Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολές Κ΄ έως ΛΓ΄: Πνευματικές προτροπές προς κληρικούς και μοναχούς

Σειρά ποιμαντικών επιστολών που αφορούν τη γνήσια θεοσέβεια, την πνευματική κοινωνία των απομακρυσμένων, την ασκητική νέκρωση των παθών, τη σημασία της ιερωσύνης και την υπομονή στις θλίψεις του παρόντος βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 12 από 13

Κʹ. —Τοῦ αὐτοῦ πρὸς Μαρίνον μονάζοντα. Ἐγὼ μὲν εἰδὼς τῶν οἰκείων πλημμελημάτων τὸ πλῆθος, καὶ τὴν ἐπ’ αὐτοῖς ὡς εἰκὸς διαδεξομένην με κατάκρισιν, μετὰ τὴν ταύτης ἀπόλειψιν τῆς ζωῆς καθορῶν· καὶ οἷον ἐκεῖνο τὸ μέγα καὶ φρικτὸν δικαστήριον κατὰ ψυχὴν ἤδη συνηθροισμένον κατανοῶν, ἐφ’ οὗπερ κατ’ ἀξίαν ἕκαστος ὧν πεπράχαμεν τὰς ἀμοιβὰς ἀποληψόμεθα· τὴν σιωπὴν σύνοικον ἔχειν διενοήθην, τῶν ὑπὲρ ἐμὲ θείων λόγων, ὥς γέ μοι δοκεῖ, παντοίως φειδόμενος, μή πως πλέον κατακριθῶ καὶ δικαιότερον, ὡς λόγους Θεοῦ προφέρων ὑπ’ ἐμοῦ τῇ τῶν ἀγαθῶν ἔργων ἀπραξίᾳ νενεκρωμένους, καὶ διὰ τοῦτο τοῖς ἀκούουσι τὴν ἐν χάριτι ζωὴν παρασχεῖν οὐ δυναμένους· καὶ τοὺς τῶν ἀρετῶν παραδεῖξαι τρόπους ἐν τῇ πολιτείᾳ μου τοῦ λέγοντος οὐκ ἰσχύοντας· καὶ γένωμαι τῆς μελλούσης ὑπόδικος ἀπειλῆς, ὡς οὐ μόνον αὐτὸς ἐν ἐμαυτῷ διὰ τῶν πονηρῶν μου τρόπων τοὺς ζωοποιοὺς τοῦ Θεοῦ καταφονεύσας λόγους, ἀλλὰ καὶ τοῖς ἀκούουσι τῆς πρὸς αὐτοὺς καταφρονήσεως εἰκόνα ζῶσαν, καὶ πᾶσι κατάδηλον, τὴν ὅλην μου τοῦ βίου πονηρὰν ἀναστροφὴν παρεχόμενος. Ἐγὼ μὲν οὖν, ὡς εἶπον, ταῦτα καὶ εἰδὼς καὶ φοβούμενος, τὴν περὶ τὸ λέγειν τε καὶ γράφειν τοὺς θείους λόγους προθυμίαν ἀπεσεισάμην, ὧν οὐκ ἔχω τὴν ἐργασίαν, διακενῆς τοὺς ἐπαίνους παρὰ τῶν ἀκουόντων κομίζεσθαι μεγίστην ἀδικίαν εἶναι κρίνων, καὶ ζημίαν ὀλέθριον.

Ἐπειδὴ δὲ νενίκηκέ μου τῆς σιωπῆς τὴν ψῆφον ταῖς πολλαῖς τῶν θείων ἐπῳδαῖς λογισμῶν, ὁ πολὺς τὴν φρόνησιν, καὶ πάντα μοι τίμιος ὁ ὁσιώτατος ἡγούμενος, ὃν οὐκ ἠδυνήθην ἀπώσασθαι διὰ τὴν ἐμπρέπουσαν αὐτῷ κατὰ θείαν σύνεσιν τῶν ἀρετῶν καλλονήν· καὶ ταύτην ἐβιάσατό με χαράξαι τὴν μετρίαν συλλαβὴν πρὸς τὴν σὴν θεοσέβειαν, μέρη τινὰ τῶν κατὰ Θεόν σου κατορθωμάτων ἀφηγησάμενος, καὶ ὠφελήσας τὰ μέγιστα· δεῖν ᾠήθην ἐκεῖνα κατ’ ἐπιτομὴν εἰπεῖν, ὅσα σοί τε κἀμοί, καὶ πᾶσι τοῖς ἀκούειν ἐθέλουσι συμφέρον ἐστὶ καὶ σωτήριον.

Δαβὶδ ὁ μέγας προφήτης καὶ βασιλεύς, τοῖς ἀγαπᾷν τὸν Θεὸν προθεμένοις, καὶ πάντων τῶν ἐπὶ γῆς τὴν ἔνθεον σωτηρίαν προελομένοις, τὴν ἀληθῶς γνωστικὴν ὁδὸν παραδεικνὺς τῶν θείων ἀρετῶν, καὶ τὴν ἔμπρακτον τῆς γνώσεως θύραν ὑπανοίγων, φησίν·

Ἀρχὴ σοφίας φόβος Κυρίου· σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Εἰ δὲ σοφίας ἀρχὴ καθέστηκεν ὁ φόβος, τέλος δηλαδὴ σοφίας, ἡ ἀγαθὴ πέφυκεν εἶναι σύνεσις, τοῖς ποιοῦσιν αὐτήν. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὅση δύναμις τὸν φόβον τοῦ Θεοῦ κτήσασθαι σπουδάσωμεν, καὶ τὴν σύνεσιν τὴν ἀγαθήν. Τὸν μὲν φόβον, ἵνα φύγωμεν τῆς ἁμαρτίας τοὺς μολυσμούς, τῇ προσδοκίᾳ τῶν αἰωνίων κολάσεων αὐτοὺς τῆς ψυχῆς ἐκτινάσσοντες· τὴν δὲ σύνεσιν, ἵνα πάντων ποιηταὶ τῶν θείων ἐπιστήμονες ἀποδειχθῶμεν θελημάτων. Ὁ γὰρ φοβούμενος τὰς ἐπὶ ταῖς παραβάσεσι τῶν θείων ποινὰς ἐντολῶν, τοῖς μολύνουσιν αὐτοῦ τὴν ψυχὴν οὐχ ἁλίσκεται πάθεσιν· καὶ ὁ τὴν σύνεσιν τὴν ἀγαθὴν ἐνδιαθέτως ἔχων, κατὰ τὸν δέοντα λόγον διακρίνουσαν τῶν αἰωνίων τὰ πρόσκαιρα, πᾶσι γίνεται τοῖς θείοις κατάκομος ἀγαθοῖς, μηδενὶ τρόπῳ τὴν ἐν αὐτῷ γνῶσιν ἀργεῖν δειχθῆναι παρασκευάζων. Ὡς γὰρ ὁ φόβος ἐν τοῖς ἀληθῶς τὸν Θεὸν φοβουμένοις, τῶν ἀκαθάρτων γίνεται παθῶν ἀναιρέτης· οὕτως καὶ ἡ σύνεσις τῶν ἀληθῶς συνετῶν, πασῶν γίνεται δημιουργὸς τῶν ἀρετῶν. Οὐκοῦν φοβηθῶμεν τὸν Θεόν, καὶ μηδὲν ὧν μὴ βούλεται πράξωμεν· καὶ τὴν αὐτοῦ σύνεσιν ἀγαπήσωμεν· καὶ μηδὲν ὧν βούλεται πράττειν καταμελήσωμεν. Μισεῖ γὰρ πᾶσαν ἀνομίαν ὁ τὸν Θεὸν φοβούμενος, καὶ ἀγαπᾷ πᾶσαν δικαιοσύνην, ὁ τὴν ἀγαθὴν εἰσοικισάμενος σύνεσιν.

Σημαίνει γὰρ ὥσπερ τὸν φοβούμενον τὸ πρὸς τὴν ἀνομίαν μῖσος· οὕτως καὶ ἡ πρὸς τὴν δικαιοσύνην ἀγάπη, κατάδηλον ποιεῖται τὸν συνετόν. Μὴ τοίνυν κατηφείας ἤθεσι μόνοις τὸν φόβον σχηματισώμεθα, μηδὲ μέχρι τῶν φαινομένων τρόπων ὑπάρχουσαν τὴν εὐλάβειαν δείξωμεν· ἀλλὰ διαθέσει ψυχῆς, καὶ ταπεινώσει καρδίας πυκνοῖς κατὰ τὸ βάθος στεναγμοῖς κατησφαλισμένης· καὶ τῇ μάστιγι τῆς τῶν προημαρτημένων μνήμης κατὰ τὴν συνείδησιν ἀφανῶς πληττομένης, καὶ διὰ τοῦτο τῇ πρὸς ἑαυτὴν συστολῇ τὰ τῶν ἄλλων πταίσματα παντελῶς ὁρᾷν οὐκ ἀνεχομένης. Ὁ γὰρ μόνοις τοῖς ἤθεσι τὸν τοῦ Θεοῦ φόβον ὑποκρινόμενος, οὐδὲν τοῦ πιθήκου τὸ σύνολον διενήνοχεν, ἀνθρώπων ἤθη μιμουμένου καὶ σχήματα. Τοῦτο γὰρ τὸ ζῶον ἐν τετράποσι, τῆς ἀνθρωπίνης φύσεως πόῤῥω κατὰ φύσιν διεστηκός, τῇ τῶν ἠθῶν μιμήσει τοῖς θεωμένοις ἄνθρωπος εἶναι δοκεῖ, μηδὲν φύσει κεκτημένος ἀνθρώπινον· ὥσπερ καὶ ὁ τὰ μὲν ἤθη τῶν ἀληθῶς φοβουμένων τὸν Κύριον πρὸς τὴν τῶν ὁρώντων ἀπάτην μιμούμενος, τὴν δὲ τῆς γνώμης διάθεσιν οὐκ ἔχων κατὰ τὸ ἴσον ἐκείνοις τῷ θείῳ φόβῳ πεποιωμένην, Σαδδουκαῖός τις ἕτερος ἢ Γραμματεύς, καὶ ὤν, καὶ καλούμενος· τὸ μὲν σχῆμα σώζων τῆς εὐλαβείας μετ’ εὐπρεπείας τῆς ἔξωθεν· παντελῶς δὲ τοῦ πράγματος διὰ τὴν ἀκάθαρτον ἐν τῷ βάθει που κειμένην τῆς ψυχῆς πρὸς τὰ πάθη φιλίαν ἀπολειπόμενος.

Μηδὲ πάλιν μόνῃ προφορᾷ λόγων πρὸς κάλλος ἀπεξεσμένων τὴν θείαν γνῶσιν ἐπιδειξώμεθα· μηδὲ μέχρι ψιλοῦ τοῦ δύνασθαι μόνον λαλεῖν δίχα τοῦ πράττειν, εἶναι τὴν ἀγαθὴν ὁρισώμεθα σύνεσιν· ἀλλὰ διαθέσει ψυχῆς κατὰ τὴν πρᾶξιν ταῖς ἀρεταῖς ποιωθείσης, καὶ διὰ τοῦτο πράξει μὲν τὸ φέγγος λαμπρυνούσης τῆς γνώσεως· γνώσει δὲ τὸν τόνον φαιδρυνούσης τῆς πράξεως· ἵνα τῷ κατὰ τὴν ἀγαθὴν σύνεσιν πόθῳ τοῦ Θεοῦ συνελθὼν διὰ τῶν πραγμάτων ὁ φόβος, τελείαν ἡμῖν τὴν θείαν ἐργάσωνται σοφίαν· ἐν μὲν τῇ κατὰ τὸν θεῖον φόβον ἀποχῇ τῶν κακῶν ἀρχομένην, ἐν δὲ τῇ πράξει τῶν ἐντολῶν κατὰ τὴν ἀγαθὴν σύνεσιν τελειουμένην. Ὁ γὰρ ἐν μόνῃ ψιλῇ τῇ προφορᾷ τῶν θείων λόγων εἶναι τὴν σύνεσιν διοριζόμενος, ἔοικε ψιττακῷ, τοὺς ἀνθρωπίνους μιμηλευομένῳ λόγους.

Τοῦτο γὰρ μονώτατον τὸ ζῶον ἐν τοῖς πτηνοῖς, τοὺς ἀνθρωπίνους διδασκόμενον ὑποκρίνεται λόγους, μηδὲν ἔχων παντελῶς κατὰ τὴν φύσιν ἀνθρώπινον· ὥσπερ καὶ ὁ μέχρι μόνης τῆς ψιλῆς προφορᾶς, τοὺς μὲν τῶν ἀληθῶς συνετῶν λόγους πρὸς τὴν τῶν ἀκουόντων κατάπληξιν μιμηλευόμενος, τὴν δὲ τῆς γνώσεως ἕξιν οὐκ ἔχων τῇ πράξει τῶν ἀρετῶν πεποιωμένην, Φαρισαῖός τις ἄλλος ὡς ἀληθῶς, ἢ ψεκτὸς ἱερεὺς καὶ ὢν καὶ καλούμενος· τὴν μὲν σύνεσιν τῇ προφορᾷ μόνῃ τῶν λόγων ὑποκρινόμενος· αὐτῆς δὲ τῆς ὄντως ἐν τοῖς ἔργοις ἐχούσης τὸ εἶναι σοφίας παντελῶς ἀπολειπόμενος· καὶ διὰ τοῦτο μέγα φυσῶν, καὶ τῇ ἀλαζονείᾳ τῆς ὑποτρεφούσης αὐτοῦ τὴν κατὰ νοῦν ὑπερηφανίαν οἰήσεως, κατὰ τοῦ λόγου τῆς ἀληθείας ἱστάμενος· οὐκ εἰδώς, ὡς ἔοικεν, ὅτι δαιμόνων θεολογία προδήλως, ἡ τῶν ἐπ’ αὐτῇ διὰ φιλοδοξίαν μέγα φυσώντων καθέστηκε δίχα πράξεως γνῶσις· ἐπιτιμῶντα διαῤῥήδην Ἰησοῦν ἔχουσα, τὸν δῆθεν θεολογούμενον, κἂν ὁ τοιοῦτος τῷ πάθει κρατούμενος οὐκ αἰσθάνεται.

Διά τοι τοῦτο φόβῳ φοβηθῶμεν ἡμεῖς τὸν Θεόν, καὶ παντὸς ῥύπου σαρκὸς καὶ πνεύματος ἑαυτοὺς ἐλευθερώσωμεν, μὴ συγχωροῦντες, τὸν νόμον τῆς σαρκὸς διὰ τῆς ἐπαινουμένης τῶν μελῶν νεκρώσεως ἐπαναστῆναι τῷ νόμῳ τοῦ πνεύματος· μηδὲ μόνοις τοῖς κατ’ ἦθος φαινομένοις τρόποις περιγράψωμεν τοῦ θείου φόβου τὴν μεγαλοπρέπειαν· ἀλλὰ τῆς ἐντὸς κατὰ ψυχὴν καλῆς διαθέσεως κήρυκα ποιησώμεθα τὴν περὶ τὸ ἦθος καταστολήν, ἵνα φύγωμεν τὴν μέλλουσαν τοῦ πυρὸς ἀπειλήν· καὶ τὴν σύνεσιν τὴν ἀγαθὴν τῇ πράξει τῶν ἐντολῶν κατακοσμήσωμεν, ἵνα μὴ νεκρούς, ὡς κενόδοξοι, περιφέρωμεν λόγους, καὶ τῆς κατὰ τὴν πρᾶξιν τῶν ἐντολῶν ἐστερημένους ζωῆς· ἀλλ’ ἐμπράκτους τοὺς θείους λόγους ποιήσωμεν, εἰρήνην μετὰ πάντων διώκοντες καὶ ἀγάπην· χρηστότητός τε καὶ πραότητος ἐπιμελούμενοι, καὶ μακροθυμίας καὶ τῆς ἐν πᾶσι πρὸς πάντας ἀνοχῆς· μεθ’ ὑπομονῆς τὰ συμβαίνοντα φέροντες, καὶ εὐχαριστίας· καὶ ὡς θεῖα δόγματα [δόματα], τὰς θλίψεις ἀκατασείστως δεχόμενοι· μηδὲν πρὸς τοὺς λόγους τῆς διὰ τούτων συμφερόντως διεξαγούσης ἡμῶν τὴν ζωὴν προνοίας ἀντιτείνοντες, ὅπως τύχωμεν τῆς αἰωνίου ζωῆς μετὰ πάντων τῶν ἁγίων, κατατρυφῶντες τῶν μελλόντων ἀγαθῶν, ἐν τῇ διαμονῇ τῆς τῶν αἰωνίων μακαριότητος, λέγοντος πρὸς ἡμᾶς ἀκούοντες τοῦ Θεοῦ· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· καὶ εὐφρανθῶμεν ἐκείνων ἀπολαύοντες τῶν ἀποῤῥήτων ἀγαθῶν, Ἅπερ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

ΚΑʹ. —Τοῦ αὐτοῦ πρὸς ἁγιώτατον ἐπίσκοπον Κυδωνίας. Αὐτὸν ἑαυτῷ τὸν Θεὸν ἴσον ὕψει τε καὶ βάθει, δι’ εὐσεβοῦς ἐρεύνης τοῦ μυστηρίου τῆς περὶ ἡμᾶς αὐτοῦ οἰκονομίας διαγνοὺς ὁ θεοφύλακτός μου δεσπότης, καὶ θαυμάσας πῶς ὁ ὅρος τῇ ἀοριστίᾳ, τἀναντία καὶ ἀμιγῆ, περὶ αὐτὸν συναφθέντα, δι’ ἀλλήλων ἔσχε τὴν δήλωσιν· τῆς μὲν ἀπειρίας τῷ ὅρῳ ἀῤῥήτως συνορισθείσης· τοῦ δὲ ὄρου ὑπερφυῶς τῇ ἀπειρίᾳ συναπλωθέντος· αὐτὸν δὲ περὶ ὃν ταῦτα κατ’ ἄμφω ταυτὸν ἑαυτῷ, μηδὲν τὸ παράπαν ἑαυτοῦ καθυφέντα κατὰ τὸ ἄπειρον, ὡς κατὰ φύσιν μετὰ ἀόριστον, κατ’ οἰκονομίαν δέ, ἀκατάληπτον καὶ ὄντα καὶ γινωσκόμενον· τό τε ὕψος τῆς θεϊκῆς δόξης ἀδιανόητον ἔχοντα, καὶ τὸ βάθος τῆς οἰκονομικῆς συγκαταβάσεως ἀπερίληπτον, ἐμφρόνως ἑαυτὸν κηροῦ δίκην, ὥσπερ σφραγίδι τῷ Θεῷ εὐείκτως ὑπέθηκεν, ὃν δι’ ὅλου εἰς τὸ βάθος ἐντυπωθέντα δεξάμενος, ἀρίδηλον μίμημα τῆς θείας ἑαυτὸν κατέστησε μακαριότητος. Σοφῶς γὰρ τοῖς θείοις ἑαυτὸν ἐναμείψας τρόποις· τῷ μὲν ταπεινῷ τῆς φύσεως, δι’ ἀρετῆς ἐκέρασε τὸ τῆς ἀξίας ἀνάστημα· τῷ δὲ ὕψει τῆς ἀξίας ἔμπαλιν, διὰ γνώσεως τὴν τῆς φύσεως συνεπῆρε ταπείνωσιν· καὶ θάτερον θατέρῳ παραδόξως ἐνθεωρεῖσθαι πεποίηκε.

Κατ’ ἄμφω γὰρ ταυτὸν ἑαυτῷ, μηδὲν ἐν ἀμφοτέροις καθυφέντα σεμνότητος, ἑαυτὸν συνετήρησε· δείξας μάλα σαφῶς, δι’ ὧν ἀκίβδηλον τὴν πρὸς Θεὸν ἐκτήσατο μίμησιν, ὡς τὴν ἱερωσύνην ὁ Θεὸς ἐπὶ γῆς ἀνθ’ ἑαυτοῦ χειροτονήσας προὐβάλετο. Ἐφ’ ᾧτε καὶ σωματικῶς ὁρώμενος, καὶ τὰ αὐτοῦ μυστήρια τοῖς ὁρᾷν δυναμένοις μὴ διαλίπῃ φαινόμενα.

Διὰ τοῦτο θεοειδῶς τῷ λόγῳ μετὰ τῶν τρόπων φερόμενος ὁ ἐμὸς δεσπότης, πολλήν μοι σωτηρίαν ἐνετεκτήνατο. Ὡς γὰρ τοὺς ἀνθρώπους καταλλαγῆναι τῷ Θεῷ καὶ Πατρὶ ὡς πταισθέντας μᾶλλον ἢ πταίσαντας ὁ Κύριος παρεκάλεσε, καθὼς μαρτυρεῖ λέγων ὁ θεσπέσιος Παῦλος, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· ἵνα ἐντρέψῃ τῷ μεγέθει τῆς εὐεργεσίας πρὸς συναίσθησιν ἐλθεῖν τῆς οἰκείας πωρώσεως· οὕτω καὶ ὁ ἐμὸς δεσπότης, δι’ ἑκουσίου ὑφέσεως, εὐμηχάνως με χειρωσάμενος, τὸ μαθεῖν δόξαι παρ’ ἐμοῦ διὰ γραμμάτων θελῆσαι, ἅπερ διδάσκειν διὰ τὴν ἀξίαν προβέβληται, κἂν ὀψέ ποτε τῆς οἰκείας ἀμαθίας κατέστησεν ἐπιγνώμονα.

Ὁμολογῶ οὖν τῷ δεσπότῃ μου τὴν χάριν· καὶ σεμνύνομαι τῷ τρόπῳ δι’ οὗ τὸ νέφος μου τῆς οἰήσεως εὐαφῶς ἀπεώσατο· καὶ αἰτῶ αὐτὸν τοιούτοις καὶ λόγοις καὶ τρόποις ῥυθμίζοντα τὸν αὐτοῦ δοῦλον μὴ παύσασθαι.

ΚΒʹ. —Τοῦ αὐτοῦ πρὸς Αὐξέντιον. Εἰ μὲν θαῤῥοῦντες τῷ Πνεύματι, καθὰ ἀλύτως περικειμένην ὑμῖν αὐτοῖς ἔχετε τὴν ἀγάπην, μηδενὸς δεομένην πρὸς καινισμόν, ἀμελεῖν τῶν πρὸς τοὺς φιλοὺς διέγνωτε γραμμάτων, ἐπαινῶ τε τὸν νόμον, καὶ ὑμᾶς ἀποδέχομαι· πιστεύοντας ἐκείνῳ τῆς ἀγάπης τὸν θησαυρόν, ἐξ οὗ τε καὶ εἰς ὃν ἄρχεσθαί τε καὶ ἀναπαύεσθαι πέφυκεν. Εἰ δὲ τοῦ καθήκοντος φιλικοῦ τρόπου κατολιγωροῦντες τοῦ γράφειν δι’ ὄκνου παραιτεῖσθε, τἀναντία ποιεῖν οὐ παύσομαι· φίλους αἰδεῖσθαι διὰ μέγεθος τῆς κατὰ κόσμον προλήψεως οὐκ εἰδώς. Εἰ δὲ τῶν δύο τοῦ μὴ γράφειν οὐδὲν καθέστηκεν αἴτιον, δέξασθε ἀπόντων, καὶ δότε προθύμως ἀποῦσιν, ὡς ἐδίδαξεν ἡ φύσις, διὰ γραμμάτων τὴν ἔντευξιν· μᾶλλον δέ, ὡς Θεὸς τὴν φύσιν σοφίσας παρεμυθήσατο. Κεντρίζει γὰρ ἠρεμοῦσαν τὴν μνήμην, καὶ διεγείρει νυστάζουσαν, πρὸς τὸ ἰδεῖν καὶ ἀναμάττεσθαι τῶν φιλουμένων τὰ πρόσωπα, γράμμασι λόγος μορφούμενος· δι’ ὧν ὁ πόθος πυρὸς δίκην σβεσθέντος, ἐκ μικροῦ σπινθῆρος πάλιν ἀναῤῥιπίζεται.

ΚΓʹ. —Τοῦ αὐτοῦ πρὸς Στέφανον πρεσβύτερον. Ἀγάπης ἴδιον ὑπάρχει πνευματικῆς, οὐ μόνον παρόντας εὐεργετεῖν τοὺς χρῄζοντας, ἀλλὰ καὶ ἀπόντας παραμυθεῖσθαι· καὶ μὴ συγχωρεῖν τοῖς σώμασι τὰς ψυχὰς συνδιατέμνεσθαι· μήτε μὴν τοῦ λόγου, δι’ οὗ τὴν εἰκόνα φέρει τοῦ Κτίσαντος ἡ ψυχή, περιγράφεσθαι τόπῳ τὴν δύναμιν· ἀλλ’ ἢ παρόντας τοῖς ἠγαπημένοις διὰ φωνῆς κατ’ ὀφθαλμοὺς τὰ πρέποντα διαλέγεσθαι, ἢ ἀπόντας διὰ γραμμάτων προσομιλεῖν.

Τοῦτον γὰρ τὸν τρόπον ἡ φύσις κατὰ Θεοῦ χάριν σοφῶς ἐπενόησε, πρὸς ἕνωσιν ἀδιάστατον τῶν πολλῷ διεστηκότων ἀλλήλων σωματικῶς τῷ τοπικῷ διαστήματι. Οὕτω γὰρ ὁ λόγος συχνότερον ἐνηχούμενος φωνῇ τε καὶ γράμμασι δυσέκνιπτον μνήμην ἐντίθεται τῇ ψυχῇ, πρὸς τὸ διὰ παντὸς ὁρᾷν τοὺς ἀεὶ κατ’ ἀγάπην παρόντας τῷ πνεύματι· καὶ περιπτύσσεσθαι, καὶ πάντων ἀνακαλεῖσθαι τῶν λυπηρῶν.

Μὴ τοίνυν ἐπιλάλησθέ μου τοῦ παιδὸς ὑμῶν καὶ μαθητοῦ, τίμιοι Πατέρες, ἀλλ’ ὡς ἀγάπης ὄντες καὶ μαθηταὶ καὶ διδάσκαλοι, θρέψατε λόγῳ τῶν ἀρετῶν τὴν λιμώττουσάν μου ψυχήν· καὶ φωτίσατέ μου τὸν νοῦν ἀγνοίας ζόφῳ πεπιεσμένον, πρὸς τὸν ἀποκείμενον ὑμῖν ἐν οὐρανοῖς ὑπὲρ τούτου μισθὸν ἀποβλέποντες· κἂν τὸ γινόμενον τυχὸν πρὸς ὀλίγον ὑμᾶς κρείττονος ἀπάγῃ καὶ τιμιωτέρας σχολῆς. Οἶδα γάρ, ὡς οὐκ ἴσον πρὸς εὐδοξίαν, ἀμέσως τε Θεῷ προσομιλεῖν, καὶ τῶν ἡττόνων συμπαθῶς προνοεῖν. Πλὴν οὐδὲ τοῦτο τῶν Θεῷ νενομισμένων ἀλλότριον

ΚΔʹ. —Τοῦ αὐτοῦ πρὸς Κωνσταντῖνον σακελλάριον. Ἧκε τὸ τίμιον τοῦ θεοφυλάκτου μου δεσπότου γράμμα μετὰ τῆς εἰρήνης, καὶ αὐτὸν ὅλον φέρον τοῖς τρόποις φαινόμενον. Τῇ γὰρ τῶν λόγων σεμνότητι, πέφυκέ πως ἐμφαίνεσθαι μετὰ τῆς τῶν τρόπων ἐπιεικείας καὶ τῆς ψυχῆς ἡ διάθεσις. Καὶ ἥσθην ὥσπερ αὐτὸν παρόντα δεξάμενος τὸν ἐμὸν δεσπότην, καὶ ἠσπασάμην τῷ πνεύματι, καὶ ὅλον τῷ χωρήματι τῆς καρδίας περιλαβὼν ἀπεθέμην· καὶ ἐδόξασα Χριστὸν τὸν Θεὸν ἡμῶν σοφῶς τοῖς ἀνθρώποις ἐμφῦντα τῆς ἀγάπης τὸν νόμον· καθ’ ὃν ἀλλήλων ἀπεῖναι οὐδέποτε δύνασθαι, κἂν πολλῷ διεστήκασιν ἀλλήλων σωματικῶς τῷ τοπικῷ διαστήματι, οἱ τῶν σπερμάτων τῆς ἀγάπης δεόντως ἐπιμελεῖσθαι γινώσκοντες.

Ἀλλ’ ἐπειδὴ εἰρήνης κοσμικῆς εὐαγγέλια τὸ γράμμα κομίσαν, εἰς χαρὰν τῆς ψυχῆς τὴν λύπην μεθήρμοσε· δέον ἐστὶν ἡμᾶς ὑπὲρ αὐτῆς εἰκότως τῷ χαρισαμένῳ Θεῷ γενέσθαι πάντως εὐγνώμονας, ἵνα μὴ φανῶμεν ἀχάριστοι περὶ τὴν εὐποιίαν, κακῶς τὸν εὐεργέτην ἀνταμειψάμενοι. Γενησόμεθα δὲ πάντως εὐγνώμονες, εἰς δέον τῇ εἰρήνῃ χρησάμενοι, καὶ τὴν πρὸς τὸν κόσμον καὶ τὸν κοσμοκράτορα, κακῶς ἡμῖν ἐνυπάρξασαν ἀθετήσαντες φιλίαν, καὶ διὰ τῶν παθῶν πρὸς τὸν Θεὸν συνιστάμενον κἂν ὀψέ ποτε καταλύσωμεν πόλεμον· καὶ σπονδὰς ἀλύτους τῆς πρὸς αὐτὸν εἰρήνης ποιήσαντες, ἐν τῇ καταργήσει τοῦ σώματος, τῆς πρὸς αὐτὸν ἔχθρας παυσώμεθα. Ἀδύνατον γάρ ἐστιν ἡμᾶς φιλωθῆναι Θεῷ, διὰ τῶν παθῶν πρὸς αὐτὸν στασιάζοντας, καὶ τῷ πονηρῷ τυράννῳ, καὶ φονευτῇ τῶν ψυχῶν διαβόλῳ διὰ κακίας δασμοφορεῖν ἀνεχομένους, μὴ πρότερον δι’ ὅλου πολεμωθέντας τῷ πονηρῷ. Μέχρι γὰρ τότε τοῦ Θεοῦ καθεστήκαμεν ἐχθροὶ καὶ πολέμιοι, κἂν πιστῶν προσηγορίαν ἡμῖν αὐτοῖς περιπλάττωμεν, μέχρις οὗ πάθεσιν ἀτιμίας δουλεύειν βουλώμεθα· καὶ οὐδὲν ὄφελος ἡμῖν ἐκ τῆς κατὰ κόσμον εἰρήνης λοιπὸν περιγενήσεται, τῆς ψυχῆς κακῶς διακειμένης, καὶ πρὸς τὸν ἴδιον ποιητὴν στασιαζούσης.

καὶ ὑπὸ τὴν αὐτοῦ βασιλείαν γενέσθαι οὐκ ἀνεχομένης· ἔτι μυρίοις πεπραμένης ὠμοῖς δεσπόταις, εἰς κακίαν αὐτὴν κατεπείγουσι, καὶ τὴν εἰς ἀπώλειαν φέρουσαν ὁδὸν τῆς σωζούσης μᾶλλον ἀπατηλῶς αἱρεῖσθαι παρασκευάζουσιν. Ἐπειδὰν δὲ τῆς τῶν παθῶν μέθης ἐκνήψωμεν, καὶ τῆς τοῦ διαβόλου πονηρᾶς κατεξαναστῶμεν καὶ τυραννικῆς βασιλείας, καὶ τὸν αὐτοῦ πικρότατον ζυγὸν ἑαυτῶν ἐκτιναξώμεθα· καὶ κατίδοιμεν ὅσον ἡμᾶς ἡ πρὸς αὐτὸν φιλία κατέφθειρε· τηνικαῦτα δεξόμεθα τοῦ εἰρηνικοῦ καὶ πράου βασιλέως Χριστοῦ τὴν εἰρηνικὴν παρουσίαν ἐφ’ ἑαυτοῖς ἀοράτως γινομένην· καὶ ἀνεξόμεθα ὑπὸ τὸν αὐτοῦ γενέσθαι ζυγόν, νόμοις ἀληθείας τάσσοντος ἡμᾶς καὶ ῥυθμίζοντος· καὶ τὴν πρὸς αὐτὸν στείλασθαι ἑκουσίως φιλίαν καταδεξόμεθα, φόρους αὐτῷ καὶ δασμοὺς ἑκουσίως προσάγοντες, τοὺς διὰ τῶν ἀρετῶν κατ’ ἐντολὴν τελεσφορουμένους ἐν ἡμῖν τῆς δικαιοσύνης καρπούς. Οἷς ὑπὲρ τῆς ἡμῶν σωτηρίας ἡδόμενος ὁ μόνος ἀπροσδεής, πάντα ἡμῖν χαρίσηται ὡς ἀψευδής, ὅσα ἡμῖν ἐπηγγείλατο. Τὰ δέ ἐστιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

Εἰς τοῦτο γὰρ ἡμᾶς καὶ πεποίηκεν, ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως, καὶ τῆς αὐτοῦ ἀϊδιότητος μέτοχοι· καὶ φανῶμεν αὐτῷ ὅμοιοι κατὰ τὴν ἐκ χάριτος θέωσιν· δι’ ἣν πᾶσά τε τῶν ὄντων ἡ σύστασίς ἐστι καὶ ἡ διαμονή, καὶ ἡ τῶν μὴ ὄντων παραγωγὴ καὶ γένεσις.

Γενώμεθα τοίνυν ἄξιοι τῆς εἰρήνης, δέσποτά μου εὐλογημένε, τὰ ἐν ἡμῖν στασιάζοντα πρὸς Θεὸν πάθη ἑαυτῶν ἀνδρικῶς περιελόντες. Τήξωμεν ὅση δύναμις τὸ σῶμα, δι’ οὗ σφριγῶντος ἡ τοῦ διαβόλου πρὸς τὴν ψυχὴν γίνεσθαι πέφυκεν εἴσοδος. Ἀναγνώσμασι θείοις πλανώμενον στήσωμεν τὸν νοῦν, καὶ πρὸς τὸν Θεὸν πάλιν ἐπαναγάγωμεν. Ἐγκρατείας τόνοις καὶ ἀγρυπνίας, κατ’ ὄρεξιν εἰς πολλὰ φερομένην ἀτάκτως τὴν ἐπιθυμίαν, σωφρόνως καταστείλωμεν. Εὐχαῖς καὶ δεήσεσι καὶ ἐλεημοσύναις, τὸν θυμὸν ζέοντα καὶ ταρασσόμενον, σοφῶς κατευνάσωμεν. Φόβῳ Θεοῦ καὶ ἀπειλῇ τῶν μελλόντων, ἀκολάστως κινούμενά τε καὶ ἐνεργοῦντα τὰ αἰσθητήρια, παύσωμεν. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων μνησθῶμεν τοῦ θανάτου, καὶ τῆς φοβερᾶς τῆς ψυχῆς ἐκ τοῦ σώματος ἐξόδου· καὶ πῶς ὑπαντῶσιν αὐτῇ κατὰ τὸν ἀέρα τοῦτον αἱ ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις τοῦ σκότους· πᾶσα πρὸς ἑαυτὴν διέλκουσά τε καὶ κατατέμνουσα, κατ’ ἀναλογίαν τῆς σχετικῶς πρὸς αὐτὴν διὰ τοῦ μέσου πάθους γενομένης κακῆς οἰκειότητος. Μνησθῶμεν τῆς ἐν τῷ ᾅδη κατὰ συνείδησιν γινομένης τῇ ψυχῇ πικρᾶς ὀδύνης, ἐπὶ τῇ μνήμῃ τῶν αὐτῇ κακῶς διὰ τοῦ σώματος πεπραγμένων.

Μνησθῶμεν τῆς τελευταίας τοῦ παντὸς κόσμου συντελείας, καθ’ ἣν τῷ πολλῷ καὶ ἀπλέτῳ πυρὶ τὸ πᾶν καταφλέγεται τοῦτο· στοιχείων φοβερῶς κλονουμένων τῇ τήξει τῆς καύσεως· οὐρανοῦ τῇ ἑλίξει [καὶ] φόβῳ κατ’ ἔπειξιν φεύγοντος ἀπὸ προσώπου πυρὸς τοῦ προκαθαίροντος τὴν κτίσιν διὰ τὴν τοῦ Καθαροῦ παρουσίαν· θαλάσσης ἀφανιζομένης, γῆς βρασσομένης, καὶ ἐκ πυθμένος, καὶ τὰς ἀπείρους τῶν ἀνθρωπίνων σωμάτων ἀμειώτως παρεχούσης μυριάδας· μνησθῶμεν τῆς φρικτῆς ὥρας τῆς ἀπολογίας τῆς ἐπὶ τοῦ φοβεροῦ καὶ φρικτοῦ βήματος τοῦ Χριστοῦ γενησομένης· ἡνίκα πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ πᾶσα ἡ ἀπὸ καταβολῆς τοῦ αἰῶνος κτίσις τῶν ἀνθρώπων ἐφορᾷ τὰ ἑκάστῳ προσόντα, μέχρι καὶ ψιλοῦ ἐνθυμήματος· ἡνίκα τοὺς μέν, διὰ τὴν τῶν ἔργων λαμπρότητα τὸ ἄφραστον φῶς διαδέξηται· καὶ ἡ τῆς ἁγίας καὶ μακαρίας Τριάδος ἔλλαμψις τρανώτερον ἐπιλαμπούσης, τοῖς ὁρᾷν καὶ ὑποδέχεσθαι διὰ καθαρότητα ψυχῆς δυναμένοις· τοὺς δὲ διὰ τὴν τῶν ἔργων ἀτοπίαν τὸ σκότος ὑποδέξεται τὸ ἐξώτερον, καὶ ὁ ἀκοίμητος σκώληξ, καὶ τὸ πῦρ τῆς γεέννης τὸ ἄσβεστον· καὶ τὸ πάντων βαρύτατον, ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα.

Μνησθῶμεν τούτων ἁπάντων, ἵνα τῶν μὲν γενώμεθα ἄξιοι τῶν, δὲ πεῖραν λαβεῖν μὴ κατακριθῶμεν· καὶ γενώμεθα ἑαυτῶν καὶ τοῦ Θεοῦ, μᾶλλον δὲ μόνου καὶ ὅλου Θεοῦ, καὶ ὅλοι· μηδὲν ἐπίγειον ἐν ἡμῖν αὐτοῖς φέροντες, ἵνα Θεῷ πλησιάσωμεν, καὶ θεοὶ γενώμεθα, ἐκ Θεοῦ τὸ θεοὶ εἶναι λαβόντες.

Οὕτω γὰρ τιμᾶται τὰ θεῖα δωρήματα, καὶ ἡ τῆς θείας εἰρήνης φιλοφρονεῖται παρουσία. Καὶ ταῦτα μὲν περὶ τούτων. Ὁ δὲ Θεὸς τῆς εἰρήνης ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ, καὶ ἐξαγοράσας τῷ ἰδίῳ αἵματι τῆς ἐξουσίας τοῦ σκότους, αὐτὸς τὴν εἰρήνην αὐτοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν χαρίσηται τῷ εὐλογημένῳ μου δεσπότῃ, καὶ ἀξιώσαι αὐτὸν τῆς ἐπουρανίου αὐτοῦ βασιλείας· ἔνθα πάντων τῶν εὐφραινομένων ἡ κατοικία, καὶ ὁ τῶν ἑορταζόντων χορός.

ΚΕʹ. —Τοῦ αὐτοῦ πρὸς Κόνωνα πρεσβύτερον καὶ ἡγούμενον. Πιστεύω καθὼς παρέλαβον καὶ ἐδιδάχθην, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί· καὶ ὅτι καθὼς αὐτὸς εἷς ἐστι, μηδέποτε τοῦ εἷς εἶναι παυόμενος, οὕτω τοὺς κατὰ τὴν αὐτοῦ ἀγάπην ζῶντας, ἕνα ποιεῖ, καὶ μίαν αὐτοῖς χαρίζεται καρδίαν καὶ ψυχήν, κἂν πολλοὶ τύχοιεν ὄντες· ἵνα ὡς μίαν ψυχὴν ἔχοντες, τὰς ἀλλήλων ἐπιγινώσκωσι καρδίας, καὶ μὴ κάμνωσι τῇ ἀγνοίᾳ ἐρευνῶντες περὶ τῶν ἀδήλων, στοχαζόμενος ἕκαστος τὴν ἐφ’ ἑαυτῷ τοῦ πέλας διάθεσιν. Διὰ τοῦτο πιστεύων τῇ χάριτι τοῦ Χριστοῦ τῇ ἐν σοὶ κινουμένῃ, ἅγιε Πάτερ, ὅτι οὐδὲν ἀγνοεῖς τῶν ἐν τῇ ἐμῇ καρδίᾳ, ὥσπερ ἴσως, κἂν τολμηρὸν εἰπεῖν, οὔτε ἐγὼ τῶν ἐν σοί, θαῤῥῶ παραιτήσασθαι τέως κατὰ τὸ παρὸν τὴν πρὸς ὑμᾶς ἄφιξιν, εἰδὼς ὅτι οὐ παρακοῆς τὴν παραίτησιν εἶναι πιστεύετε, ἀλλὰ πάθους σωματικοῦ βίᾳ με κωλύοντος τῆς ὁδοῦ, καὶ τὸ πρόθυμον τῆς ψυχῆς εἰς ἔργον προελθεῖν μὴ συγχωροῦντος.

Ἀλλὰ καὶ ἀπὼν τῷ σώματι διὰ τοῦ παρόντος γράμματος, ὁ ἀεὶ παρὼν τῷ πνεύματι, καὶ μηδέποτε ὑμῶν κατὰ ψυχὴν χωριζόμενος, ἀσπάζομαί σε τὸν ἐμὸν κατὰ Θεὸν πατέρα καὶ προστάτην, καὶ τῆς ἐμῆς ἐπιμελητὴν σωτηρίας, καὶ τὴν ἁγίαν σου, καὶ τῆς Χριστοῦ βασιλείας ἀξίαν ποίμνην· καὶ παρακαλῶ δεήσεις ὑπὲρ ἐμοῦ ποιεῖσθαι πρὸς Κύριον, ἵνα ζῶσαν καὶ ἔμπρακτον τὴν εἰς αὐτὸν πίστιν ἀπενέγκωμαι, μὴ νεκρωθεῖσαν τοῖς πάθεσιν, ἀλλὰ τὴν δύναμιν ἔχουσαν τοῦ τε σταυροῦ καὶ τοῦ θανάτου, καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως αὐτοῦ· τοῦ μὲν σταυροῦ, κατὰ τὴν ἀπραξίαν τῆς ἁμαρτίας· τοῦ δὲ θανάτου, κατὰ τὴν πληρεστάτην ἀποβολὴν τῆς κακίας· τῆς δὲ ταφῆς κατὰ τὴν ἀπόθεσιν τῆς κατὰ ψυχὴν περὶ τὰ αἰσθητὰ φαντασίας· τῆς δὲ ἀναστάσεως, κατὰ τὸν πλοῦτον τῶν ἀρετῶν, καὶ τὴν περιουσίαν τῆς αὐτοῦ ἐπιγνώσεως ἀληθοῦς, καὶ τὴν εἰς ὕψος τῆς διανοίας ἀπὸ τῶν φθειρομένων ἔγερσιν, ἵνα γένωμαι σύσσωμος αὐτοῦ καὶ σύμψυχος. Καὶ ἁπλῶς εἰπεῖν, κατὰ τὴν αὐτοῦ ἐπαγγελίαν, κατὰ πάντα ὅμοιος, χωρὶς τῆς πρὸς αὐτὸν κατὰ τὴν φύσιν ταυτότητος· ἵνα μὴ τὴν δοθεῖσάν μοι παρ’ αὐτοῦ διὰ τῶν εἰρημένων ζωὴν νεκρώσας, τοῖς ἔργοις τῆς ἀτιμίας, τὸ κρῖμα δικαίως σχῶ τῶν ἀποκτεινάντων τὴν ἑαυτῶν ζωήν, τὸν Κύριον ἡμῶν τὸν Ἰησοῦν τὸν Χριστόν.

Φοβερὸν γὰρ ὄντως, καὶ πάσης κατακρίσεως ὑπερέκεινα, τὸ τὴν δοθεῖσαν ἡμῖν παρὰ Θεοῦ κατὰ δωρεὰν τοῦ ἁγίου Πνεύματος ἑκουσίως νεκρῶσαι ζωήν, διὰ τῆς πρὸς τὰ φθειρόμενα ἀγάπης. Καὶ ἴσασι πάντως τοῦτον τὸν φόβον, οἱ τὴν ἀλήθειαν τῆς φιλαυτίας προτιμᾷν μελετήσαντες.

ΚϚʹ. —Τοῦ αὐτοῦ πρὸς Θαλάσσιον πρεσβύτερον. ἐρωτήσαντα, πῶς ἔνιοι τῶν ἐν τοῖς ἔθνεσι βασιλέων, ὑπὲρ ὀργῆς θεηλάτου ἐπικειμένης τῷ ὑπηκόῳ πλήθει κατέθυον τέκνα καὶ προσγενεῖς, καὶ ἐπαύετο ἡ ὀργή, καθὼς πολλοῖς τῶν ἀρχαίων ἱστόρηται. Καὶ Ἕλλησιν ὁ Θεὸς συνεχώρει χρηματίζεσθαι, δι’ ὧν ἑαυτοῖς τὴν τῶν μελλόντων πρόγνωσιν, καὶ τὴν τῶν λυπούντων ἀπαλλαγὴν ἐπενόησαν τρόπων· καὶ ἐδίδου πολλάκις κατ’ ἐλπίδας αὐτοῖς ἐκβαίνειν τὰ πράγματα, πᾶσι προοδοποιῶν κατὰ πρόνοιαν, καθὼς ἕκαστος ἠδύνατο δέξασθαι, τὴν τοῦ μέλλοντος μεγάλου μυστηρίου παραδοχήν. Εἰ γὰρ φιλοστοργία τῶν ἀρχόντων πρὸς τοὺς ἀρχομένους δι’ ἔργου προβαίνουσα, ὅλον ὑφήρπασε τῆς ἐπικειμένης ἀνάγκης τὸ ὑπήκοον· οὐ ξένον οὐδὲ ἄπιστον, εἰ ὁ φύσει φιλάνθρωπος, καὶ μόνος Δημιουργὸς καὶ Βασιλεὺς τῶν ἀνθρώπων, τὸν αὐτοῦ Υἱὸν ὑπὲρ πάντων τῶν ἀνθρώπων εἰς θάνατον, κατ’ οἰκονομίαν διὰ σαρκὸς προέσχετο, ἵνα τῶν κατεχόντων λυτρώσηται κακῶν.

Ἀμέλει τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα κατὰ τῶν Μωαβιτῶν ἐπιστρατευσάντων ἐπὶ τοῦ ἁγίου Ἐλισσαίου τοῦ προφήτου, καὶ μετὰ μεγάλην νίκην μελλόντων καὶ αὐτὴν πᾶσαν τῆς βασιλείας πορθῆσαι τὴν πόλιν, λαβὼν κατὰ τὸ εἰθισμένον, ὡς ἔοικεν, ἔθνεσιν, ὁ τῆς χώρας βασιλεὺς τὸν υἱὸν αὐτοῦ, κατ’ ὀφθαλμοὺς τῶν βασιλέων ἐπὶ τοῦ τείχους κατέθυσε· καὶ τούτῳ τῷ τρόπῳ, τοὺς μὲν βασιλεῖς ἱλεώσατο, καὶ ἔπεισεν ἀποστραφῆναι τῆς κατ’ αὐτοῦ διεσκευασμένης ὀργῆς, τοὺς δὲ ὑπηκόους διεσώσατο. Τοῖς μὲν οὖν Ἕλλησι τὰ ἐξ αὐτονομίας ἐπιτελεῖν συγχωρῶν ὁ Θεός, εἰς τὴν τοῦ μεγάλου μυστηρίου παραδοχὴν σοφῶς ἐσφετερίζετο· τῷ δὲ Ἰσραηλίτῃ λαῷ νόμον διδούς, δι’ ὅλου τὸ μέλλον διετύπου μυστήριον. Ὅθεν μετὰ τὸ φανῆναι, καὶ κατ’ ἐνέργειαν γενέσθαι τὸ τῆς ἡμῶν σωτηρίας μυστήριον, ταῦτα κἀκεῖνα ἐξ Ἐθνῶν καὶ Ἰουδαίων κατήργησεν, ὅσα πρὸ τούτου δέδωκεν, ἢ γίνεσθαι συνεχώρησεν πρὸς τὴν τοῦ μέλλοντος διατύπωσιν. Ἐξ αὐτοῦ γάρ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, ὅσα γέγονεν ἢ γενήσεται, κατὰ πάντα καιρὸν ἢ τρόπον· τὰ μέν, κατ’ εὐδοκίαν· τὰ δέ, κατ’ οἰκονομίαν· τὰ δέ, κατὰ συγχώρησιν. Οὐκ ἔστιν οὖν μῦθος τὸ τοῖς ἀρχαίοις μνημονευόμενον· ἀλλὰ γέγονεν ἀληθῶς, καὶ ἐπηκολούθησεν αὐτῷ, τὸ ἐφ’ ᾧ γέγονεν ἀλέξημα. Τὸ δὲ κατὰ λεπτὸν περὶ τῶν γραφέντων, σὺν Θεῷ παρ’ ὑμῖν γινόμενος ἅμα γυμνάζωμεν.

Πλὴν ὁ γνοὺς πῶς καὶ ὄφεως σάρκες δύνανται θεραπεύειν διὰ τέχνης νοσοῦντας, δέξεται πιστῶς τῆς θείας προνοίας τὴν μέθοδον.

ΚΖʹ. —Τοῦ αὐτοῦ πρὸς Ἰωάννην κουβικουλάριον. Οἱ μὲν κατὰ κόσμον, τὴν πρὸς ἀλλήλους ἀγάπην στησάμενοι, τῆς ἀλλήλων χρῄζουσι σωματικῆς παρουσίας πρὸς τὴν ταύτης συντήρησιν, διὰ τὴν λήθην τὴν καταμαραίνουσαν φυσικῶς πάντα τὸν περὶ μόνα τὰ σώματα συνιστάμενον πόθον· ᾧ συγκατασβέννυσθαι πέφυκεν ἡ μνήμη τῶν οὕτω πρὸς ἀλλήλους διακειμένων. Ἔστι δὲ ὅτε καὶ αὐτὸ τοῦτο τὸ συντηρεῖν δύνασθαι δοκοῦν τὴν κατὰ κόσμον πρὸς ἀλλήλους σχέσιν, διίστησι κόρος ἐπιγενόμενος, καὶ ὅλην τὴν προλαβοῦσαν ἀφανίζων διάθεσιν. Καὶ ἐπίλειψις δέ τινος πολλάκις τῶν ταύτης ποριστικῶν αἰτιῶν, ἢ καὶ μικρά τις παρεμπεσοῦσα πρόφασις, ταχεῖαν ποιεῖται τῆς οὕτω συνισταμένης ἀγάπης τὴν εἰς μῖσος περιτροπήν. Οἱ δὲ κατὰ Θεὸν τῷ δεσμῷ τῆς ἀγάπης ἀλλήλοις ἀλύτως καταδεθέντες, καὶ σὺν ἀλλήλοις ὄντες, καὶ ἀλλήλων ἀπόντες, μᾶλλον τὸν ταύτης δεσμὸν ἐπιτείνουσι· διὰ Θεὸν ταύτην ἐν ἑαυτοῖς ἔχοντες, τὸν καὶ ἀγάπην ὄντα, καὶ τὴν τοῦ ἀγαπᾷν δύνασθαι τοῖς ἀξίοις παρεχόμενον δύναμιν· καὶ μάλα γε, καθάπερ οἶμαι, δικαίως.

Τοῖς γὰρ κατὰ φύσιν ῥευστοῖς συναποῤῥεῖν πέφυκε καὶ ἡ τῶν κατ’ αὐτὰ πρὸς ἀλλήλους διακειμένων διάθεσις· τοῖς δὲ σταθεροῖς καὶ ἀεὶ ὡσαύτως ἔχουσιν, ἀκλόνητος παντάπασι καὶ ἀτίνακτος συνδιαμένειν εἴωθε, καὶ ἡ τῶν κατ’ αὐτὰ πρὸς ἀλλήλους διακειμένων στοργή· τοσοῦτον αὐτοῖς ἐπιτείνουσα τὸν εἰς ἀλλήλους πόθον πρὸς τὸ ἀόριστον, ὅσον ὁ ταύτης τῆς σχέσεως αἴτιος πρὸς ἑαυτὸν ἕλκειν τοὺς ἀλλήλων ἠρτημένους τῷ πνεύματι πέφυκε Θεός.

Κατὰ τοῦτον τοίνυν τὸν τρόπον ἀγαπῶν σε, λίαν ἠγαπημένε, διὰ παντὸς ἀχώριστον ἔχω συνόντα κατὰ ψυχήν, εἰς βάθος τετυπωμένον τῷ πνεύματι, κἂν πολὺ τοῦ χρόνου μῆκός ἐστι, καὶ μέγα τὸ διαμέσου τῶν τόπων διάστημα, μηδέποτε τοῦ βλέπειν νοητῶς καὶ ἀσπάζεσθαι παυόμενος. Ὑφ’ οὗ κατὰ τὸ ἴσον, εἰ μὴ καὶ μᾶλλον ἀγαπᾶσθαι πιστεύων, ἀόκνως περὶ ὧν χρεία γράφειν οὐ παραιτοῦμαι, μίαν ἀμφοτέρων ἡμῶν γεγενῆσθαι ψυχὴν γινώσκων διὰ τοῦ πνεύματος.

Καὶ οἶδα ὅτι οὐ νομίζεις ὑβρίζεσθαι τοῦτο ἀκούων, τὴν πρὸς ἀνθρώπους τοῦ Θεοῦ φοβεράν, καὶ ὑπὲρ νοῦν καὶ λόγον συγκατάβασιν λογιζόμενος. Δέχου τοίνυν τὸν τὴν παροῦσαν ἐπιφερόμενον μετρίαν συλλαβὴν εὐμενῶς, καὶ γενοῦ αὐτῷ πάντα, ἅπερ ὁ τὰς ἀλλήλων ἐπιμερίζεσθαι συμφορὰς τοῖς ἀνθρώποις ἐνομοθέτησε· καὶ τοσοῦτον οἰκειώσασθαι τὸν πέλας, ὅσον μὴ ἄλλον ἐκεῖνον νομίζεσθαι, κατὰ τὴν ἀντιδοθεῖσαν τῶν εἰς ἀλλήλους μεταποιηθέντων διάθεσιν.

Οὐ γὰρ μόνον χαίρειν μετὰ χαιρόντων, ἀλλὰ καὶ κλαίειν μετὰ κλαιόντων· καὶ οὐχ ἁπλῶς ἀγαπᾷν, ἀλλ’ ὡς ἑαυτὸν τὸν πλησίον, ὁ θεῖος διαγορεύει λόγος· ἵνα μὴ λέγω τὴν καινὴν ἐντολήν, τὴν καὶ αὐτὰς ὑπὲρ ἀλλήλων ἀγάπης χάριν, ἡνίκα καιρός ἐστιν ἀγωνίζεσθαι, τὰς ψυχὰς τιθέναι προστάσσουσαν· ἣν ὁ δοὺς ἔργῳ πεπλήρωκε Κύριος, ὑπὲρ ἡμῶν θεῖναι τὴν ἑαυτοῦ ψυχὴν μὴ παραιτησάμενος· ἡμῖν ὑποτύπωσιν τελείας εὐαρεστήσεως, καθ’ ἣν ὁ τῆς φιλαυτίας ἠρέμα κατασβέννυται νόμος, ὁ κατ’ ἀρχὰς δι’ ἡδονῆς ἡμᾶς ἀπατηλῶς Θεοῦ καὶ ἀλλήλων ἀπαγαγών· καὶ ἀνθ’ ἑνὸς Θεοῦ, πολλοὺς εἶναι ἢ οὐδένα τὸ σύνολον νομισθῆναι διδάξας, παντελῶς τὴν τοῦ ἐν ἡμῖν λόγου πρὸς τὴν σάρκα κατέραξε δύναμιν, καὶ εἰς πολλὰς τὴν μίαν φύσιν κατατεμὼν μοίρας, ὑπὲρ ἡδονῆς κατ’ ἀλλήλων τὴν τοῦ ἐν ἡμῖν θυμοῦ δύναμιν ἐθηρίωσε. Γενοῦ τοίνυν, ὡς εἶπον, πάντα τῷ χρῄζοντι τῆς σῆς ἐπικουρίας, ἵνα τοιοῦτον εὕροις τὸν Θεόν σοι γινόμενον, τὸν πάντα πᾶσι γίνεσθαι διὰ φιλανθρωπίαν καταδεχόμενον.

ΚΗʹ. —Τοῦ αὐτοῦ πρὸς Κυρισίκιον ἐπίσκοπον. Τῆς θείας ἐπὶ γῆς κατὰ τὴν δοθεῖσάν σοι χάριν τῆς ἀρχιερωσύνης, τίμιε Πάτερ, μιμητὴς εἶναι λαγὼν ἀγαθότητος, οὐδένα τῶν χαρακτηριζόντων αὐτὴν τρόπων ἀπλήρωτον εἴασας· ἀλλὰ πάντας ἀλλήλοις ἐφεξῆς συνομαρτοῦντας ἔχων, τῷ ἄνωθεν ἐξυφασμένῳ διὰ τοῦ Πνεύματος χιτῶνι τῶν ἀρετῶν ἐσπούδασας καλλωπίσαι τὸ τῆς ἀρχιερωσύνης μυστήριον· ὅντινα χιτῶνα σχίσαι οὐδέποτε δύνανται, οὔτε πλήθει πειρασμῶν, ὑμᾶς σταυροῦντες οἱ δαίμονες.

Σπούδασον οὖν τὰ διεσκορπισμένα τέκνα τοῦ Θεοῦ συναγαγεῖν εἰς ἕν. Χαρακτὴρ γὰρ καὶ τοῦτο τῆς θείας ἐστὶν ἀγαθότητος· καὶ ὡς κεφαλὴ τοῦ τιμίου σώματος τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας γενόμενος, τὰ μέλη συναρμολόγησον ἀλλήλοις διὰ τῆς ἀρχιτεκτονίας τοῦ Πνεύματος· καὶ κάλεσον φωνῇ μεγάλῃ ὡς κῆρυξ τῶν θείων διδαγμάτων καταστάς, τούς τε μακράν, καὶ τοὺς ἐγγύς· καὶ ἑαυτῷ κατάδησον τῷ ἀλύτῳ δεσμῷ τῆς ἀγάπης τοῦ Πνεύματος· εἴπερ μέντοι ἀπέδρα, καὶ παντελῶς ἐξηφάνισται ἡ τῶν ἐχθρῶν προσδοκία· δι’ ἣν τοσοῦτον τῆς ἐνεγκούσης ἀπεξενώθησαν· ἵνα καὶ σοὶ ἐξὸν ᾖ χριστοπρεπῶς λέγειν·

Ἰδοὺ ἐγώ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἀλλ’ ἀξίωσον τὸν σὸν ταπεινὸν καὶ ἀνάξιον δοῦλον καὶ ἱκέτην περὶ τούτου τιμίων σου συλλαβῶν, ἅγιε Πάτερ· καὶ δι’ εὐχῶν παραθέσθαι τῷ Θεῷ προσφέρων θυσίαν αἰνέσεως μὴ ἀπαξιώσῃς.

ΚΘʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Ὁ μὲν Θεὸς ζητῶν κατῆλθεν ἐξ οὐρανοῦ, καὶ ποθῶν τὸ πρόβατον ἐνεδύσατο· καὶ οὕτως σώσας τὸ πλανώμενον, πρὸς τὰ σύννομα τῶν ὤμων ἐπιθείς, συμπαθῶς ἐπανήγαγε. Σὺ δέ, πανάγιε Πάτερ καὶ ποιμήν, μόνον Πνεύματος ἁγίου πληρώσας τῆς διδασκαλίας τὸν δόνακα, πρὸς ἑαυτὸν ἐπανήγαγες πλήρη, τὴν ἀκουσίως μὲν τῆς πατρίδος ἀποφοιτήσασαν ἀγέλην τῶν λογικῶν προβάτων, ἑκουσίως δὲ προστρέχουσαν τῇ φωνῇ σου τοῦ καλοῦ ποιμένος καὶ ἐπιστήμονος, ὡς τελείαν διάγνωσιν ἔχουσαν τοῦ συμφέροντος. Οὐ γὰρ πλανηθεῖσα τὰ μακρὰ διεπέρασε πελάγη, τῆς θείας κατολιγωρήσασα νομῆς· ἀσφαλείας δὲ χάριν σωστικῆς τῶν κατὰ ψυχὴν θείων ἀναθημάτων. Ἀλλὰ δέξαι ποίμνην, οὐ μόνον ἀνεπίβατον λύκοις διαμείνασαν, ἀλλὰ καὶ λύκων ἀναιρετικὴν γενομένην, καὶ πολλοῖς πλουτοῦσαν τοῖς κατὰ ψυχὴν ἀγαθοῖς· Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· ὡς τῶν κατ’ εὐσέβειαν θείων δογμάτων διδάσκαλος, καὶ βίου καθαροῦ, καὶ σεμνῆς πολιτείας ὑφηγητής, καὶ τοῖς ἐν πᾶσιν ὀρθῆς διακρίσεως νομοθέτης· προσλαβόμενος μάλιστα μετὰ τῆς εἰρημένης ἱερᾶς ποίμνης, καὶ τὸν ἡγιασμένον κύριον ἀββᾶν Γεώργιον τὸν πρεσβύτερον, ἄνθρωπον ἱερόν, ἴσον τῷ λόγῳ κεκτημένον τὸν βίον· καὶ δι’ ἀμφοτέρων ὄντα τῆς πονηρᾶς καθαιρέτην δυνάμεως.

Ἀλλ’ ἐπειδὴ μεγάλῃ κατεπόθην λύπῃ μὴ φέρων τὴν τούτων διάζευξιν, ἢ κἀμὲ προσλάβετε, καὶ ὑπὸ τὰς ὑμετέρας καταπαύετε πτέρυγας· ἢ στηρίξατε δι’ εὐχῶν πρὸς τὸ γενναίως φέρειν τὴν ἐπὶ τῷ χωρισμῷ τῶν φιλτάτων ὀδύνην.

Λʹ. —Τοῦ αὐτοῦ πρὸς Ἰωάννην ἐπίσκοπον. Φασὶν οἱ τὴν τῶν ὄντων φύσιν λογικῶς διασκεψάμενοι, παντὸς ἑλκτικὴν εἶναι τοῦ ὑποκειμένου τὴν τοῦ πυρὸς δύναμιν· ᾧ παραβάλλοντες συμβολικῶς τὸν Θεόν, οἱ τῶν θείων ἐξηγηταὶ μυστηρίων, ἑλκτικὸν καὶ αὐτὸν εἶναί φασι πάντων τῶν βουλομένων τοῖς αὐτοῦ πείθεσθαι νόμοις, καὶ τὸ ζῇν ὁσίως ἀνεχομένων ἀσπάζεσθαι· πρὸς ὅν, ὥσπερ ἐν εἰκόνι γραφὴν εὐφυῶς τὴν μίμησιν ἔχουσαν ὑπάρχειν λέγοντες τὴν ἱερωσύνην, καὶ αὐτὴν τῷ ἴσῳ κατὰ τὴν χάριν συμπαθείας νόμῳ, πάντων ἑλκτικὴν εἶναι τῶν ὑπὸ τὴν αὐτὴν φύσιν διαγορεύουσι. Ταύτην οὖν καὶ αὐτός, ἅγιε Πάτερ, ἐπὶ γῆς τοῦ Θεοῦ τὴν εἰκόνα ἔχειν λαχών, κάλεσον πρὸς ἑαυτὸν συμπαθείας τρόποις καὶ λόγοις, τοὺς πρὸς σὲ ποθοῦντας ἐπανελθεῖν, καὶ ὑπὸ σοῦ ποιμανθῆναι κατ’ εὐχὰς ἐπιθυμοῦντας· καὶ πίστωσον ἐπαγγελίαις ἀληθέσι διὰ συλλαβῶν σου τιμίων, τὴν εἰς αὐτοὺς σὺν Θεῷ περὶ πάντα σου πρόνοιαν· εἴπερ παντελῶς ἡ τῶν ἐχθρῶν δυσώδης ἀπεγένετο προσδοκία· δι’ ἣν τοσαύτην ὑπέμειναν φυγήν, οἱ τῷ νόμῳ τοῦ Θεοῦ κατακολουθεῖν ἀσφαλὲς ἡγησάμενοι, τῷ διαῤῥήδην βοῶντι·

Ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἄλλην· καὶ τὴν ἐπαινετὴν δειλίαν τοῦ θράσους προκρίναντες· ἵνα μετὰ Θεὸν τοῖς σοῖς πιστεύοντες λόγοις, ἀφόβως ποιήσωνται τὴν ἐπάνοδον· καὶ τῶν πόνων οἷς ὑπὲρ ἀρετῆς, καὶ τοῦ πεισθῆναι Θεῷ τοὺς διώκοντας φεύγειν κελεύοντι, κατὰ τὴν φοβερὰν ταύτην ξενιτείαν, ὑπεπιάσθησαν, ἄνεσιν εὕρωσιν, ἐλεήμονα τὴν σὴν περὶ αὐτοὺς κατὰ πάντα συγκρότησιν. Μὴ τοίνυν ἀπαξιώσῃς, ἅγιε Πάτερ, τὸν σὸν ἱκέτην καὶ δοῦλον παρακαλοῦντα προσδέξασθαι· ἀλλὰ τίμησον οἰκείαις συλλαβαῖς, ὡς τίμιος, τὸν μηδεμιᾶς τιμῆς ἄξιον· καὶ δι’ εὐχῶν παράθου τῷ Χριστῷ τῷ μόνῳ τιμίῳ, καὶ τὸν ἄτιμον πολυτίμως δι’ ἑαυτοῦ τιμήσαντι ἄνθρωπον· ὅντινα Δεσπότην καὶ Κύριον κατὰ πάντα μιμούμενος, ἄλλον ἐκεῖνον κατὰ χάριν τοῦ Πνεύματος σεαυτὸν τοῖς ὁρῶσι κατέστησας.

ΛΑʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Ὥσπερ ἀκτὶς ἐπισπᾶται προσηνῶς τὴν ὑγιαίνουσαν ὄψιν κατὰ φύσιν προσχαίρουσαν φωτί, καὶ τῆς οἰκείας λαμπρότητος μεταδίδωσιν· οὕτως καὶ ἡ ἀληθὴς ἱερωσύνη χαρακτὴρ οὖσα διὰ πάντων τῆς μακαρίας θεότητος τοῖς ἐπὶ γῆς, πᾶσαν ψυχὴν κατὰ τὴν ἕξιν φιλόθεόν τε καὶ θείαν ἐφέλκεται πρὸς ἑαυτήν, καὶ τῆς ἰδίας μεταδίδωσι γνώσεως, εἰρήνης τε καὶ ἀγάπης· ἵνα πρὸς τὸ πέρας τῆς οἰκείας ἐνεργείας, ἑκάστην τῆς ψυχῆς ἐνέγκασα δύναμιν, Θεῷ παραστήσῃ διὰ πάντων θεωθέντας τοὺς ὑπ’ αὐτῆς μυσταγωγουμένους. Τέλος γὰρ τῆς κατὰ ψυχὴν λογικῆς ἐνεργείας, ἡ ἀληθὴς γνῶσίς ἐστι· τῆς ἐπιθυμητικῆς δέ, ἡ ἀγάπη· τῆς δὲ θυμικῆς, ἡ εἰρήνη· ὥσπερ καὶ τῆς ἀληθοῦς ἱερωσύνης, τὸ διὰ τούτων θεοποιεῖσθαί τε καὶ θεοποιεῖν. Ἐφ’ ᾧ γὰρ ζητεῖν τὸν Θεὸν ἔχομεν φυσικῶς τὸ λογίζεσθαι, καὶ αὐτὸν μόνον ποθεῖν τὴν ἐπιθυμίαν ἐλάβομεν, καὶ ὑπὲρ αὐτοῦ ἀγωνίζεσθαι μόνου τὸν θυμὸν ἐκομισάμεθα. Τέλος δὲ τῆς μὲν ζητήσεως, ἡ ἀληθὴς γνῶσίς ἐστι· τοῦ δὲ πόθου, ἡ διηνεκὴς καὶ διάπυρος ἀγάπη· τῶν δὲ θείων ἀγώνων, ἡ πάντα νοῦν ὑπερέχουσα εἰρήνη.

Τούτων ὄντας τῶν ἄκρων ἀγαθῶν ποιητάς τε καὶ διδασκάλους τοὺς παναγίους καὶ παμμακαρίστους ὑμᾶς γινώσκουσα ἡ ὄντως δούλη τοῦ Θεοῦ, καὶ θυγάτηρ καὶ μήτηρ κυρία Εὐδοκία ἡ ἐγκλειστή, μετὰ τῆς ἱερᾶς αὐτῆς ἀγέλης, πρὸς ὑμᾶς ἐπανῆλθε, νικητὰς ἀποδείξασα τοὺς θεοτιμήτους ὑμᾶς πάντων τῶν πρὸς ἑαυτοὺς ἔχειν αὐτὴν σπουδασάντων. Δούλη γὰρ ἀληθῶς ἐστιν, ὡς τῶν θείων ἐντολῶν πληρωτική· θυγάτηρ δέ, ὡς διὰ πάντων κατὰ τὴν ἕξιν ἀπαράλλακτον ἔχουσα πρὸς τὸν Θεὸν τὴν ἐμφέρειαν μήτηρ δέ, ὡς καὶ τῆς κατ’ ἀρετὴν ἐν ἄλλοις ἕξεως γεννητική. Ἀλλ’ εὐφραίνεσθε τὸ λοιπὸν καὶ ἀγαλλιᾶσθε, τὸ τιμιώτερον μέρος τῆς ὑμετέρας ἁγίας ἐπαναλαβόντες ποίμνης· καὶ μάλιστα προσλαβόμενοι καὶ τὸν ἡγιασμένον κύριόν μου Γεώργιον τὸν πρεσβύτερον, τὸ ὄντως θεῖον γεώργιόν τε, καὶ θείου καὶ μεγάλου Γεωργίου γεωργὸν δοκιμώτατον, ἱκανὸν ἐν ἔργῳ καὶ λόγῳ ἐνώπιον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, κατὰ τὴν ψυχῶν γεωργικὴν ἐπιστήμην, καὶ διὰ τοῦτο πᾶσιν ἐπέραστον τοῖς ἀγαπῶσι τὸν Κύριον.

Ἀλλ’ ἐπειδὴ τέως ἐγὼ κατέστην ἡμιθνὴς καὶ ἡμίτομος, τῆς ἐπωφελοῦς αὐτῶν ἀπεῤῥωγὼς συζυγίας, ἢ κἀμὲ προσλάβετε ὡς μέλος νενοσηκός, καὶ θεραπεύσατε, ἢ δι’ εὐχῶν με παραμυθήσασθε, καὶ πείσατε ἀπαθῶς φέρειν τὸν χωρισμόν. Καὶ τοῦτο γὰρ τῆς θείας καὶ ἀληθοῦς ἱερωσύνης καθέστηκεν ἴδιον.

ΛΒʹ. —Τοῦ αὐτοῦ πρὸς ἀββᾶν Πολυχρόνιον. Ἐπειδὴ ταφὴν τοῦ ὑπὲρ ἡμῶν νεκρωθέντος καὶ ταφέντος κατὰ σάρκα Χριστοῦ, καὶ ἀνάστασιν ἑορτάζειν μέλλομεν, σκοπήσωμεν εἰ καὶ ἡμεῖς ἐνεκρώθημεν, καὶ ἐτάφημεν κατὰ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἀνέστημεν κατὰ τὸν καινὸν ἄνθρωπον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος. Σημεῖον δὲ τῆς μὲν τοῦ πρώτου νεκρώσεως, ἡ τῶν παθῶν παντελὴς ἐλευθερία· τῆς δὲ τοῦ δευτέρου ἀναστάσεως, ἡ κατὰ συνείδησιν ἀκηλίδωτος καὶ ἀληθὴς παῤῥησία· καὶ ὁ κατὰ νοῦν φωτισμὸς τῆς γνώσεως. Καὶ εἰ μὲν ταῦτα γεγόνασιν ἐν ἡμῖν, Χριστῷ τῷ Θεῷ συνεορτάζωμεν· εἰ δὲ μήγε, ἀγωνισώμεθα κἂν μὴ προδοῦναι τοῖς πάθεσι τὸν Λόγον κατὰ τὸν Ἰούδαν, ἢ μὴ ἀρνήσασθαι κατὰ τὸν Πέτρον· μή πως οὐκ ἰσχύσωμεν μετανοῆσαι, καὶ ἀπαχθῶμεν ἀκερδῶς μεταμελούμενοι· ἢ πικρῶς κλαῦσαι καὶ πλῦναι τὰ τῆς ἀρνήσεως στίγματα.

Ἄρνησις γάρ ἐστι τοῦ Λόγου, ἡ τοῦ πράττειν τὸ ἀγαθὸν διὰ φόβον παραίτησις· προδοσία δέ, ἡ κατ’ ἐνέργειαν ἐμπρόθετος πρὸς ἁμαρτίαν ὁρμή· ὧν μὴ γένοιτο ἡμᾶς πεῖραν λαβεῖν.

ΛΓʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εἰ κατὰ τὸν μέγαν νικητὴν τῶν πειρασμῶν Ἰώβ, Πειρατήριόν ἐστιν ὁ βίος τῶν ἀνθρώπων. Καὶ ὁ κόσμος, ὡς εἶπεν ὁ Κύριος, ἐν τῷ πονηρῷ κεῖται· καί, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, ὡς ὁ μέγας ἀποφαίνεται Δαβίδ, καὶ τοὺς πειρασμούς, καὶ τὴν πάλην, ἢ πρὸς ἀνθρώπους, ἢ πρὸς δαίμονας κατὰ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, πάντως ἔχειν ἡμᾶς δεῖ, κατὰ τὸν ἅγιον Ἀπόστολον, παρακαλέσωμεν τὸν Θεὸν ὑπομονὴν δοῦναι, πρὸς τὸ δυνηθῆναι ἡμᾶς ἐκ τῆς ἰλύος τῶν παθῶν ἀνασπασθῆναι, καὶ στῆναι ἐπὶ τὴν ἄσειστον πέτραν, τὴν ἐν Χριστῷ λέγω διὰ τῆς χάριτος ἀπάθειαν· νεκρωθέντων ἐν ἡμῖν τοῦ τε πειράζοντος βίου, καὶ τοῦ πονηρευομένου κόσμου, καὶ τῶν ἀνθρώπων, καὶ τῶν δαιμόνων, τουτέστι, τῆς ἐμπαθοῦς ζωῆς, καὶ τῆς κατ’ αἴσθησιν ἡδονικῆς ἀπάτης, καὶ τῶν σαρκικῶν παθημάτων, καὶ τῶν ψυχικῶν ἐμπαθῶν κινημάτων, καὶ τῶν ἐπὶ τούτοις ἀκουσίων ἐπαγωγῶν, αἵτινες θλίψεις ἐκλήθησαν. Ὑπομείνωμεν οὖν ἵνα σωθῶμεν· ὅτι ὁ ὑπομείνας εἰς τέλος σωθήσεται. Ἡ εἰρήνη τοῦ Χριστοῦ μεθ’ ἡμῶν.

Ἀμήν.