Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὸν νθ' ψαλμόν

Μάξιμος ὁ Ὁμολογητής

Η οχυρωμένη πόλη και η αναγκαιότητα της θείας συμμαχίας

Ανάλυση της πόλης περιοχής ως έξης αληθούς γνώσης, η επιστροφή του Θεού και η σημασία της θείας συμπαράστασης έναντι της μάταιης ανθρώπινης σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 5

Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; 〈Πόλις〉 ἐστὶ 〈περιοχῆς〉 ἡ ἐκ πολλῶν συνηθροισμένη θείων καὶ μυστικῶν θεωρημάτων σοφία, περιεχομένη ἤγουν περιπεφραγμένη, καθὼς ἕτερος ἔφη τῶν ἐκδοτῶν, τοῖς τῶν ἀρετῶν ὀχυρώμασιν. Ἢ πάλιν 〈πόλις〉 ἐστὶ 〈περιοχῆς〉 ἡ κατάστασις, καθ᾽ ἣν ἀνάλωτος καὶ ἀπροσπέλαστος γίνεται τοῖς πολεμίοις διὰ τὴν φρουροῦσαν αὐτὸν τῶν ἁγίων δυνάμεων περιβολὴν ὅ γε ἀληθῶς θεοσεβὴς καὶ φιλόθεος. Ἢ πάλιν 〈πόλις〉 ἐστὶ 〈περιοχῆς〉 ἡ λόγῳ καὶ βίῳ τετειχισμένη ψυχὴ καὶ πάσαις ταῖς τῶν ἀρετῶν πλήθουσα χάρισιν. Ἢ πάλιν 〈πόλις〉 ἐστὶ 〈περιοχῆς〉 ἡ τῆς ἀληθοῦς καὶ ἀπταίστου γνώσεως ἕξις ἡ ἐκ πάντων ἠθικῶν τε καὶ φυσικῶν καὶ θεολογικῶν θεωρημάτων περιεχομένη, εἰς ἣν ἀπάγεται πᾶς εὐσεβής, ὑπ᾽ ἄλλου μὲν οὐδενός, ὑπὸ μόνου δὲ τοῦ θεοῦ τοῦ πάντας πρὸς ἑαυτὸν ἕλκοντος δι᾽ ἄφατον ἀγαθότητος μέγεθος.

Ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; 〈Ἰδουμαία,〉 καθὼς ἔδειξε προλαβὼν ὁ λόγος, ἐστὶν ἡ πάντων τῶν ὑπὸ αἴσθησιν κτισμάτων σύστασις, περὶ ἣν ἡ ἐν πνεύματι φυσικὴ θεωρία συνίστασθαι πέφυκεν, καθ᾽ ἣν ἐκ καλλονῆς καὶ μεγέθους κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς τῷ εὐσεβῶς ἀναλεγομένῳ τὴν τῶν ὄντων γνῶσιν θεωρεῖται, ἢ τυχὸν ἡ κατ᾽ ἀρετὴν πρακτικὴ διὰ σαρκὸς φιλοσοφία, καθ᾽ ἣν τοῦ ἁγίου Πνεύματος γίνεται ναὸς τὸ ἡμέτερον σῶμα, τοῖς τῶν ἐντολῶν συνοικοδομούμενον κάλλεσιν, εἰς ἣν ὁ αὐτὸς πάλιν 〈ὁδηγεῖ〉 κύριος, χαριζόμενος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τῶν ὁρωμένων τὴν ἐπιστήμην, καὶ διδάσκων τῶν μελῶν τῆς γηΐνης ταύτης καὶ ἐπικήρου σαρκὸς τὴν νέκρωσιν.

Ἢ ἵνα συνελὼν εἴπω, 〈πόλις〉 ἐστὶ 〈περιοχῆς〉 ἡ τῶν νοητῶν γνωστικὴ θεωρία, 〈Ἰδουμαία〉 δὲ ἡ τῶν αἰσθητῶν ἐπιστήμη, εἰς ἃς 〈ἀπάγει〉 τε καὶ 〈ὁδηγεῖ〉 ἡ μόνη τοῦ θεοῦ καὶ Πατρὸς σοφία, ὁ μονογενὴς Υἱός. Διὸ ἐπάγων ὁ προφήτης φησίν· Οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς; τουτέστιν ὅτι 〈σύ, ὁ θεός,〉 ὁ κατ᾽ ἀρχὰς διὰ τὴν ἁμαρτίαν 〈ἀπωσάμενος ἡμᾶς,〉 αὐτὸς διὰ σπλάγχνα ἐλέους σου οἰκτειρήσας, 〈ἀπάγεις εἰς πόλιν περιοχῆς〉 καὶ 〈ὁδηγεῖς ἕως τῆς Ἰδουμαίας〉 κατὰ τὴν προαποδεδομένην ἐξήγησιν.

Καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. 〈Οὐ〉 γὰρ 〈ἐξελεύσεται ὁ θεὸς ἐν〉 τῷ ἐφ᾽ ἑαυτῷ θαρροῦντι καὶ ἐπὶ τῷ τόξῳ ἐλπίζοντι καὶ τὴν ῥομφαίαν ἐπιγραφομένῳ ἑαυτοῦ σωτήριον, ἀλλ᾽ ἐν τοῖς ἐν αὐτῷ τῷ θεῷ κερατιοῦσι τοὺς ἐχθροὺς καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἐξουδενοῦσι τοὺς ἐπανισταμένους αὐτοῖς εἰκότως ὁ θεὸς ἐξελεύσεται πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον.

Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρία ἀνθρώπου. Εὐκτικῶς δέεται τοῦ θεοῦ καὶ σωτῆρος ἐκ προσώπου τῆς κοινῆς φύσεως ὁ προφήτης 〈δοθῆναι ἡμῖν βοήθειαν ἐκ〉 τῆς 〈θλίψεως,〉 δηλαδὴ τῆς κατασκεδασθείσης τῆς φύσεως διὰ τὴν ἁμαρτίαν καὶ μέχρι τῶν τοῦ ἅδου πυλῶν αὐτὴν καταπιεσάσης. 〈Θλίψις〉 γάρ, κατ᾽ ἐμὲ φάναι, ἡ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἐστι τυραννὶς καὶ ἐπικράτεια, 〈βοήθεια〉 δὲ ἡ διὰ τῆς χάριτος βεβαία τῆς ἀναστάσεως ἐλπίς, πρὸς ἣν ἀφορῶντες οἱ εὐσεβεῖς τὴν τοῦ θανάτου κατήφειαν ἀλύπως διαφέρουσιν. Ἢ πάλιν 〈θλίψις〉 ἐστὶν ὁ ὑπὲρ ἀρετῆς πόνος, 〈βοήθεια〉 δὲ ἡ τοῦτον διαδεχομένη κατὰ θεοῦ χάριν ἀπάθεια, πρὸς ἣν πᾶσα συγκρινομένη ἀνθρώπων σωτηρία ματαιότης ἐστὶ καὶ παντελὴς ἀνυπαρξία· τοῦτο γὰρ δίκαιον νοεῖσθαι τὴν ματαιότητα.