Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολή ΙΓ΄ προς τον ιλλούστριο Πέτρο: Περί των δύο φύσεων και της συνθέτου υποστάσεως

Συστηματική δογματική ανάλυση που αναιρεί την ιδέα της μίας σύνθετης φύσεως στον Χριστό, τονίζοντας τον ρόλο του αριθμού ως δηλωτικού ποσότητας και τη διαφύλαξη της φυσικής ετερότητας εντός της μίας υποστάσεως του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 8 από 13

ΙΓʹ. —Τοῦ αὐτοῦ πρὸς Πέτρον ἰλλούστριον λόγος ἐπίτομος κατὰ τῶν Σευήρου δογμάτων. Ἔδειξεν ὡς ἀληθῶς ὁ εὐλογημένος μου δεσπότης, ὡς οὐδὲν δύναται πρὸς μείωσιν τῆς ἀγάπης πνευματικῆς, τὸ ἀλλήλων ἀπεῖναι σωματικῶς· τοὺς κατὰ Θεὸν δι’ ἀγάπης νοερῶς ἀλλήλοις συνηρμοσμένους· μὴ ἀπαξιώσας διὰ τῶν τιμίων αὐτοῦ συλλαβῶν ἐπισκέψασθαί με τὸν ταπεινὸν καὶ ἁμαρτωλόν, καὶ μηδὲν ἔχοντα τῆς αὐτοῦ ἀγάπης ἐπάξιον. Ἅσπερ δεξάμενος, ὥσπερ αὐτὸν παρόντα τῷ πνεύματι γεγηθὼς περιλαβὼν ἠσπασάμην, καὶ τῷ μόνῳ Θεῷ καὶ Σωτῆρι τῶν ὅλων Χριστῷ συνήθως ηὐχαρίστησα, γνοὺς μετὰ σωτηρίας αὐτὸν τὴν ὑγρὰν κέλευθον ἐξηνυκέναι.

Ἡδὺς γὰρ ὄντως καὶ παρὼν ὁ εὐλογημένος μου δεσπότης, καὶ ἀπών, οὐχ ἧττον τοῦ παρεῖναι πᾶσίν ἐστιν ἐπέραστος, διὰ τὴν ἐπιλάμπουσαν αὐτῷ χάριν τῆς πτωχείας τοῦ ἁγίου Πνεύματος· δι’ ἣν ναὸς ἅγιος εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι γίνεται, πᾶς ὁ ταύτης ὡς Θεοῦ τῆς ἀρετῆς γνησίως μεταποιούμενος, τοῦ ταπεινώσαντος ἑαυτὸν μέχρι δούλου μορφῆς, καὶ ἔργῳ καὶ λόγῳ τοῖς ἀνθρώποις αὐτὴν ἐν ἑαυτῷ παραδείξαντος· ὅνπερ μιμούμενος ὁ εὐλογημένος μου δεσπότης, ἐνδιαθέτως καὶ αὐτὸς ἐκτήσατο τὴν πραότητά τε καὶ τὴν ταπείνωσιν. Τὴν πραότητα μέν, ἵνα τὰς ἐμπαθεῖς τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας κατασβέσας κινήσεις, Θεῷ γένηται καὶ ἀνθρώποις εὐάρεστος. Ἡ πραότης γὰρ οὐδὲν ἕτερον οὖσα καθέστηκεν, ἢ θυμοῦ καὶ ἐπιθυμίας παντελὴς πρὸς τὰ παρὰ φύσιν ἀκινησία· καθ’ ἣν φανερὸν τὸ θεῖον τοῖς ἔχουσι γίνεται θέλημα. Φησὶ γὰρ ψάλλων ὁ μέγας Δαβίδ, Ὁδηγήσει πραεῖς ἐν κρίσει· διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. Τὴν καὶ ταπείνωσιν, ἵνα τῆς ὑπερηφανίας ἐκτεμὼν τὰ πωρώματα, εὐχάριστός τε τῷ Θεῷ γένηται, καὶ πᾶσιν ἀνθρώποις εὐπρόσιτος.

Ταπείνωσις γάρ ἐστιν, ἡ ἑκάστου πρὸς τὸν Θεὸν κατὰ παράθεσιν ἐκ παραλλήλου τῆς ὑπερεχούσης καὶ ποιητικῆς αἰτίας ἐπίγνωσις· καθ’ ἣν ἡ πρὸς ἀλλήλους τῶν ἀνθρώπων γίνεσθαι πέφυκεν συνδιάθεσις, καὶ ἡ τῶν πλημμελημάτων δίδοσθαι τοῖς ὀφείλουσιν ἄφεσις. Ἴδε γάρ, φησὶν ὁ αὐτὸς μέγας πάλιν Δαβίδ, τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.

Οὕτω μὲν οὖν ἔχοντα περὶ τὸν βίον τὸν εὐλογημένον μου δεσπότην, ἐν τῷ στερεώματι τῆς εἰς Χριστὸν πίστεως, φερωνύμως ἀσάλευτον εὔχομαι διαφυλαχθῆναι, καὶ πάσης αἱρετικῆς τρικυμίας ἀνώτερον, ὡς γνήσιον τέκνον τῆς ἁγίας τοῦ Θεοῦ καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· τεθεμελιωμένον ἐπὶ τῆς εὐσεβοῦς ὁμολογίας· καθ’ ἧς οὐδὲν τὸ παράπαν ἰσχύουσιν, ἀνοιγόμενα καθάπερ ᾅδου πύλαι, τὰ πονηρὰ τῶν αἱρετικῶν στόματα.

Περὶ γὰρ τῶν νόθων, καὶ νόθως ἐκ τῆς ἀγριελαίας παρενκεντρισθέντων εἰς τὴν καλλιέλαιον ἐγίνωσκον, καὶ πρὶν γράψαι τοὺς εὐλογημένους ὑμᾶς, ὅτι κατὰ τὸν προφητικὸν λόγον· Ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον, τῆς κατὰ τὴν πίστιν αὐτῶν ἀηδείας λέγω τὸ δυσῶδες ἔχουσιν ἐπιστρέψαι· οἷα δὴ Σίμωνες δεύτεροι, καὶ Δήμαντες καὶ Ἑρμογένεις, προκρίνειν ἑλόμενοι τῆς ἀληθείας τὸ ψεῦδος· καὶ μηδὲν ἀδικοῦντες, ὡς οἴονται, τῇ ἀποστασίᾳ τοὺς κήρυκας τῆς εὐσεβείας, ἢ βλαπτόμενοι μᾶλλον ἐνδίκως τῇ στερήσει τῆς χάριτος· καὶ οὐδὲ τὸν νῦν αἰῶνα, δι’ ὃν τῆς ἀληθείας ἀπέστησαν, ἔχειν καταθυμίως δυνάμενοι, κατὰ φύσιν ἄστατον ὄντα καὶ εὐαλλοίωτον, καὶ ἀεὶ παρατρέχοντα τοὺς κρατεῖν νομίζοντας Ἀηδὴς γὰρ ὄντως ὑπάρχει καὶ δυσωδίας μεστός, καὶ πάσης χάριτος ἔρημος, πᾶς λόγος, μὴ σώζεσθαι πρεσβεύων κατὰ φύσιν ἐν τῷ ἑνὶ Χριστῷ τὰ ἐξ ὧν Χριστὸς μετὰ τὴν ἄφραστον ἕνωσιν· ἀλλ’ οἷον ἀρνούμενος τὴν ὅλην τοῦ Θεοῦ περὶ τὸν ἄνθρωπον οἰκονομίαν, καὶ περιτέμνων τοῦ Λόγου τοῦ Θεοῦ τὸ προσειλημμένον, ἐκ τῆς ἀχράντου καὶ ἁγίας πανενδόξου Παρθένου καὶ κατὰ ἀλήθειαν Θεοτόκου, σῶμα λογικὸν ἐμψυχωμένον.

Περιτέμνει γὰρ ἀληθῶς τῷ πράγματι, κἂν δοκῇ πῶς ψιλῶς ὁμολογεῖν τῷ στόματι πρὸς τὴν τῶν ἀκουόντων ἐξαπάτην, καὶ παντελῶς ἀρνεῖται τὴν σάρκωσιν, ὁ μετὰ τὴν ἕνωσιν μὴ λέγων εἶναι, σώζεσθαί τε καὶ λέγεσθαι τῆς σαρκὸς τὴν φύσιν, ἀσυγχύτως τε καὶ ἀδιαιρέτως ἡνωμένην τῷ Θεῷ Λόγῳ καθ’ ὑπόστασιν, προφάσει δῆθεν εὐλαβείας, τοῦ μὴ τεμεῖν δόξαι διὰ τοῦ ἀριθμοῦ τὴν ἕνωσιν, αὐτὴν κυρίως εἰπεῖν, τὴν πᾶσαν τῶν ἐξ ὧν ἐστιν ὁ Χριστὸς φύσεων, μετὰ τὴν ἕνωσιν σαφῶς ἀρνούμενος ὕπαρξιν.

Περὶ ἀριθμοῦ φυσικωτέρα διάληψις. Τοῦτο δὲ πάσχουσιν, ὡς ἔοικε, παρὰ τὸ ἀγνοεῖν αὐτούς, ὅτι πᾶς ἀριθμὸς οὔτε διαιρεῖ κατὰ τὸν ἴδιον λόγον, οὔτε διαιρεῖται· οὔτε διαιρέσεως, οὔτε μὴν ἑνώσεως παντελῶς ἐστι ποιητικός. Ποιεῖν γὰρ ἢ πάσχειν οὐ πέφυκε, μὴ ὑπάρχων οὐσία ἢ συμβεβηκός· περὶ ἃ τὸ ποιεῖν τε καὶ πάσχειν ἐστίν· ἀλλὰ μόνον δηλωτικὸς τοῦ ποσοῦ τῶν ὑποκειμένων πραγμάτων, ὡς δ’ ἂν κατὰ τὴν σχέσιν ἔχοντα τύχωσιν· εἴτε ἡνωμένα, εἴτε διακεκριμένα. Οἷον, ἵν’ εἴπω τι θαῤῥήσας, ὄνομα ποσοῦ, χωρὶς τῆς ἐπ’ αὐτῷ σχέσεως σημαντικόν. Οὔτε γὰρ τὴν τῶν ὄντων ἐξ ἀνάγκης φυσικὴν ὁ ἀριθμὸς ποιεῖται διάκρισιν, ἢ ποσότητα· οὔτε τῶν συνημμένων κατὰ τὸ αὐτὸ εἶδος ἀφ’ ἑαυτοῦ ἐργάζεται τὴν συνέχειαν· οὔτε μὴν καθ’ ὅλου τινός ἐστι χαρακτηριστικὸς ἰδιότητος τῶν ὑπὸ τὸ αὐτὸ εἶδος πρὸς ἄλληλα τοῖς συμβεβηκόσι διακεκριμένων ἀτόμων. Ταῦτα γὰρ ποιεῖν τῆς θείας σοφίας τε καὶ δυνάμεως καθέστηκεν ἴδιον, τῆς τὸ πᾶν συστησαμένης, καὶ ἀσύγχυτον διατηρούσης ἕκαστον, τοῖς περὶ τὸ πᾶν κατὰ φύσιν τῶν ὄντων διορισμοῖς· ἀλλὰ μόνον, ὡς ἔφην, τοῦ ἁπλῶς, ἀλλ’ οὐ τοῦ πῶς τῶν πραγμάτων ποσοῦ ποιεῖται δήλωσιν, καθάπερ τι ὄνομα ποσοῦ προσφυές.

Περὶ διαφορᾶς, καὶ ποσότητος ἀκριβέστερον, καὶ τῆς αὐτῶν εὐσεβοῦς ὁμολογίας. Εἰ τοίνυν κατὰ τοὺς Πατέρας, ὁ ἀριθμὸς τοῦ ποσοῦ τῶν πραγμάτων, ἀλλ’ οὐ τῆς σχέσεώς ἐστι δηλωτικός· πᾶν δὲ ποσὸν ἑτερότητι φυσικῇ θεωρούμενον, διαφορὰν πάντως ἐπιδέχεται· διαφορὰν δὲ λέγουσιν ἐπὶ Χριστοῦ φυσικὴν μετὰ τὴν ἕνωσιν καὶ οἱ τῇ ἀληθείᾳ μαχόμενοι· καὶ τὸ ποσὸν τῶν διαφερόντων, οὗ χωρὶς ἀμήχανον εἶναι διαφορὰν μετὰ τοῦ δηλοῦντος αὐτὸ ἀριθμοῦ· οὗ χωρὶς ποσὸν καθ’ ὅλου γνωσθῆναι ἀδύνατον, λέγειν αὐτοὺς ἀνάγκη μετὰ τὴν ἕνωσιν· εἴπερ κατὰ τὴν εὔτακτον ἀκολουθίαν, εὐσυνάρτητον τὸν τοῦ οἰκείου δόγματος ἀποδεῖξαι βούλονται λόγον. Εἰ δὲ τὸ ποσὸν τῶν σωζομένων ἐν Χριστῷ φύσεων ἀρνοῦνται μετὰ τὴν ἕνωσιν, μηδὲ τὴν διαφορὰν λέγειν τολμάτωσαν, τῶν ἐξ ὧν ὁ Χριστὸς ἔστι φύσεων μετὰ τὴν ἕνωσιν· γινώσκοντες ὅτι πᾶν εἴτι καθ’ ὁτιοῦν ἔχει διαφοράν, ἓν κατὰ πάντα λόγον τε καὶ τρόπον εἶναι οὐ δύναται. Τὸ δὲ μὴ δυνάμενον εἶναι κατὰ πάντα λόγον τε καὶ τρόπον ἕν, δηλονότι κατά τινα λόγον τε καὶ τρόπον, δύο τὸ ἐλάχιστόν ἐστιν ἢ πλείονα. Οὐκοῦν ἐν Χριστῷ μετὰ τὴν ἕνωσιν λέγοντας εἶναι διαφοράν, ἓν κατὰ πάντα λόγον τε καὶ τρόπον τὸν Χριστὸν εἶναι μετὰ τὴν ἕνωσιν λέγειν οὐ δύνανται.

Εἰ δὲ μὴ κατὰ πάντα καὶ λόγον καὶ τρόπον ἕν ἐστιν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν· δηλονότι κατά τινα λόγον τε καὶ τρόπον, δύο πάντως ἐστὶν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν. Εἰ δὲ κατά τινα λόγον τε καὶ τρόπον δύο ἐστὶν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, διὰ τὴν ἐν αὐτῷ τῶν ἐξ ὧν καὶ ἐν αἷς ἐστι φύσεων διαφοράν, ὡς ἔδειξεν ὁ λόγος, δῆλον ὡς ἀσεβοῦσι διακενῆς, οἱ τὴν μὲν διαφορὰν τῶν ἐξ ὧν ἐστι φύσεων ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν λέγοντες, αὐτὰς δὲ τὰς φύσεις, ὧν ἡ διαφορά, προφανῶς ἀναιροῦντες τῇ σιωπῇ μετὰ τὴν ἕνωσιν ἀναίρεσις γάρ ἐστιν ἀληθῶς ἡ τῶν ὄντων καὶ σωζομένων ἐξάρνησις.

Ἢ γὰρ οὐκ ἀνῄρηνται κατ’ αὐτοὺς αἱ φύσεις μετὰ τὴν ἕνωσιν, καί εἰσι καὶ σώζονται, καὶ δίκαιόν ἐστιν αὐτὰς σωζομένας ὁμολογεῖσθαι μετὰ τὴν ἕνωσιν· ἢ εἴπερ μὴ δίκαιόν ἐστιν αὐτὰς ὁμολογεῖσθαι μετὰ τὴν ἕνωσιν, μήτε εἶναι, μήτε σώζεσθαι λέγειν αὐτὰς ἐν Χριστῷ δίκαιόν ἐστι κατ’ αὐτούς, καὶ ἀνῄρηνται.

Ὃ γὰρ μὴ δίκαιόν ἐστι πάντως ὀνομάζεσθαι, μηδὲ τὸ παράπαν ὑπάρχειν, πολλῷ κρεῖττόν ἐστιν ὡς οἶμαι καὶ δικαιότερον, λέγειν· ἢ πείσωσιν ἡμᾶς λόγῳ, πῶς ἐστι δίκαιον ἐν Χριστῷ μὴ ὁμολογεῖσθαι τὰ ἐξ ὧν ὁ Χριστός, ὄντα τε καὶ σωζόμενα μετὰ τὴν ἕνωσιν, χωρὶς τῆς οἱασοῦν τροπῆς καὶ ἀλλοιώσεως, καὶ τῆς εἰς ἄλληλα κατὰ τὸν οὐσιώδη λόγον μεταβολῆς· καὶ στέργομεν εὐπειθῶς τῆς τῶν σωζομένων ἐν Χριστῷ καὶ ὄντων ὁμολογίας τὴν στέρησιν.

Ὥσπερ δὲ κατὰ πάντα λόγον τε καὶ τρόπον ἓν οὐκ ἔστιν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, οὕτω πάλιν κατὰ πάντα λόγον τε καὶ τρόπον οὐκ ἔστιν ὁ Χριστὸς δύο μετὰ τὴν ἕνωσιν. Εἰ δὲ μὴ κατὰ πάντα λόγον τε καὶ τρόπον ἐστὶν ὁ Χριστὸς δύο μετὰ τὴν ἕνωσιν· πάντως κατά τινα λόγον τε καὶ τρόπον, διὰ τὴν ὑποστατικὴν ταυτότητα, ἤγουν τὴν μίαν ὑπόστασιν, καθ’ ἣν διαφορὰν ἔχειν οὐ δύναται, ἕν ἐστιν ὁ Χριστός. Ἐπεὶ οὖν κατ’ ἄλλον καὶ ἄλλον λόγον τε καὶ τρόπον, ἓν καὶ δύο ἐστὶν ὁ αὐτός, ἀναγκαῖον σκοπῆσαι, κατὰ ποῖον καὶ ποῖον λόγον ἕν ἐστιν ὁ αὐτὸς καὶ δύο.

Ὅτι βλάσφημον τὸ λέγειν τὸν Χριστὸν μίαν ἁπλῶς φύσιν. Εἰ μὲν οὖν κατὰ τὸν τῆς φύσεως λόγον ἓν αὐτὸν εἶναι φήσουσι, μίαν φύσιν ἁπλῶς χωρὶς τῆς οἱασδήποτε διαφορᾶς δηλονότι κατ’ αὐτοὺς ἔσται τὸ ὅλον. Εἰ δὲ τοῦτο λέγειν αὐτοῖς συγχωρήσομεν, οὐκ ἔσται Θεὸς κατ’ αὐτούς, οὔτε μὴν ἄνθρωπος ὁ Χριστός· οὔτε κτίσμα παντελῶς, οὔτε κτίστης. Ἡ γὰρ ἁπλῶς λεγομένη φύσις, οὐδ’ ἑτέρου τούτων καθάπαξ τὴν οἱανοῦν ἐπιδέχεται σημασίαν. Εἰ δὲ τὴν πρόδηλον φεύγοντες ἀτοπίαν εἴποιεν, μίαν μέν, σύνθετον δὲ τὸν Χριστὸν εἶναι φύσιν, ἠγνόησαν ὡς ἀληθῶς, πῶς ὁ τῆς ἀσεβείας ζόφος πρὸς τὴν ἐσχάτην αὐτοὺς ἀπεώσατο πλάνην.

Περὶ συνθέτου φύσεως ἀκριβέστερον, καὶ τοῦ κατ’ αὐτὴν λόγου· καὶ ὡς ἀσεβοῦσιν οἱ λέγοντες τὸν Χριστὸν μίαν σύνθετον φύσιν. Πᾶσα γὰρ σύνθετος φύσις, πρῶτον μὲν ἀπροαίρετον ἔχει τὴν πρὸς ἄλληλα τῶν μερῶν κατὰ τὴν σύνθεσιν σύνοδον.

Ἔπειτα δὲ καὶ ἀλλήλοις ὁμόχρονα τὰ μέρη, καὶ ἑαυτῇ κέκτηται, κατὰ τὴν εἰς τὸ εἶναι γένεσιν συνυπάρχοντα, μηδετέρου μέρους θατέρου χρονικῶς προϋπάρχοντος. Πρὸς ἔτι γε μὴν καὶ εἰς συμπλήρωσιν τῆς τὸ πᾶν μεγαλοφυῶς ὑπογραφούσης ὁλότητος γινώσκεται πεποιημένη· ὧν οὐδὲν ἐπὶ Χριστοῦ παντελῶς θεωρεῖται τοῖς εὐσεβεῖν βουλομένοις· ἵνα μὴ τὴν πρὸς τὴν σάρκα τοῦ Λόγου σύνοδον ἀκούσιον ποιώμεθα, καὶ ἀπροαίρετον· καὶ ἢ τῇ σαρκὶ τὸν Θεὸν Λόγον κατὰ τὴν πρὸς τὸ εἶναι γένεσιν ὁμόχρονον, ἢ τὴν σάρκα τῷ Λόγῳ κατὰ τὴν ἄναρχον ὕπαρξιν συναΐδιον· ἢ καὶ μηδὲν ἔχειν πλέον τῶν λοιπῶν κατὰ τὴν καθ’ ὅλου φύσιν θεωρουμένων εἰδῶν, ὡς μέρος εἰς συμπλήρωσιν τοῦ παντὸς κατὰ τὰ λοιπὰ εἴδη, παρὰ τῆς τὸ πᾶν συστησαμένης δυνάμεως παρηγμένον τὸν Χριστὸν διοριζόμεθα. Οὗτος γὰρ πάσης συνθέτου φύσεως ὅρος τε καὶ λόγος καὶ νόμος, καθὼς ἡ τῆς ἀληθείας δύναμις, καὶ ὁ τῆς λογικῆς ἀκολουθίας δρόμος ποδηγεῖ λέγειν τοὺς μετὰ συνέσεως τὴν τῶν ὄντων ποιουμένους διάσκεψιν.

Καὶ τίς ἔτι τῆς τῶν εὐσεβῶν εἶναι δυνήσεται μοίρας, οὕτω φρονῶν περὶ τοῦ Θεοῦ καὶ Λόγου, τοῦ πρὸ πάντων ὑπάρχοντος τῶν αἰώνων· μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ποιητοῦ τῶν αἰώνων, καὶ κατὰ θέλησιν ἑκούσιον ποιησαμένου πρὸς ἡμᾶς τοὺς ἀνθρώπους καὶ αὐθαίρετον τὴν κένωσιν· καὶ εἰς διόρθωσιν καὶ ἀνακαινισμόν, ἀλλ’ οὐκ εἰς συμπλήρωσιν τοῦ παντός, ἐνανθρωπήσαντος Τρόπῳ γὰρ οἰκονομίας, ἀλλ’ οὐ νόμῳ φύσεως, ἀῤῥήτως ὁ τοῦ Θεοῦ πρὸς ἀνθρώπους διὰ σαρκὸς ἐπεδήμησε Λόγος. Οὐκοῦν οὐκ ἔστι σύνθετος φύσις ὁ Χριστός, κατὰ τὴν καινοτομίαν τῶν κενούντων τὸ Εὐαγγέλιον· τῷ νόμῳ τῆς συνθέτου φύσεως, κατὰ τὸν εἰς τὸ εἶναι τρόπον, παντάπασιν ὑπάρχων ἀδούλωτος· ἀλλ’ ὑπόστασις σύνθετος, τὴν οἱανοῦν κατ’ εἶδος σύνθετον φύσιν αὐτῆς κατηγορουμένην οὐκ ἔχουσα· ὃ καὶ παράδοξον, ὑπόστασιν σύνθετον θεᾶσθαι, χωρὶς τῆς κατ’ εἶδος αὐτῆς κατηγορουμένης συνθέτου φύσεως.

Εἰ δὲ κατ’ αὐτοὺς ἐκείνους ὁ Χριστὸς σύνθετός ἐστι φύσις, ἡ θαυμαστὴ τῶν Σευήρου λόγων ἀκρόπολις, ἢ γενικὴ πάντως ἐστί, ἢ μοναδική. Τούτων γὰρ ἄλλην ἐπινοῆσαι μέσην ἀμήχανον. Καὶ εἰ μὲν γενικὴ φύσις ἐστὶν ὁ Χριστός, κατὰ πολλῶν ἔσται δηλονότι καὶ διαφερόντων τῷ ἀριθμῷ κατηγορούμενος· καὶ κατ’ ἐπίνοιαν ἔσται μόνην, ἐν οἷς τὴν ὕπαρξιν ἔχει· καὶ οὐ καθ’ ἑαυτὸν ἐν ἰδίᾳ τινὶ ὑποστάσει γνωριζόμενος· χωρὶς τῶν ἐπιθεωρουμένων τοῖς ὑπ’ αὐτὸν ἀτόμοις συμβεβηκότων. Τοιοῦτος γὰρ ὁ πάσης γενικῆς φύσεως ὅρος τε καὶ λόγος· καὶ εἰσήχθη πλῆθος ἡμῖν Χριστῶν ἀνθ’ ἑνός, κατὰ μηδένα τρόπον τὴν οἱανοῦν ἐχόντων πρὸς τὸν Θεόν, ἢ τοὺς ἀνθρώπους ταυτότητα, διὰ τὴν Σευήρου κατὰ τῆς ἀληθείας περιττὴν καὶ ἀκάθεκτον μανίαν. Εἰ δὲ μοναδικὴ φύσις ἐστὶν ὁ Χριστός, ἵνα παρῶμεν λέγειν ὡς οὐδαμῶς ἐστι τὸ σύνολον φύσις ἑνὶ προσώπῳ περιγεγραμμένη· κἂν εἰ τὰ μάλιστα τὸν μυθευόμενον ὄρνιθα τὸν φοίνικα, καθάπερ τι μέγα καὶ ἄμαχον παράδειγμα τῆς ἑαυτῆς δόξης συστατικόν, τελευταῖον προβάλλωνται· πρὸς ὃ καὶ λέγειν τι δέδοικα, μήπως καὶ ἀνοίας παρὰ τοῖς συνετοῖς ὀφλήσω γέλωτα, τὸν μῦθον δεῖξαι μῦθον πειρώμενος. Εἰ γὰρ ὄρνις ἐστὶν ὁ φοίνιξ, καὶ ζῶον πάντως ἐστίν. Εἰ δὲ ζῶον, πρῶτον μὲν οὐ πάντη μοναδικὸν καθὸ ζῶον.

Ἔπειτα δέ, εἴπερ ζῶον, καὶ σῶμα ἔμψυχον αἰσθητικόν. Εἰ δὲ σῶμα ἔμψυχον αἰσθητικόν ἐστιν ὁ φοίνιξ, καὶ ὑπὸ γένεσίν ἐστι δηλονότι καὶ φθοράν. Αὐτοὺς ἐρωτήσωμεν τοὺς σοφοὺς τῶν ὄντων θεάμονας, εἰ δυνατόν ἐστί τι τῶν ὑπὸ γένεσιν καὶ φθορὰν ἐμψύχων καὶ αἰσθητικῶν σωμάτων, μοναδικῆς ὑπάρχειν καθ’ ὑπόστασιν, φύσεως· ὧν ἡ ἐξ ἀλλήλων κατ’ εἶδος διαδοχή, ἀρίδηλος χαρακτὴρ τοῦ εἶναι καὶ ὅρος ἐστί.

Καθάπερ καὶ ἡ θεία Γραφὴ μαρτύρεται, τὸ βέβαιον δι’ ἑαυτῆς τῷ λόγῳ παρεχομένη, τῷ μεγάλῳ Νῶι τὸν Θεὸν εἰσηγουμένη ταῦτα προστάσσοντα. Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, Εἴσελθε σύ, καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ. Ἀπὸ δὲ πάντων τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ· ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ ὄντων καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ· καὶ ἀπὸ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν, ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν μὴ καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ, διαστρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. Οἷς, εἴπερ ὡς πτηνὸν ζῶον ὁ φοίνιξ ἐστὶν ἐναρίθμιος, μοναδικῆς καθ’ ὑπόστασιν φύσεως οὐκ ἔστι κατὰ τὴν θείαν ἀπόφασιν, ἵνα ταῦτα καθὼς ἔφην μὴ λέγωμεν· οὐ γὰρ φίλον ἡμῖν ὑπὲρ τῶν οὐκ ἀναγκαίων τὸ μάχεσθαι· πᾶσιν εὔδηλόν ἐστι, ὡς εἴπερ μοναδικὴ φύσις ἐστὶν ὁ Χριστός, οὔτε τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν, οὔτε τοῖς ἀνθρώποις. Τὸ γὰρ πάντη κατὰ τὴν φύσιν μοναδικόν, τῆς πρὸς ὁτιοῦν ἄλλο παντελῶς ἠλλοτρίωται φυσικῆς συγγενείας.

Εἰ δὲ κατ’ αὐτοὺς ἐκείνους, ὡς ἔδειξεν ὁ λόγος, πάντη κατὰ τὴν φύσιν ὁ Χριστὸς πάντων ἠλλοτρίωται τῶν ὄντων· αὐτοὺς εἰπεῖν προτρεψόμεθα τοὺς καινοὺς δογματιστάς, τί ὄντα κατὰ τὴν φύσιν, καὶ ποίῳ λόγῳ σέβουσι τὸν Χριστόν, τὸν μηδὲν ὅσον ἐπὶ ταῖς αὐτῶν ὑποθήκαις τῶν λόγων, ὄντα παρ’ αὐτῶν βλασφημούμενον.

Εἰ τοίνυν μέγας καὶ φοβερὸς ἐξ ἀνάγκης ἕπεται κίνδυνος, κατὰ τὴν ἀποδοθεῖσαν τοῦ λόγου δύναμιν, τοῖς λέγουσιν ἓν κατὰ τὴν φύσιν εἶναι τὸν Χριστόν, ἤγουν μίαν φύσιν, εἴτε ἁπλῶς λεγομένην, εἴτε σύνθετον· καὶ ταύτην εἴτε γενικὴν ἤγουν κοινήν, εἴτε μοναδικὴν ἤγουν ἰδικήν· πάσῃ φυλακῇ τὰς ἑαυτῶν καρδίας τῆς τοιαύτης δόξης τηρήσωμεν καθαράς, ἵνα καὶ τῆς ἐπ’ αὐτῇ μελλούσης ἀπειλῆς ἐλευθερωθῶμεν.

Καὶ τὸ μὲν δύο ἐπὶ Χριστοῦ κατὰ τὸν τῆς φυσικῆς ἑτερότητος λόγον, ἤγουν διαφορᾶς τῶν ἐξ ὧν ἐστι φύσεων σωζομένων καὶ μετὰ τὴν ἕνωσιν, ὡς ἐν ὅλῳ μερῶν, εὐσεβῶς ὁμολογήσωμεν· καθ’ ὃν οὐδέποτε τὰ μέρη φυσικῶς ἀλλήλοις συμπίπτουσιν, ἕως ἑκάτερον τὸν οἰκεῖον τῆς φύσεως πρὸς τὸ ἕτερον διαφυλάττει λόγον ἀλώβητον· τὸ δὲ ἓν κατὰ τὸν τῆς ὑποστατικῆς ταυτότητος λόγον, καθ’ ὃν οὐδεμίαν τὸ σύνολον πρὸς ἑαυτὸν ὁ Χριστὸς ὡς ὅλον τὴν ἐκ διαφορᾶς διάκρισιν, ἤγουν μερισμὸν ἐπιδέχεται· ἕως μία καὶ πρὸ σαρκός, καὶ μετὰ σάρκωσιν ὑπόστασις ὑπάρχων πιστεύεται· καὶ εἷς τῆς ἁγίας καὶ βασιλικῆς Τριάδος προσκυνεῖται παρ’ ἡμῶν καὶ δοξάζεται.

Μοναδικὴ γὰρ τοῦ Χριστοῦ ἡ ὑπόστασις, ὡς ὅλον, μηδενὶ λόγῳ κατὰ τὴν χαρακτηριστικὴν αὐτῆς ἰδιότητα τοῖς ἄκροις ἐπιμεριζομένη, καθ’ ἣν αὑτῶν ἀφορίζεται. Ἄκρα δὲ νῦν λέγω, τὸν Θεὸν καὶ Πατέρα, ἐξ οὗ πρὸ τῶν αἰώνων ὁ Χριστὸς γεγέννηται θεϊκῶς· καὶ τὴν ἁγίαν πανένδοξον Παρθένον καὶ Μητέρα, ἐξ ἧς ὁ αὐτὸς ἀνθρωπίνως γεγέννηται δι’ ἡμᾶς, τῇ πρὸς ἄμφω τὰ ἄκρα τῶν ἰδίων μερῶν οἰκειότητι, φυλάττουσα τὴν κατ’ οὐσίαν ἀμειώτως ταυτότητα· οἷς μέρεσι τὸν τῆς διαφορᾶς ὁ Χριστὸς ἐπιδεχόμενος λόγον, τῆς οἰκείας οὐκ ἐξίσταται μοναδικῆς ὑποστάσεως. Πᾶσα γὰρ ὁλότης, καὶ μάλιστα κατὰ σύνθεσιν, ἐκ διαφόρων θεωρουμένη, τῆς οἰκείας ὑποστάσεως μοναδικῶς φυλάττουσα τὴν ταυτότητα, καὶ τὴν πρὸς ἄλληλα τῶν οἰκείων μερῶν ἀσύγχυτον ἔχει διαφοράν, καθ’ ἣν τὸν ἑκατέρου μέρους πρὸς θάτερον κατ’ οὐσίαν διασώζει λόγον ἀνόθευτον. Ὡσαύτως δὲ καὶ τὰ μέρη κατὰ τὴν πρὸς ἄλληλα σύνθεσιν, ἀκραιφνῆ καὶ ἀμείωτον τὸν κατὰ φύσιν λόγον φυλάττοντα, τὴν ἑνικὴν τῆς οἰκείας ὁλότητος ἀδιάκριτον ἔχει ταυτότητα· καθ’ ἣν μοναδικῶς τὸν καθ’ ὑπόστασιν διαφυλάττει λόγον παντελῶς ἀδιαίρετον.

Εἰ τοίνυν, καθὼς ἔδειξεν σὺν ἀληθείᾳ τρέχων ὁ λόγος, ἀσεβὲς πάντη καθέστηκεν ἐπὶ Χριστοῦ τῷ κατὰ φύσιν λόγῳ θεσπίζειν κεῖσθαι τὸ ἕν, ὥσπερ καὶ τὸ ἔμπαλιν τῷ καθ’ ὑπόστασιν λόγῳ τὰ δύο· τὸ μὲν γὰρ τῆς Ἀπολιναρίου δυσωδίας ἐστὶν ἴδιον, συναλείφοντός τε καὶ συγχέοντος εἰς μίαν φύσιν τὰς φύσεις, καὶ ἀδιάγνωστον πάντη ποιοῦντος τὴν οἰκονομίαν· μηδεμίαν κυρίως εἶναι τιθεμένου φύσιν μετὰ τὴν ἕνωσιν.

Φεύγει γὰρ εἶναι ὅπερ ἐστί, τούτων ἑκάτερον εἰς ἄλληλα μεταχωροῦντα καὶ μεταπίπτοντα. Τὸ δὲ τῆς Ἰουδαϊκῆς Νεστορίου φρενοβλαβείας, τὴν μίαν ὑπόστασιν εἰς ὑποστάσεις δύο μερίζοντος, καὶ τὴν ὅλην οἰκονομίαν ἀρνουμένου, τὸ σαρκὶ καθ’ ὑπόστασιν οὐσιωδῶς τὸν Θεὸν Λόγον ἑνωθῆναι λέγειν παραιτουμένου· ἡμεῖς ὀρθῶς τε καὶ προσφυῶς χρησώμεθα τῷ λόγῳ, πρὸς τὸ εὐθὲς μεταβάλλοντες τῶν διεστραμμένων τὰς φωνάς· καὶ τὸ μὲν δύο, κατὰ τὸν τῆς φυσικῆς ἑτερότητος ἤγουν διαφορᾶς λόγον· τὸ δὲ ἕν, κατὰ τὸν τῆς ὑποστάσεως λόγον· ἵνα καὶ τὸ διάφορον τῶν ἐξ ὧν ὁ Χριστός ἐστι φύσεων, ἐν Χριστῷ μετὰ τὴν ἕνωσιν διατηρῆται· καὶ τὸ ταυτὸν καὶ μοναδικὸν τῆς ὑποστάσεως τοῦ σαρκωθέντος Θεοῦ Λόγου ὡσαύτως ἀπλήθυντον διασώζηται. Ἡ γὰρ ἀντάλληλος τῶν πραγμάτων δεῖξίς τε καὶ ὁμολογία, τῶν ὑποκειμένων κατὰ τοὺς αἱρετικοὺς ἀφανισμὸν ἀπεργάζεται· οὐκ ἀνεχομένης τῆς ἀληθείας τὰς κυρίας παντάπασι τῶν πραγμάτων συγχωρεῖν εἰς ἀλλήλας ἀμείβεσθαι προσηγορίας. Διὰ τοῦτο δύο φύσεις ὁμολογοῦμεν τὸν Χριστόν, ὡς ἔφην, κατὰ τὸν τῆς διαφορᾶς λόγον τῶν ἐξ ὧν ἐστι φύσεων καὶ μετὰ τὴν ἕνωσιν ἐν αὐτῷ σωζομένων· ὡς Θεὸν τὸν αὐτὸν ὄντα καὶ ἄνθρωπον μετὰ τὴν ἕνωσιν.

Ὅτι ὁ λέγων Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν, συνομολογεῖ τοῖς ὀνόμασι τὰς φύσεις ἐξ ἀνάγκης μετὰ τὴν ἕνωσιν, ὀρθῶς πιστεύειν προῃρημένος. Εἰ γὰρ Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, κατὰ τὴν κοινὴν ὁμολογίαν, δηλονότι τὰ πράγματα τοῖς ὀνόμασιν ἔχων, ἐπαληθεύει μετὰ τὴν ἕνωσιν. Τὰ γὰρ πράγματα προεπινοοῦνται τῶν οἰκείων ὀνομάτων· καὶ οὐδ’ ἂν εἶναι δυνηθείη πώποτε χωρὶς τοῦ πράγματος ὄνομα, τοῦ παρέχοντος δι’ ἑαυτοῦ τῷ ὀνόματι θέσιν, καὶ ἀντιλαμβάνοντος δήλωσιν.

Εἰ δὲ τὰ πράγματα, ὧν εἰσι τὰ ὀνόματα, οὐκ ἔχει κατὰ τὴν ἕνωσιν ὁ Χριστός, ψιλὰς κατ’ αὐτούς, ὡς μετὰ μηδενὸς κειμένας ἔχων δειχθήσεται τὰς προσηγορίας, καὶ πραγμάτων ἐρήμους· καὶ ἔσται Θεὸς καὶ ἄνθρωπος μόνον ὀνόματι κατ’ αὐτοὺς ὁ Χριστός, καὶ οὐ πράγματι· οὗ τί γένοιτ’ ἂν ἀθεώτερον;

Εἰ δὲ τοσοῦτον μανῆναι παραιτούμενοι, φαῖεν μὴ ἐρήμους εἶναι πραγμάτων ἐπὶ Χριστοῦ τὰς προσηγορίας μετὰ τὴν ἕνωσιν· ὥσπερ οὐ παραιτοῦνται λέγειν τὰς δύο τοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν προσηγορίας, οὕτω καὶ τὰς δύο φύσεις τοῦ Χριστοῦ, ἐξ ὧν καὶ ἐν αἷς συνέστηκε λεγέτωσαν μετὰ τὴν ἕνωσιν, ὧν καὶ προσηγορίαι· εἴπερ κατ’ ἀλήθειαν πιστῶς ὁμολογοῦσι σώζεσθαι πραγματιωδῶς κατὰ φύσιν τὰ ἑνωθέντα μετὰ τὴν ἕνωσιν.

Περὶ τῆς Ἐν δύο φωνῆς· καὶ περὶ τῆς μιᾶς τοῦ Λόγου φύσεως σεσαρκωμένης εὐσεβὴς ὁμολογία κατὰ τοὺς Πατέρας· καὶ ἄρνησις τῆς μιᾶς συνθέτου φύσεως. Καὶ πάλιν ἐν δύο φύσεσιν ἀδιαιρέτως τὸν αὐτὸν ὄντα πιστεύομεν, ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι.

Ὥσπερ γὰρ ἐκ δύο φύσεων λέγοντες τὸν Χριστόν, ἐκ θεότητος καὶ ἀνθρωπότητος ὄντα νοοῦμεν, ὡς ἐκ μερῶν ὅλον· οὕτω καὶ ἐν δύο φύσεσι λέγοντες μετὰ τὴν ἕνωσιν, ἐν θεότητι καὶ ἀνθρωπότητι ὄντα πιστεύομεν, ὡς ὅλον ἐν μέρεσι. Μέρη δὲ Χριστοῦ ἡ θεότης αὐτοῦ καὶ ἡ ἀνθρωπότης ἐστίν, ἐξ ὧν καὶ ἐν αἷς ὑφέστηκε. Καὶ αὖθις μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην σαρκί, νοεράν τε καὶ λογικὴν ἐχούσῃ ψυχὴν πιστεύειν, λέγειν τε καὶ κηρύττειν ἐδιδάχθημεν, κατὰ τὸν ἅγιον Κύριλλον· διὰ τοῦ σεσαρκωμένην εἰπεῖν, τῆς καθ’ ἡμᾶς φύσεως εἰσκεκομισμένην νοοῦντες τὴν οὐσίαν. Καὶ πάλιν τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τά τε θαύματα καὶ τὰ πάθη, καὶ τοῦ αὐτοῦ τὰς δύο γεννήσεις, τήν τε προαιώνιον ἀσωμάτως ἐκ τοῦ Πατρός, καὶ τὴν χρονικὴν ἐκ Μητρὸς καὶ Παρθένου σωματικῶς δι’ ἡμᾶς γεγενημένην.

Διὸ μάλιστα καὶ κατὰ ἀλήθειαν κυρίως Θεοτόκον αὐτὴν ὁμολογοῦμεν, ὡς τὸν ἐκ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων Θεὸν Λόγον, ἐπ’ ἐσχάτων τῶν χρόνων ἐξ αὐτῆς σαρκωθέντα γεννήσασαν. Μίαν δὲ φύσιν σύνθετον τὸν Χριστὸν παντελῶς παραιτούμεθα λέγειν· οὐ μόνον διὰ τὰς εἰρημένας αἰτίας, ἀλλ’ ὅτι καὶ μηδεὶς καθ’ ὅλου τῶν ἐγκρίτων Πατέρων πέφανται μέχρι τῆς δεῦρο ταύτην εἰρηκὼς τὴν φωνήν· καὶ ὡς προδήλως Ἀπολιναρίου τοῦ αἱρετικοῦ, καὶ τῶν αὐτοῦ φοιτητῶν ὑπάρχουσαν γέννημα· ὧν ἀποδεξάμενος Σεύηρος τὴν πλάνην, εἰκότως καὶ ταῖς φωναῖς καλλωπίζεται. Οὐ γὰρ φυσικὴ μονὰς κατὰ σύνθεσίν ἐστιν ὁ Χριστὸς κατ’ Ἀπολινάριον καὶ Σεύηρον, ἕως σωζομένην διαφυλάττει τῶν ἐξ ὧν ἐστι φύσεων καὶ μετὰ τὴν ἕνωσιν ἀσύγχυτον τὴν ἑτερότητα. Οὔτε μὴν ὑποστατικὴ δυὰς κατὰ Νεστόριον, ἕως μὴ καθ’ ἑαυτὰ τὰ συνελθόντα καὶ ἀλλήλων διακεκριμένα παντελῶς ὑφεστήκασι· καὶ ἕως εἷς ἐστιν ὁ σαρκωθεὶς Θεὸς Λόγος καὶ μετὰ τὴν σάρκωσιν, καὶ μὴ προϋποστᾶσαν τῷ οἰκείῳ λόγῳ τῆς φύσεως, τὴν ἑνωθεῖσαν αὐτῷ λογικῶς τε καὶ νοερῶς ἐψυχωμένην σάρκα προσέλαβεν· ἀλλ’ ὑπόστασις μία σύνθετος κατὰ τοὺς Πατέρας, καθ’ ἣν ὅλος τε Θεός ἐστιν ὁ αὐτὸς καὶ εἷς τῆς ἁγίας καὶ πανευφήμου Τριάδος μετὰ τῆς ἀνθρωπότητος διὰ τὴν θεότητα, καὶ ὅλος ἄνθρωπος ὁ αὐτός, καὶ εἷς τῶν ἀνθρώπων μετὰ τῆς θεότητος διὰ τὴν ἀνθρωπότητα.

Περὶ ὑποστάσεως συνθέτου φυσικωτέρα διάληψις· καὶ ἀπόδειξις ἀκριβὴς τοῦ μὴ τοῖς αὐτοῖς περιπίπτειν ἀτοπήμασι, τοὺς ὁμολογοῦντας μίαν σύνθετον ὑπόστασιν τὸν Χριστόν, τοῖς μίαν αὐτὸν λέγουσι σύνθετον φύσιν. Εἰ δὲ ὅτι καὶ πᾶσα σύνθετος ὑπόστασις ἀλλήλοις ὁμόχρονα κέκτηται τὰ μέρη, νομίζοι τις τὴν αὐτὴν ἀτοπίαν συνάγεσθαι, καὶ τοῖς λέγουσι μίαν τὸν Χριστὸν εἶναι σύνθετον ὑπόστασιν, οὐκ ὀρθῶς κατὰ τὸν ἐμὸν ὁ τοιοῦτος ὑπολαμβάνει λόγον. Οὐ γὰρ ἁπλῶς πᾶσα σύνθετος ὑπόστασις ἀλλήλοις ὁμόχρονα κατὰ τὴν γένεσιν ἔχει τὰ μέρη· ἀλλ’ ἡ ὑπὸ φύσιν σύνθετον δηλονότι τελοῦσα, καὶ εἶδος ἔχουσα τοιοῦτον αὐτῆς κατηγορούμενον· ἥτις τῷ κοινῷ καὶ καθ’ ὅλου τῆς κατηγορουμένης οὐσίας ἤτοι φύσεως, τὸ ἄθροισμα τῶν περὶ αὐτὴν ἰδιωμάτων συμπεπλεγμένον ἔχουσα, φύσις ἐστίν, ἤγουν μετὰ ἰδιωμάτων. Εἰ οὖν σύνθετος ἡ ὑφ’ ἣν τελεῖ φύσις ἐστὶ καὶ τὸ κατηγορούμενον εἶδος, καὶ αὐτὴν σύνθετον εἶναι πάντως ἀνάγκη, καὶ ἀλλήλοις ὁμόχρονα κεκτῆσθαι τὰ μέρη, διὰ τὴν κατηγορουμένην αὐτῆς οὐσίαν, ἤγουν φύσιν, οὕτως ὑπάρχουσαν, ὡς τὴν αὐτὴν οὖσαν τῷ εἴδει χωρὶς τῶν ἀφοριστικῶν αὐτῆς γνωρισμάτων.

Ὥσπερ γὰρ τὴν ἁπλῶς λεγομένην ὑπόστασιν ὁρίζοντές φαμεν, Ὑπόστασίς ἐστιν οὐσία τις μετὰ ἰδιωμάτων, ἤ, οὐσία τις τῶν καθ’ ἕκαστα περιληπτικὴ τῶν ἐν τῷ οἰκείῳ ἀτόμῳ πάντων ἰδιωμάτων· οὕτω τὴν προσδιωρισμένως, ἀλλ’ οὐχ ἁπλῶς λεγομένην ὁρίζοντες ὑπόστασιν, λέγομεν, Ὑπόστασις σύνθετός ἐστιν, οὐσία τις σύνθετος μετὰ ἰδιωμάτων· ἢ οὐσία τις σύνθετος τῶν καθ’ ἕκαστα περιληπτικὴ τῶν ἐν τῷ οἰκείῳ ἀτόμῳ πάντων ἰδιωμάτων.

Τὰ γὰρ κοινῶς ἐν τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀτόμοις θεωρούμενα, τὸ τῆς οὐσίας ἤτοι φύσεως χαρακτηρίζει προηγουμένως ἐν τοῖς ὑπ’ αὐτὴν ἀτόμοις γενικόν. Πάντων δὲ κοινὸν τῶν ὑπὸ τὸ σύνθετον εἶδος ἀτόμων τὸ σύνθετον· ἄρα φύσιν ἐν τοῖς ὑπ’ αὐτὴν ἀτόμοις σύνθετον προηγουμένως χαρακτηρίζει τὸ σύνθετον, ἀλλ’ οὐχ ὑπόστασιν.

Ἄλλως τε δὲ πάλιν ἐκ τῶν κοινῶν καὶ καθ’ ὅλου πᾶς ἐστιν ὁρισμὸς τῶν ὑπ’ αὐτὰ τελούντων ἀτόμων· καὶ ἐκ τῶν γενικῶν πάντα φυσικῶς ἔχει τὴν ἀρχὴν τῆς οἰκείας ὑπογραφῆς τὰ ὑπ’ αὐτά· διὰ τὸ σαφὲς εἶναι τὸ τί κυρίως τε καὶ προηγουμένως ἐστὶ τὸ ὁριζόμενον. Εἰ δὲ τοῦτό ἐστιν ἀληθές, ὥσπερ οὖν καὶ ἔστιν, δῆλον ὅτι ὁ εἰπὼν σύνθετον ὑπὸ φύσιν ἀναγομένην ὑπόστασιν, τὸ ἐνυπάρχον τῷ κοινῷ τῆς οὐσίας, γενικῶς, τῷ ἀτόμῳ τῆς ὑποστάσεως συνεξέφηνε μετὰ τῶν αὐτὴν ἰδικῶς χαρακτηριζόντων ἰδιωμάτων. Ὥστε ὁ φήσας, ὑπό τινα φύσιν τελοῦσαν ὑπόστασιν σύνθετον, οὐδὲν ἕτερον εἶπεν, ἢ φύσιν ἤγουν οὐσίαν σύνθετον μετὰ ἰδιωμάτων. Εἰ τοίνυν, καθὼς δέδεικται, πᾶσα φύσις σύνθετος ἀπροαίρετον ἔχει τὴν πρὸς ἄλληλα τῶν οἰκείων μερῶν κατὰ τὴν σύνθεσιν σύνοδον, καὶ ἀλλήλοις ὁμόχρονα κέκτηται τὰ μέρη, καὶ εἰς συμπλήρωσιν τῆς τὸ πᾶν κατ’ εἶδος ἕκαστον ἐν τοῖς οὖσι θεωρουμένης ὁλότητος γεγένηται· καὶ πᾶσα δηλονότι κατὰ τὸ πεφυκὸς ὑπόστασις τὴν αὐτὴν ἔχει τῷ οἰκείῳ γένει τε καὶ εἴδει ἀπαράλλακτον πρὸς τὸ εἶναι τὴν σύστασιν. Δείξωσιν οὖν ὑπὸ φύσιν σύνθετον τελοῦσαν τὴν τοῦ Χριστοῦ σύνθετον ὑπόστασιν, καὶ ὁμόχρονα κεκτῆσθαι τὰ μέρη συναγαγέτωσαν, καὶ τὴν αὐτὴν δικαίως μέμψιν ἡμῶν κατηγορείτωσαν. Ἕως δ’ ἂν τοῦτο μὴ δύνωνται, κατὰ ψάμμου ποιοῦνται τῶν οἰκείων δογμάτων τὰ ἐρείσματα.

Ὁ γὰρ τὸν Χριστὸν τούτοις ὑπαγαγεῖν τοῖς προρηθεῖσιν ἀτόποις ἀμαθῶς βιαζόμενος, διὰ τὸ σύνθετον αὐτὸν ὑπόστασιν καὶ εἶναι, καὶ παρ’ ἡμῶν εὐσεβῶς ὁμολογεῖσθαι, πολὺ τῆς πρὸς τὴν ἀλήθειαν ἀγούσης ὁδοῦ, μᾶλλον δὲ κυριώτερον εἰπεῖν, τῆς ἀληθείας αὐτῆς ἀποπεπλάνηται, Τὸ γὰρ μέγα τοῦτο καὶ σεπτὸν τοῦ Χριστοῦ μυστήριον, οὔτε ὡς ἄτομον καθ’ ὅλου τινὰ καὶ γενικὴν ἔχει τὴν ὡς εἶδος φύσιν αὐτοῦ κατηγορουμένην· οὔτε μὴν αὐτὸ γένος ἐστίν, ἢ εἶδος τῶν ὑπ’ αὐτὸ φυσικῶς ἀτόμων κατηγορούμενον· ὥστε τινὶ δύνασθαι τῶν εἰρημένων ὑπαχθῆναι κανόνων· οἷα μηδὲ τοῖς συνθέτοις κατὰ τὴν πρὸς ἄλληλα σύνοδον, ἴσην καὶ ὁμοίαν ἔχον τὴν τοῦ Θεοῦ Λόγου συνδρομὴν πρὸς τὴν σάρκα κατὰ τὴν σύνθεσιν.

Ὅτι κατὰ πρόσληψιν ἡ πρὸς τὴν σάρκα μόνη τοῦ Λόγου γέγονε ἕνωσις, ὡς προόντος, καὶ πρὸς ἕνωσιν σαρκὸς κενωθῆναι θελήσαντος. Ἐπὶ γὰρ πάντων καθ’ ὅλου τῶν κατὰ φύσιν συνθέτων, οὐχ ἡ τοῦδε πρὸς τόδε κατὰ πρόσληψιν σύνοδος, τὴν τοῦ δὲ τοῦ εἴδους, ὡς ἐκ μερῶν ὅλου ποιεῖται σύστασιν. Ἀλλ’ ἡ ἀθρόα τῶν μερῶν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γένεσις, κατὰ τὴν ἅμα τῷ εἶναι πρὸς ἄλληλα σύνοδον, ποιεῖται τοῦ ὅλου τὴν σύνθεσιν.

Τὸ δὲ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ μυστήριον, οὐ κατὰ τοῦτον τὸν τρόπον γέγονεν· ἀλλὰ Θεὸς ὑπάρχων φύσει, καὶ Θεοῦ κατὰ φύσιν Υἱὸς ἁπλοῦς τε καὶ ἀσώματος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ πάντων δημιουργὸς τῶν αἰώνων, φιλανθρώπῳ βουλήσει θέλων κατὰ πρόσληψιν σαρκὸς γέγονεν ἄνθρωπος· καὶ δι’ ἡμᾶς, ἁπλοῦς κατὰ φύσιν καὶ ἀσώματος, ἐξ ἡμῶν γέγονεν οἰκονομικῶς καθ’ ὑπόστασιν σύνθετος καὶ ἐνσώματος, καθά φησιν ἐνθεαστικῶς ὁ ἅγιος καὶ μέγας Ἀρεοπαγίτης Διονύσιος ἐν τῷ πρώτῳ κεφαλαίῳ τῆς Περὶ θείων ὀνομάτων συγγραφῆς περὶ τῆς θείας σαρκώσεως οὑτωσὶ διεξιών· «Φιλάνθρωπον δὲ διαφερόντως, ὅτι τοῖς καθ’ ἡμᾶς πρὸς ἀλήθειαν ὁλικῶς ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἐκοινώνησεν· ἀνακαλουμένη πρὸς ἑαυτήν, καὶ ἀνατιθεῖσα τὴν ἀνθρωπίνην ἐσχατιάν, ἐξ ἧς [ἀῤῥήτως] ὁ ἁπλοῦς Ἰησοῦς συνετέθη· καὶ παράτασιν εἵληφε χρονικὴν ὁ ἀΐδιος· καὶ εἴσω τῆς καθ’ ἡμᾶς γέγονε φύσεως, ὁ πάσης τῆς κατὰ φύσιν τάξεως ὑπερουσίως ἐκβεβηκώς.»

Εἰ τοίνυν μὴ κατὰ νόμον καὶ τάξιν τῆς τῶν συνθέτων φύσεως, ἀλλ’ ἑτέρῳ παρὰ τὴν φύσιν τῶν συνθέτων θεσμῷ· κατὰ πρόσληψιν γὰρ ἀφράστως ὁ τοῦ Θεοῦ πρὸς τὴν σάρκα συνετέθη Λόγος· ἀλλ’ οὐ κατὰ γένεσιν ἅμα τῇ σαρκὶ πρὸς σύνθεσιν τὸ εἶναι λαβών, εἰς ὅλου τινὸς κατ’ εἶδος συμπλήρωσιν, καθὼς ὁ τῆς ἀληθείας διαπρυσίως πᾶσιν ἐμβοᾷ λόγος· μάτην τοῖς ὑπὸ φύσιν θεσμοῖς ὑπαγαγεῖν ἀθέσμως ἐπιχειροῦσιν οἱ ἀμαθεῖς τὴν πάντα φύσεως ὅρον τε καὶ λόγον ἐκβαίνουσαν σύνθεσιν. Διὰ τοῦτο κατὰ πρόσληψιν σαρκὸς ὁ λέγων γενέσθαι τὴν ἐνανθρώπησιν, τήν τε τοῦ Θεοῦ Λόγου προαιώνιον ὕπαρξιν διασώζει, καὶ τὴν ἑκούσιον εὐσεβῶς ὁμολογεῖ καὶ αὐθαίρετον αὐτοῦ κατὰ χρόνον σάρκωσιν· καὶ τὴν διαφορὰν αὐτοῦ τοῦ προσλαβόντος Λόγου, καὶ τῆς προσληφθείσης σαρκὸς ἀσύγχυτον διαφυλάττει καὶ μετὰ τὴν ἕνωσιν. Ὁ δὲ μὴ κατὰ πρόσληψιν σαρκὸς ὁμολογῶν ἀτρέπτως ἐνανθρωπῆσαι τὸν τοῦ Θεοῦ Λόγον, οὐδὲν τῶν εἰρημένων κατ’ οὐδένα τρόπον ἀληθῶς ὁμολογεῖν δυνήσεται. Πῶς γὰρ εἰ μὴ προϋπῆρχεν ἀνάρχως ὁ Λόγος, κατὰ θέλησιν σάρκα προσέλαβε κατ’ οὐσίαν διάφορον;

ἐφ’ οὗ μάλιστα, καθάπερ οἶμαι, κυρίως ἡ τοῦ ἑτεροφυοῦς λέγεται γεγενῆσθαι κατὰ πρόσληψιν ἕνωσις· ὡς μόνου τε καὶ μόνως ἀπαθῶς τε καὶ ἀληθῶς προσλαβόντος τὸ ἑτεροούσιον, καὶ ἄτρεπτον ἑαυτὸν παντὶ λόγῳ τε καὶ τρόπῳ φυλάξαντος καὶ ἀπλήθυντον, καὶ τὸ προσληφθὲν ἀναλλοίωτον· ὅπερ ἀμήχανον ἐπὶ τῆς γενητῆς γενέσθαι φύσεως· ἐφ’ ἧς ἅμα τῇ γενέσει τῶν μερῶν, εἰς ὅλου τινὸς κατ’ εἶδος συμπλήρωσιν, κατὰ τὴν ἀθρόαν πρὸς ἄλληλα συνδρομήν, πᾶσα γίνεσθαι πέφυκε σύνθεσις, ἴση κατὰ τὸ ὅλον τὴν πρὸς ἄλληλα τῶν μερῶν ἀναλογίαν φυλάττουσα· καθάπερ ἐφ’ ἡμῶν ἔχει, καὶ τῶν ὅσα σύνθετον ἔχειν τὴν κατ’ εἶδος ἔλαχον φύσιν.

Ἐφ’ ἡμῶν γὰρ ἀναλογούσας ἡ ψυχὴ ταῖς οἰκείαις ἐνεργείαις τὰς φυσικὰς ἔχει τοῦ σώματος δυνάμεις, ὡς δεκτικοῦ κατὰ φύσιν ὄντος διὰ τὴν αὐτῆς ἀθρόαν ἅμα τῇ σαρκὶ πρὸς τὸ εἶναι γένεσιν. Ὁ δὲ τοῦ Θεοῦ Λόγος, κατ’ οὐδένα λόγον ἢ τρόπον ἀναλογούσας ἔχων ταῖς οἰκείαις κατὰ φύσιν ἐνεργείαις τῆς ὑπ’ αὐτοῦ προσληφθείσης φύσεως τὰς δυνάμεις· οὐ γὰρ μετρεῖται φύσει τὸ ὑπὲρ φύσιν· οὐδέ τι τὸ παράπαν ἐν τοῖς οὖσίν ἐστι κατὰ φύσιν αὐτοῦ δεκτικόν. Ἄρα μονώτατος κατὰ πρόσληψιν σαρκὸς λογικῶς τε καὶ νοερῶς ἐψυχωμένης, θέλων ἀῤῥήτως γέγονεν ἄνθρωπος· ὡς ὢν καὶ προών, καὶ πάντα δυνάμενος· τῷ ὑπὲρ φύσιν τρόπῳ τὰς φύσεις καινοτομήσας, ἵνα σώσῃ τὸν ἄνθρωπον.

Ταύτην ἔμαθον ἐγὼ τὴν πίστιν, καὶ ἐδιδάχθην ἔκ τε τῶν προαποδημησάντων ἁγίων καὶ μακαρίων Πατέρων ἡμῶν, καὶ ἐκ τῶν νῦν περιόντων, καὶ τοὺς οἴακας τῆς καθολικῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας πεπιστευμένων, καὶ ὀρθῶς πρὸς τὸν λιμένα τοῦ θείου θελήματος αὐτὴν διακυβερνώντων· μεθ’ ἧς ταῖς αὐτῶν ἱκεσίαις καὶ ἀπελεύσομαι τὴν παροῦσαν ἀπολιμπάνων ζωήν· ἀντὶ παντὸς ἀξιώματος, ταύτην τῷ Θεῷ προσφέρων τὴν ὁμολογίαν ἄχραντον καὶ ἀμόλυντον, καὶ πάσης αἱρετικῆς ζάλης ὑψηλοτέραν.

Βίῳ γὰρ ἔργοις καταγλαϊσμένῳ δικαιοσύνης οὐκ ἔχω καυχᾶσθαι, κατὰ πᾶσάν μου τὴν ἐνθάδε ζωὴν παραβάτης αὐθαίρετος τῶν θείων νόμων γενόμενος. Καὶ ταῦτα μὲν ὑμῖν, ὡς οἷόν τε ἦν, ἐπιτόμως ἐγὼ γέγραφα, κύριοί μου εὐλογημένοι, πρὸς τὸ γινώσκειν ὑμᾶς, εἴπερ τι τοῖς γραφεῖσιν ἐνέστι χρήσιμον, πῶς κἂν ποσῶς ἀποπέμπεσθε τοὺς ἠμφιεσμένους τὸ κώδιον λύκους, ταῖς ἀσήμοις καταπτοοῦντας ὑλακαῖς τὰ θεῖα καὶ ἤπια τῆς ἁγίας τοῦ Χριστοῦ ποίμνης πρόβατα, καὶ μὴ παρασύρεσθε τῷ ψεύδει κακούργως ὑποκρινομένῳ ἀλήθειαν· τὰς δὲ συνηγόρους τῆς ἐκκλησιαστικῆς πίστεως τῶν Πατέρων φωνάς, τέως οὐκ ἠδυνήθην ἐνθεῖναι τῷ γράμματι, διὰ τὴν παρ’ ἐμοὶ τῶν βίβλων πολλὴν ἀπορίαν. Αὐτόθι γὰρ τὸν εὐλογημένον μου δεσπότην ἔχετε, Πατέρα τε καὶ διδάσκαλον κύριον ἀββᾶν Σωφρόνιον τὸν ὄντως σώφρονα καὶ σοφὸν τῆς ἀληθείας συνήγορον, καὶ ἀήττητον τῶν θείων δογμάτων ὑπέρμαχον, καὶ ἔργῳ καὶ λόγῳ κατὰ πάσης αἱρέσεως δυνατὸν ἀγωνίζεσθαι, μετὰ πάντων τῶν ἄλλων καλῶν, καὶ πλήθει βίβλων θείων πλουτοῦντα, καὶ τοὺς βουλομένους μανθάνειν τὰ θεῖα προθύμως πλουτίζοντα.

Πρὸς αὐτὸν οὖν φοιτῶντες, πᾶσαν τῶν θείων καὶ σωτηρίων δογμάτων, εὖ οἶδα, κομίσεσθε τὴν ὀρθὴν καὶ ἄπταιστον γνῶσιν. Ἔῤῥωσθε.