Ἀμέλει τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα κατὰ τῶν Μωαβιτῶν ἐπιστρατευσάντων ἐπὶ τοῦ ἁγίου Ἐλισσαίου τοῦ προφήτου, καὶ μετὰ μεγάλην νίκην μελλόντων καὶ αὐτὴν πᾶσαν τῆς βασιλείας πορθῆσαι τὴν πόλιν, λαβὼν κατὰ τὸ εἰθισμένον, ὡς ἔοικεν, ἔθνεσιν, ὁ τῆς χώρας βασιλεὺς τὸν υἱὸν αὐτοῦ, κατ’ ὀφθαλμοὺς τῶν βασιλέων ἐπὶ τοῦ τείχους κατέθυσε· καὶ τούτῳ τῷ τρόπῳ, τοὺς μὲν βασιλεῖς ἱλεώσατο, καὶ ἔπεισεν ἀποστραφῆναι τῆς κατ’ αὐτοῦ διεσκευασμένης ὀργῆς, τοὺς δὲ ὑπηκόους διεσώσατο. Τοῖς μὲν οὖν Ἕλλησι τὰ ἐξ αὐτονομίας ἐπιτελεῖν συγχωρῶν ὁ Θεός, εἰς τὴν τοῦ μεγάλου μυστηρίου παραδοχὴν σοφῶς ἐσφετερίζετο· τῷ δὲ Ἰσραηλίτῃ λαῷ νόμον διδούς, δι’ ὅλου τὸ μέλλον διετύπου μυστήριον. Ὅθεν μετὰ τὸ φανῆναι, καὶ κατ’ ἐνέργειαν γενέσθαι τὸ τῆς ἡμῶν σωτηρίας μυστήριον, ταῦτα κἀκεῖνα ἐξ Ἐθνῶν καὶ Ἰουδαίων κατήργησεν, ὅσα πρὸ τούτου δέδωκεν, ἢ γίνεσθαι συνεχώρησεν πρὸς τὴν τοῦ μέλλοντος διατύπωσιν. Ἐξ αὐτοῦ γάρ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, ὅσα γέγονεν ἢ γενήσεται, κατὰ πάντα καιρὸν ἢ τρόπον· τὰ μέν, κατ’ εὐδοκίαν· τὰ δέ, κατ’ οἰκονομίαν· τὰ δέ, κατὰ συγχώρησιν. Οὐκ ἔστιν οὖν μῦθος τὸ τοῖς ἀρχαίοις μνημονευόμενον· ἀλλὰ γέγονεν ἀληθῶς, καὶ ἐπηκολούθησεν αὐτῷ, τὸ ἐφ’ ᾧ γέγονεν ἀλέξημα. Τὸ δὲ κατὰ λεπτὸν περὶ τῶν γραφέντων, σὺν Θεῷ παρ’ ὑμῖν γινόμενος ἅμα γυμνάζωμεν.