὰς ἐκ τῆς ἐν τῷ παραδείσῳ παραβάσεως ὑπέμεινε, διὰ τῆς ἐν χάριτι πνευματικῆς ἀναγεννήσεως.
Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως· ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου. 〈Δεικνύει σκληρὰ τοῖς φοβουμένοις〉 αὐτὸν διὰ τῶν ἐντολῶν ὁ θεός, κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τοὺς τρόπους τῆς τοῦ σώματος νεκρώσεως ὑποτιθέμενος ἢ τοὐναντίον διὰ τῆς ποικίλης προνοίας καὶ κρίσεως φιλανθρώπως πρὸς τὸ συμφέρον παιδεύων ἡμᾶς, τοὺς μὴ κατὰ θέλησιν ἀνεχομένους τὸν θεῖον ζυγὸν ὑπελθεῖν τοῦ νόμου τῶν ἐντολῶν· 〈ποτίζει〉 δὲ 〈οἶνον κατανύξεως,〉 ἤγουν τὴν ἑπομένην τῇ διὰ τῆς πρακτικῆς καθάρσει κατὰ τὴν πνευματικὴν θεωρίαν χαριζόμενος γνῶσιν· πᾶσα γὰρ γνῶσις πνευματικὴ κατανύσσει τὴν καρδίαν, εἰς συναίσθησιν ἄγουσα τοῦ μεγέθους τῶν ἐφ᾽ ἡμῖν θείων εὐεργεσιῶν· 〈δίδωσι〉 δὲ 〈τοῖς φοβουμένοις〉 αὐτὸν 〈σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου,〉 τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν διδάσκων τοὺς φοβουμένους αὐτόν, καθ᾽ ἣν ἡ παντελὴς τῆς ἁμαρτίας ἀπραξία συνέστηκε· σημείωσις γὰρ ἀληθὴς ἡ διὰ σταυροῦ νεκροῦσα τὸ φρόνημα τῆς σαρκὸς καθέστηκε δύναμις, πρὸς 〈τὸ φυγεῖν ἀπὸ προσώπου τόξου,〉 τουτέστιν ἀπὸ τῆς ἐμφαινομένης τοῖς οὖσιν ἀπατηλῆς ἐπιφανείας· 〈πρόσωπον〉 γὰρ 〈τόξου,〉 φημὶ δὲ ἑκάστου δαιμονιώδους πάθους, ἡ τὴν αἴσθησιν ἐρεθίζουσα τῶν σωμάτων ἐστὶν ἐπιφάνεια, καθάπερ ἀκὶς βέλους τὴν αἴσθησιν τιτρώσκουσα καὶ πρὸς τὰ πάθη τὴν ψυχὴν ἀπρεπῶς διερεθίζουσα.
Διόπερ 〈ἀπὸ προσώπου τόξου〉 φησὶν ὁ λόγος 〈φεύξεσθαι τοὺς φοβουμένους〉 τὸν κύριον, ἀλλ᾽ οὐκ ἀπὸ τόξου· τὸ γὰρ τόξον τῆς ἁμαρτίας ἄνευ προσώπου τυχὸν οὐδέ τι δράσειε κατὰ τῶν φοβουμένων τὸν κύριον, ἐφ᾽ ᾧ 〈ῥυσθῆναι τοὺς ἀγαπητοὺς〉 τοῦ θεοῦ· ἀγαπητοὶ δὲ θεοῦ εἰσὶν οἱ κατὰ θεωρίαν συνεκτικοὶ τῆς θείας γνώσεως λογισμοί, οὓς ῥύονται οἱ κατὰ τὴν πρακτικὴν συνιστάμενοι τρόποι τῶν ἀρετῶν ἀπὸ πάσης πλάνης καὶ πασῶν τῶν διοχλουσῶν τῇ ψυχῇ κατὰ πρόληψιν τῆς ἁμαρτίας μνημῶν.
Σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.