Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολή ΙΒ΄ προς τον Ιωάννη κουβικουλάριο: Χριστολογική ομολογία έναντι των Σεβηριανών

Δογματική επιστολή στην οποία καταδικάζεται η προσφορά βοήθειας προς τους αιρετικούς και αναπτύσσεται εκτενώς η ορθόδοξη διδασκαλία για την ασύγχυτη διατήρηση των δύο φύσεων του Χριστού μετά την ένωση, με αναφορές στη διδασκαλία του αγίου Κυρίλλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 7 από 13

ΙΒʹ. —Τοῦ αὐτοῦ, πρὸς Ἰωάννην κουβικουλάριον, Περὶ τῶν ὀρθῶν τῆς Ἐκκλησίας τοῦ Θεοῦ δογμάτων· καὶ κατὰ Σευήρου τοῦ αἱρετικοῦ. Καλῶς ἔχειν λογισάμενος, μηδὲν ὑμῖν τῶν εἰς ἐμὲ ἐρχομένων περὶ ὑμῶν αὐτῶν, θεοφύλακτοι, ἀναγγεῖλαι ὑποστείλασθαι· τοῦτο γὰρ κελεύει ὁ ἡμέτερος τῆς ἀληθοῦς ἀγάπης νόμος καὶ νομοθέτης καὶ αὐτοαγάπη Χριστός· δι’ ἑαυτῶν ἀλλήλους ἡμᾶς οἰκειοῦσθαι διδάσκων· τὸ παρὸν τῆς ἐπιστολῆς γράμμα πεποίημαι· δηλῶν, ὡς κατὰ τὸν Νοέμβριον μῆνα τῆς ἐνεστώσης πεντεκαιδεκάτης ἐπινεμήσεως, κατέλαβε τὰ ἐνταῦθα Θεόδωρός τις τοὔνομα καγκελλάριος· εὐγενὴς ὄντως, καὶ τρόπων ἐλευθερίας οὐκ ἀμοιρῶν, ὡς ἐμέ γε ἐκ τῶν ὁρωμένων στοχάσασθαι δυνατόν, γράμμα ἐπιφερόμενος παρὰ τῆς κοινῆς ἡμῶν δεσποίνης τῆς θεοφυλάκτου Πατρικίας, ὡς ἔλεγε κεχαραγμένον, πρὸς τὸν εὐλογημένον δοῦλον τοῦ Θεοῦ, τὸν ἐνταῦθα πανεύφημον ἔπαρχον· χάριν τοῦ ἀπολυθῆναι τὰς οἰκούσας ἐνταῦθα μοναζούσας· τῆς τε μονῆς τῆς ἀμμᾶς Ἰωαννίας, τῆς ἀπὸ Ἀλεξανδρείας, καὶ τῆς ἐπιλεγομένης μονῆς τῶν Σακερδῶτος, τῆς Σευήρου οὔσας αἱρέσεως· τοῦ τοσαύτῃ χρησαμένου κατὰ τῆς ἀληθείας μανίᾳ τε ψεύδους καὶ περιουσίᾳ, ὡς καὶ μέχρι τῆς σήμερον τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ διοχλῆσαι ἀρκεῖν. Οὐδενὶ δὲ ἄλλῳ ἀπ’ οὐδενὸς ἑτέρου τὸ σύνολον τῶν ὑπουργεῖν ἐκεῖσε ἀποταγέντων τῇ θεοφυλάκτῳ Πατρικίᾳ ἀρχόντων, οὐδ’ ἕως συλλαβῆς ψιλῆς διεκόμισεν.

Ὅθεν κἀγὼ σὺν πολλοῖς ἄλλοις ἐθαύμασα, τίς, ἐν ἐμαυτῶ διαπορῶν, ὁ λόγος καθ’ ὃν οὐδέν μοι δι’ αὐτοῦ ἠξίωσε δηλῶσαι ὁ θεοφύλακτός μου δεσπότης· καὶ πολύν, ὡς εἰκός, ὅπερ φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις, ὡς ἴστε, δέσποτα, τοῖς πιστοῖς λαοῖς γογγυσμὸν ἐποίησε τὸ τοιοῦτον γράμμα· καὶ τὸ περὶ τὴν δέσποιναν ἡμῶν τὴν πανεύφημον Πατρικίαν παρὰ τῇ καθολικῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ σέβας μικροῦ ἐμείωσε· καὶ πάντας τοὺς ταύτην οἰκοῦντας τὴν Ἄφρων χώραν, προλήψεσι χρησταῖς περὶ αὐτῆς ἤδη προκατειλημμένους διέσεισεν, εἰ μὴ πρεπούσῃ τῇ αὐτοῦ συνέσει μεθόδῳ χρησάμενος ὁ λεχθεὶς πανεύφημος ἔπαρχος, ψευδὲς εἶναι τὸ γράμμα καὶ νόθον πανταχοῦ διεφήμισε· καὶ ἀγανακτεῖν κατὰ τοῦ καγκελλαρίου προσεποιήσατο, καὶ τοῖς ἀνασυρεῖσι τῶν αἱρετικῶν προφάσει τοῦ τοιούτου γράμματος, τῶν τε ἀπὸ Ἀλεξανδρείας καὶ Συρίας δεόντως ἐχρήσατο· τοὺς μὲν φυλακαῖς, τοὺς δὲ καὶ πληγαῖς παιδεύσας, μὴ ὑβρίζειν λέγων τὰς προλήψεις τῆς δεσποίνης ἡμῶν τῆς Πατρικίας.

Ἰσχυρίζοντο γὰρ ἀναιδῶς, ἐρειδόμενοι, ὡς εἶπον, τῷ γράμματι, χαίρειν αὐτὴν τοῖς αὐτῶν δόγμασι· καὶ πᾶσι λέγειν οὐ παρῃτοῦντο ψευδόμενοι, ὧν καὶ Θωμᾶς ὁ λεγόμενος αὐτῶν ἐπίσκοπος, τῶν ἐπ’ ἀδείας πρὸς αὐτὴν παραγινομένων, καὶ μεγάλως παρ’ αὐτῆς τιμωμένων εἷς ὢν τυγχάνει· ὅπερ πάντων μάλιστα τοὺς πάντας ἐτάραξέ τε καὶ ἐσκανδάλισεν. Ὥστε κἀμὲ ἐξ ἀνάγκης τότε κληθέντα ἀπελθεῖν, ἐλέγξαι τε τοὺς τοῦτο εἰπεῖν τολμήσαντας κατὰ πρόσωπον, καὶ τοὺς ἀκούσαντας πεῖσαι, ὡς οὐδαμῶς χάριτι τοῦ Σωτῆρος Χριστοῦ ἢ αὐτή, ἢ ὁ ἐν ἁγίοις γενόμενος αὐτῆς σύμβιος καθοτιοῦν αἱρετικοῖς προσπεπόνθασιν.

Ὁμοίως δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐνταῦθα ἐπιξενουμένων εὐλαβεστάτων μοναχῶν, καὶ μάλιστα οἱ εὐλογημένοι δοῦλοι τοῦ Θεοῦ καὶ Πατέρες ἡμῶν, οἱ ἐπίκλην Εὐκρατάδης τὰ αὐτὰ λέγοντες, τοὺς πολλοὺς ἐποίουν τῆς τοιαύτης ψευδοῦς ὑπονοίας ἐκτός.

Καὶ ἁπλῶς εἰπεῖν, διὰ παντὸς τρόπου ἐλήλυθεν ὁ εἰρημένος πανεύφημος ἀνήρ, παντὸς μώμου καθαρὰν αὐτὴν ἀποδεῖξαι, καὶ πιστὴν τῷ Θεῷ, καὶ τιμίαν οὖσαν φανερῶσαι τοῖς πᾶσι προθέμενος. Ἐγὼ δὲ οὔπω τῆς ἐπὶ τοῦτο ἀμφιβολίας ἐλεύθερος γέγονα, ὁ μάλιστα τὰ ὑμέτερα οἰκειούμενος, ὁ μικρὸς καὶ οὐδενὸς ἄξιος, τῶν μεγάλων καὶ τῆς θείας ἠξιωμένων χάριτος· ἀσχάλλων ἔτι περὶ τούτου, καὶ οὐκ ἔχων τί κρίνας ψηφίζομαι.

Τήν τε γὰρ κοινὴν ἡμῶν δέσποιναν τὴν πανεύφημον Πατρικίαν ἐπὶ τῆς ἀῤῥαγοῦς τῆς πίστεως πέτρας βεβηκυῖαν ἐκ προγόνων εἰδώς, καὶ μηδὲν ἄλλο σχεδὸν ἀναπνεῖν δεδιδαγμένην, ἢ τὴν ὀρθὴν εἰς Θεὸν πίστιν, τὴν κατὰ τὴν τοῦ Θεοῦ καθολικὴν Ἐκκλησίαν κηρυττομένην, πιστεύειν οὐκ ἔχω αὐτῆς ὑπάρχειν τὸ γράμμα. Καὶ πάλιν ὁρῶν ὅρκοις φρικτοῖς πιστούμενον τὸν εἰρημένον καγκελλάριον, καὶ ἐπὶ τούτῳ καὶ μόνον παρ’ αὐτῆς πεπέμφθαι ἐνταῦθα διαβεβαιούμενον, φοβερὸν ἡγοῦμαι τὸ μὴ πιστεύειν· καὶ μέσος εἰμὶ δύο λογισμῶν ἑστὼς μεθόριος, οὐκ ἔχων τὸν νικῶντα εὑρεῖν, καὶ πρὸς ἑαυτὸν τῆς ψυχῆς ἐπισπᾶσθαι δυνάμενον τὴν συγκατάθεσιν. Πλήν, δέσποτά μου εὐλογημένε, ἵνα τἀληθὲς εἴπω, καὶ πᾶν ὃ κρίνειν δεδύνημαι ἐξαγορεύσω· καὶ δέξασθέ με ἐκ πολλοῦ πόνου ψυχῆς διὰ τὴν πρὸς ὑμᾶς ἀγάπην τολμηρῶς παῤῥησιαζόμενον· εἰ τῷ ὄντι βουλήσει καὶ γνώμῃ τῶν θεοφυλάκτων ὑμῶν, τὸ ὑπὲρ τῶν εἰρημένων αἱρετικῶν γυναικῶν γράμμα παρ’ αὐτῆς γεγένηται· ὅπερ θαυμάζω, οὐκ ἀποδέχομαι· οὐκ ἔξω βάρους εἶναι ὑμᾶς τεκμαιρόμενος.

Ἀκούω γὰρ τῆς θείας διδασκούσης Γραφῆς, ὡς Ἰωσαφὰτ ὁ εὐσεβὴς ἐκεῖνος καὶ πιστὸς τῆς Ἰουδαίας γενόμενος βασιλεύς, τῷ Ἀχαὰβ βασιλεῖ τοῦ Ἰσραήλ, πολλοῖς ῥερυπωμένῳ εἰδωλολατρείας μολυσμοῖς, κατὰ τῆς Συρίας ποτὲ κινήσαντι πόλεμον συμμαχήσας, ἠγανακτήθη τε καὶ ἐνεγκλήθη ὑπὸ τοῦ Θεοῦ, πρὸς αὐτὸν οὕτω διὰ τοῦ προφήτου φήσαντος· Εἰ ἀνθρώπῳ μισουμένῳ μοι, καὶ ἐχθραίνοντι Κυρίῳ τῷ Θεῷ σὺ βοηθεῖς;

Εἰ δὲ ἄλλοις ἴσως ὑποθεμένοις τοῦτο πεισθεῖσα πεποίηκεν, οὐδ’ οὕτως τῷ γενομένῳ προστίθεμαι, τὸν Ῥοβοὰμ ἐκεῖνον τὸν τοῦ μεγάλου Σολομῶντος υἱὸν ἐνθυμούμενος, τὸν διὰ τοῦ προκρῖναι τῆς τῶν πρεσβυτέρων βουλῆς τὴν τῶν νεωτέρων, τὸ πλεῖστον τῆς ἑαυτοῦ βασιλείας ὑποτεμόμενον· ἅμα δὲ καὶ κανονικοῖς πράγμασι ἐγχειρεῖν οἷς μὴ θέμις ἀπώμοτον γινώσκων, καὶ μάλιστα γυναιξίν, αἷς τὸ σιωπᾷν ἀναπνοῆς προσφορώτερον ὁ θεῖος ἀπεφήνατο λόγος.

Οὐ δεῖ οὖν αἱρετικοῖς καθ’ οἷον δήποτε τρόπον, ὡς αἱρετικοῖς, βοηθεῖν, εἰ καὶ πᾶσι πάντα μετελθεῖν ἀδεῶς ἐπετέτραπτο· διά τε τὰς εἰρημένας αἰτίας, ἵνα μὴ τῷ Θεῷ προσκρούοντες λάθωμεν· καὶ τὸ μὴ καλὸν εἶναι διδόναι αὐτοῖς ἄδειαν ἐμπομπεύειν τῷ οἰκείῳ ψεύδει, καὶ ἀνασείεσθαι κατὰ τῆς εὐσεβείας· ἵνα μὴ δι’ ἡμῶν ἐμφανισθέντες, ὄφεως δίκην, τῶν ἀφελεστέρων τινὰς ἀπάτης δήγματι δυνηθῶσι τῆς κατὰ τὴν πίστιν ἀσφαλοῦς βάσεως κατασεῖσαι· καὶ εὑρεθῶμεν καὶ ἡμεῖς, ὡς οὐ θέλομεν, τῆς ὑπὲρ τούτου ἐπηρτημένης αὐτοῖς συμμετέχοντες δίκης.

Οὕτω γὰρ καταρχὰς τῇ συνήθει χρησάμενος καὶ περὶ αὐτὰς συμπαθείᾳ ὁ πανεύφημος ἔπαρχος, ὡς καὶ πολλοῦ χρυσίου ἄξιον οἶκον αὐταῖς δωρήσασθαι πρὸς καταμονὴν μετὰ τῆς λοιπῆς τῶν χρειῶν δαψιλοῦς ἐπιδόσεως· ὡς ηὗρε τῇ οἰήσει τῆς ὑπερηφανίας τυφωθείσας αὐτάς, ἀπετράπη. Εὐθὺς γάρ, ὥσπερ ἐξ ἐπιτάγματος, τοῦ συνάγειν ἤρξαντο, καὶ ὑποσύρειν πιστῶν θυγατέρας· κρύπτειν τε καὶ ἀρνεῖσθαι τοὺς γονέας, ἐφ’ ἱκανὸν αὐτὰς ἐπιζητοῦντας χρόνον· καὶ ἱλασμούς, καὶ παραβαπτίσματα ποιεῖν τολμᾷν· καὶ διὰ πολλῆς πολλάκις ἐλθὼν πρὸς αὐτὰς παρακλήσεως ταῦτα μαθών, καὶ τῶν μὲν τοιούτων παύσασθαι πραγμάτων, ἑνωθῆναι δὲ τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ ἐπὶ πολὺ παραινέσας, καὶ μηδὲν ἀνύσας· τέλος, ὡς μέγα εἶδε καὶ ἄσχετον ἤδη γινόμενον τὸ κακόν, καὶ τοὺς δήμους τῶν πιστῶν ὑπολαλοῦντας τὰ γινόμενα, φοβηθεὶς μή τι εἰς αὐτὰς ἄτακτον προέλθοι, θυμῷ ζέσαντος ἐπ’ αὐταῖς τοῦ πιστοῦ πλήθους τῶν Ῥωμαίων, μηδ’ αὐτῆς ψιλῆς ὀνομασίας τῶν αἱρετικῶν ἀνεχομένου, βουλῆς καὶ γνώμης περὶ τούτου γενέσθαι βασιλικῆς πρέπον καὶ ἔννομον ἡγησάμενος, πάντα δι’ ἀναφορᾶς, ἅμα τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ, καὶ τοῖς ἐνδοξοτάτοις τῶν ἐνταῦθα λογάσι, τῷ εὐσεβεστάτῳ ἡμῶν βασιλεῖ, καὶ τοῖς ἁγιωτάτοις πατριάρχαις, τῷ τε Ῥώμης καὶ τῷ Κωνσταντινουπόλεως ἀνήγαγε.

Καὶ δὴ γαληνὸν τοῦ πιστοτάτου ἡμῶν βασιλέως, καὶ ἱερὸν τῶν μακαριωτάτων πατριαρχῶν δεξάμενος γράμμα, παρακελευόμενον πάντας μὲν αἱρετικοὺς τῆς χώρας ἐλαύνεσθαι, τοὺς τῇ ἰδίᾳ κακοδοξίᾳ ἐμμένοντας· τὰς δὲ εἰρημένας γυναῖκας βουλομένας μὲν τῇ ἁγίᾳ καὶ ἀχράντῳ καὶ ζωοποιῷ κοινωνίᾳ τῆς καθολικῆς Ἐκκλησίας προσελθεῖν, ἔχειν τὰ ἴδια κοινόβια ἀπαρεγχείρητα· ἀνανευούσας δὲ τῇ τε ἀληθείᾳ, καὶ τῷ βασιλικῷ εἴκειν μὴ πειθομένας θεσπίσματι, διηνεκῶς ἐν τοῖς τῶν ὀρθοδόξων ἀσκητηρίοις κατὰ μίαν διῃρῆσθαι, καὶ τὰ πράγματα αὐτῶν κατὰ τὸν νόμον, οἷς μάλιστα θαῤῥοῦσαι τοὺς αὐτὰς πλανῶντας δαψιλῶς παρέτρεφον, τῷ δημοσίῳ προσχωρηθῆναι ταμείῳ· ἐποίησε πάντα σπουδαίως καθὼς ἐκελεύσθη.

Πάντας μὲν χάριτι Χριστοῦ πείσας τοὺς ἀπὸ Συρίας αἱρετικούς, Αἰγύπτου τε καὶ Ἀλεξανδρείας καὶ Λιβύης, προσελθεῖν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ· τῶν δὲ εἰρημένων γυναικῶν, τὰς μὲν ἀπὸ τῆς μονῆς τῶν Σακερδῶτος, ἀφρόνως πρὸς τὴν κέλευσιν τοῦ εὐσεβοῦς δεσπότου διὰ τὴν σύντροφον ὑπερηφανίαν ἐνεχθείσας, διανείμας εἰς τὰ εὐαγῆ τῶν ὀρθοδόξων ἀσκητήρια, πληρώσεως ἕνεκεν τῶν εὐσεβῶς κεκελευσμένων, καὶ τὰς μὲν παρακλήσει, τὰς δὲ καὶ ὑποπτώσει, καὶ πάντα πάσαις διὰ τὸν Θεὸν γενόμενος· ὀψέ ποτε τὸ δέον μεταμαθούσας, ἑνωθῆναι τῇ τοῦ Θεοῦ καθολικῇ Ἐκκλησίᾳ πείσας, σὺν ἄλλοις πολλοῖς κοινοβίοις· τὰς δὲ τῆς ἀμμᾶς Ἰωαννίας, ἐμφρόνως μάλα γε εἰκότως, διὰ τὴν προλάμπουσαν τῶν ἐκκλησιαστικῶν δογμάτων ἀλήθειαν, μετὰ πάσης χαρᾶς προσελθούσας, ἀποκατέστησεν πᾶσί τε καὶ πάσαις τὰ ἴδια μοναστήρια· μισθὸν ἐπάξιον τῆς αὐτοῦ περὶ τὰ θεῖα μεγαλοφυΐας εὑράμενος, τὸ καὶ ἀποστολικοῖς κοσμηθῆναι χαρίσμασι, καὶ στόμα Κυρίου γνήσιον χρηματίσαι, κατὰ τὸ φάσκον θεῖον λόγιον, Ἐὰν ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Μᾶλλον δὲ τῆς μενούσης αὐτὸν θείας ἀμοιβῆς προοίμιον, καὶ τῆς σὺν Χριστῷ δόξης ἀῤῥαβῶνα πιστότατον, τοῦτο τὸ μέγα καὶ θαυμαστὸν ἔργον κομισάμενος.

Οὐ θέλων δὲ τοὺς αἱρετικοὺς θλίβεσθαι, οὐδὲ χαίρων τῇ κακώσει αὐτῶν, γράφω ταῦτα, μὴ γένοιτο, ἀλλὰ τῇ ἐπιστροφῇ μᾶλλον χαίρων καὶ συναγαλλόμενος. Τί γὰρ τοῖς πιστοῖς τερπνότερον, τοῦ θεᾶσθαι τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα, συναγόμενα εἰς ἕν. Οὔτε ὑμῖν τοῦ φιλανθρώπου τὸ ἀπηνὲς παραινῶν προτιθέναι· μὴ οὕτω μανείην· ἀλλὰ μετὰ προσεχείας καὶ δοκιμασίας ποιεῖν τε καὶ ἐνεργεῖν τὰ καλὰ εἰς πάντας ἀνθρώπους, καὶ πᾶσι πάντα γινομένους, καθὼς ἕκαστος ἐπιδεῖται ὑμῶν, παρακαλῶν· πρὸς μόνον τὸ καθοτιοῦν αἱρετικοῖς συνάρασθαι εἰς σύστασιν τῆς φρενοβλαβοῦς αὐτῶν δόξης, σκληροὺς παντελῶς εἶναι ὑμᾶς καὶ ἀμειλίκτους βούλομαί τε καὶ εὔχομαι. Μισανθρωπίαν γὰρ ὁρίζομαι ἔγωγε, καὶ ἀγάπης θείας χωρισμόν, τὸ τῇ πλάνῃ πειρᾶσθαι διδόναι ἰσχὺν εἰς περισσοτέραν τῶν αὐτῇ προκατειλημμένων φθοράν.

Ἔκθεσις ὀρθῆς ὁμολογίας. Πρὸ δὲ πάντων καὶ ἐπὶ πᾶσι, νήφειν τε καὶ ἀγρυπνεῖν καὶ παρατηρεῖσθαι τῶν κλεπτῶν τὰς ἐφόδους, ἵνα μὴ συληθέντες ὑπ’ αὐτῶν λάθωμεν· φυλάξομεν δὲ μᾶλλον τὸ μέγα καὶ πρῶτον τῆς σωτηρίας ἡμῶν φάρμακον· τὴν καλὴν λέγω τῆς πίστεως κληρονομίαν· ὁμολογοῦντες ψυχῇ τε καὶ στόματι μετὰ παῤῥησίας, ὡς οἱ Πατέρες ἡμᾶς ἐδίδαξαν.

Οἵτινες τοῖς ἐξ ἀρχῆς αὐτόπταις καὶ ὑπηρέταις γενομένοις τοῦ Λόγου ἑπόμενοι, τὸν ἕνα τῆς ἁγίας καὶ ὁμοουσίου, ἀχράντου τε καὶ μακαρίας Τριάδος τὸν Υἱὸν τοῦ Θεοῦ Θεὸν Λόγον τὸ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως, τὸν πάσης ὁρατῆς τε καὶ ἀοράτου κτίσεως δημιουργόν, τὸν ἄπειρον, τὸν ἀόριστον, τὸν ἀόρατον, τὸν ἀκατάληπτον, τὸν ἀπερινόητον, τὸν πάντα μόνῃ ῥοπῇ τοῦ θελήματος καὶ ποιήσαντα καὶ συνέχοντα· τὸν ἀγαθότητι ἄμετρον, ἔφασαν ἐνανθρωπῆσαι δι’ ἡμᾶς, καὶ σαρκωθῆναι ἐκ τῆς ἁγίας πανενδόξου ἀειπαρθένου Μαρίας, τῆς κυρίως καὶ κατ’ ἀλήθειαν Θεοτόκου· σάρκα ἐξ αὐτῆς ἑνώσαντα ἑαυτῷ καθ’ ὑπόστασιν τὴν ἡμῖν ὁμοούσιον, ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ οὐδ’ ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ προϋποστᾶσαν, ἀλλ’ ἐν αὐτῷ τῷ Θεῷ καὶ Λόγῳ, καὶ τὸ εἶναι καὶ τὸ ὑποστῆναι λαβοῦσαν· καὶ τέλειον ὄντα Θεὸν γενέσθαι τέλειον ἄνθρωπον· μήτε τὸ Θεὸς εἶναι ἀποθέμενον διὰ τὸ γενέσθαι ἄνθρωπον, ὅπερ οὐκ ἦν· μήτε κωλυθέντα γενέσθαι ὅπερ οὐκ ἦν, ἄνθρωπον, διὰ τὸ μεμενηκέναι ὅπερ ἦν καὶ ἔστι, Θεός· ἀλλὰ τοῦτο ὄντα, κἀκεῖνο γενέσθαι, ἑκάτερόν τε ἐπαληθεύοντα, τὸ θεῖον ὁμοῦ καὶ ἀνθρώπινον πιστοῦσθαι θαύμασι θείοις καὶ παθήμασιν ἀνθρωπίνοις καὶ κατὰ μὲν τὴν ἑαυτοῦ πρὸς τὸν Πατέρα φύσιν τε καὶ οὐσίαν, ἄκτιστον, ἀόρατον, ἀπερίγραφον, ἀναλλοίωτον, ἄτρεπτον, ἀπαθῆ, ἄφθαρτον, ἀθάνατον, δημιουργὸν τῶν ἁπάντων· κατὰ δὲ τὴν τῆς σαρκὸς αὐτοῦ φύσιν καὶ ὑμετέραν, τὸν αὐτὸν κτιστόν, παθητόν, περιγραπτόν, χωρητόν, θνητόν· τὸν αὐτὸν μέν, οὐ κατὰ τὸ αὐτὸ δέ, διὰ τὰ ἐξ ὧν καὶ ἐν οἷς τὸ εἶναι ἔχει· ὁμοούσιον τὸν αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα· διπλοῦν τὴν φύσιν, ἤτοι τὴν οὐσίαν· διὰ τὸ μεσίτην ὄντα Θεοῦ καὶ ἀνθρώπων, δεῖν κυρίως ἀποσώζειν τὴν πρὸς τὰ μεσιτευόμενα φυσικὴν οἰκειότητα, τῷ ὑπάρχειν ἀμφότερα· ὅπως αὐτῇ τῇ ἀληθείᾳ ἐν ἑαυτῷ καὶ δι’ ἑαυτοῦ, συνάψας τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, τὴν ὑλικὴν τῶν ἀνθρώπων φύσιν, τὴν ἐκ τῆς ἁμαρτίας πολεμωθεῖσαν, τῷ Θεῷ καὶ Πατρὶ προσαγαγὼν σωθεῖσαν, φιλωθεῖσάν τε καὶ θεωθεῖσαν· οὐκ οὐσίας ταυτότητι, ἀλλὰ δυνάμει ἀῤῥήτῳ τῆς ἐνανθρωπήσεως· θείας κοινωνοὺς φύσεως, διὰ τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ σαρκός, ὡς ἀπαρχῆς καὶ ἡμᾶς ἀπεργάσηται.

Διὸ καὶ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός, πράγματι καὶ οὐ κλήσει μόνῃ ὑπάρχων γινώσκεται· οὐ διπλοῦν δὲ τὴν ὑπόστασιν, ἤτοι τὸ πρόσωπον· διὰ τὸ ἕνα καὶ τὸν αὐτόν, καὶ πρὸ σαρκὸς εἶναι, καὶ μετὰ σαρκὸς μεμενηκέναι· μηδὲ μιᾶς γενομένης προσθήκης τῇ ἁγίᾳ Τριάδι, ἢ ὑφαιρέσεως, ἐκ τῆς τοῦ Λόγου σαρκώσεως· τὸν αὐτὸν παθόντα μὲν σαρκὶ ὑπὲρ ἡμῶν· διὰ παντὸς δὲ τὸν αὐτὸν θεότητι ὄντα ἀπαθῆ καὶ διαμένοντα· ὥστε καὶ τὴν σωτηρίαν εἶναι τὴν ἡμετέραν ἐν τῷ θανάτῳ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· ὢ τοῦ παραδόξου καὶ ἀνεκφράστου μυστηρίου! καὶ τὴν θεϊκὴν τῆς οὐσίας αὐτοῦ πρὸς τὸν Πατέρα δόξαν τε καὶ ταυτότητα, διηνεκῶς μένειν ἀνελάττωτον.

Περὶ διαφορᾶς· καὶ πῶς εὐσεβῶς δεῖ δύο φύσεις ὁμολογεῖν ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν. Τούτων οὕτω σοφῶς κατὰ τὴν ὑγιῆ ἔννοιαν τοῖς ἱεροῖς τῆς Ἐκκλησίας διδασκάλοις διηγορευμένων, εὐσεβὲς πάντως ἐστίν, αὐτοῖς καὶ ἡμᾶς ἑπομένους, ὁμολογεῖν δύο μὲν φύσεις ἀνομοίους κατὰ τὴν οὐσίαν εἶναι, τὰς συνελθούσας πρὸς τὴν ἄῤῥητον ἕνωσιν· ἀσυγχύτους δὲ ταύτας μεμενηκέναι δοξάζειν, καὶ μετὰ τὸ ἑνωθῆναι· τοῦ ἀσυγχύτους αὐτὰς μεμενηκέναι λέγειν, οὐ διαίρεσιν τὴν οἱανοῦν παρεισάγοντος· μὴ γένοιτο πώποτε! ἀλλὰ τὴν διαφορὰν ἄτρεπτον μένειν σημαίνοντος. Οὔτε γὰρ ταὐτόν ἐστι διαφορὰ καὶ διαίρεσις. Διαφορὰ μὲν γάρ ἐστι λόγος, καθ’ ὃν ἀλλήλων διαφέρει τὰ ὑποκείμενα· καὶ τοῦ, πῶς εἶναι δηλοτικός· τουτέστι, τὸ εἶναι τὴν σάρκα τῇ φύσει καὶ τῇ οὐσίᾳ, ὅπερ ἐστί· καὶ τὸ εἶναι πάλιν τὸν Θεὸν Λόγον τῇ φύσει καὶ τῇ οὐσίᾳ, ὅπερ ἐστίν. Διαίρεσις δέ ἐστι, τομὴ διαμπάξ, ἤτοι δι’ ὅλου τὰ ὑποκείμενα τέμνουσα, καὶ ἰδία καὶ ἀνὰ μέρος καὶ καθ’ ἑαυτὰ ὑφεστῶτα, καὶ ἀλλήλων κεχωρισμένα τιθεῖσα. Εἰ τοίνυν ὁ τοιοῦτος λόγος καὶ μετὰ τὴν ἕνωσιν σώζεται, ὁ μὴ τετράφθαι δεικνὺς εἰς σάρκα τὸν Λόγον, καὶ τὴν σάρκα τοῦ κατὰ φύσιν ὅρου μὴ ἐκστᾶσαν· ἀλλ’ ἑκάτερον καθὸ πέφυκε κατ’ οὐσίαν μεμενηκέναι πιστούμενος, εἰ καὶ γέγονεν ἕνωσις· πῶς οὐ δίκαιον πάντως τὴν τῶν συνελθουσῶν φύσεων διαφορὰν ὁμολογεῖν καὶ μετὰ τὴν ἕνωσιν σώζεσθαι;

Εἰ δὲ τοῦτο οὐκ ἀμφιβέβληται, ὡς αὐτὴν ἔχων μάρτυρα πιστὸν τὴν ἀλήθειαν, φανερὸν ὑπάρχει πᾶσι καὶ εὔδηλον, ὡς τὰ συνελθόντα μένει ἀσύγχυτα· μήτε τῆς θεότητος εἰς σάρκα τραπείσης, μήτε τῆς σαρκὸς εἰς θεότητος φύσιν μεταβληθείσης.

Ποῖος οὖν λοιπὸν ὑπολέλειπται λόγος, εἰ φόβῳ Θεοῦ ἄγεσθαι πάντες ἄνθρωποι, καὶ πανταχοῦ τὴν ἀλήθειαν αὐτὴν τῶν θείων δογμάτων κανόνα, καὶ οὐχὶ τὴν ἑαυτῶν πταιστὴν ὑπόνοιαν ἔχειν βουληθῶμεν, ὁ ἀποδεῖξαι δυνάμενος, ὡς οὐκ εὔλογον ὁμολογεῖν τὰ σωζόμενα.

Ἑτέρως περὶ τῶν αὐτῶν. Πρὸς τούτοις δὲ πᾶσι, τοὺς λόγους τῶν συνελθόντων σωζομένους ἀεὶ οἱ Πατέρες διδάσκουσιν· αὐτὰ δὲ ταῦτα τὰ συνελθόντα, πρὸς ἓν ἄμφω συντελεῖν πρόσωπον τοῦ Υἱοῦ καὶ μίαν ὑπόστασιν. Εἰ δὲ τοῦτο, πῶς οὐ χρεὼν πάλιν κατὰ τοὺς Πατέρας, διὰ μὲν τοῦ εἰδέναι σωζομένους τοὺς λόγους, τὴν διαφορὰν λέγειν· καὶ μετὰ τὴν ἕνωσιν σώζεσθαι ἐν ἰδιότητι τῇ κατὰ φύσιν τῶν συνελθόντων ἑκάτερον· διὰ δὲ τοῦ ὁμολογεῖν ὡς πρὸς ἓν ἄμφω συντελοῦσι πρόσωπον τοῦ Υἱοῦ καὶ μίαν ὑπόστασιν, ἀκριβῶς γινώσκειν ὡς ἀδιαίρετα ταῦτα πεφύκασιν. Ὅτι δὲ ἡ τῶν συνελθόντων διαφορά, καὶ αὐτὰ δὲ ταῦτα τὰ συνελθόντα σώζεται μετὰ τὴν ἕνωσιν, πάσης τροπῆς ἐκτὸς καὶ συγχύσεως, ὁ ἁγιώτατος τῆς Ἐκκλησίας φωστὴρ Κύριλλος, ᾧ καὶ προστεθῆσθαι περισσῶς ὑποκρίνονται οἱ τῇ ἁγίᾳ τοῦ Θεοῦ διακενῆς πολεμοῦντες Ἐκκλησίᾳ, ἀρκέσει μαρτυρῶν ἐν μὲν τῷ δευτέρῳ κατὰ τῶν Νεστορίου δυσφημιῶν τόμῳ, γράφων τάδε· «Παρενηνεγμένου γε μὴν εἰς μέσον ἡμῖν μυστηρίου τοῦ κατὰ Χριστόν, ὁ τῆς ἑνώσεως λόγος, οὐκ ἀγνοεῖ μὲν τὴν διαφοράν, ἐξίστησι δὲ τὴν διαίρεσιν· οὐ συγχέων ἢ ἀνακιρνῶν τὰς φύσεις· ἀλλ’ ὅτι σαρκός, καὶ αἵματος μετεσχηκὼς ὁ τοῦ Θεοῦ Λόγος, εἷς δὴ πάλιν καὶ ὁ αὐτὸς Υἱὸς νοεῖται καὶ ὀνομάζεται.»

Ἐν δὲ τῇ Πρὸς Ἀνδρέαν τὸν μεμψάμενον τὸ τρίτον τῶν κεφαλαίων ἀπολογίᾳ, οὕτω λέγων· «Ἀμοιρήσειε δ’ ἂν καὶ μώμου παντός, τὸ εἰδέναι τυχόν, ὡς ἑτέρα μέν ἐστι καὶ κατὰ φύσιν ἰδίαν ἡ σάρξ, παρά γε τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον· ἕτερος δ’ αὖ, κατά γε τὸν τῆς ἰδίας φύσεως Λόγον ὁ μονογενής. Ἀλλ’ οὐ τὸ εἰδέναι ταῦτα, μερίζειν ἐστὶ τὰς φύσεις μετὰ τὴν ἕνωσιν.» Ἰδοὺ καὶ τὸ μετὰ τὴν ἕνωσιν σαφῶς τέθειται τῷ μεγάλῳ Κυρίλλῳ, εὐσεβῶς τοῖς πιστοῖς καὶ νοούμενον κατ’ αὐτὸν καὶ λεγόμενον.

Τὸ γὰρ μηδαμῶς τι βεβλάφθαι τὸν τοῦ εἶναι τῶν ἑνωθέντων λόγον ἐκ τῆς ἑνώσεως, δηλοῖ, καὶ τὸ μὴ θατέρῳ θάτερον φυρῆναι, διὰ τὸ ἐπ’ ἀμφοῖν κατὰ τὴν ὑπόστασιν ἕν· σώζεσθαι δὲ μᾶλλον καὶ μένειν, καθ’ ὃ ἑκάτερον εἶναι τῇ οὐσίᾳ πέφυκεν.

Τοῦτο γὰρ καὶ ὁ σοφὸς ἐπιστάμενος Κύριλλος, διαῤῥήδην φησί· «Μήτε συγκεχύσθαι ἀλλήλαις τὰς φύσεις, τῷ πρὸς μίαν συντελεῖν ὑπόστασιν τοῦ Υἱοῦ· μήτε διῃρῆσθαι ἀλλήλων, τῷ ἕτερον καὶ ἕτερον (κατὰ τὴν οὐσίαν δηλονότι) εἶναί τε καὶ μένειν καὶ νοεῖσθαι μετὰ τὴν ἕνωσιν·» καὶ ἑκάστην μετὰ τῆς φυσικῆς ἰδιότητος καὶ διαφορᾶς· καθ’ ἣν ὅ τε Λόγος Θεός ἐστι κατὰ φύσιν, καὶ οὐ σάρξ· εἰ καὶ οἰκείαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς· καὶ ἡ σὰρξ σάρξ ἐστι κατὰ φύσιν, οὐ Θεός, εἰ καὶ ἰδία γέγονε τοῦ Θεοῦ Λόγου διὰ τὴν ἕνωσιν.

Πῶς οὖν οὐκ ἀναγκαῖον, εὐσεβές τε καὶ πρέπον, κατὰ τὴν τῶν Πατέρων διδασκαλίαν, λέγοντες τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν σώζεσθαι· καὶ τὰς δύο φύσεις εἶναί τε καὶ σώζεσθαι ἐν τῷ ἑνὶ Χριστῷ, ἐξ ὧν καὶ ἔστι, δοξάζειν μετὰ τὴν ἕνωσιν, ὧν ἡ διαφορά; τοσαῦτα γινώσκοντας καὶ τὰ συνελθόντα πρὸς τὴν ἀδιάσπαστον ἕνωσιν, καθοτιοῦν τροπὴν εἰς ἄλληλα ἢ μεταβολὴν οὐ δεξάμενα; Πᾶσα γάρ πως ἀνάγκη τινῶν διαφερόντων εἶναι πᾶσαν διαφοράν· καὶ ὅπου νοεῖσθαι εἶναι διαφορὰν δυνατόν, ἐκεῖ ὑπάρχειν πάντως καὶ τὰ διαφέροντα. Συνεισαγωγικὰ γὰρ ἀλλήλων τρόπον τινὰ τὰ τοιαῦτα ὄντα τυγχάνει· ὥσπερ τὰ αἴτια καὶ τὰ αἰτιατά, ὡς πρός τι ἐπὶ τῆς αὐτῆς οὐσίας νοούμενα. Εἰ γὰρ ποιητικόν ἐστι τῆς ἐν Χριστῷ διαφορᾶς τὸ ἑτεροούσιον τῶν ἐξ ὧν συνέστηκεν, ὡς αἴτιον· πάντως καὶ ἡ διαφορὰ δηλωτικὴ τυγχάνει ὡς αἰτιατὸν τῆς τῶν ἑνωθέντων φυσικῆς ἑτερότητος ὡς ἰδίας αἰτίας. Συνεισάγεσθαι γάρ, ὡς εἴρηται, ἀλλήλοις τὰ τοιαῦτα πέφυκε· καὶ λεγομένου θατέρου, ἀνάγκη πάντως ὁμολογεῖν καὶ τὸ ἕτερον· καὶ ἀναιρουμένου πάλιν ἑνός, μηδὲ τὸ ἕτερον εἶναι λέγειν ἀκόλουθον.

Δεῖ οὖν καὶ δύο λέγειν, ἵνα μὴ ψιλὴν τὴν διαφορὰν εἰσάγωμεν· καὶ ἐπὶ τούτῳ καὶ μόνῳ κεχρῆσθαι τῷ ἀριθμῷ, πρὸς δήλωσιν τοῦ μεμενηκέναι τῶν συνελθόντων τὴν διαφοράν, ὡς σωζομένων μετὰ τὴν ἕνωσιν, καὶ οὐ διῃρημένων· πρὸς τῷ καὶ ῥᾷον εἶναι καὶ ἀληθές, ἐκ τῆς τῶν πραγμάτων μᾶλλον σημαντικῆς προφορᾶς δείκνυσθαι τὴν διαφοράν, ἢ ἐκ μόνης τῆς φωνῆς διάφορα πιστοῦσθαι εἶναι τὰ πράγματα.

Ὅτι ἀριθμὸς οὔτε διαιρεῖ, οὔτε διαιρεῖται· οὔτε διαίρεσιν εἰσάγει κατὰ τὸν ἴδιον λόγον τὸ σύνολον οἷς ἐπιλέγεται Εἰ δέ τινες τοῦ ἀληθοῦς τὸ δόξαν προτιμῶντες, φασὶ τὸν ἀριθμὸν διαιρετικὸν εἶναι ἢ διαιρετόν, ἢ διαιρέσεως εἰσαγωγικόν· καὶ διὰ τοῦτο τὸν οὐκ ὄντα φοβούμενοι φόβον, δύο φύσεις ἐπὶ Χριστοῦ τὰς συνελθούσας σώζεσθαι λέγειν παραιτοῦνται μετὰ τὴν ἕνωσιν, ἵνα μὴ τομὴ καὶ μερισμὸς τῷ μυστηρίῳ τῆς ἐνανθρωπήσεως παρεισκρίνηται, οὐ συνορῶ τίς ὁ λόγος αὐτοῖς τῆς περὶ τοῦτο συνέσεως. Ἢ γὰρ σοφωτέρους ἐν τούτῳ τῶν χρησαμένων τῇ τοιαύτῃ φωνῇ ἁγίων Πατέρων, καὶ διαίρεσιν οὐδεμίαν ὑποπτευσάντων ἑαυτοὺς ἀποφαίνουσιν· ὡς δή τι πνευματικώτερον αὐτῶν τοῖς θείοις ἐμβατεύειν δύνασθαι ἀπατώμενοι, ἢ τοὺς τῶν ὄντων καθ’ ἑαυτοὺς διασκεπτόμενοι λόγους, τῇ περὶ τὸ δόξαν οἰήσει φυσώμενοι, τὸ ἀληθὲς αὐτοὺς διαλαθὸν οὐκ ἐπέγνωσαν.

Ἐπεὶ τίς ἀγνοεῖ τῶν ὁποσοῦν τὰ θεῖα τῶν Πατέρων ἠσκημένων διδάγματα, ὅτι πᾶς ἀριθμὸς κατὰ τὸν μέγαν καὶ θεοφόρον Γρηγόριον, τοῦ ποσοῦ τῶν ὑποκειμένων ἐστὶ δηλωτικός, ἀλλ’ οὐ τῆς διαιρέσεως τῶν πραγμάτων, καθὰ τούτοις δοκεῖ; Πῶς γὰρ ἂν καὶ διαιρεῖν δυνήσηται, ἡδέως ἂν αὐτοὺς ἠρόμην, τὸ κατ’ οὐσίαν μὴ ὑφεστώς; οὐσίας γὰρ ὑφεστώσης, τό, τί δρᾷν πεφυκέναι περί τι ἕτερον δύνασθαι.

Πῶς δὲ καὶ διαιρεθήσεται, τὸ πάσχειν μὴ δυνάμενον κατὰ τὸν ἴδιον λόγον; Συμβεβηκότος γάρ, ἤτοι ποιότητος τοῦτο ὑπάρχειν ἴδιον, οἱ περὶ ταῦτα δεινοὶ ἀπεφήναντο, τῶν ἐν ὑποκειμένῳ εἶναι λεγομένων. Εἰ δὲ οὔτε διαιρεῖν, οὔτε διαιρεῖσθαι κατὰ τὸν ἴδιον λόγον ὁ ἀριθμὸς δύναται. Οὔτε γὰρ ποιεῖν πέφυκεν, οὐσίας γάρ· οὔτε πάσχειν, συμβεβηκότος γάρ· οὔτε διαίρεσιν ἑαυτῷ συνεισάγειν ἐξ ἀνάγκης δυνήσηται τῶν πραγμάτων, ὡς ἔχουσι πρὸ τοῦ ἀριθμοῦ φύσεώς τε καὶ θέσεως, καὶ τῆς πρὸς ἄλληλα σχέσεως, μενόντων ἀραρότων καὶ μετὰ τὸ ἀριθμηθῆναι, οὐδὲν διὰ τὸν ἀριθμὸν τὸ σύνολον παθόντων καινοπρεπές. Δέκα γὰρ ἀνθρώπους φέρε εἰπεῖν, ἢ εἴ τι ἄλλο τῶν καθ’ αὑτὰ ὑφεστώτων λέγοντες, καὶ ποσὸν διῃρημένον σημαίνοντες· οὐ τὸ καθ’ αὑτοὺς εἶναι, καὶ ἀλλήλων διωρίσθαι ταῖς ὑποστάσεσι διὰ τοῦ ἀριθμοῦ τότε εἰληφέναι γινώσκομεν· ἀλλ’ αὐτοὺς δι’ ἑαυτοὺς καὶ οὐ διὰ τὸν ἀριθμὸν τοῦτο ὄντας, καὶ τοσούτους, οὐ τῇ διαιρέσει· τῷ δὲ ποσῷ διὰ τοῦ ἀριθμοῦ ἐδηλώσαμεν.

Καὶ πάλιν λίθον λέγοντες δίχροον ἢ πεντάχροον, καὶ ὅσα συνεχοῦς ὑπάρχει ποσοῦ, οὐ διαιροῦμεν εἰς λίθους δύο ἢ πέντε τὸν ἕνα λίθον· οὔτε ἀλλήλων τὰ ἐν αὐτῷ χρώματα τέμνομεν, ἀλλὰ περὶ αὐτὸν καὶ ἐν αὐτῷ ὡς ὑποκειμένῳ ἀσυγχύτως τοσαῦτα ὄντα σημαίνομεν· μηδεμιᾶς γενομένης, ἢ συμβῆναι δυναμένης τῷ λίθῳ τομῆς ἢ διαιρέσεως, ἐκ τοῦ περὶ αὐτὸν ἀριθμηθέντος συνεχοῦς τῶν χρωμάτων ποσοῦ· ὥσπερ οὐδὲ τοῖς χρώμασι συγχύσεως ἢ φύρσεως ἐκ τοῦ περὶ τὸν λίθον ὑποκειμένου ἑνός. Καὶ γὰρ τὸ μοναδικὸν τῷ ὑποκειμένῳ ἔχων ὁ λίθος, καὶ τὸ περὶ αὐτὸν τῶν χρωμάτων ἀδιαιρέτως κεκτημένος δείκνυται ποσόν.

Ὁμοίως δὲ καὶ τὰ αὐτοῦ τοῦ λίθου χρώματα, ὡς τῷ ποιῷ ἀλλήλων διαφέροντα, τὸ ποσὸν κεκτημένα τὸ πρὸς ἓν πάλιν συντελεῖν κατὰ σύνθεσιν τοῦ λίθου ὑποκείμενον, τὸ μοναδικὸν ἀσυγχύτως ἔχουσι, καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς λίθος, μήτε τῷ ποσῷ τῶν χρωμάτων διῃρημένος, μήτε τῷ μοναδικῷ τοῦ ὑποκειμένου συγκεχυμένος. Διαφόρους δὲ λόγους κεκτημένην ἔχων τὴν ὕπαρξιν, κατ’ ἄλλον μέν, ἀριθμὸν ἐπιδέχεται· κατ’ ἄλλον δέ, τοῦτον οὐ προσίεται. Πᾶς οὖν ἀριθμὸς οὐ τῆς σχέσεως αὐτῆς τῶν πραγμάτων· διαιρέσεώς φημι καὶ συνεχείας· ἀλλὰ τῆς ποσότητος ὧν τυγχάνει δηλωτικός, τὸν τοῦ πόσον εἶναι τὸ ποσόν, ἀλλ’ οὐ τοῦ πῶς ὑπάρχειν λόγον εἰσάγων.

Πῶς γὰρ ἂν καὶ συνεισάγειν ἑαυτῷ δυνήσηται τὰς σχέσεις τῶν πραγμάτων, καὶ πρὸ αὐτοῦ οὔσας, καὶ ἄνευ αὐτοῦ γνωσθῆναι δυναμένας, καὶ μηδεμίαν πρὸς αὐτὰς ἔχων οἰκειότητος ἔμφασιν, μέσῳ τῷ ποσῷ αὐτῶν διειργόμενος; Πλῆθος γὰρ ἀνθρώπων ὁρῶντες, ἢ ἵππων, ἢ βοῶν, καὶ ὅσα τοιαῦτα· τὸ μὲν καθ’ αὑτοὺς ὑπάρχειν, καὶ ταῖς ὑποστάσεσιν ἰδικῶς διῃρῆσθαι ἕκαστον, καὶ τοῦ ἀριθμοῦ χωρίς, ὡς προεῖπον, τοῦτο ὄντας γινώσκομεν· πρὸς δήλωσιν δὲ τῆς τούτων ποσότητος τοῦ ἀριθμοῦ χρῄζοντες, τῆς σχέσεως οὐδαμῶς αὐτὸν τιθέμεθα αἴτιον· ὅτι μηδὲ πρὸς τὸ γνῶναι αὐτὴν παντελῶς αὐτοῦ δεδεήμεθα.

Καὶ πάλιν ἢ λίθον ἢ ἄνθος ἢ ζῶον πολυχρώματον θεώμενοι, καὶ ὅσα τούτοις ὅμοια· πρὸς μὲν τὸ ποικίλως αὐτὰ κεχρῶσθαι εἰδέναι, οὐδαμῶς ἀριθμὸν παραλαμβάνομεν· πρὸς δὲ τὸ γνῶναι ἐθέλειν τὴν τῶν ἐν αὐτοῖς χρωμάτων ποσότητα, χρῄζειν αὐτοῦ οὐκ ἀρνούμεθα.

Πῶς εὐσεβῶς πρὸς δήλωσιν τῆς διαφορᾶς ὁ ἀριθμὸς παραλαμβάνεται. Ὥστε οὐ τὸ πόσον εἶναι τὸ ποσὸν δηλοῦν ποιεῖ ἢ εἰσάγει διαίρεσιν· ἀλλὰ ποσὸν μὲν δηλοῖ, διαφορὰν δὲ εἰσάγει. Ὥσπερ γὰρ πᾶσα διαφορὰ ποσοῦ τινος ἀριθμὸν ἐπιδεχομένου ἐστὶ δηλωτική, τὸν τοῦ πῶς εἶναι λόγον εἰσάγουσα· τὸ γὰρ ἄποσον, καὶ ἀδιάφορον πάντως, ὡς ἁπλοῦν τῇ οὐσίᾳ καὶ τῇ ποιότητι· οὕτω καὶ πᾶς ἀριθμὸς ποσοῦ τινων διαφερόντων, κατὰ τὸν τοῦ πῶς εἶναι, ἢ τὸν τοῦ πῶς ὑφεστάναι λόγον ὑπάρχων δηλωτικός, τῆς διαφορᾶς τῶν ὑποκειμένων, καὶ οὐ τῆς σχέσεώς ἐστιν εἰσαγωγικός.

Ὅτι δὲ ταῦθ’ οὕτως ἐπ’ αὐτῆς ἔχει τῆς ἀληθείας, καὶ ὅτι πᾶς ἀριθμὸς διαφορᾶς καὶ οὐ διαιρέσεώς ἐστι δηλωτικός, μαρτυρεῖ τῷ λόγῳ πάλιν ὁ ἁγιώτατος Κύριλλος ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ, γράφων οὕτως ἐπὶ λέξεως· «Οὕτω καὶ ἐπὶ Νεστορίου, κἂν λέγῃ δύο φύσεις, τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου· ἀλλ’ οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ’ ἡμῶν. Ἡμεῖς γὰρ ἑνώσαντες ταῦτα, ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν· καὶ λοιπόν, μίαν τὴν τοῦ Υἱοῦ φύσιν σεσαρκωμένην.» Ὡσανεὶ ἔλεγεν, Ἡμεῖς τὴν τοῦ μυστηρίου διασκοποῦντες πάνσοφον οἰκονομίαν· ὅτ’ ἂν μὲν σώζεσθαι δεικνύναι βουλώμεθα τῶν συνελθόντων τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν, δύο κατὰ τοῦτο καὶ μόνον τὰς φύσεις λέγομεν· κατὰ μόνην τὴν θεωρίαν, πρὸς δήλωσιν τῆς διαφορᾶς, τὸν ἀριθμὸν παραλαμβάνοντες· ὅτ’ ἂν δὲ τὸν ἄῤῥητον τοῦ μυστηρίου διακριβῶμεν τῆς ἑνώσεως τρόπον, μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην φαμέν. Τοῦτο γάρ, ὡς οἶμαι, αὐτῷ βούλεται δηλοῦν, τὸ «Ἡμεῖς δὲ ἑνώσαντες αὐτά, ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν· καὶ λοιπόν, μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην.»

Τουτέστιν, ἡμεῖς ὁμολογοῦντες τὴν ἕνωσιν, καὶ τὸν αὐτῆς ἀκριβῶς μετ’ εὐσεβείας διαρθροῦντες τρόπον, οὐ κεχρήμεθα τῇ σημαντικῇ φωνῇ τῆς διαφορᾶς πρὸς δήλωσιν τῆς ἑνώσεως· ἀλλὰ τὴν μὲν ἐπὶ τῆς διαφορᾶς, τὴν δὲ ἐπὶ τῆς ἑνώσεως προσφόρως ἐκλαμβάνοντες, ἀσύγχυτον φυλάττομεν τῶν σημαινομένων τὸν νοῦν. Ὡς λοιπὸν ἐντεῦθεν εἶναι δῆλον, ὅτι κοινὸν αὐτῷ καὶ Νεστορίῳ τὸ λέγειν δύο φύσεις, μέχρι τοῦ γινώσκειν τὴν διαφοράν. Οὐκέτι δὲ κοινὸν ἦν, τὸ καὶ τὴν ἕνωσιν ὁμολογεῖν, τῷ λέγειν, «Ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον, καὶ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην·» ὅπερ Νεστόριος εἰπεῖν οὐ κατεδέχετο. Τὸ γὰρ φάσκειν, «Οὕτω καὶ ἐπὶ Νεστορίου, κἂν λέγῃ δύο φύσεις, τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου· ἀλλ’ οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ’ ἡμῶν·» οὐκ ἄλλο ἢ τοῦτο βούλεται δηλοῦν, ὅτι Νεστόριος, τὴν μὲν διαφορὰν μεθ’ ἡμῶν ὁμολογεῖ, διὰ τοῦ λέγειν δύο φύσεις· τὴν δὲ ἕνωσιν οὐκέτι μεθ’ ἡμῶν ὁμολογεῖ, μὴ λέγων «Ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον, καὶ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην.»

Καὶ σαφὲς τοῦτο καθέστηκε τοῖς τοῦ καλοῦ ἐρασταῖς, καὶ τὸ ἀληθὲς ἀγαπᾷν ἐσπουδακόσιν, ἐκ τοῦ μηδαμοῦ φαίνεσθαι τὸν διδάσκαλον, ἢ κωλύοντα λέγειν δύο φύσεις μετὰ τὴν ἕνωσιν· ἀλλὰ διαιρεῖν τὰς φύσεις μετὰ τὴν ἕνωσιν· ἢ ἀνῃρῆσθαι διδάσκοντα τὴν διαφορὰν τῶν συνελθόντων μετὰ τὴν ἕνωσιν· ὡς ἔστιν ἐκ μυρίων αὐτοῦ συγγραμμάτων καταμαθεῖν.

Εἰ τοίνυν ἀεὶ μὲν ἡ ἕνωσις ἕστηκεν, ἀεὶ δὲ καὶ τὰ ἑνωθέντα μένει ἀσύγχυτα· ἀεὶ δὲ καὶ ἡ τῶν ἑνωθέντων σώζεται διαφορά, δι’ ἣν ὁ ἀριθμὸς παρελήφθη κατὰ τοὺς Πατέρας· πῶς οὐκ ἀνάγκη, εἴπερ ἄρα ἀεὶ ἡ ἕνωσις καὶ τὰ ἑνωθέντα, καὶ ἡ τούτων διαφορὰ ἕστηκε καὶ μένει καὶ σώζεται, καὶ δύο φύσεις εὐσεβῶς λέγειν ἐπὶ δηλώσει τῆς τῶν συνελθόντων διαφορᾶς, καὶ πάλιν μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην ὁμολογεῖν, πρὸς ἔνδειξιν τῆς καθ’ ὑπόστασιν ἑνώσεως, μηδ’ ἑτέρας τῶν φωνῶν, τούτων δηλονότι, διὰ τῆς ἑτέρας ἀναιρουμένης, ὡς δοκεῖ τισιν ὑπόθεσιν σοφίας ποιουμένης τὸ ἄσοφον· ἵνα μὴ σύγχυσις ἢ διαίρεσις παρεισάγηται; Σιωπῶντες γὰρ τὴν προσφόρως δηλοῦσαν τὴν διαφορὰν φωνήν, τῇ συγχύσει χώραν ἔχειν παρέχομεν· μὴ λέγοντες δὲ πάλιν τὴν τῆς ἑνώσεως σημαντικήν, πῶς τὴν διαίρεσιν τροπώσασθαι οὐ γινώσκομεν; ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ Χριστοῦ ἀεὶ μὲν κειμένων καὶ λεγομένων εὐσεβῶς· οὐ κατὰ τὸ αὐτὸ δέ, ὅτι μηδὲ τὰ σημαινόμενα ἀλλήλοις ταὐτά.

Οὐ γὰρ ταὐτὸν διαφορὰ καὶ ἕνωσις· εἰ καὶ περὶ τὸν αὐτόν, καὶ τοῦ αὐτοῦ καὶ εἰσὶ καὶ λέγονται· ἑτέρα γὰρ τούτων τῆς ἑτέρας κεχωρισμένως ἐκφωνουμένη, ἀτελής τέ ἐστιν, ὅσον πρὸς δήλωσιν τοῦ ὅλου μυστηρίου, μὴ συνεπαγομένη τὴν ἄλλην συνήγορον, καὶ τὸ ὕποπτον ἔχουσα δείκνυται· ἡ μὲν διαιρέσεως, διὰ Νεστόριον τὸν ἀρνούμενον τὴν καθ’ ὑπόστασιν ἕνωσιν, καὶ κρατεῖσθαι σαρκὶ τὸν ἀπερίγραφον εὐδοκῆσαι δι’ ἡμᾶς ὁμολογεῖν οὐκ ἀνεχόμενον· ἡ δὲ συγχύσεως, διὰ Ἀπολινάριον καὶ Εὐτυχέα, τοὺς ἀρνουμένους τὴν διαφορὰν τῶν συνελθόντων μετὰ τὴν ἕνωσιν· καὶ τὸν ἀόρατον αἰσθήσει ὑποπεσεῖν ἡμετέρᾳ, διὰ τὴν φυσικὴν ἰδιότητα τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ σαρκὸς ἀνασχέσθαι ὁμολογεῖν αἰσχυνομένους.

Δεῖ οὖν, ὡς εἴρηται, τοὺς ἀληθῶς εὐσεβεῖν βουλομένους, καὶ μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην ὁμολογεῖν, ἵνα διὰ τούτου ἡ ἄκρα δειχθῇ ἕνωσις· καὶ δύο πάλιν φύσεις λέγειν, ἵνα ἡ διαφορὰ τῶν συνελθόντων καὶ ἀσυγχύτως σωζομένων μετὰ τὴν ἕνωσιν δηλωθῇ· καὶ πρὸς τοῦτο καὶ μόνον τὸν ἀριθμὸν παραλαμβάνειν. Δι’ ἄλλης γάρ, ὡς εἰκός, φωνῆς δηλοῦσθαι τὴν διαφορὰν οἱ Πατέρες οὐκ ἐδοκίμασαν.

Εἰ δέ τις ἐφ’ ἑαυτῷ πεποιθὼς ᾖ, καὶ δύναται ἁρμοδιωτέραν πρὸς τὴν ταύτης δήλωσιν ἐπινοῆσαι φωνήν, μὴ φθονείτω ἡμῖν τῆς ὠφελείας, καὶ οὐδ’ ἡμεῖς φθονήσομεν αὐτῷ τῆς παιδεύσεως, ἵνα μὴ λέγω τῆς θρασύτητος.

Πῶς χρὴ νοεῖν τὴν κειμένην ῥῆσιν εἰς τὴν πρὸς Σούκενσον ἐπιστολὴν τοῦ ἁγίου Κυρίλλου· καὶ ὅτι οὐ μάχεται ἡ, Ἐν δύο, φωνή, τοῖς λέγουσι μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην· εἰ μὴ κατὰ τὸ Νεστορίῳ δοκοῦν ἀσεβῶς λαμβανομένη. Εἰ δὲ φαῖεν, ἀλλ’ οὐδὲν ἧττον μάχεσθαι τὸ πρόβλημα τῶν δύο λεγόντων φύσεις ἡνωμένας ἀδιαιρέτως μετὰ τὴν ἕνωσιν, τοῖς μίαν λέγουσι τοῦ Λόγου φύσιν σεσαρκωμένην· ὡς ἐν τῷ πρὸς Σούκενσον δευτέρῳ ὑπομνηστικῷ ὁ ἅγιος ὑποτίθεται Κύριλλος· φανερῶς τοῦτο εἶναι ἢ ἀγνοούντων ἢ κακουργούντων τὰς τῶν Πατέρων τίθεμαι φωνάς· καὶ τὸ πρὸς τὴν ἀλήθειαν διαμάχεσθαι, τοῦ πρὸς αὐτὴν σπένδεσθαι λυσιτελέστερον ψηφιζομένων. Ἔδει γὰρ αὐτοὺς γινώσκοντας, ὡς καὶ ὑπὲρ ψιλῆς ἐννοίας ἀποδώσομεν λόγον τῷ δικαίῳ τῶν ἡμετέρων Κριτῇ, συνετῶς μετὰ τοῦ φόβου τοῦ Θεοῦ, τοῖς Πατρικοῖς ἐντυγχάνοντας συγγράμμασι, σπεύδειν μὴ ποιεῖσθαι ὑπόθεσιν μάχης καὶ διαστάσεως, τὰ τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν διδάσκοντα ῥήματα.

Τίνι γὰρ οὐκ ἔστι καταφανὲς τῷ ὁπωσοῦν ἐπισκήπτοντι, ὡς οὐχ ἁπλῶς φαίνεται τὴν τοιαύτην ἀπαγορεύων φωνὴν ὁ μακάριος Κύριλλος, ἀλλὰ κατὰ τὴν Νεστορίου κακόνοιαν προσφερομένην, σχετικὴν φάσκοντος γεγενῆσθαι τὴν ἕνωσιν, ὡς αὐτὸς ἑαυτῷ Κύριλλος ὁ μακάριος μαρτυρῶν δείκνυται ἐπὶ τέλει τῆς αὐτῆς ἐπιστολῆς, καὶ τοῖς ἄγαν φιλονείκοις τὸν ἑαυτοῦ σκοπὸν ποιούμενος φανερόν, οὕτω λέγων· «Τὸ δὲ ἀδιαιρέτως προστεθέν, δοκεῖ πως παρ’ ἡμῖν ὀρθῆς δόξης εἶναι σημαντικόν. Αὐτοὶ δὲ οὐχ οὕτω νοοῦσι. Τὸ γὰρ ἀδιαίρετον παρ’ αὐτοῖς, κατὰ τὰς Νεστορίου κενοφωνίας, καθ’ ἕτερον λαμβάνεται τρόπον. Φασὶ γάρ, ὅτι τῇ ἰσοτιμίᾳ, τῇ ταυτοβουλίᾳ, τῇ αὐθεντείᾳ ἀδιαίρετός ἐστι τοῦ Θεοῦ Λόγου ὁ ἐν ᾧ κατῴκησεν ἄνθρωπος.

Ὥστε οὐχ ἁπλῶς τὰς λέξεις προφέρουσιν, ἀλλὰ μετά τινος δόλου καὶ κακουργίας.» Ἰδοὺ σαφῶς διττὸν ὑπάρχειν τὸν τοῦ ἀδιαιρέτου τρόπον ὑπέθετο ὁ θαυμαστὸς οὗτος διδάσκαλος· τὸν μέν, τὴν καθ’ ὑπόστασιν σημαίνοντα ἕνωσιν· ὃν καὶ ἀσπαζόμενος, ὀρθῆς δόξης εἶναί φησι σημαντικόν· τὸν δέ, μόνης τῆς κατὰ σχέσιν συναφείας δηλωτικόν, ὃν καὶ ἀποστρέφεται· καὶ τοῖς πιστοῖς τοῦτο αὐτὸ ποιεῖν παραινεῖ, ἐκ τῆς κατὰ τὴν λέξιν ὁμοίας προφορᾶς, πολλάκις τὸν τῆς αἱρετικῆς δυσσεβείας ἰὸν τοῖς ἀκεραιοτέροις λεληθότως ἐμβάλλειν δυνάμενον. Ὅθεν παρ’ ἑαυτῷ μέν, τὸ δύο λέγειν ἀδιαιρέτως, ὀρθόδοξον τίθεται· ἐπειδὴ αὐτὸς καθ’ ὑπόστασιν εἶναι τὴν ἕνωσιν ἔλεγε· παρὰ δὲ τῶν κατὰ Νεστόριον προφερομένην, ὕποπτον ποιεῖται τὴν φωνὴν τοῦ ἀδιαιρέτου, ἐπειδὴ κατὰ μόνην τὴν σχετικὴν συνάφειαν τὴν ἕνωσιν γεγενῆσθαι ἐδόξαζον.

Καθ’ ὑπόστασιν μὲν οὖν ἕνωσίς ἐστι κατὰ τοὺς Πατέρας, ἡ τῶν ἑτεροουσίων εἰς μίαν ὑπόστασιν σύνοδος, θατέρου τῶν κατ’ αὐτὴν συγκειμένων, πρὸς τὸ ἕτερον τὴν φυσικὴν ἰδιότητα ἀνόθευτόν τε καὶ ἀμετάβλητον ἔχουσα καὶ ἀδιαίρετον. Σχετικὴ δὲ ἕνωσίς ἐστιν, ἡ τῶν καθ’ αὑτοὺς ἰδικῶς ἐν μονάσι προσωπικαῖς ὑφεστώτων ἴση θελήματος κίνησις καὶ γνωμικῆς ταυτότητος ἀπαραλλαξία. Ὁ τοίνυν ὁμολογῶν τὴν καθ’ ὑπόστασιν ἕνωσιν, κἂν λέγῃ δύο φύσεις ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν ἡνωμένας ἀδιαιρέτως, ἑνώσει δηλονότι τῇ καθ’ ὑπόστασιν, τῆς ἀληθείας καθοτιοῦν οὐ διαμαρτάνει. Τὰ γὰρ ἐξ ὧν σύγκειται ὁ Χριστὸς ἀσύγχυτα μεμενηκέναι διὰ τὴν σωζομένην διαφορὰν κατὰ τοὺς Πατέρας ὁμολογεῖ τοῦ καθ’ ὑπόστασιν ἑνὸς οὐδαμῶς τὰ τῷ φυσικῷ λόγῳ ἀλλήλων διαφέροντα ἐκτὸς εἶναι, καὶ χωρὶς καθ’ οἱονδήποτε τρόπον γινώσκειν δυνάμενος. Ὁ δὲ τὴν κατὰ σχέσιν πρεσβεύων ἕνωσιν, κἂν εἰ μυριάκις λέγοι τὸ ἀδιαίρετον, τὸ ἐπίψογον κέκτηται· κατά τινα γὰρ ἀγαπητικὴν συνδιάθεσιν ἡνῶσθαι, καὶ τὸ ἀδιαίρετον ἔχειν λέγει τὰ σημαινόμενα· οὐδαμῶς μίαν ὑπόστασιν εἶναι τὸν Θεὸν Λόγον μετὰ τῆς ἐξ ἡμῶν ἰδίας αὐτοῦ ἐμψύχου τε καὶ ἔννου σαρκὸς εἰπεῖν οἷός τε ὤν. Ἐκ δύο γὰρ ὑποστάσεων ἰδικῶν τῶν πρὸς τὰ ὁμοειδῆ ἄτομα ἰδικῷ λόγῳ μεμερισμένων, μίαν γενέσθαι ὑπόστασιν, ἀμήχανον.

Ὥστε οὐχ ἁπλῶς διαβάλλει καὶ ἀποπέμπεται ὁ ἅγιος Πατὴρ ἡμῶν Κύριλλος, τὸ λέγειν δύο φύσεις ἡνωμένας ἀδιαιρέτως μετὰ τὴν ἕνωσιν, ἀλλὰ τὴν σημαινομένην διὰ τῆς τοιαύτης φωνῆς τῶν κακῶς χρησαμένων ἔννοιαν.

Εἰ τοίνυν δέδεικται, κἂν εἰ μετρίως, πλὴν ὅτι γε κατ’ ἐμὲ εἰπεῖν, ἀρκούντως, ὡς δι’ ἐπιστολῆς σημᾶναι ἦν δυνατόν, ἔκ τε τῶν ἁγίων Πατέρων, καὶ τῆς τῶν κοινῶν ἐννοιῶν ἀκολουθίας, ὡς τὴν οἱανοῦν διαίρεσιν, οὔτε ποιεῖν, οὔτε πάσχειν, οὔτε εἰσάγειν ὁ ἀριθμὸς δύναται, ἀλλ’ ἁπλῶς μὲν δηλοῖ τὰ πόσα· τῆς δὲ σχέσεως, ὡς δ’ ἂν ἔχοντα τύχωσιν, οὐ προσάπτεται· ποία λοιπὸν ὑπολέλειπται τομῆς ὑπόνοια, ἢ διαιρέσεως, τοῖς πρὸς τὴν ἁγίαν τοῦ Θεοῦ στασιάζουσιν Ἐκκλησίαν, καὶ εἰκῆ τοῦ κοινοῦ σώματος αὐτοὺς ἀποτέμνουσιν· οὐ μᾶλλον δρῶντες, ἢ πάσχοντες τῷ χωρισμῷ ἐλεεινῶς νεκρούμενοι καὶ φθειρόμενοι· καὶ τὴν ὅσον ἐπὶ τῇ ἀπρεπείᾳ τοῦ σώματος τοῦ Χριστοῦ, δίκην ἑαυτοῖς ἑτοιμάζοντες· ὥστε παραιτεῖσθαι τούτου γε ἕνεκεν τὴν ὀρθὴν καὶ εὐσεβῆ τῆς πίστεως ὁμολογίαν· εἰ μὴ ἄρα ἐν προσχήματι εὐλαβείας, τοῦ μὴ τεμεῖν δόξαι τὴν ἕνωσιν, τὴν σύγχυσιν ἀσπαζόμενοι, τὸ μὴ ἁλῶναι ἐπ’ ἀσεβεῖ δόξῃ ὡς πανοῦργοι τεχνάζονται.

Ὅτι πραγμάτων ἤγουν οὐσιῶν ἐπὶ Χριστοῦ ἡ διαφορά, ἀλλ’ οὐ ποιοτήτων· καὶ ὅτι πᾶσα διαφορά, ἐξ ἀνάγκης ἑαυτῇ συνεισάγει τὴν ὧν εἶναι λέγεται πάντως ποσότητα· ἡ δὲ ποσότης, τὸν ἑαυτῆς σημαντικὸν ἀριθμόν, κἄν τε συνεχής ἐστιν ἡ ποσότης, κἄν τε διῃρημένη. Ἔδει γὰρ αὐτούς, εἴπερ ἀληθῶς τοῦτο μὴ ἦν, μηδὲ τὴν διαφορὰν ψιλῇ καὶ μόνῃ τῇ προφορᾷ, ὡς κατὰ μηδενὸς κειμένην, πρὸς ἐξαπάτην τῶν ἀφελεστέρων εἰρωνευτικῶς προφέρουσι, μὴ παραιτεῖσθαι λέγειν, τίνα καὶ πόσα τὰ διαφέροντα τυγχάνει ὄντα, ὧν εἶναι τὴν διαφορὰν ὁμολογοῦσιν. Εἰ γὰρ σώζεσθαι μετὰ τὴν ἕνωσιν τὰ ἐξ ὧν ἡ ἕνωσις πιστεύουσιν, δύο πάντως τὰ σωζόμενα ὁμολογήσαιεν ἄν. Τοσαῦτα γὰρ καὶ τὰ συνελθόντα πρὸς ἕνωσιν τὴν ἀδιάσπαστον, τὴν οἱανοῦν τροπὴν ἢ σύγχυσιν, ἢ μείωσιν, ἢ συναίρεσιν, ἢ μεταβολὴν τὴν εἰς ἄλληλα ἐκ τῆς ἑνώσεως οὐ δεξάμενα. Νυνὶ δὲ τοῦτο μὴ δοξάζοντες, ὡς ἠρνημένοι τὰς φύσεις μετὰ τὴν ἕνωσιν σώζεσθαι, ὑπευθύνους ἑαυτοὺς ἐλέγχοις πεποίηνται, κἂν μὴ βούλωνται, μόνῃ ποιότητι λέγοντες τὴν διαφορὰν σώζεσθαι, τῶν πραγμάτων χωρίς· ὅπερ ἀνθρώπων προδήλως παιζόντων ἐστί· καὶ τὸ μὴ γελᾶσθαι ὡς εἰκὸς ὕβριν λογιζομένων, καὶ σαφῶς κενούντων τὸ Εὐαγγέλιον, ἄνευ οὐσιῶν ὑποκειμένων, εἶναι ποιότητας δύνασθαι νομοθετούντων, καὶ ποσοῦ χωρίς, ἐπιγνωσθῆναι διαφορὰν ὑποτιθεμένων.

Ἠγνόησαν γάρ, ὡς ἔοικεν, οἱ σοφώτατοι, ὅτι πᾶσα ποιότης ὑποκειμένης πάντως οὐσίας ἐστί, περὶ ἣν καὶ θεωρεῖται καὶ λέγεται, τὸ καθ’ αὑτὴν εἶναι οὐδαμῶς ἔχουσα· καὶ πᾶσα διαφορά, τῆς ἄλλων πρὸς ἄλλα κατὰ τὸν τοῦ πῶς εἶναι λόγον ἀνομοιότητός τε καὶ ἑτερότητος οὖσα δηλωτική, τὸ ποσὸν τῶν διαφερόντων πραγμάτων συνεισάγειν ἑαυτῇ πέφυκεν, εἴτε οὐσιῶν, εἴτε ποιοτήτων, εἴτε ἰδιοτήτων. Καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, παντὸς ἑτέρου τινός, τῶν ὅσα διαφέρειν ἀλλήλων ὑπολαβόντες εἴποιεν εἶναι διαφοράν, πάντως ἐν ποσῷ τὰ διαφέροντα θεωρήσαντες, εἴτε αἰσθήσει, εἴτε νοήσει τὴν διαφορὰν ἐγνώρισαν.

Ἄνευ γὰρ ποσοῦ δύνασθαι διαβεβαιοῦσθαι δεικνύναι διαφοράν, ἀνένδεκτον. Ἐπειδὴ τὰ μὴ ἀλλήλοις πάντη ταυτά, ἕνα καὶ τὸν αὐτὸν τοῦ εἶναι οὐδαμῶς ἐπιδέξηται λόγον. Οὐσίας γὰρ ἤτοι φύσεως, φέρε εἰπεῖν, πρὸς οὐσίαν, ἢ ποιότητος πρὸς ποιότητα, ἢ ἰδιότητος πρὸς ἰδιότητα, ἢ καὶ εἴ τι ἕτερον, τῶν ὅσα μὴ πάντη ταυτόν· τὰ πάντη γὰρ ἀλλήλοις ταυτά, καὶ διαφορᾶς ἀνεπίδεκτα, ἕνα καὶ τὸν αὐτὸν τοῦ πῶς εἶναι λόγον, οὐδέποτε λέγειν δυνάμεθα. Τὸ δέ, ἕνα καὶ τὸν αὐτὸν ἐπὶ πάντων θεωρεῖσθαι λόγον κατὰ τὸ αὐτὸ μὴ δύνασθαι, τὴν διαφορὰν ποιῆσαν, ἓν καὶ ἀλλήλοις ταὐτὸν ἐκεῖνα, ὧν ὁ τοῦ εἶναι διάφορος, καὶ οὐχ ὁ αὐτὸς λόγος μὴ δύνασθαι ὑπάρχειν εἰκότως παρίστησιν. Ἄλλο δὲ ἄλλου, ἢ ἄλλων ἄλλα διαφέρειν λέγοντες, πολλά, ἢ τοὐλάχιστον δύο καὶ οὐχ ἓν σημαίνομεν· εἰ καὶ ἄλλως, καὶ καθ’ ἕτερον τρόπον τε καὶ λόγον, ἑνὸς εἶναι, καὶ ἓν δύνασθαι λέγομεν· ὡς ἑνὸς πυρός, αἱ περὶ αὐτὸ ποιότητες καὶ ἰδιότητες, καὶ ἑνὸς Χριστοῦ, αἱ φύσεις ἐξ ὧν καὶ ἐν αἷς συνεστὼς γνωρίζεται· καὶ ἑνὸς ἀνθρώπου, τὰ ἐξ ὧν συνετέθη καὶ ἐν οἷς ὑπάρχων γινώσκεται.

Ἓν δὲ τῇ ὑποστάσει, ἐπί τε Χριστοῦ, καὶ τοῦ καθ’ ἡμᾶς ἀνθρώπου· ἤτοι τῷ ἐκ τούτων ὡς μερῶν ὅλῳ, ὡς πληρεστάτους ἄμφω ἐπιδεχομένῳ κυρίως τοὺς τοῦ εἶναι τῶν μερῶν διαφόρους λόγους· ἀλλ’ οὐ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἕν, ὅτι μηδὲ ἀλλήλων τὰ μέρη τὸν τοῦ εἶναι ἐπιδέχεται λόγον, ἢ ἐπ’ ἀμφοῖν ἡμεῖς τὸν αὐτὸν τοῦ εἶναι λόγον εἰδέναι δυνάμεθα. Οὐχ ὁ αὐτὸς γὰρ θεότητος καὶ ἀνθρωπότητος λόγος· ὥσπερ οὐδὲ ψυχῆς καὶ σώματος, ὡς πᾶσιν εὔδηλον. Διὸ οὐχ ἓν τῇ φύσει, οὐδὲ μίαν ἁπλῶς ἢ σύνθετον φύσιν τὸν Χριστὸν εἶναι, πώποτε ὁ τῆς ἀληθείας ὡρίσατο λόγος.

Οὔτε γὰρ οὐσίας ἤτοι φύσεως δηλωτικὸν ὡς εἴδους τὸ Χριστὸς ὄνομα ὑπάρχει, τῶν κατὰ πολλῶν καὶ διαφερόντων ταῖς ὑποστάσεσι κατηγορουμένων ἀτόμων, καθώς φησιν ἐν τοῖς σχολίοις ὁ μακάριος Κύριλλος, «Ὅτι τὸ Χριστὸς ὄνομα, οὔτε ὅρου δύναμιν ἔχει, οὔτε μὴν τήν τινος οὐσίαν δηλοῖ· ὑποστάσεως δὲ τῆς τοῦ Λόγου ἐν προσλήμματι δηλονότι σαρκὸς νοερὰν ἐχούσης ψυχὴν νοουμένης.» Ἀλλ’ οὐδὲ τὸν ἄνθρωπον μίαν φύσιν τὴν ἐκ ψυχῆς καὶ σώματος· ὡς τῆς αὐτῆς τῇ ψυχῇ οὐσίας ὄντος τοῦ σώματος· ἀλλὰ τὴν ὡς ἐν εἴδει· πρὸς μὲν τὰ ἄλλα κατὰ τὴν συστατικὴν διαφορὰν τεμνομένην εἴδη· κατὰ δὲ τῶν ὑπ’ αὐτὴν ὡς εἶδος καὶ ὑπ’ αὐτῆς περιεχομένων ἀτόμων ἴσως κατηγορουμένην. Καὶ οὐ διὰ τοῦτο τὸ εἶναι δύο κατὰ τὸν οὐσιώδη λόγον τὴν ψυχὴν καὶ τὸ σῶμα ὡς ψυχὴν καὶ σῶμα· καὶ ἄλλην καὶ ἄλλην οὐσίαν κατὰ τὸν τοῦ εἶναι λόγον· τὰ ἐξ ὧν, καὶ ἐν οἷς, καὶ ἃ ὑπάρχει ὁ ἄνθρωπος ἀπηγόρευσεν.

Ὅτι ἀσεβές ἐστι τὸ λέγειν μίαν σύνθετον φύσιν τὸν Χριστόν, καὶ τῇ ἀληθείᾳ μαχόμενον. Πᾶσα γὰρ σύνθετος φύσις, ἑαυτῇ τε καὶ ἀλλήλοις κατ’ αὐτὴν τὴν εἰς τὸ εἶναι γένεσιν ἔχουσα τὰ ἴδια μέρη ὁμόχρονα, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, καὶ εἰς συμπλήρωσιν τῆς τοῦ παντὸς διακοσμήσεως, παρὰ τῆς τὸ πᾶν συστησαμένης, καὶ εἰς τὸ εἶναι συνεχούσης δυνάμεως παρηγμένα, ἀλλήλοις εἰκότως ἐξ ἀνάγκης τὰ ἴδια μέρη περιεχόμενα κέκτηται· ὡς ἐπί τε τοῦ ἀνθρώπου ἔχει, καὶ τῶν ἄλλων ὅσα συνθέτου εἶναι ἔλαχον φύσεως. Τῆς ψυχῆς ἀκουσίως τε κρατούσης τὸ σῶμα, καὶ ὑπ’ αὐτοῦ κρατουμένης, καὶ ζωὴν ἀπροαιρέτως αὐτῷ, κατ’ αὐτὸ μόνον τὸ ἐν αὐτῷ εἶναι παρεχούσης, καὶ πάθους καὶ ἄλγους φυσικῶς μεταλαμβανούσης διὰ τὴν ἐγκειμένην αὐτῇ τούτων δεκτικὴν δύναμιν· κἂν εἰ τὰ μάλιστά τινες τῶν κατὰ τὴν Ἐκκλησίαν ἀληθῶν περὶ ψυχῆς δογμάτων ἀποσφαλέντες, προϋπάρχειν Ἑλληνικῶς, ἢ μεθυπάρχειν ἰουδαϊκῶς τοῦ ἰδίου σώματος τὴν ψυχὴν τερατευόμενοι, καὶ ἀρχὴν οὐ καλὴν οὐδὲ θεοφιλῆ, τῆς τῶν ὁρατῶν δημιουργίας προκαθηγεῖσθαι ὑποτιθέμενοι, ἀντιπαθῶς πρὸς τὸν τοιοῦτον διάκεινται λόγον· ὧν διελέγξαι τὰ περὶ τούτου σαθρά, καὶ ἀπαγῆ προβλήματα, οὐ τοῦ παρόντος εἶναι καιροῦ τε καὶ λόγου κρίνας, ἐπὶ τὸ προκείμενον ἐπανελεύσομαι.

Οὕτω τοίνυν, καθὰ πρόκειται, πάσης συνθέτου ἐχούσης φύσεως, οὐκ ἄν τις τολμήσαιέ ποτε τῶν εὐσεβῶς περὶ τῶν θείων φρονεῖν ἐγνωκότων, μίαν εἶναι σύνθετον φύσιν εἰπεῖν τὸν Χριστόν, ἵνα μὴ ἐξ ἀνάγκης εἱρμῷ τινι φυσικῷ καὶ ἀκολουθίᾳ τὰ τοιαῦτα λέγειν ἐξελόμενος, κτιστὸν ὅλον καὶ ἐξ οὐκ ὄντων, περιγραπτόν τε καὶ παθητόν, καὶ τῷ Πατρὶ οὐχ ὁμοούσιον· καὶ ἢ συναΐδιον τῷ Λόγῳ τὴν σάρκα, ἢ ὁμόχρονον τῇ σαρκὶ τὸν Λόγον ὄντα ὑποτιθέμενος· τοιοῦτος γὰρ ὁ πάσης συνθέτου φύσεως λόγος· φοβερῶν ἑαυτὸν καταστήσει ἐγκλημάτων ὑπεύθυνον.

Τὸ γὰρ συνθέτου φύσεως ὑπάρχον, καὶ σύνθετον κατὰ φύσιν δηλονότι ἐστί. Τὸ δὲ κατὰ φύσιν σύνθετον, τῷ κατὰ φύσιν ἁπλῷ οὐκ ἂν εἴη ποτὲ ὁμοφυὲς καὶ ὁμοούσιον. Οὐ θέμις οὖν μίαν τὸν Χριστὸν λέγειν σύνθετον φύσιν τοὺς εὐσεβεῖς, οὐ μόνον διὰ τὴν συναγομένην ἐκ τῆς τοιαύτης φωνῆς ἀτοπίαν· ἀλλ’ ὅτι καὶ μηδεὶς τῶν θεοκρίτων Πατέρων τοῦτο πώποτε εἰρηκὼς ἀναπέφανται· ὑπόστασιν δὲ μᾶλλον Χριστοῦ σύνθετον μίαν ὁμολογεῖν, καὶ δύο φύσεις, ἵνα καὶ τῷ Πατρὶ ὁμοούσιος καὶ ὁμοφυὴς κατὰ τὴν θεότητα γινώσκηται, καὶ ἡμῖν ὁμοούσιος καὶ ὁμοφυῆς κατὰ σάρκα ὁ αὐτὸς γνωρίζηται· καὶ εἷς καὶ ὁ αὐτὸς πρός τε τὸν Πατέρα καὶ ἡμᾶς, ὡς μεσίτης Θεοῦ καὶ ἀνθρώπων ὑπάρχων πιστεύηται.

Περὶ ὑποστάσεως συνθέτου. Εἰ δὲ ὅτι καὶ πᾶσα ὑπόστασις σύνθετος ἑαυτῇ τε καὶ ἀλλήλοις τὰ ἴδια μέρη ὁμόχρονα ἔχουσα δείκνυται· ὑπόστασιν δὲ σύνθετον εἶναι λέγειν τὸν Χριστὸν οὐκ ἀρνούμεθα, εἴποιεν καὶ ἡμᾶς οἱ ἀντιλέγοντες, μὴ δύνασθαι τὴν ἐπὶ τούτῳ μομφὴν ἐκτινάξασθαι, ὡς τοῖς ἰδίοις ἑαλωκότας λόγοις. Φαμὲν ἀληθῶς οὕτως ἔχειν, εἴπερ σύνθετον εἶναι ὡς εἶδος αὐτῆς κατηγορούμενον ἔχουσαν ὑπετιθέμεθα. Νυνὶ δὲ τοῦτο μὴ λέγοντες, οὐδαμῶς τὴν οἱανοῦν ἕξομεν μομφήν, σαφῶς γινώσκοντες μὴ δι’ ἑαυτὴν σύνθετον εἶναι πᾶσαν σύνθετον ὑπόστασιν, τὴν ὑπό τι τελοῦσαν εἶδος· ἀλλὰ διὰ τὴν φύσιν τὴν περιέχουσαν, ὅτ’ ἂν σύνθετος ᾖ, καὶ τὸ κατηγορούμενον εἶδος ὑφ’ ὃ ἀνάγεσθαι πέφυκεν· ὡς τοῦ μερικοῦ, ἤτουν ἰδικοῦ ὅλον ἔχοντος ἐν ἑαυτῷ τὸ καθόλου, ἤτοι τὸ κοινὸν καὶ γενικόν, πληρέστατον· τοῦ δὲ ἰδίου τὸ σύνολον λόγου τῷ γενικῷ μεταδιδοῦντος οὐδέν· ὅπερ ἐπὶ Χριστοῦ οὐδεὶς οὐδαμῶς τῶν ἀνέκαθεν μέχρις ἡμῶν γενομένων τοῦ λόγου τῆς εὐσεβείας ὑφηγητῶν φρονῶν ἀνηγόρευται· ἐφ’ οὗ οὔτε γένος, οὔτε εἶδος, ὡς Χριστοῦ κατηγορούμενον εὑρεῖν τις δυνήσεται. Οὐ γὰρ φύσεως λόγῳ πρὸς ἡμᾶς διὰ σαρκὸς ὁ θεαρχικὸς ἐπεδήμησε Λόγος· ἀλλὰ τρόπῳ οἰκονομίας ἀνελλιπῶς ἑαυτῷ καθ’ ὑπόστασιν ἑνώσας, τὴν ἡμετέραν ἀνεκαίνισε φύσιν.

Ὥστε οὐδὲν τῆς πολλῆς αὐτῶν περινοίας, ἵνα τῆς μικρῷ πρόσθεν τῶν ἐξητασμένων ἀκολουθίας λαβώμεθα, ἀπώναντο, πάλιν εἰς τὸ ποσὸν ὅπερ πεφεύγασι, περιτραπέντος αὐτοῖς τοῦ σοφοῦ, ὡς μὴ δυναμένοις οὐδ’ αὐτὴν τὴν ἐν τῷ ποιῷ διαφορὰν ἄνευ ποσοῦ εἶναι λέγειν. Ἀνάγκη γὰρ πᾶσα πολλὰς εἶναι· ἢ τὸ μέτριον δύο, ὡς προείρηται, τὰς ποιότητας, ὧν τὴν διαφορὰν εἶναι ὑπολαμβάνουσι, Μόνην γὰρ ποιότητα πρὸς ἄλλην παντελῶς ἀμιγῶς ἔχουσαν πρὸς ἑαυτὴν διαφέρειν, οὐκ ἄν τις νοῦν ἔχων εἴποι ποτέ.

Λοιπὸν οὖν, ἢ καὶ αὐτῆς παύσωνται τῆς ψιλῆς διαφορᾶς, ποσοῦ πάντως τινῶν διαφερόντων δηλωτικὴν αὐτὴν οὖσαν μαθόντες· ἢ σὺν ἡμῖν τῆς ἀληθείας τὴν ὁμολογίαν καταδεξάσθωσαν, τῷ λόγῳ τῆς διαφορᾶς καὶ μόνον, πρὸς γνῶσιν τοῦ ἀσύγχυτα μεμενηκέναι τὰ συνελθόντα, τὸν ἀριθμὸν εὐσεβῶς κατὰ τοὺς Πατέρας παραλαμβάνουσιν. Ἐπείτοιγε εἰπάτωσαν ἡμῖν ἀγαπητικῶς ἐρέσθαι βουλομένοις, εἴπερ ἔνεστιν αὐτοῖς λόγος σοφίας οὐκ ἀγεννής, πῶς δύο μὲν τὰ συνδεδραμηκότα πρὸς ἕνωσιν λέγοντες, ταῦτα δὲ αὐτὰ μεμενηκέναι ἀσύγχυτα καὶ μετὰ τὴν ἕνωσιν οὐκ ἀρνούμενοι· ὡς μηδ’ ἑτέρου τοῦ κατὰ φύσιν ὅρου τε καὶ λόγου ἐκστάντος· κἂν εἰ πρὸς ἓν ἄμφω συντελοῦσι πρόσωπον τοῦ Υἱοῦ καὶ μίαν ὑπόστασιν· δύο τὰ καὶ κατ’ αὐτοὺς σωζόμενα, ὥς φασιν, εἴπερ ἀληθεύουσιν, οὐχ ὁμολογοῦσι· καὶ τίς αὐτοῖς τῆς μειώσεως ὁ λόγος, καὶ δι’ ἥντινα τὴν αἰτίαν, καὶ πῶς ἄμφω αἱ φύσεις μία γεγόνασιν; Ἢ εἴπερ μειώσεως καθαρὰ διέμεινεν ἡ ἕνωσις, τίς ὁ τοῦ μὴ λέγεσθαι τὰ ἀμειώτως σωζόμενα λόγος· καὶ στέργομεν εὐπειθῶς τῆς μιᾶς τὴν στέρησιν· καὶ θαυμάζομεν αὐτῶν τῆς εὐπαιδείας τὸ εὔτονον, ὡς μόνων τῆς τῶν ἀῤῥήτων γνώσεως ἐκφανθέντων ἡμῖν χωρητικῶν. Ἀλλ’ οὐ δυνήσονται πώποτε τὸν τοῦτο πείθοντα παραστῆσαι λόγον.

Ἐπίλυσις σύντομος τῆς Σευήρου ἀπορίας κατὰ τῆς, Ἐν δύο, φωνῆς. Κἂν εἰ τὰ μάλιστα ἐπ’ ἐκεῖνο καταφεύγωσι τελευταῖον, τὸ σαθρὸν καὶ διάκενον Σευήρου εὕρημα, τὸ πάνυ παρ’ αὐτοῦ ὥσπερ τι σοφὸν πανταχοῦ φερόμενον καὶ ᾀδόμενον, φάσκοντες γελοῖον εἶναι, ἐκ δύο φύσεων δύο φύσεις ἐκ τῆς ἑνώσεως πάλιν ἀναδειχθῆναι λέγειν· ὥσπερ λήμματι παρ’ ἡμῶν δοθέντι τὰ εἰκότα ἐπισυνάγοντες. Τίνος γὰρ ἤκουσαν τῶν τὰ θεῖα τῆς Ἐκκλησίας πεπαιδευμένων δόγματα, ὡς ἡ ἕνωσις ἐκ δύο φύσεων δύο ἀπετέλεσε φύσεις; Ἀλλ’ οὐδαμῶς ἀκηκοέναι εἰπεῖν δυνήσονται ἀληθείας φροντίζοντες. Λέγομεν δὲ ἐκ δύο φύσεων τὴν ἕνωσιν γεγενῆσθαι· μίαν δὲ τὴν ἐξ αὐτῶν ὑπόστασιν ἀποτετελέσθαι τοῦ Χριστοῦ σύνθετον, ἐκείνας αὐτὰς τὰς ἐξ ὧν συνετέθη φύσεις, ὡς ὅλον ἴδια μέρη ἀνελλιπῶς μετὰ τῶν φυσικῶν ἰδιωμάτων, καὶ ἀτρέπτως φυλάττουσάν τε καὶ διασώζουσαν· καὶ ἐν αὐταῖς φυλαττομένην καὶ σωζομένην ὡς ὅλον ἐν μέρεσιν. Ἐκ δύο οὖν φύσεων, οὐ δύο φύσεις, ἀλλὰ μίαν ὑπόστασιν λέγομεν Χριστὸν σύνθετον· τούτων ὡς ἰδίων μερῶν περιεκτικὴν τῶν φύσεων, καὶ ταύτας ὡς ἴδια καὶ συμπληρωτικὰ μέρη περιέχουσαν· καὶ ἐν αὐταῖς ὡς ἐν μέρεσι καὶ οὖσαν καὶ γνωριζομένην.

Ἕως γὰρ ἂν ἀσύγχυτα τὰ συνελθόντα μεμενηκέναι πιστεύηται, ἀεὶ δὲ μένει ἀσύγχυτα, τοῦ μὴ δύο εἶναι κατὰ τὸ πεφυκέναι εἶναι, ὅπερ ἑκάτερον κατ’ οὐσίαν εἶναι πέφυκεν· ὥσπερ οὖν καὶ τοῦ ἓν εἶναι ταῦτα τῷ κατὰ τὴν ὑπόστασιν λόγῳ, ἕως ἂν ἡ ἕνωσις ᾖ· ἀεὶ δέ ἐστι κατὰ τὴν εὐσεβῆ τῶν πιστῶν ὁμολογίαν, ἀδύνατον.

Διὸ ἓν καὶ δύο τὸ αὐτὸ λέγοντες, οὐ κατὰ τὸ αὐτό φαμεν ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ἀμφότερα· κατ’ ἄλλο δὲ καὶ ἄλλο. Οἷον κατὰ μὲν τὸν τῆς φύσεως λόγον, τῶν ἐξ ὧν ἡ ἕνωσις, τὸ δύο. Οὐ γὰρ ταὐτὸν κατὰ τὴν φύσιν τῇ ἰδίᾳ σαρκὶ τὸν Θεὸν Λόγον γινώσκομεν· κατὰ δὲ τὸν τῆς ὑποστάσεως λόγον, τὸ ἕν· ταὐτὸν γὰρ τὸν Θεὸν Λόγον τῇ ἰδίᾳ σαρκὶ κατὰ τὴν ὑπόστασιν ἐπιστάμεθα. Οὔτε οὖν τὰς φύσεις ἀφρόνως εἰς μίαν συναλείφομεν φύσιν, τῷ ἀνῃρῆσθαι λέγειν ἐπὶ Χριστοῦ τὴν φυσικὴν διαφοράν, ἵνα μὴ τροπὴν τοῦ Λόγου καὶ τῆς σαρκὸς εἰσαγάγωμεν· οὔτε εἰς δύο πάλιν ἰδιοσυστάτους μανικῶς διαιροῦμεν, τῷ καὶ κατὰ τὸν τῆς ὑποστάσεως λόγον τιθέναι διαφοράν, ἵνα μὴ τὴν ἡμῶν αὐτῶν ἀρνώμεθα σωτηρίαν· ὥσπερ οἱ ἐκ διαμέτρου πρὸς ἀλλήλους μερισάμενοι τὴν ἀσέβειαν, Ἀπολινάριος ἅμα Εὐτυχεῖ, καὶ Νεστόριος ποιήσαντες· οἱ μὲν φυσικὴν διαφορὰν ἐπὶ Χριστοῦ οὐκ εἰδότες· ὁ δὲ πρὸς ταύτῃ καὶ προσωπικὴν προσεπάγων, τῆς ἀληθείας ἐξέπεσαν.

Ἀλλ’ εἰδότες καὶ ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει τὴν φυσικὴν ἰδιότητα ἄτρεπτον, καὶ τὴν σύγχυσιν ὁμοίως καὶ τὴν διαίρεσιν ἀποστρεφόμεθα· μήτε τὴν ἕνωσιν σύγχυσιν, ὡς ἀγνοοῦντες τὰ ἑνωθέντα· μήτε διαίρεσιν τὴν διαφοράν, ὡς καθ’ αὑτὰ ὑφεστάναι μεμερισμένως εἰδότες τὰ διαφέροντα, ἐργαζόμενοι.

Τοῦτο μὲν οὖν, ὡς οἶμαι, καὶ ὁ μέγας Θεολόγος Γρηγόριος διδάσκων φαίνεται ἐν τῷ μεγάλῳ ἀπολογητικῷ, «Ἓν ἐξ ἀμφοῖν λέγων, καὶ δι’ ἑνὸς ἀμφότερα·» ὡσανεὶ ἔλεγεν, Ὥσπερ γὰρ ἓν ἐξ ἀμφοῖν, τουτέστιν ἐκ δύο φύσεων τὸ ἕν, ὡς ὅλον ἐκ μερῶν κατὰ τὸν τῆς ὑποστάσεως λόγον· οὕτω καὶ διὰ τοῦ καθ’ ὑπόστασιν ἑνός, ὡς ὅλου, ἀμφότερα τῷ κατὰ φύσιν λόγῳ τὰ μέρη, τουτέστι τὰ δύο. Ὅπερ ἐν τῷ δευτέρῳ περὶ Υἱοῦ λόγῳ τρανώτερον διεξιών, φησίν, «Εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ’ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ.» Τοῦτο δὲ αὐτὸ καὶ ὁ μακάριος Κύριλλος ἐν τοῖς πρὸς Σούκενσον γράμμασι δείκνυται φρονῶν, ἐν οἷς ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον παραδείγματός φησιν· «Ὥστε τὰ δύο μηκέτι μὲν εἶναι δύο, δι’ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῶον·» μονονουχὶ ἐν τούτοις διαῤῥήδην βοῶν, Ὅτι τὰ ἐξ ὧν ἡ σύνθεσις ἐπί τε τοῦ καθ’ ἡμᾶς ἀνθρώπου, τοῦ ἐκ ψυχῆς καὶ σώματος· ἐπί τε τοῦ κατὰ Χριστὸν μυστηρίου, τοῦ ἐκ θεότητος καὶ ἀνθρωπότητος, τὸ εἶναι μὲν δύο κατὰ τὸν οὐσιώδη λόγον οὐκ ἀνῄρηται· ἐπεί, οὐδὲ ἑτεροούσια ἔτι μένει. Τὸ δὲ καθ’ αὐτὰ ἐν μονάδι καὶ μονάδι ἰδιοσυστάτως εἶναι δύο, παντελῶς ὁ τῆς εὐσεβείας οὐ παραδέχεται λόγος· ἵνα μὴ τὸν ἕνα ἄνθρωπον ἤτοι ζῶον, εἰς ἀνθρώπους ἢ ζῶα δύο μερίζωμεν· καὶ τὸν ἕνα Χριστὸν εἰς δύο Χριστούς, ἢ δύο Υἱούς.

Εἰ γὰρ μὴ τοῦτο πανταχοῦ καὶ νοεῖν καὶ φρονεῖν καὶ διδάσκειν καλῶς ἔγνω ὁ μακάριος Κύριλλος, οὐκ ἂν τὴν τῶν φύσεων διαφορὰν μὴ ἀνῃρῆσθαι διὰ τὴν ἕνωσιν ἔφασκεν· οὐκ ἂν ἄλλο καὶ ἄλλο, καὶ ἕτερον καὶ ἕτερον, καὶ τοῦτο κἀκεῖνο, καὶ ἄμφω τὸν ἕνα Χριστόν, καὶ ἀσυγχύτους μεμενηκέναι τὰς φύσεις ἐδίδασκεν. Οὐκ ἂν μὴ μεταπεφοιτηκέναι εἰς τὴν τῆς σαρκὸς φύσιν τὸν Λόγον, ἢ τὴν σάρκα εἰς τὴν αὐτοῦ τοῦ Λόγου φύσιν μὴ μεταβληθῆναι ἐδόξαζεν. Οὐκ ἂν τὰς εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς τοὺς θεηγόρους ἄνδρας ἐγίνωσκε, τὰς μὲν κοινοποιοῦντας, ὡς ἐφ’ ἑνὸς προσώπου· τὰς δὲ διαιροῦντας, ὡς ἐπὶ δύο φύσεων.

Οὐκ ἂν τὸ ὅλον, τουτέστι τὸν Χριστόν, μίαν εἶναι φύσιν λέγειν παρῃτεῖτο, εἴπερ εὐσεβὲς τοῦτο ἠπίστατο. Οὐκ ἂν ὡρίζετο μηδὲν ἄλλο τὴν ἀνθρωπίαν εἶναι φύσιν, πλὴν σαρκὸς νοερῶς ἐψυχωμένης· διὰ τούτου τελείαν εἶναι διαβεβαιούμενος ἐν Χριστῷ καὶ τὴν φύσιν τῆς ἀνθρωπότητος. Οὐκ ἂν διὰ τοῦ ἐπάγειν τὸ Σεσαρκωμένην, τῆς καθ’ ἡμᾶς οὐσίας τὴν δήλωσιν εἰσκομίζεσθαι ἔφασκεν. Οὐκ ἂν ὀρθῆς δόξης εἶναι σημαντικόν, τὸ λέγειν δύο φύσεις ἡνωμένας ἀδιαιρέτως, ὅτ’ ἂν μὴ κατὰ τὸν Νεστορίῳ δοκοῦντα τρόπον κακούργως προφέρηται ἡ φωνή, διωρίζετο. Οὐκ ἂν τοιαῦτα, ἀλλὰ μυρία λέγων, ὡς τοῖς φιλοπόνοις δῆλον ἐκ τῶν αὐτοῦ συγγραμμάτων, ἐφαίνετο.

Πόθεν οὖν, κἀκ τίνων τῶν διδασκάλων, τὰς ἐπὶ Χριστοῦ, ἐξ ὧν καὶ ἔστι, σωζομένας μετὰ τὴν ἕνωσιν καὶ κατ’ αὐτούς, ὥς φασι, δύο φύσεις, μὴ δεῖν εὐσεβῶς ὁμολογεῖσθαι παρὰ τῶν πιστῶν παραστήσουσιν; Οὐδεὶς γὰρ οὐδαμῶς τῶν ἐγκρίτων διδασκάλων τοῦτο θεσπίσας εὑρίσκεται· τοὐναντίον μὲν οὖν πάντες καὶ εἶπον, καὶ λέγειν τοὺς πιστοὺς διὰ τῶν ἰδίων ἐδίδαξαν φωνῶν· εἰ μὴ ἄρα συνήθως ἐκ καρδίας πλασάμενοι τὰ δοκοῦντα, ὡς ἑνὸς τῶν Πατέρων ἀπάτης ἕνεκεν τῶν ἀκεραιοτέρων, τὸ πλάσμα προβάλλοιντο.

Ἀλλ’ οὗτοι, ὡς ἔοικεν, αἰσχύνην ἡγούμενον τὸ πείθεσθαι, καὶ τὴν εἰς πλανήσαντας αὐτοὺς ἐξ ἀρχῆς ἀνθρώπους προσπάθειαν τῆς θείας ἀγάπης προκρίνοντες, καὶ τοῦ εὐσεβεῖν τὸ φιλόνεικον προτιμῶντες, καὶ τοῦ τιμᾶσθαι ὡς ἱερεῖς παρὰ τῶν ἀνθρώπων, οἷς τὴν ἀπάτην διὰ τοῦ καθ’ ἡμῶν ψεύδεσθαι τὰ μὴ ὄντα προσάγουσι· καὶ τῶν κακὸν κακοῦ ἀντιλαβεῖν, τῆς ἀπάτης λέγω μισθὸν τὰ φθειρόμενα, τὴν παρὰ τοῦ Θεοῦ ἐπὶ τῇ ὁμονοίᾳ τῆς πίστεως ἀποδοχήν τε καὶ τιμὴν κατωτέραν ποιούμενοι, τοῦ πολεμεῖν τῇ ἀληθείᾳ, καὶ ἀφιστᾷν αὐτῆς ἐπιχειρεῖν, οὐ παύονται ὅσους ἂν δύνανται. Διὸ παρακαλῶ ὑμᾶς ἐγὼ ὁ ἐλάχιστος, τέκνα ὄντας γνήσια τῆς ἁγίας ἀποστολικῆς Ἐκκλησίας, ἐν ᾗ φωτισθέντες διὰ τῆς τοῦ θείου λουτροῦ ἀναγεννήσεως, υἱοθετηθῆναι Θεῷ ἐν Πνεύματι ἠξιώθητε, στέλλεσθαι ἀπὸ τῶν τοιούτων, μνημονεύοντας τοῦ ἁγίου Ἀποστόλου Παύλου γράφοντος Ῥωμαίοις τὸν τρόπον τοῦτον·

Παρακαλῶ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχήν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ’ αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Καὶ πάλιν περὶ τούτων αὐτῶν, ταραχὰς τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ κινεῖν εἰθισμένων Κορινθίοις ἐπιστέλλοντος τάδε· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς Ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαῦμα· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

Τούτων δὲ αὐτῶν τὸ τῆς γνώμης δολερόν, καὶ τοῦ τρόπου τὸ ὑπόκλοπον ἐν Εὐαγγελίοις γὰρ ὁ Κύριος αἰνιττόμενος προανεφώνησε, τοὺς πιστοὺς οἷον ἀσφαλιζόμενος, λέγων· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων· ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.

Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Περὶ τούτων δὲ αὐτῶν καὶ ὁ ἅγιος Εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ πρώτῃ αὐτοῦ καθολικῇ, νηφαλαιοτέρους τοὺς εὐσεβεῖς ἐργαζόμενος, φησίν, Ἀγαπητοὶ μὴ παντὶ πνεύματι πιστεύητε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ εἰσιν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ. Πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι. Καὶ πᾶν πνεῦμα ὃ οὐχ ὁμολογεῖ Κύριον Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται· καὶ νῦν ἐν τῷ κόσμῳ ἐστίν.

Τούτων ἀεὶ μνημονεύοντας τῶν λόγων, αἰτούμενος ὑμᾶς, εὐλογημένοι, τῆς εὐσεβείας, ἧς οὐδὲν ἀνθρώποις πρὸς τὸ φιλιωθῆναι Θεῷ οἰκειότερον, διὰ πάσης προσοχῆς καὶ ἐπιμελείας ἔχεσθαι βούλομαι πάντας πάσῃ δυνάμει ἀποστρεφομένους, τοὺς μὴ δεχομένους τὰ εὐσεβῆ τῆς Ἐκκλησίας καὶ σωτήρια δόγματα· καὶ μάλιστα μαθόντας τῆς τοῦ Ἀντιχρίστου διδασκαλίας εἶναι, Τὸ μὴ ἐν σαρκὶ ὁμολογεῖν τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστόν, ὡς ὁ μέγας εὐαγγελιστὴς διαῤῥήδην βοᾷ Ἰωάννης· ὅπερ οἱ νῦν τῇ τοῦ Θεοῦ πολεμοῦντες Ἐκκλησίᾳ προφανῶς καταγγέλλουσι, τὴν φύσιν τῆς σαρκὸς ἀπαρνούμενοι, τῷ μὴ ὁμολογεῖν ἐν Χριστῷ σώζεσθαί τε καὶ εἶναι αὐτὴν ἀνέχεσθαι· καὶ οὔτε φρίττουσι, τὸ ἐλεεινότερον, ἢ θρασύτερον, εἰπεῖν οἰκειότερον, τῆς Θεῷ ἀντικειμένης δόξης κήρυκας ἑαυτοὺς προβαλλόμενοι. Ἀλλ’ οὗτοι μὲν οὕτω διακεῖσθαι ἐπισφαλῶς κατὰ τὴν πίστιν προελόμενοι, ἄξιον τῆς αὐτῶν δρέπονται ἀνοίας καρπόν· τὸ παρὰ πᾶσιν εὐφώρατον κεκτῆσθαι τῆς δυσσεβείας ἔλεγχον.

Ἔκθεσις σύντομος τῆς ἐκδοχῆς τῶν ὀρθῶς ἐπὶ Χριστοῦ κατὰ τὴν καθολικὴν Ἐκκλησίαν ὁμολογουμένων τῆς πίστεως φωνῶν. Ἡμεῖς δὲ σὺν Θεῷ φᾶναι, οἱ τὴν θείαν καὶ καθαρὰν τῆς ἐκκλησιαστικῆς διδασκαλίας πόαν νεμόμενοι, ἀκαθαίρετον ἔχοντες τῆς εὐσεβείας τὸ κλέος, πάσας εὐσεβῶς τὰς εὐσεβεῖς ἐπὶ Χριστοῦ τὸν Πατέρων φωνάς, ὁμολογεῖν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων παῤῥησιαζόμεθα, μετ’ εὐσεβοῦς ἑκάστην ἐννοίας καὶ λογισμοῦ τοῦ πρέποντος ἐκλαμβάνοντες· καθὼς ἄνωθεν καὶ ἀπ’ ἀρχῆς διὰ τῶν γενομένων λειτουργῶν τῆς χάριτος, τὸν σωτήριον τῆς πίστεως κατηχήθημεν λόγον. Ὁμολογοῦμεν τοίνυν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ δύο μὲν φύσεων, ὡς ἐκ θεότητος καὶ ἀνθρωπότητος συγκείμενον· ἐν δύο δὲ φύσεσιν, ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι ὄντα γινώσκοντες.

Ὥσπερ γὰρ ἐκ δύο φύσεων λέγοντες, τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος αὐτὸν εἶναι δοξάζομεν· οὕτω καὶ ἐν δύο φύσεσι λέγοντες, τὸ ἐν θεότητι καὶ ἀνθρωπότητι εἰκότως αὐτὸν ὑπάρχειν σημαίνομεν· ὡς μηδεμιᾶς κεχωρισμένον μετὰ τὴν ἕνωσιν τῶν ἐξ ὧν συνέστηκε φύσεων, ἀλλ’ ἐν αὐταῖς, ἐξ ὧν καὶ ἔστιν ἀεί, καὶ ὄντα καὶ γνωριζόμενον. Δύο δὲ φύσεις καθ’ ὑπόστασιν ἡνωμένας ἀδιαιρέτως πάλιν αὐτὸν ὁμολογοῦμεν, ὡς Θεὸν ἀληθῶς τὸν αὐτὸν ὄντα καὶ ἄνθρωπον, αὐτοῖς ἐπαληθεύοντα τοῖς πράγμασι τὰ ὀνόματα πιστεύοντες. Ὡς γὰρ Υἱὸν Θεοῦ καὶ Θεὸν φύσει αὐτὸν καὶ ἀληθείᾳ, καὶ ὄντα καὶ λεγόμενον πιστεύομεν, διὰ τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα τῆς οὐσίας ταυτότητα· οὕτω καὶ Υἱὸν ἀνθρώπου, καὶ ἄνθρωπον γενόμενον εἶναί τε καὶ λέγεσθαι αὐτὸν φύσει καὶ ἀληθείᾳ φαμέν, διὰ τὴν πρὸς τὴν τεκοῦσαν αὐτὸν φυσικὴν κατὰ σάρκα συγγένειαν. Εἰ γὰρ μὴ δύο φύσεις αὐτόν, ὡς Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον ὁμολογήσομεν, ἐκ ψιλῶν ὀνομάτων καὶ οὐχὶ πραγμάτων συντεθεῖσθαι αὐτὸν λέγοντες ἐλεγχθησόμεθα· καὶ οὐκ ὄντα κατ’ ἀλήθειαν, ὅπερ εἶναι διὰ τῶν ὀνομάτων σημαίνεται. Ὡς καὶ μηδὲν εἶναι λοιπὸν δύνασθαι, κατ’ αὐτοὺς ἐκείνους εἰπεῖν ὑποτίθεσθαι τὸν βλασφημεῖν προαιρούμενον, τὸ ἡμῖν προσκυνούμενόν τε καὶ λατρευόμενον, ὅπερ πάσης ἀσεβείας ὑπερβολὴν ὑπερβέβηκε.

Διόπερ μὴ ὑπαχθῆναι βλασφημίας ἐγκλήμασι φυλαττόμενοι, οὐ παυόμεθα ὁμολογοῦντες τὸν Χριστὸν ἐκ δύο φύσεων, ὡς ἐκ θεότητος, καθὼς εἴρηται, καὶ ἀνθρωπότητος· καὶ ἐν δύο φύσεσιν, ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι· καὶ δύο φύσεις, ὡς Θεόν τε ὁμοῦ τὸν αὐτὸν ὄντα, καὶ ἄνθρωπον πιστεύοντες· ὅτι μὴ ἐκ τούτων μόνον, ἀλλὰ καὶ ταῦτα· οὐδὲ ταῦτα μόνον, ἀλλὰ καὶ ἐν τούτοις, ὡς ἐκ μερῶν ὅλον, καὶ ὅλον ἐν μέρεσι, καὶ διὰ τῶν μερῶν ὅλον ὄντα γινώσκοντες.

Εἰ γὰρ αὐτὸς τοῖς οὖσι τὸ εἶναι δούς, καὶ τὴν πρὸς διαμονὴν ἐχαρίσατο δύναμιν, πρὸς τὸ μὴ φύρεσθαι ἀλλήλοις τὰ εἴδη καὶ μεταβάλλειν εἰς ἄλληλα, ἀλλὰ μένειν ἕκαστα καθ’ ὃν παρ’ αὐτοῦ γεγένηνται λόγον· ὥστε δύνασθαι ἐκ τῆς κατὰ τὴν φυσικὴν ἑκάστων ἰδιότητα παγιότητος, τὸν πάνσοφον καὶ ἐπιστήμονα τοῦ παντὸς γενεσιουργὸν καὶ ταξιάρχην, τοὺς τῶν θείων ἐπιμελεῖς φιλοθεάμονας, ὡς ἐφικτόν, ἐννοεῖν· πολλῷ μᾶλλον ἐν ἑαυτῷ τὴν ἑαυτοῦ ἀπειροδύναμον πιστώσηται δύναμιν· ὅπερ ἦν διαμένων, καὶ γενόμενος ὅπερ οὐκ ἦν· καὶ ὅπερ γέγονεν οὐκ ἀρνούμενος μετὰ τοῦ μένειν ὅπερ ἦν, τῷ ὑπάρχειν ἀνελλιπῶς τε καὶ ἀτρέπτως ἀμφότερα.

Καὶ μίαν δὲ τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, σαρκὶ ψυχὴν ἐχούσῃ τὴν νοεράν τε καὶ λογικὴν λέγομεν εὐσεβῶς, διὰ τοῦ ἐπάγειν τὸ Σεσαρκωμένην, τῆς καθ’ ἡμᾶς οὐσίας τὴν δήλωσιν εἰσκομίζοντες. Περίφρασις γάρ ἐστιν ἐν ταυτῷ καθ’ ἕνωσιν, δι’ ὀνόματος καὶ ὅρου τὰς δύο φύσεις ἐμφαίνουσα· ὀνόματος μέν, Τῆς μιᾶς τοῦ λόγου φύσεως, τῆς τὸ κοινὸν τῆς οὐσίας μετὰ τοῦ ἰδίου τῆς ὑποστάσεως σημαινούσης· ὅρου δὲ τῆς ἀνθρωπίνης, ὡς αὐτός φησιν ὁ διδάσκαλος Τί γάρ ἐστιν ἀνθρωπότητος φύσις, πλὴν ὅτι σὰρξ ἐψυχωμένη νοερῶς. Ὥστε ὁ λέγων μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, μετὰ σαρκὸς ἐμψύχου εἶναι τὸν Θεὸν Λόγον δηλοῖ, ἕτερόν τι πάντως κατὰ τὴν οὐσίαν παρὰ τὸν Θεὸν Λόγον οὖσαν τὴν σάρκα νοῶν, ὅ γε ἀληθὴς τῆς εὐσεβείας μαθητὴς καὶ ἀνόθευτος. Καὶ τὴν καθ’ ὑπόστασιν δὲ λέγοντες ἕνωσιν, εἰς μίαν ὑπόστασιν τῶν φύσεων γεγενῆσθαι τὴν ἕνωσιν νοοῦμέν τε καὶ ὁμολογοῦμεν· ὡς μηδεμιᾶς καθ’ ἑαυτὴν τὸ σύνολον ἢ οὔσης, ἢ νοουμένης, ἀλλὰ μετὰ τῆς συγκειμένης καὶ συμπεφυκυίας· οὐδ’ ἂν πάλιν κατὰ τὸν οὐσιώδη λόγον πρὸς τὴν ἄλλην φυρείσης, ἢ καθ’ ὁτιοῦν τῆς φυσικῆς τελειότητος παθούσης ἐκ τῆς ἑνώσεως μείωσιν.

Καὶ πάλιν τὴν φυσικὴν ἕνωσιν ἀντὶ τοῦ ἀληθῆ λέγειν ὁμολογοῦμεν, καθὼς ὁ ἅγιος αὐτὸς Κύριλλος ταύτας τὰς φωνὰς καὶ εἶπε καὶ ἐξηγήσατο· καὶ οὐ πρὸς ἀναίρεσιν τῶν ἐξ ὧν ἐστὶν ὁ Χριστὸς δύο φύσεων μετὰ τὴν ἕνωσιν, ἢ μιᾶς αὐτῶν, καθὼς Ἀπολινάριος, Εὐτυχής τε καὶ Σεύηρος, Σίμωνι μάγῳ, Οὐαλεντίνῳ τε καὶ Μάνεντι ἀκολουθήσαντες ἐκδεδώκασιν, ὡς ἔστι τοῖς βουλομένοις εὐχερές, ἐκ τῶν Σευήρου αὐτοῦ συγγραμμάτων πρὸς τοὺς ὀνομασθέντας ἀσεβεῖς ἄνδρας, κατὰ τὴν συμφωνίαν τῶν λόγων, τὴν τῶν δογμάτων κατιδεῖν ταυτότητα. Ὡσαύτως δὲ τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τὰς δύο γεννήσεις φαμέν, τήν τε ἐκ Θεοῦ Πατρὸς πρὸ αἰώνων, καὶ τὴν δι’ ἡμᾶς ἐπ’ ἐσχάτων τῶν χρόνων ἐκ τῆς ἁγίας Παρθένου γεγενημένην· τοῦ αὐτοῦ ὁμοίως τά τε θαύματα καὶ τὰ πάθη δοξάζομεν.

Ὁμολογοῦμεν δὲ καὶ τὴν ἁγίαν πανένδοξον Παρθένον κυρίως καὶ κατὰ ἀλήθειαν Θεοτόκον· ὡς οὐχί τινος ἀνθρώπου ψιλοῦ, κἂν ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ δίχα τῆς πρὸς τὸν Λόγον ἑνώσεως προδιαπλασθέντος, καὶ ἐκ προκοπῆς ἔργων καὶ ἐκ τῆς εἰς ἀρετὴν ἀκρότητος θεωθέντος γεγενημένην μητέρα· ἀλλ’ ὡς αὐτοῦ ἀληθῶς τοῦ Θεοῦ Λόγου, τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ἐξ αὐτῆς κατὰ σύλληψιν ἄῤῥητον σαρκωθέντος, καὶ τελείως ἐνανθρωπήσαντος.

Ταύτας οὕτω τοὺς ἰδίους ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία τὰς φωνὰς εὐσεβῶς καὶ λέγειν καὶ νοεῖν διδάξασα, τῷ Θείῳ καὶ λαμπρῷ τῆς γνώσεως φωτὶ φυλάττεσθαι ἐνεχείρισε· παρακαλοῦσα διά τε Προφητῶν καὶ Ἀποστόλων, καὶ αὐτοῦ τοῦ τοῖς ἰδίοις παθήμασιν αὐτὴν συμπηξαμένου τε καὶ ἁρμοσαμένου Χριστοῦ, πρόσφορόν τε καὶ πρέποντα τῷ μεγάλῳ τῆς πίστεως ἐπαγγέλματι βίον ἀναλαβεῖν· Σκοποῦντας τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· καὶ εἰς αὐτὸ ἀγρυπνοῦντας.

Οὐχ ἧττον γὰρ εὐσεβοῦς πίστεως ἀρίστης χρῄζειν ἐδιδάχθημεν πολιτείας πρὸς τὸ τυχεῖν τῆς αἰωνίου ζωῆς· μήπως τῷ θεμελίῳ τῆς πίστεως τὰ μὴ ἐπιβάλλοντα ἐποικοδομήσαντες, διὰ πονηρῶν ἐπιτηδευμάτων, ὡς τὴν κλῆσιν, καὶ τὴν χάριν τῆς υἱοθεσίας ὑβρίσαντες, ἀντὶ χαρᾶς καὶ δόξης ἀτελευτήτου, αἰωνίου πυρὸς ὑποδίκους ἑαυτοὺς καταστήσωμεν.

Πολλὰς οὖν ὁρῶντες ὁδοὺς ἀρετῶν, εὐλογημένοι, καὶ τῆς μακαρίας Χριστοῦ καλλονῆς σώφρονες ἐρασταί, παρὰ τοῦ Κυρίου τῶν ὅλων τοῖς ἀνθρώποις δεδωρημένας, ἕνα τε τὸν σκοπὸν ἐχούσας, καὶ πρὸς ἓν τὰς πάσας τέλος καταντώσας εἰς σωτηρίαν, μὴ ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας, μηδὲ προώμεθα τὸν καιρὸν τὸν ἐπὶ μετανοίᾳ ἡμῖν δεδομένον, οὗ πάλιν ἐπιτυχεῖν ἀμήχανον. Ἀλλὰ πρὶν πορευθῆναι, καθά πού φησιν ὁ μέγας Ἰώβ, ὅθεν οὐκ ἀναστρέψομεν, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν, σπουδάσωμεν τὸν Θεὸν ἱλεώσασθαι κατὰ τὴν ἑαυτοῦ ἕκαστος δύναμιν. Πρὸς γὰρ τὸ ποικίλον καὶ διάφορον τῶν καταστάσεων τῶν ψυχῶν ἡμῶν, ὡς ἀγαθός, πολλὰς εἰκότως εἶναι καὶ τὰς ὁδοὺς πρὸς τὰς αἰωνίους μονὰς ἀγούσας τοὺς δι’ αὐτῶν ὁδεύοντας ἀμέμπτως πεποίηκεν, ὅπως τὴν ἑαυτῷ πρόσφορον ἐπιλεξάμενος ἕκαστος, καὶ τὸν δρόμον τοῦ βίου δι’ αὐτῆς ποιησάμενος, τὸν ἐν οὐρανοῖς κατ’ ἐλπίδας προκείμενον πανένδοξον καταλήψοιτο χῶρον.

Τοιγαροῦν καθὼς ἔχομεν δυνάμεως συνεργείᾳ καὶ χάριτι Χριστοῦ, τῶν καθηκόντων ἁψώμεθα. Ἐπικουφίσωμεν συμπαθῶς τοῦ πένητος τὴν συμφοράν, καὶ μετριωτέραν αὐτῷ καταστῆσαι τὴν ἔνδειαν μὴ ἀμελήσωμεν. Τῶν γυμνῶν περιστεῖλαι τὴν γύμνωσιν, τὸ δοθὲν ἡμῖν αἰδούμενοι τῆς ἀφθαρσίας ἔνδυμα μὴ ἀναβαλώμεθα. Τοῖς ἐν κακώσει φρουρᾶς τρυχομένοις καὶ ἀσθενείᾳ σώματος, καὶ βάρει ξενητείας πιεζομένοις συναλγήσωμεν, καὶ τὰ δυσχερῆ τῶν ἄλλων οἰκειοῦσθαι σπουδάσωμεν· ἵνα τὸν Τὰς ἀσθενείας ἡμῶν ἀναλαβόντα, καὶ τὰς νόσους βαστάσαντα, περὶ τὸ ὁμόφυλον μιμησάμενοι, καὶ τὴν αὐτοῦ δι’ ἡμᾶς φιλάνθρωπον κένωσιν τοῖς ἔργοις τιμήσαντες, τῆς αὐτοῦ καὶ ἡμεῖς ἄξιοι γενέσθαι δυνηθῶμεν ἐπόπται δόξης καὶ μέτοχοι· μὴ δόξης ἕνεκεν τῆς παρὰ τῶν ἀνθρώπων ταῦτα ἐπιτηδεύοντες, ἧς μετὰ τὴν παροῦσαν ζωὴν ὑφέστηκε πρὸς ἀποδοχῆς λόγον, οὐδέν· ἀλλ’ ὅλου Θεοῦ τῇ ἀληθείᾳ γενόμενοι, καὶ ὡς αὐτὸν πάντα πᾶσι καὶ ὄντα καὶ γινόμενον διὰ τῆς εἰς ἀλλήλους φιλανθρωπίας θεραπεύοντες, πάντα καὶ λέγωμεν καὶ πράττωμεν, δι’ ὧν αὐτῷ εὐαρεστήσομεν.

Οὕτω γὰρ ταῖς κατὰ μέρους εἰς ἀρετὴν προκοπαῖς, καὶ τὴν θείαν ποτὲ μετελθεῖν δεόντως φιλοσοφίαν, σὺν Θεῷ φᾶναι δυνησόμεθα· καὶ πρὸς τὸν ἄνω βίον μεθαρμοσθῆναι, πάντων καταφρονήσαντες τῶν ἐπὶ γῆς· κρεῖττον καὶ τιμιώτερον τὴν ἐσχάτην ἔχειν παρὰ Θεῷ μᾶλλον ἡγούμενοι τάξιν, ἢ παρὰ τῷ κάτω βασιλεῖ τὰ πρῶτα φέρειν τῶν ἐπὶ γῆς· καθ’ ἣν ἑαυτοῖς προσλαβεῖν ἀρχόμενοι, καὶ καθ’ ἡσυχίαν ἡρέμα τὰ τῆς ψυχῆς αἰσθητήρια ἐμφρόνως ὁρᾷν τὴν κτίσιν ἐθίσαντες, κέρδος μέγιστον ἀπενεγκώμεθα, τὸ καλῶς ὁδηγηθῆναι διὰ τῇς τῶν ὁρατῶν ταραχῆς καὶ ἀστασίας, ἐπὶ τὰ ἑστῶτα καὶ μὴ κινούμενα· ἀλλὰ μὴ ἐναπομένειν αὐτοῖς, καὶ ἐνεσχεθῆναι ἀνέχεσθαι· ἐξ οὗ, τῶν μὲν τὸ ἄτακτον μισήσαντες· τῶν δὲ τὸ βάσιμον ποθήσαντες, ἀβύσσῳ ἄβυσσον ἐπικαλεσόμεθα· διὰ τῶν ἐν τοῖς ὁρατοῖς μεγαλουργῶν, τοὺς ἐν τοῖς νοητοῖς ὡς ἐφικτὸν ἀνθρώποις κατανοοῦντες λόγους· καὶ οὕτως ἀτεχνῶς δι’ ἀφθεγξίας τῷ ἀδύτῳ τῶν ἀδύτων παρακύψαντες, τὸ ἑαυτῶν εὐτελὲς ἐπιγνωσόμεθα, διδασκόμενοι μυστικῶς διὰ τῶν λογίων τοῦ Πνεύματος, πῶς ὄντες γῆ καὶ σποδός, θείας μεταποιούμεθα δόξης, τῇ τοῦ εὐδοκήσαντος χάριτι· καὶ τὸ τῇ φύσει εὐτελὲς καὶ ἀπόπτυστον, πρὸς ποίαν μετασκευάζεται μακαριότητα· καὶ οὕτω τοῖς τοῦ ἀπείρου καταπλαγέντες θεάμασι, τὸ ἰσχυρὸν φυλακτήριον τῶν ἀρετῶν, λέγω δὴ τὴν ταπείνωσιν, Θεοῦ δῶρον μέγιστον καὶ πρῶτον, τῆς ἀληθοῦς φιλοσοφίας καρπὸν οὖσαν, δρεψόμεθα· δι’ ἧς νεκροῦντες τῶν παθῶν τὰ αἴτια, φημὶ δὴ τὰς αἰσθήσεις, μετὰ τῆς πρὸς αὐτὰς τῶν αἰσθητῶν συγγενοῦς οἰκειότητος, κόσμου παντελῶς ἑαυτοὺς ἀποτέμνομεν· ὥστε ἀνεπιθολώτῳ ψυχῆς ὄμματι ἐπιβάλλειν δύνασθαι τοῖς νοητοῖς· ἐξ ὧν, ἢ μεθ’ ἅ, τὴν ψυχὴν ἤδη ἀληθῶς τῇ ταπεινώσει ποιωθεῖσαν, καὶ λοιπὸν ἱκανὴν γενομένην θείας ἐμφάσεως δέξασθαι εἰκόνα, παραλαβοῦσα ἡ θεία ἀγάπη, φίλους ἡμᾶς ἀντὶ δούλων ἐργάζεται· τὸ τοῦ νόμου κεφάλαιον, τό, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὰ ἑξῆς, χαριζομένη, ἐν τῷ μηδεμίαν τῶν ἐν ἡμῖν νοερῶν δυνάμεων πρὸς ἄλλο τι παντελῶς, ἢ πρὸς Θεὸν ἀῤῥενωπῶς συγχωρεῖν ἀνατείνεσθαι.

Ἀγωνισώμεθα οὖν ὡς καιρὸν ἔχομεν τὸν προτεθέντα ἡμῖν παρὰ τοῦ Θεοῦ, τῆς εὐσεβοῦς καὶ Χριστιανικῆς ἐπαγγελίας σκοπὸν εἰς ἔργον ἀγαγεῖν. Ὅτι δ’ Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, τοὺς ἀφανεῖς τυράννους καὶ πολεμίους, οὐκ ἐν τῷ φανερῷ συγκροτοῦντας τὰς μάχας, ἀλλ’ ἐν τῷ κρυπτῷ τῆς καρδίας τοὺς πολέμους συμπλέκοντας, Ἀναλάβωμεν τὴν πανοπλίαν τοῦ Θεοῦ, ὡς ὁ θεῖος ἡμῖν παρακελεύεται ἀπόστολος, ἵνα δυνηθῶμεν ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἄπαντα κατεργασάμενοι στῆναι· καὶ περιζωσάμενοι τὴν ὀσφὺν ἐν τῇ ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, ἐν ᾧ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθήσεται.

Προσκαρτερήσωμεν διὰ πάσης προσευχῆς καὶ δεήσεως, καὶ τὴν μάχαιραν τοῦ πνεύματος δέξασθαι, ὅ ἐστι ῥῆμα Θεοῦ, τὸ διαιροῦν, ἵνα συνελὼν εἴπω, τῶν κρειττόνων τὰ χείρονα, καὶ διδάσκον τοὺς εὐσεβεῖς τὴν πρέπουσαν Χριστιανοῖς ἀγωγήν, ὅπερ τελείας ἔργον ἐστὶ διακρίσεως· ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν· σώματος παιδαγωγίαν· φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα· ὀργῆς ἀφανισμόν, ὥς πού φησιν ὁ μέγας Βασίλειος· νοῦ πρὸς Θεὸν ἀνάπτησιν, καὶ τοῖς πειρασμοῖς, φυλακῆς χάριν τῶν τιμίων, ἀνταγωνίζεσθαι προστιθέναι ἀγγαρευομένους· με δικάζεσθαι ἀποστερουμένους· μίσους ἀγάπην ἀντιμετρεῖν· ἀνοχὴν διωγμοῖς ἐξισοῦν· βλασφημίαις, παράκλησιν· νεκρωθῆναι τῇ ἁμαρτίᾳ· συσταυρωθῆναι Χριστῷ· ὅλην μεταθέσθαι πρὸς Θεὸν ἀσχέτως τὴν ἀγάπην.

Ταῦτα γέγραφα, Δέσποτά μου εὐλογημένε, οὐκ ἀγνοῶν ὑμῶν τὸ στερέωμα τῆς ἐν Χριστῷ πίστεως, καὶ τὴν ἐν αὐτῷ αὐξανομένην διὰ τῶν ἐντολῶν σεμνότητα· ἀλλ’ εἰδέναι ὑμᾶς βουλόμενος, ὁποῖον καὶ ὁπόσον ἔχω περὶ ὑμῶν ἀγῶνα, διὰ μερίμνης ἀεί μου ἐκκαίοντα τὴν καρδίαν· καὶ παρατηρεῖσθαι νηφαλαιότερον παρακαλῶ τοὺς τῶν αἱρέσεων προμάχους· ἵνα μή τις αὐτῶν παραλογισάμενος ὑμᾶς ἐν πειθανολογίᾳ ψεύδους, τὸ ἐν ὑμῖν διαυγὲς καὶ ζωτικὸν τῆς πίστεως νάμα τοῖς ἰδίοις τῶν ἀσεβῶν δογμάτων ἐπιθολῶσαι ῥύποις δυνηθῇ, ὅπερ μὴ γένοιτο.

Ξίφος γὰρ δίστομον καὶ ξυρὸν ἠκονημένον τὴν γλῶσσαν κέκτηνται, ψυχὰς σφάζουσαν, καὶ εἰς πέταυρον ᾅδου, καὶ βάραθρον σκότους παραπέμπουσαν, καὶ τῆς ἐν Χριστῷ ζωῆς διὰ τῆς ἠπατημένης αὐτῶν χρηστολογίας ἀποστεροῦσαν. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, ὁ τοῦ Θεοῦ καὶ Πατρὸς μονογενὴς Υἱὸς καὶ Λόγος, ὁ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως ποιητής, ὁ τὸν ὑπὲρ ἡμῶν διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, καθὼς αὐτὸς ηὐδόκησε, καταδεξάμενος θάνατον, καὶ ῥυσάμενος ἡμᾶς τῷ ἰδίῳ αἵματι τῆς ἐξουσίας τοῦ σκότους· αὐτὸς κρατήσαι τῆς χειρὸς ὑμῶν τῆς δεξιᾶς, καὶ ὁδηγήσαι ὑμᾶς εἰς τὸν φόβον αὐτοῦ, καὶ πληρώσαι τῆς ἐπιγνώσεως τοῦ θελήματος αὐτοῦ, ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, καὶ ἀξίως ἑαυτοῦ περιπατῆσαι πείσειεν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφορούντας, καὶ αὐξανομένους ἐν ἐπιγνώσει τῆς ἀληθείας αὐτοῦ, καὶ πάσῃ δυνάμει δυναμώσαι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν οἰκοδομὴν καὶ μακροθυμίαν· καὶ μετὰ χαρᾶς καὶ εὐχαριστίας συναθλοῦντας τῷ εὐαγγελίῳ τῆς χάριτος αὐτοῦ τηρήσας, ἀξιώσαι τῆς μερίδος τῶν ἁγίων ἐν τῷ φωτί, εὐχαῖς καὶ ἱκεσίαις τῆς πανενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων. Ἀμήν.