Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολές ΛΔ΄ έως ΜΕ΄: Ασκητικά θέματα, θεογνωσία και θεία πρόνοια

Καταληκτήριες επιστολές περί της αληθινής ειρήνης της ψυχής, της διακρίσεως πρακτικής αρετής και φυσικής θεωρίας, της μνήμης του θανάτου, καθώς και της θείας συγκατάβασης και πρόνοιας στην ανάδειξη εναρέτων ανδρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 13 από 13

ΛΔʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εἰρήνην ἀπιὼν πρὸς τὸ πάθος ὁ Κύριος ἀφῆκεν ἡμῖν· καὶ πάλιν ἀναστὰς ἐκ νεκρῶν εἰρήνην δέδωκεν ἡμῖν. Τί διὰ τούτων αἰνιττόμενος, Τὸ δεῖν τοὺς ἐναντίους καιροὺς ἀπαθῶς διαφέρειν ἡμᾶς, μήτε ταῖς λυπηραῖς περιστάσεσιν ὑποπίπτοντας, κρείττονος ἐλπίδος εἶναι χωρίς, μήτε ταῖς φαιδραῖς ὑποθέσεσι συμπεριφερομένους, τὸν παιδαγωγοῦντα ἡμᾶς λογισμὸν ἀπωθεῖσθαι· ἀλλὰ τοὺς αὐτοὺς εἶναι καὶ πάσχοντας καὶ εὐπαθοῦντας. Τοῦτο δὲ οὐ γίνεται, εἰ μὴ πρότερον ἐπιβῶμεν ἐπὶ ἀσπίδα καὶ βασιλίσκον· τουτέστιν ὑπεράνω γενώμεθα παρακοῆς τῶν θείων λόγων, καὶ παραδοχῆς τῶν πονηρῶν λογισμῶν· καὶ καταπατήσωμεν λέοντα καὶ δράκοντα, τουτέστι θυμὸν καὶ ἐπιθυμίαν· ὧν ἀπογενομένων, πᾶσα ἡμῖν ἔσται εἰρήνη, μηδενὸς ἡμᾶς κινῆσαι δυναμένου πρὸς μηδὲν τῶν ὧδε μενόντων. Κρατήσωμεν θυμοῦ καὶ ἐπιθυμίας, καὶ ὅλον ὁμοῦ τὸν οἶκον τῶν ἀλλοφύλων μετὰ τῶν ἐν αὐτῷ κατεβάλομεν, τὴν ἐμπαθῆ ζωήν τε καὶ ἀγωγὴν τοῖς πάθεσι συναποκτείναντες.

ΛΕʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εἰ μετὰ τὴν μεγάλην καὶ φοβερὰν ἐκείνην ἔρημον, ὁ Ἰσραηλίτης λαὸς τὴν γῆν λαμβάνει τῆς ἀναπαύσεως, καὶ τὸ πάντων καταπληκότερον [καταπληκτικώτερον] ἄκουσμα, ὁ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος Θεὸς ὢν καὶ πάντων Κύριος, διὰ παθημάτων καὶ σταυροῦ καὶ θανάτου, εἰς τὴν δόξαν αὐτοῦ εἰσέρχεται, οὐκ ὄντος ἄλλου τρόπου ὡρισμένου αὐτῷ, καθὼς γέγραπται· Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὑτοῦ; Μὴ ἐκκακήσωμεν ἐν ταῖς θλίψεσιν ἐκλυόμενοι· ἀλλ’ ἀπίδωμεν εἰς τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, καὶ τελειωτὴν Ἰησοῦν· καὶ ὑπομείνωμεν τὰ συμβαίνοντα γενναίως. Πάσης γὰρ θλίψεως τέλος ἐστὶν ἡ χαρά· καὶ παντὸς κόπου ἡ ἀνάπαυσις, καὶ πάσης ἀτιμίας δόξα· καὶ ἁπλῶς, πάντων τῶν ὑπὲρ ἀρετῆς ἀλγεινῶν τέλος ἐστί, τὸ μετὰ Θεοῦ γενέσθαι διὰ παντός, καὶ τῆς αἰωνίου καὶ πέρας μὴ ἐχούσης ἀνέσεως ἀπολαῦσαι. Ἀλλ’ εὖξαι, Πάτερ, ἵνα τύχωμεν αὐτῆς καλῶς τὴν θάλασσαν τοῦ βίου περάσαντες, καὶ ἀβρόχους τὰς νοητὰς βάσεις τῆς ψυχῆς τῆς αὐτοῦ ἅλμης φυλάξαντες

ΛϚʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εὐλογημένος ἐστὶν ὁ δεσπότης ἡμῶν τῷ Κυρίῳ, καὶ εὐλογημένος ὁ κῆπος τῆς καρδίας αὐτοῦ, ὃν ἐφύτευσεν ὁ ἀληθινὸς γεωργὸς Ἰησοῦς, καὶ πεπλήρωκεν ἀθανάτων φυτῶν δικαιοσύνης· οὗ καὶ ἡμεῖς τῶν καρπῶν μετελάβομεν, τῶν αὐτοῦ πνευματικῶν λαχάνων ἐμφορηθέντες· οἷς καὶ ὁ μέγας Ἀπόστολος οἶδε τρέφειν, τοὺς πρὸς τὴν ἄμεσον τῶν θείων αὐτοψίαν ἐξασθενοῦντας· βρωματίζων αὐτοὺς ὥσπερ λάχανα τὴν φυσικὴν τῶν ὁρατῶν θεωρίαν· καὶ διὰ τῆς τῶν φαινομένων μεγαλοπρεπείας, πρὸς τὸν αὐτῆς κτίστην χειραγωγῶν· ὃν μιμούμενος καὶ ὁ εὐλογημένος ἡμῶν Πατὴρ καὶ διδάσκαλος, φιλοστόργως ἡμᾶς ἐφιλοφρόνησε, ταύτης ἡμῖν τῆς κτίσεως συμβολικῶς παραθεὶς διὰ τῶν λαχάνων τὴν κατανόησιν.

Ἀλλὰ μετάδος καὶ στερεᾶς τροφῆς, καὶ κίνησον ἡμῶν ἀνορεκτοῦσαν πρὸς τὰ θεῖα τὴν ταῖς ἡδοναῖς παρειμένην ψυχήν, ἐπιστύφων τῷ λεπτοτέρῳ τῆς προνοίας καὶ τῆς κρίσεως λόγῳ τὴν ἔφεσιν· ἵνα μὴ μόνον λαχάνοις διατρέφῃς τοὺς σοὺς μαθητάς, μόνους τοὺς τῶν γινομένων καὶ ἀπογινομένων λόγους διδάσκων· ἀλλὰ καὶ σίτῳ, καὶ οἴνῳ, καὶ ἐλαίῳ, τοῖς τῶν ἀϊδίων στήρισον λόγοις· τόν τε συνεκτικὸν τῶν ἀρετῶν ὡς στεῤῥὸν ἄρτον λόγον διδούς, καὶ τῷ κατὰ τὴν ἄληστον γνῶσιν, ὥσπερ οἴνῳ τὴν καρδίαν λόγῳ διαθερμαίνων πρὸς ἔκστασιν θεοποιὸν τῶν σῶν ὀπαδῶν· καὶ τὴν διατρέφουσαν, καὶ ἄσβεστον τὸν ἐν τούτοις διατηροῦσαν πυρσόν· καθάπερ ἔλαιον, τὴν εἰρηνικὴν καὶ ἀτάραχον τῆς πραότητος ἕξιν ἐμποιῶν τοῖς σοῖς οἰκέταις.

ΛΖʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Πάλιν σου τίμιον γράμμα μετὰ ξενίων, ἅγιε Πάτερ, δεδέγμεθα· καὶ πάλιν τῶν ἴσων τοῖς προτέροις καλῶν ἀπηλαύσαμεν· τοῖς μὲν ξενίοις, τὴν μελαίνουσαν ἡμῶν τὴν ψυχὴν καῦσιν τῶν παθῶν κατασβέσαντες· πρὸ αὐτῶν γὰρ τοὺς νοητοὺς λόγους βεβρώκαμεν· οὐκ εἰκῆ καὶ μάτην, καὶ ὡς ἔτυχε ταῦτα παρὰ σοῦ πεπέμφθαι πιστεύσαντες, τοῦ διὰ πάντων μετὰ λόγου κινουμένου καὶ πνεύματος· καὶ ψυχῆς ἡμῖν παίδευμα ποιουμένου, καὶ τὴν βρῶσιν τοῦ σώματος· τῷ δὲ γράμματι τὴν πασῶν μητέρα τῶν ἀρετῶν εὑρηκότες ταπείνωσιν, δι’ ἧς ἥ τε γένεσις τῶν καλῶν καὶ φυλακὴ δημιουργεῖται τοῖς ἔχουσιν, ἱκανῶς ἐδακρύσαμεν, πόσον ταύτης ἀπῳκίσμεθα τῆς ὁδοῦ διαθρήσαντες.

Τὸ γὰρ σὸν πένθος, τῶν ἐφ’ οἷς ἐνεχόμεθα κακῶν ἔλεγχος γέγονε· καὶ βαθὺ κοιμωμένην ἡμῶν ἐξύπνισε τὴν διάνοιαν, καὶ τὴν μνήμην ἐγύμνασε κεκαλυμμένην τῷ πέπλῳ τῆς φυσιούσης οἰήσεως· καὶ πεποίηκεν ἡμᾶς ἑαυτῶν ἐπιγνώμονας, συμμέτρως ἐπαισθομένους τῆς τῶν οἰκείων ἁμαρτημάτων ὀχλήσεως. Καὶ ποσῶς σοφίας μετόχους πεποίηκε, τῶν ἰδίων πλημμελημάτων λαβόντας διάγνωσιν, εἴπερ ἀληθὴς ὁ λέγων· Οἱ ἑαυτῶν ἐπιγνώμονες σοφοί. Μὴ τοίνυν παύσῃ, τίμιε Πάτερ, καὶ λόγῳ καινίζων ἡμῶν τὴν διάνοιαν, καὶ δι’ εὐχῆς τὴν τῶν κακῶν ἡμῖν αἰτούμενος λύτρωσιν· ἵνα τούτων λάβῃς μισθὸν παρὰ τοῦ διδοῦντος Θεοῦ τὴν τελείαν τῆς ψυχῆς κατὰ συνείδησιν κάθαρσιν.

ΛΗʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εὐχαριστοῦμέν σοι, τίμιε Πάτερ, ὅτι μετανοίας ἀρίστης ἡμῖν σεαυτὸν δέδωκας ὑποτύπωσιν, πείθων δι’ ἐξαγορίας τοὺς ἐν ἡμῖν αὐτοῖς σκοτεινοὺς τῶν παθῶν γυμνῶσαι θησαυρούς· δι’ ἧς τὸ πρὸς τὴν ἁμαρτίαν ἐπικυροῦσθαι πέφυκε μῖσος. Ἡμεῖς γάρ ἐσμεν ἐπ’ ἀληθείας οἱ τὰ πάθη περιέποντες, ὧν ἡ μνήμη μετὰ τὴν πρᾶξιν φέρει τὴν ἀηδίαν· ὡς μὲν κρόμμυα, τὴν τῶν πονηρῶν ἀγαπῶντες λογισμῶν συγκατάθεσιν, καθ’ ἣν τὸ τῆς ψυχῆς ὀπτικὸν πρὸς ἀρετὴν καὶ γνῶσιν ἀμβλύτερον γίνεται, λεπίδας ὥσπερ λαμβάνον, τὰς ἐμπαθεῖς τῶν ὁρατῶν φαντασίας. Κόρης γὰρ μύσις κατὰ τοὺς ἐτυμολογοῦντας τὸ κρόμμυον. Ὡς δὲ σκόροδα, τὴν δι’ ἐνεργείας τῶν παθῶν συμπλήρωσιν τρώγοντες, καθ’ ἣν ὁ νοῦς ἀκαθαρσίας πληρούμενος, τοῖς ἔξω πνεῖ δι’ αἰσχρῶν ῥημάτων τε καὶ τρόπων, τὴν ὧν διὰ πράξεως βέβρωκε κακῶν δυσωδίαν. Ἀλλὰ δίδαξον ἡμᾶς, ἅγιε Πάτερ, πῶς μετὰ τὴν τούτων ἀποβολὴν ἀγαπήσομεν τὸ μάννα· φημὶ δὲ τὸν λογικὸν τῆς θείας γνώσεως ἄρτον, οὐρανόθεν ἡμῖν ὑόμενον, καὶ φυλάξομεν ἄφθαρτον· μήτε πρὸς τὴν αὔριον, δι’ ἀναβολῆς θησαυρίζοντες, ἵνα μὴ βράσῃ σκώληκας παθῶν σαρκικῶν, διὰ τῆς ἀργίας σηπόμενον· μήτε δι’ ἐπιδείξεως θριαμβεύοντες, ἵνα μὴ γένηται φροῦδον τῇ κενοδοξίᾳ τηκόμενον.

Τοιούτοις καὶ πάλιν λόγοις θρέψον ἡμᾶς, τίμιε Πάτερ, τοὺς σοὺς μαθητάς, καὶ παράθου δι’ εὐχῆς τῷ Θεῷ, δίχα τῆς σῆς μεσιτείας προσκυνῆσαι μὴ δυναμένους.

ΛΘʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Ἀφθόνως ἡμῶν διατρέφεις, ἡγιασμένε Πάτηρ, τόν τε φαινόμενον καὶ τὸν νοούμενον ἄνθρωπον. Τῷ μὲν σώματι χορηγῶν τὰ πρὸς σύστασιν· τῇ δὲ ψυχῇ διδοὺς τὰ πρὸς αὔξησιν τὴν ἐν πνεύματι. Πεποίηκέ σε γὰρ ὁ Θεὸς κατ’ ἀμφότερα πλούσιον, εὐλογήσας τὴν εἴσοδόν σου. Εἴσοδον μὲν γὰρ λέγω, τὴν τῶν χορηγουμένων σοι παρὰ Θεοῦ χαρισμάτων κτῆσιν, πολυπλασιαζομένην διὰ τῆς πράξεως· ἔξοδον δέ, τὴν ἄλλοις παρὰ σοῦ γινομένην τοῦ λόγου διάδοσιν· καὶ ἐν ἐκείνοις δηλαδὴ τοῖς λαμβάνουσιν, ὥσπερ καρπὸν φέρουσαν τὴν τῶν καθηκόντων ἐνέργειαν.

Μʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Θαλάσσιον πρεσβύτερον καὶ ἡγούμενον. Τῷ σοφῷ καὶ τιμίῳ γράμματι τῆς ὑμετέρας, δέσποτα, πατρικῆς ἁγιωσύνης ἐντυχὼν ἐπιμελῶς· πάντα τε σκοπήσας, καὶ πᾶσάν μου τῆς συνειδήσεως ἀναγνοὺς τὴν βίβλον, οὐδὲν εὗρον ἐμοὶ τῶν ἐμφερομένων ..εσω..ολο.. θᾶττον συνέστειλα τῆς ψυχῆς τὸν τόνον, διασφίγξας τὴν χαύνωσιν, ἀλλοτρίων καλῶν ἐπαίνοις προστεθῆναι, μάταιον ἡγησάμενος, καὶ μόνης ἴδιον εἶναι κρίνας ψυχῆς τὴν ῥοπὴν ἐχομένης πρὸς πᾶσαν ἀπάτην ἐπαγωγόν. Τῷ ὄντι γὰρ μάταιον, ὡς ἀρετῆς μεστὸν ἐπαίνους οἰκειοῦσθαι προπετῶς πειρᾶσθαι, τὸν ἐν τοῖς πράγμασι τὸ κλέος τῶν λεγομένων οὐκ ἔχοντα. Ἀλλ’ ὁ ἐμὸς δεσπότης ἐκ τῶν οἰκείων τῆς ἀρετῆς πλεονεκτημάτων τὰ τῶν ἄλλων κρίνων, ψηφίζεται, διὰ περιουσίαν θεοειδοῦς τελειότητος τὸ αἶσχος καλύπτων, τὸν πολλοῖς ... παθῶν τετρωμένον, ὡς ἔθος ἐστὶ τοῖς ἀγαπῶσι τὸν Κύριον. Πλὴν ἐγώ, δέσποτά μου εὐλογημένε .. παμφαοῦς ἐπ’ ἀρετῇ τελειότητος τὴν κέλευσιν ηρῶσ...οιμότατος, παντὸς ὀνείδους καὶ ψόγου τυχὸν ἐμβῆναι μέλλων, ὡς ἐμῆς ἂν ἐπὶ τοῦτο προπετείας ἕνεκεν παρὰ τῶν ..λοσ..νων, τὴν ὑμετέραν ἀγάπην ἀνωτέρω τιθε...... κυρίῳ ἀββᾷ Θωμᾷ τούτῳ προθύμως ὑπουργ.. πράγματι. Ὀρέγοντες δηλαδή, τὴν ἀρκοῦσαν ὕλην, ὡς οἶμαι, διὰ τοῦ χειμῶνος, τὴν τοιαύτην ὑμῶν τοῦ Κυρίου συνεργοῦντος πληρῶσαι κέλευσιν δύνασθαι.

Σώζοιό μοι λίαν, ἠγαπημένε καὶ τίμιε Πάτερ, καὶ σώζοις ταῖς πρὸς Θεὸν εὐχωλῇσιν υμ... τὸν σὸν οἰκέτην καὶ δοῦλον· προσθήσω δὲ καὶ ἐραστήν, πάσης τῇ ἑαυτοῦ μεσιτείᾳ διαβολικῆς ἐξαιρούμενος μηχανῆς.

ΜΑʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εἰς Χριστὸν πάντα αἰχμαλωτίζειν ὑπὸ τοῦ Πνεύματος δεδιδαγμένος, ἐκ πάντων οἶδε καρποῦσθαι ὠφέλειαν· ὥσπερ οὖν καὶ ὑμεῖς ἐξ ἐμοῦ τοῦ πάμπαν τῆς θείας ἠλλοτριωμένου χάριτος, καὶ τῶν νόμων τῆς σαρκὸς γενναίως καταδεδεμένου. Καὶ μηδὲν ἔχοντός εἰμι καὶ σπουδαίως, χρεὼν ἦν με παραιτεῖσθαι καθόλου ποῦ ποτε φοιτᾷν, ἵνα μὴ βλάπτω μᾶλλον, ποιῶν τὴν κέλευσιν ὑμῶν. Καὶ ἔρχομαι ὅτε ὁ Κύριος θελήσῃ, γινώσκων ἀχράντους καὶ ἀμολύντους ὑμᾶς διαμεμενηκέναι καὶ συνουσιάζοντές μοι τῷ βεβήλῳ. Τὸ γὰρ καθ’ ἕξιν ἅγιον ὥσπερ τὸ φύσει, ὑπ’ οὐδενὸς ἀκαθάρτου χρανθήσεται. Περὶ δὲ τῆς τοῦ Βεστίτορος, καλῶς ποιεῖτε συμπάσχοντες, εἰ μὴ ἔχῃ βλάβην τὸ πρᾶγμα· καὶ μάλιστα εἰ γινώσκετε δύνασθαι ἀνέξεσθαι αὐτῆς.

ΜΒʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτό. Ὁ μακάριος Δαβίδ, ὁ μέγας ἐκεῖνος τοῦ Κυρίου βασιλεύς, μετὰ τοὺς φοβεροὺς τῶν ἀλλοφύλων πολέμους, μετὰ τοὺς μεγάλους τῶν ὁμοφύλων πειρασμούς, μετὰ τὰς ἐπιπόνους φυγὰς καὶ τὰς ὑπὲρ τῶν πολλῶν εὐεργεσιῶν συχνὰς ἐπιβουλάς, μετὰ τὰς τῶν συγγενῶν ἐπαναστάσεις, μετὰ τὴν τρ....σιν τε καὶ βασιλείαν, ὅταν ᾔσθετο τοῦ Θεοῦ πανταχόθεν αὐτῷ ......αύοντος· τότε διενοήθη οἰκοδομῆσαι οἶκον τῷ Κυρίῳ Θεῷ .... καὶ ἀποδέχεται μὲν αὐτὸν ὁ Θεὸς ὡς καλῶς διανοηθέντα ......ησιν δὲ καὶ ὅμως διαστολὴν πρόσφορον, λέγων ...... σπέρμα τὸ ἐξ αὐτοῦ δεῖν εἰς πέρας ἀγαγεῖν τὸ καλὸν τ....ας ἐγχείρημα· προσθεὶς τὴν αἰτίαν, διὰ τὸ πολὺν αὐτὸν ἐκκεχυκέναι αἷμα ἐπὶ τῆς γῆς. Καὶ πείθεται μὲν παραινοῦντι τῷ Θεῷ· ἀσπάζεται δὲ μεθ’ ἡδονῆς τὴν συμβουλήν, καὶ τῆς ἰδίας μορφῆς κρίνει τιμιωτέραν. Καὶ αὐτὸς μὲν οὐκ οἰκοδομεῖ τὸν τοῦ Θεοῦ ναόν. Παραπέμπει δὲ τῷ υἱῷ δαψιλ.... δίδωσι τήν τε ὕλην καὶ τὸ παράδειγμα· διδασκόμενος ...... ὡς οἶμαι, τοὺς εὐτάκτους τῆς σωτηρίας δεσμούς. Καὶ ἵνα μὴ τὴν καθ’ ἕκαστον τῶν εἰρημένων διεξερχόμενος θεωρίαν μηκύνω τὸν λόγον, τὸ εἰρηνικὸν ..... τὸν ναὸν τοῦ Θεοῦ δυνάμενον ἄνω ....

αὐταί εἰσιν, καὶ εἴ τις .. .., ἀλλὰ μὴ φόβῳ δορυφορεῖν πεῖσαι δυναμένην καὶ εἰς τὴν οἰκοδομὴν τοῦ θειοτάτου ναοῦ συνεργοῦσαν βλάβος λαμβάνουσαν· τόν τε Χηρὰν βασιλέα Τύρου καὶ τὰς ἑκατὸν πεντήκοντα χιλιάδας τῶν ἀλλοφύλων τῶν λατόμων καὶ ὑδροφόρων. Ἀλλ’ Ἔντεινον, καὶ κατευόδου, καὶ βασίλευε, κἂν χωρὶς Μαξίμου τοῦ σοῦ ἐβασίλευσας, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, αἵτινες αὗταί εἰσι. Προσθήσω δέ, καὶ ἀγρύπνει κατὰ κράτος μὴ συναπαχθῆναι καθ’ ὅ τι σὺν ταῖς τῶν ἐθνικῶν βασιλέων θυγατράσι· μήπως συνδιέλωσι τὴν βασιλείαν εἰς υἱὸν ἄφρονα καὶ δοῦλον ἀποστάτην. Πολὺ γὰρ ἑκών..... Ἔῤῥωσο, Πάτερ τίμιε, καὶ εὔχου τῷ σῷ δούλῳ ....πουμένῳ, καὶ δεινῶς ἐνεχομένῳ ὑπὸ πολλῶν ἁμαρτιῶν.

ΜΓʹ. —Τοῦ αὐτοῦ πρὸς Ἰωάννην κουβικουλάριον. Ἧκεν τὸ τίμιον τοῦ θεοφυλάκτου μου δεσπότου γράμμα, μετὰ τῆς εἰρήνης καὶ αὐτὸν ὅλον φέρον τοῖς τρόποις φαινόμενον. Τῇ γὰρ τῶν λόγων σεμνότητι πέφυκέ πως ἐμφαίνεσθαι μετὰ τῆς τῶν τρόπων ἐπιεικείας καὶ τῆς ψυχῆς ἡ διάθεσις· καὶ ἥσθην ὥσπερ αὐτὸν δεξάμενος τὸν ἐμὸν δεσπότην, καὶ ἠσπασάμην τῷ πνεύματι, καὶ ὅλον τῷ χωρήματι τῆς καρδίας περιλαβὼν ἀπεθέμην· καὶ ἐδόξασα Χριστὸν τὸν Θεὸν ἡμῶν, φῶς τοῖς ἀνθρώποις ἐμφύντα τῆς ἀγάπης τὸν νόμον· καθ’ ἣν ἀλλήλων ἀπεῖναι οὐδέποτε δύνανται, κἂν πολλῷ διεστήκασιν ἀλλήλων σωματικῶς τῷ τοπικῷ διαστήματι, οἱ τῶν σπερμάτων τῆς ἀγάπης δεόντως ἐπιμελεῖσθαι γινώσκοντες.

Ἀλλ’ ἐπειδὴ εἰρήνης κοσμικῆς εὐαγγέλια τὸ γράμμα κομίσαν, εἰς χαρὰν τῆς ψυχῆς τὴν λύπην μεθήρμοσε, δέον ἐστὶ καὶ ἡμᾶς ὑπὲρ αὐτῆς εἰκότως τῷ χαρισαμένῳ Θεῷ γενέσθαι πάντως εὐγνώμονας· ἵνα μὴ φανῶμεν ἀχάριστοι περὶ τὴν εὐποιίαν, κακῶς τὸν εὐεργέτην ἀνταμειψάμενοι. Γενησόμεθα δὲ πάντως εὐγνώμονες, εἰς δέον δῆλον ὅτι τῇ εἰρήνῃ χρησάμενοι, καὶ τὴν πρὸς τὸν κόσμον καὶ κοσμοκράτορα κακῶς ἡμῖν ἐνυπάρχουσαν ἀθετήσαντες φιλίαν· τὸν διὰ τῶν παθῶν πρὸς τὸν Θεὸν συνεστάμενον καὶ ὀψέ ποτε καταλύσαντες πόλεμον, καὶ σπονδὰς αὐτοῖς τῆς πρὸς αὐτὸν εἰρήνης ποιήσαντες ἐν τῇ καταργήσει τοῦ σώματος, τῆς πρὸς αὐτὸν ἔχθρας παυσώμεθα. Ἀδύνατον γάρ ἐστιν ἡμᾶς αὐτῷ φιλωθῆναι, διὰ τῶν παθῶν πρὸς αὐτὸν στασιάζοντας, καὶ τῷ πονηρῷ τυράννῳ καὶ φονευτῇ τῶν ψυχῶν διαβόλῳ διὰ κακίας δασμοφορεῖν ἀνεχομένους, μὴ πρότερον δι’ ὅλου πολεμωθέντας τῷ πονηρῷ. Μέχρι γὰρ τότε τοῦ Θεοῦ καθεστήκαμεν ἐχθροὶ καὶ πολέμιοι, κἂν πιστῶν προσηγορίαν ἡμῖν αὐτοῖς περιπλάττωμεν, μέχρις οὗ πάθεσιν ἀτιμίας δουλεύειν βουλόμεθα, καὶ φόρους εἰσφέρειν δεινοὺς ἑκουσίως διὰ τῶν ἔργων τῆς αἰσχύνης τῷ διαβόλῳ καταδεχόμεθα.

Καὶ οὐδὲν ὄφελος ἡμῖν ἐκ τῆς κατὰ κόσμον εἰρήνης λοιπὸν γενήσεται, τῆς ψυχῆς κακῶς διακειμένης, καὶ πρὸς τὸν ἴδιον ποιητὴν στασιαζούσης, καὶ ὑπὸ τὴν βασιλείαν αὐτοῦ γενέσθαι οὐκ ἀνεχομένης, ἔτι μυρίοις πεπραμένης δεσπόταις εἰς κακίαν αὐτὴν ἀεὶ κατεπείγουσι· καὶ τὴν εἰς ἀπώλειαν φέρουσαν ὁδόν, τῆς σωζούσης μᾶλλον ἀπατηλῶς αἱρεῖσθαι παρασκευάζουσιν. Ἐπειδὰν δὲ τῆς τῶν παθῶν μέθης ἐκνήψωμεν, καὶ τῆς τοῦ διαβόλου πονηρίας κατεξαναστῶμεν καὶ τυραννικῆς βασιλείας· καὶ τὸν αὐτοῦ πικρότατον ζυγὸν ἑαυτῶν ἐκτιναξώμεθα, καὶ ὅσον κατείδομεν ἡμᾶς τῇ πρὸς αὐτὸν φιλίᾳ κατέφθειρε· τηνικαῦτα δεξόμεθα τοῦ εἰρηνικοῦ καὶ πράου βασιλέως Χριστοῦ τὴν εἰρηνικὴν παρουσίαν, ἐν ἑαυτοῖς ἀοράτως γινομένην, καὶ ἀνεξόμεθα ὑπὸ τὸν αὐτοῦ γενέσθαι ζυγόν, νόμοις ἀληθείας τάσσοντος ἡμᾶς καὶ ῥυθμίζοντος, καὶ τὴν πρὸς αὐτὸν ἑκουσίως στείλασθαι φιλίαν καταδεξόμεθα· φόρους αὐτῷ δασμοὺς ἑκουσίως προσάγοντες, τοὺς διὰ τῶν ἀρετῶν κατ’ ἐντολὴν τελεσφορουμένους ἐν ἡμῖν τῆς δικαιοσύνης καρπούς. Οἷς ὑπὲρ τῆς ἡμῶν σωτηρίας ἡδόμενος ὁ μόνος ἀπροσδεής, πάντα ἡμῖν χαρίσεται ὡς ἀψευδής, ὅσα ἡμῖν ἐπηγγείλατο. Τὰ δ’ ἔστιν ἃ ὀφθαλμὸς οὐκ ἴδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

Εἰς τοῦτο γὰρ ἡμᾶς καὶ πεποίηκεν, ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως, καὶ τῆς αὐτῆς ἀϊδιότητος μέτοχοι· καὶ φανῶμεν αὐτῷ ὅμοιοι κατὰ τὴν ἐκ χάριτος θέωσιν· δι’ ἥν, πᾶσά τε τῶν ὄντων ἡ σύστασίς ἐστι καὶ ἡ διαμονή· καὶ ἡ τῶν μὴ ὄντων παραγωγὴ καὶ γένεσις.

Γενώμεθα τοίνυν ἄξιοι τῆς εἰρήνης, δέσποτά μου εὐλογημένε, τὰ ἐν ἡμῖν πρὸς Θεὸν στασιάζοντα πάθη ἑαυτῶν ἀνδρικῶς περιελόντες. Τήξωμεν ὅση δύναμις τὸ σῶμα, δι’ οὗ σφριγῶντος, ἡ τοῦ διαβόλου πρὸς τὴν ψυχὴν γίνεσθαι πέφυκεν εἴσοδος. Ἀναγνώσμασι θείοις πλανώμενον στήσωμεν τὸν νοῦν, καὶ πρὸς Θεὸν πάλιν αὐτὸν ἐπανάγωμεν. Ἐγκρατείας τόνοις καὶ ἀγρυπνίας κατ’ ὄρεξιν εἰς πολλὰ φθειρομένην ἀτάκτως τὴν ἐπιθυμίαν, σωφρόνως καταστείλωμεν.

Εὐχαῖς καὶ δεήσεσι καὶ ἐλεημοσύναις τὸν θυμὸν ζέοντα καὶ ταρασσόμενον σοφῶς κατευνάσωμεν· φόβῳ Θεοῦ καὶ ἀπειλῇ τῶν μελλόντων ἀκολάστως κινούμενά τε καὶ ἐνεργοῦντα τὰ αἰσθητήρια παύσωμεν. Ἐπὶ πᾶσι καὶ πρὸ πάντων μνησθῶμεν τοῦ θανάτου καὶ τῆς φοβερᾶς τῆς ψυχῆς ἐκ τοῦ σώματος ἐξόδου· καὶ πῶς ἀπαντῶσιν αὐτῇ κατὰ τὸν ἀέρα τοῦτον αἱ ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις σκότους· πᾶσα πρὸς ἑαυτὴν διέλκουσά τε καὶ κατατέμνουσα κατ’ ἀναλογίαν τῆς σχετικῶς πρὸς αὐτὴν διὰ τοῦ μέσου πάθους γενομένης κακῆς οἰκειότητος. Μνησθῶμεν τῆς ἐν ᾅδῃ κατὰ συνείδησιν γινομένης τῇ ψυχῇ πικρᾶς ὀδύνης, ἐπὶ τῇ μνήμῃ τῶν αὐτῇ κακῶς διὰ τοῦ σώματος πεπραγμένων. Μνησθῶμεν τῆς τελευταίας τοῦ παντὸς κόσμου συντελείας, καθ’ ἣν τῷ πολλῷ καὶ ἀπλέτῳ πυρὶ τὸ πᾶν καταφλέγεται τοῦτο· στοιχείων φοβερῶς κλονουμένων τῇ τήξει τῆς καύσεως· καὶ οὐρανοῦ τῇ εἰλήσει τῷ φόβῳ κατ’ ἔπειξιν φεύγοντος ἀπὸ προσώπου πυρὸς τοῦ προκαθαίροντος τὴν κτίσιν διὰ τὴν τοῦ καθαροῦ παρουσίαν· θαλάσσης ἀφανιζομένης, γῆς βρασσομένης, καὶ ἐκ πυθμένος σειομένης, καὶ τὰς ἀπείρους τῶν ἀνθρωπίνων σωμάτων ἀμειώτως παρεχούσης μυριάδας.

Μνησθῶμεν τῆς φρικτῆς ὥρας τῆς ἀπολογίας τῆς ἐπὶ τοῦ φοβεροῦ καὶ φρικτοῦ βήματος τοῦ Χριστοῦ· ἡνίκα πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ πᾶσα ἡ ἀπὸ καταβολῆς τοῦ αἰῶνος κτίσις τῶν ἀνθρώπων ἐφορᾷ τὰ ἑκάστῳ προσόντα μέχρι καὶ ψιλοῦ ἐνθυμήματος· ἡνίκα τοὺς μὲν διὰ τὴν τῶν ἔργων λαμπρότητα, τὸ ἄφραστον φῶς διαδέξεται, καὶ ἡ τῆς ἁγίας καὶ μακαρίας Τριάδος ἔλλαμψις τρανότερον ἐπιλαμπούσης, τοῖς ὁρᾷν καὶ ὑποδέχεσθαι διὰ καθαρότητα ψυχῆς, αὐτὴν δυναμένοις· τοὺς δέ, διὰ τὴν τῶν ἔργων ἀτοπίαν τὸ σκότος ὑποδέξεται τὸ ἐξώτερον, καὶ ὁ ἀκοίμητος σκώληξ καὶ τὸ πῦρ τῆς γεέννης τὸ ἄσβεστον· καὶ τὸ πάντων βαρύτατον, ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα. Μνησθῶμεν τούτων ἁπάντων, ἵνα τῶν μὲν ἄξιοι γενώμεθα, τῶν δὲ πεῖραν λαβεῖν μὴ κατακριθῶμεν· καὶ γενώμεθα ἑαυτῶν καὶ τοῦ Θεοῦ· μᾶλλον δέ, μόνου καὶ ὅλου τοῦ Θεοῦ καὶ ὅλοι· καὶ μηδὲν ἐπίγειον ἐν ἡμῖν αὐτοῖς φέροντες, ἵνα Θεῷ πλησιάσωμεν, καὶ θεοὶ γενόμενοι, ἐκ Θεοῦ τὸ θεοὶ εἶναι λαβόντες. Οὔπω γὰρ τιμᾶται τὰ θεῖα δωρήματα, καὶ ἡ τῆς θείας εἰρήνης φιλοφρονεῖται παρουσία.

Καὶ ταῦτα μὲν περὶ τούτου· ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ, καὶ ἐχθροὺς ὄντας ἐξαγοράσας τῷ ἰδίῳ αἵματι τῆς ἐξουσίας τοῦ σκότους, αὐτὸς τὴν εἰρήνην αὐτοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν χαρίσηται τῷ εὐλογημένῳ μου δεσπότῃ, καὶ ἀξιώσοι αὐτὸν τῆς οὐρανίου αὐτοῦ βασιλείας· ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία καὶ ὁ τῶν ἑορταζόντων χορός.

ΜΔʹ. —Τοῦ αὐτοῦ πρὸς Ἰωάννην κουβικουλάριον περὶ θετικῆς. Διὰ νόμου καὶ προφητῶν πάλαι τοῖς ἀνθρώποις ὡς ἀγαθὸς ὁ Θεὸς τὴν εἰς ἀλλήλους ἀγάπην πολυτρόπως νομοθετήσας, ἐπὶ τέλει τῶν χρόνων δι’ ἑαυτοῦ ταύτην ἐπλήρωσεν ὡς φιλάνθρωπος, γενόμενος ἄνθρωπος. Οὐκ ἀγαπήσας μόνον ἡμᾶς ὡς ἑαυτόν, ἀλλὰ καὶ ὑπὲρ ἑαυτόν· καθὼς καὶ ἡ τοῦ μυστηρίου δύναμις διδάσκει σαφῶς, τοὺς εὐσεβῶς τὴν εἰς αὐτὸν τῆς πίστεως ὁμολογίαν παρειληφότας. Εἰ γὰρ ἑκὼν ὡς ὑπεύθυνος ἑαυτὸν κατὰ θέλησιν ὑπὲρ ἡμῶν τῶν παθεῖν ὀφειλόντων ὡς ὑπευθύνων πάθει καὶ θανάτῳ προΐσχετο, παντί που τῷ κἂν ποσῶς ᾐσθημένῳ τῆς χάριτος δῆλόν ἐστιν, ὡς ὑπὲρ ἑαυτὸν ἠγάπησεν ἡμᾶς τοὺς ὑπὲρ ὧν ἑαυτὸν κατὰ θέλησιν τῷ θανάτῳ παρέδωκε, καὶ τῆς ἰδίας κατὰ φύσιν δόξης ὡς ὑπεράγαθος, κἂν τολμηρὸς ὁ λόγος, τὴν κατ’ οἰκονομίαν εὐκαίρως ὑπὲρ ἡμῶν ὕβριν ὡς τιμιωτέραν προείλατο. Τιμὴ γὰρ ὑπερβάλλουσα καὶ δόξα Θεοῦ πλεονάζουσα, καὶ τῆς φυσικῆς δόξης μᾶλλον εἰς τὸ φανερὸν πρόοδός τε καὶ ἔνδειξις καθέστηκεν ἀληθῶς, ἡ πρὸς αὐτὸν τῶν πεπλανημένων ἐπάνοδος.

Καὶ οὐδὲν αὐτῷ τῆς τῶν ἀνθρώπων σωτηρίας εἰς δόξης λόγον ἐστὶν οἰκειότερον· ὑπὲρ ἧς, ἅπας λόγος καὶ ἅπαν μυστήριον· καὶ τὸ δὴ πάντων μυστηρίων μυστηριωδέστατον, αὐτὸς ὁ Θεὸς ὑπὲρ ἀγάπης ἀληθῶς κατὰ πρόσληψιν σαρκὸς νοερῶς τε καὶ λογικῶς ἐψυχωμένης γενόμενος ἄνθρωπος, καὶ εἰς ἑαυτὸν τὰ πάθη τῆς φύσεως ἀτρέπτως καταδεξάμενος, ἵνα σώσῃ τὸν ἄνθρωπον, καὶ δῷ τοῖς ἀνθρώποις ἡμῖν ἑαυτὸν ὑπὲρ ἀρετῆς ὑποτύπωσιν, καὶ τῆς εἰς αὐτόν τε καὶ ἀλλήλους εὐνοίας τε καὶ ἀγάπης εἰκόνα ζῶσαν, δυσωπῆσαι πάντας δυναμένην πρὸς ὀφειλομένην ἀντίδοσιν.

Ἐπειδὴ τοίνυν τοῦ Θεοῦ νόμος ἐστὶ παλαιός τε καὶ νέος ἀλλήλους ἡμᾶς τοσοῦτον ἀγαπᾷν, ὅσον καὶ ἠγαπήμεθα· καὶ τοσοῦτον ἀλλήλων οἰκειοῦσθαι τὰς συμφοράς, ὥστε καὶ εἰς ἀλλήλους κατὰ ἀντίδοσιν διὰ τὴν σχέσιν τῆς ἀγάπης ἀλλήλων ἀμείβεσθαι τὰς διαθέσεις, κατὰ τὴν χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων κελεύουσαν ἐντολήν· παρακαλῶ τὸν θεοφύλακτον καὶ εὐλογημένον μου δεσπότην, ἕνα καὶ μόνον ἔχοντα σκοπὸν ἀκολουθῆσαι διὰ τῆς ἴσης φιλανθρωπίας τῷ διεληλυθότι τοὺς οὐρανοὺς Ἰησοῦ, μηδενὶ καταδεθέντα τὸ παράπαν πατριᾶς δεσμῷ πρὸς τοῦτον τὸν πλάνον κόσμον καὶ κοσμοκράτορα· πλάνος γὰρ ὄντως ὁ παρὼν κόσμος ὑπάρχει, δι’ ἀπάτης ἀεὶ δελεάζων πρὸς ἐπιθυμίαν τῶν φθειρομένων, καὶ τῇ δουλείᾳ τῶν ὑλικῶν ἐνδιασφίγγων τοὺς κατὰ φύσιν ἐλευθέρους καὶ τῶν οὐρανίων ἀγαθῶν κληρονόμους· τὸ παίζειν δι’ ἡδονῆς καὶ ὑποκλέπτειν τοὺς κρατεῖσθαι τούτοις ἀνεχομένους.

Ἕνα τοίνυν, ὡς ἔφην, τὸν τοῦ σωθῆναι σκοπὸν ἔχοντα τὸν εὐλογημένον μου δεσπότην γινώσκων, παρακαλῶ δεχόμενον τὸν σὺν αὐτῷ μου δεσπότην τὸν μεγαλοπρεπέστατον Ἰλλούστριον κύριον θεοχάριστον, τὸν ἐπιφερόμενον τὴν παροῦσάν μου μετρίαν συλλαβήν, γενέσθαι αὐτῷ πάντα ἐν οἷς τῆς αὐτοῦ μετὰ Θεόν, μᾶλλον δέ, σὺν Θεῷ, ἐπικουρίας δεῖται, ὅσα τὸν Θεὸν ἡμῖν αὐτοῖς γενέσθαι, καὶ τὸν πλησίον, βουλόμεθα, περὶ ὧν ἂν δεώμεθα. Ἄνθρωπος γὰρ ὄντως ἐστὶν ἀγαθός, καὶ παντὸς ἔργου δικαιοσύνης νέ ο, καὶ τῆς ἐμῆς παροικίας προστάτης μετὰ Θεὸν γνήσιος· καὶ τῶν πολλῶν καὶ συχνῶν καὶ χαλεπῶν ἀσθενειῶν παρήγορος πρόθυμος· καὶ ἁπλῶς, κατὰ τὴν ὑποῦσαν αὐτῷ δύναμιν, κἀμοὶ καὶ πολλοῖς ἄλλοις ἐπήρκεσεν. Δῴη αὐτῷ Κύριος εὑρεῖν ἔλεος παρ’ αὐτῷ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, διότι πολλῶν γέγονεν ἀνάπαυσις καὶ παρηγορία. Ὅθεν εἴπερ ηὗρον χάριν ἐν ὀφθαλμοῖς τοῦ εὐλογημένου μου δεσπότου, καὶ τοῖς ἠγαπημένοις αὐτῷ κατὰ Θεὸν ἔχει με σύμψηφον, πάντως αὐτοῦ διὰ πάσης σπουδῆς ἀντιλάβηται, μηδὲν ἄδικον, ὡς ἧκεν εἰς τὴν αὐτοῦ δύναμιν, εἰς αὐτὸν γενέσθαι συγχωρῶν.

Τοῦτο γὰρ τῆς ἀγάπης ὁ νόμος ὑπαγορεύει, καὶ τὸ μυστήριον τῆς πρὸς ἀνθρώπους τοῦ Θεοῦ διὰ σαρκὸς βούλεται θειοτάτης ἐπιδημίας· ἵνα τὰς εὐεργεσίας τοῦ εὐλογημένου μου δεσπότου καὶ τὴν ἀνόθευτον σπουδὴν τῆς εἰς αὐτὸν ἀντιλήψεως ἐπανέλθοι σὺν Θεῷ διηγούμενος· κἀγὼ προσθήκην δέξομαι καυχήματος, τοιοῦτον ἔχειν παρὰ Θεοῦ λαχὼν ἐπὶ γῆς δεσπότην πρόθυμον εἰς πᾶν ἔργον ἀγαθόν, καὶ πάντων τῶν δεομένων προστάτην ἕτοιμόν τε καὶ εἰλικρινέστατον.

Ὁ Θεὸς ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος· ὁ τῆς ἡμῶν ἕνεκεν σωτηρίας πάντα πᾶσι σωτηρίως οἰκονομῶν, αὐτὸς κρατήσαι τῆς χειρός σου τῆς δεξιᾶς, δέσποτά μου, καὶ ὁδηγήσαι σε εἰς τὴν ὁδὸν τῆς αὐτοῦ δικαιοσύνης, καὶ ἀξιώσαι τῆς ἐπουρανίου βασιλείας καλῶς ἐνταῦθα τῶν θείων μεταποιηθέντα χαρισμάτων. Ὁ Θεὸς τῶν ὅλων καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διατηρήσοι τοὺς εὐσεβεστάτους καὶ πανημέρους ἡμῶν βασιλέας, καὶ δυναμώσοι τὸ κράτος τῆς εὐσεβοῦς αὐτῶν βασιλείας, καὶ λαλήσοι περὶ ἡμῶν τῶν ταπεινῶν δούλων αὐτῶν εἰς τὰς καρδίας αὐτῶν ἀγαθά τε καὶ εἰρηνικά.

Καὶ ἵν’ εἴπω τι τολμήσας· ποιεῖ γάρ με τολμηρὸν τὸ ἀλγεῖν· πλὴν καὶ αὐτὸ εὐχὴν τῷ Θεῷ προσφιλῆ· συγχωρήσοι αὐτοῖς, ὅτι τὸν τῆς χώρας ταύτης πανεύφημον ὕπαρχον ὡς λύχνον ἐν αὐχμηρῷ τόπῳ φαίνοντα, καὶ πάντας τρόπον τινὰ τῆς τοῦ μὴ βλέπειν ὀδύνης ἐλευθεροῦντα, κατεδέξαντο κἂν πρὸς ῥοπὴν μεταστείλασθαι· ἄνθρωπον φιλόθεον, πιστόν, εὐσεβῆ, ἀγαθόν, εὐλαβῆ, σώφρονα, ἐγκρατῆ, ἀνεκτικόν, πρᾶον, συμπαθῆ, ἐλεήμονα, πτωχοτρόφον, ξενοτρόφον ὀρφανοτρόφον, νοσοκόμον, γηρωκόμον, προστάτην χηρῶν, μοναχῶν κηδεμόνα, ἀκτήμονα [ἀπήμονα], φιλεκκλήσιον· καὶ ἵνα συνελὼν εἴπω, πάντων καὶ ζώντων καὶ νεκρῶν φίλον· τοὺς μὲν ζῶντας παντοίοις τρόποις φιλοστοργίας περιποιούμενον τοὺς δὲ νεκρούς, οἰκοδομημάτων κάλλεσι τιμῶν τὰ πρὸς ταφήν, ὡς Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας τὸν ὑπὲρ ἡμῶν σαρκὶ νεκρωθῆναι καταδεξάμενον Κύριον· καὶ ἔτι πρὸς τούτοις, τοῦ κατὰ τὴν ἀποστολικὴν πίστιν ὀρθοῦ λόγου ζηλωτὴν ἐκθυμώτατον, κήρυκα βίου δικαιοσύνης.

Καὶ συντόμως εἰπεῖν, ἄλλοις μὲν ἄλλα κατὰ τὴν ἑκάστου ἔφεσιν ἐπὶ γῆς διεσπούδασται· Γεωργίου δέ, τὰ νοσοκομεῖα, καὶ τὰ γηρωκομεῖα καὶ ξενοκομεῖα καὶ πτωχοτροφεῖα, καὶ τὰ μοναστήρια καὶ τὰ ξενοτάφια, καὶ ὅσα πλήθη πτωχῶν τε καὶ πενήτων κατὰ γένος ἀγεληδὸν κατὰ τὰς πόλεις διέῤῥιπται, περιστεῖλαί τε καὶ διαθρέψαι· καὶ ἑῴας τε καὶ δύσεως, βορείου τε καὶ νοτίου λήξεως τοὺς ὅρους ὑπερβῆναι ταῖς ἀκτῖσι τῆς φιλανθρωπίας, ἔργον ὑπάρχει καὶ σπούδασμα.

Τούτων οὕτως ἐχόντων, τίς ἀγνοεῖ τῶν ὁπωσοῦν εὐσεβείας μεταποιουμένων, πόσην εὐμένειαν τοῦ Θεοῦ περὶ τὸ πᾶν ἡ τῶν τοιούτων ἔργων εὐαρέστησις προσεκαλεῖτο, διὰ παντὸς ταῖς αὐτοῦ προσὸν προθυμίαις ἀκμάζουσα; Τὸ καὶ ἐναντίον, τῇ τούτων ἀργίᾳ συμβαῖνον διὰ τὸ δύσφημον σιωπήσομαι. Τίς δὲ μετρῆσαι δυνήσεται τὰ κρουνηδὸν παρὰ παντὸς ὀφθαλμοῦ χεθέντα δάκρυα παρὰ τῶν ταύτην οἰκούντων τὴν γῆν ἐπὶ τῇ ἐξόδῳ αὐτοῦ, πάντων περιεχομένων αὐτοῦ καὶ ἀνθελκόντων βίᾳ πρὸς αὐτούς, καὶ τῷ πλοίῳ τρόπον τινὰ προσβῆναι μὴ συγχωρούντων· καὶ ταῖς οἰμωγαῖς ποτνιωμένων, οἱονεὶ ζητούντων κατὰ γένος καὶ ἡλικίαν· οἱ μέν, τῆς πενίας τὸν ποριστήν· οἱ δέ, τῆς εὐπορίας τὸν οἰκονόμον· αἱ χῆραι, τὸν προστάτην· οἱ ὀρφανοί, τὸν πατέρα· οἱ πτωχοί, τὸν φιλόπτωχον, καὶ τὸν φιλόξενον οἱ ξένοι· καὶ ἀδελφοί, τὸν φιλάδελφον· οἱ νοσοῦντες, τὸν ἰατρόν· οἱ ἐν συμφοραῖς, τὴν παράκλησιν· πολιά, τὴν βακτηρίαν· καὶ ἁπλῶς πάντες, τὸν πάντα πᾶσι γενόμενον, ἵνα κερδάνῃ τοὺς πάντας, καὶ ὑπὲρ πάντων τῷ Θεῷ κερδηθῇ; Διὸ κατὰ τὴν δοθεῖσάν σοι χάριν παρὰ τοῦ Θεοῦ, δέσποτά μου εὐλογημένε, δι’ ὧν οἶδας τρόπων τε καὶ προσώπων, εἰ δυνηθείης αὐτὸν πάλιν ἐπανελθεῖν ποιῆσαι, μεγάλην θυσίαν γίνωσκε τῷ Θεῷ, καὶ τοῖς θεοστηρίκτοις ἡμῶν βασιλεῦσιν εὔνοιαν γνησίαν καὶ ἀσφάλειαν ἀῤῥαγῆ δεδωκὼς τὴν προβολήν.

Οὐδεὶς γὰρ αὐτοῦ καθέστηκε γνησιώτερος δοῦλος τῆς αὐτῶν εὐσεβοῦς βασιλείας.

Ἔῤῥωσό μοι, λίαν ἠγαπημένε, καὶ πάντων μοι τιμιώτατε δοῦλε γνήσιε τοῦ Θεοῦ.

ΜΕʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Πάσῃ μὲν γενεᾷ κατὰ καιροὺς ὁ Θεός, τῆς τῶν ἀνθρωπίνων προνοούμενος φύσεως, καὶ τῆς ἡμῶν ἁπάντων σωτηρίας ἐπιμελούμενος, φωτὸς δίκην ταῖς ἀρεταῖς ἐξαστράπτοντα τὸν ὁσίως πολιτευσόμενον, ὡς κατὰ πρόθεσιν χωρητικὸν τῶν θείων νόμων ἀνέδειξε· τοσαύτην ἰσχὺν δεδωκώς, ὅσον εἰκὸς πρὸς ἐπιστροφὴν ἔχρῃζεν, ὁ λαὸς ὁ ἀγόμενος· ἵνα ὥσπερ λαμπτῆρί τινι φωτὸς ἔργων δικαιοσύνης οἱ λοιποὶ τῶν ἀνθρώπων προσέχοντες, κατὰ Θεὸν καὶ αὐτοὶ τὸν ἑαυτῶν βίον ῥυθμίζωσι· μηδενὸς αὐτοὺς ἐξ ἀγνοίας πάθους ὑποσκελίζοντος. Ἡμῖν δὲ κατὰ καιρὸν λαμπτήρ τις καὶ κανὼν ἀρετῆς ἀναδέδεικται Γεώργιος ὁ φιλόχριστος ἔπαρχος· ὁ πολὺς καὶ τοσοῦτος τὴν ἀρετήν, καὶ τοσαύτην πλουτοῦσαν τῇ χάριτι θεόθεν δεξάμενος δύναμιν· καὶ τῶν ἐπὶ τούτῳ πάλαι προκεχειρισμένων καὶ προβεβλημένων ὑπεραίρουσαν τοσοῦτον, ὅσον ἡμεῖς, ἤγουν ἡ καθ’ ἡμᾶς γενεὰ πολλῷ βάρει κακίας καταπεπιεσμένοι ἐδεόμεθα πρὸς ἀνάνευσιν καὶ ἐκ τῆς τῶν κακούντων ἡμᾶς πληθύος.

Ἀνὴρ εἰ καί τις ἄλλος τῶν πάλαι τε καὶ νῦν φιλοθεωτάτων ἀγαθός τε καὶ φιλάνθρωπος, ἐλεήμων, πραΰς, ἀνεκτικός, μακρόθυμος, ταπεινόφρων, σώφρων, ἀόργητος, ἀφιλάργυρος, ἀγαπητικός, ἀμνησίκακος, εὐεργετικός, φιλόξενος, φιλόπτωχος, συμπαθής, κοινωνικός, σπουδαιότατος, ἄγρυπνος, φιλεκκλήσιος· καὶ τὸ δὴ πάντων τιμιώτερον, τοῦ κατὰ τὴν ὀρθὴν πίστιν εὐσεβοῦς λόγου ζηλωτὴς ἐκθυμώτατος.

Καὶ τὰ λοιπὰ ἀκολούθως ἐν τῇ προτέρᾳ περιέχεται ἐπιστολῇ· καθ’ ἣν καὶ δι’ ἄλλης τῷ εὐλογημένῳ μου δεσπότῃ συλλαβῆς ἐκ μέρους ἐσήμανα. Πάντα γὰρ τὰ τοῦ ἀνδρὸς κατορθώματα λόγου δυνάμει περιληφθῆναι τῶν ἀμηχάνων ἐστὶ καὶ ἀνεγχωρήτων· καὶ ταῦτα διὰ τὸ μόνον γινώσκοντα τὸν θεοφύλακτόν μου δεσπότην τοῦ ἀνδρὸς τὸ φιλόθεον, ὡς θείας δι’ αὐτῶν τῶν πραγμάτων ὑπὸ τῆς χάριτος ὄντα, δέξασθαί τε καὶ τιμῆσαι δεδήλωκα· καὶ παραθέσθαι τοῖς ἐπὶ γῆς τὸ θεῖον εἰκονίζουσι κράτος εὐσεβέσι καὶ πανημέροις ἡμῶν βασιλεῦσι· καὶ πεῖσαι γλώσσας ἀδίκους ἀνδρῶν παρανόμων μὴ παραδέχεσθαι, ποιούσας δόλον ὡσεὶ ξυρὸν ἠκονημένον, καὶ ἀγαπώσας κακίαν ὑπὲρ ἀγαθωσύνην· ἵνα μὴ χώρα τῷ ψεύδει κατὰ τῆς ἀληθείας δοθῇ, καὶ παῤῥησίαν λάβῃ κατὰ τῆς δικαιοσύνης ἡ ἀδικία· καὶ ἁπλῶς κατὰ πάσης ἀρετῆς ἡ κακία, διὰ τῆς εἰς ἄλληλα τούτων ἐναλλαγῆς καὶ συγχύσεως. Γέγραπται γάρ, Ζημιοῦν ἄνδρα δίκαιον, οὐκ ἀγαθόν· οὐδ’ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Τοῦτο γὰρ ἐργάζεσθαι τῷ εὐλογημένῳ μου δεσπότῃ πρέπει, ὄντι σοφίας ἐραστῇ καὶ φρονήσεως· ἣν διὰ παντὸς φυλαχθῆναι τῷ θεοφυλάκτῳ μου δεσπότῃ εὔχομαι φύλακα τυγχάνουσαν τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος.

Τὸν δὲ ταύτην ἐπιφερόμενον τῆς ἐμῆς οὐδενίας συλλαβήν, πρεσβυτέραν ἔχοντα τῆς ἡλικίας τοῦ σώματος τῆς ψυχῆς τὴν φρόνησιν, παρακαλῶ δεχθῆναι προσφόρως διὰ τὴν ἐμπρέπουσαν αὐτῷ σύνεσιν, ὡς τῆς θείας τῶν λόγων σπουδῆς μεταποιούμενον, καὶ γνήσιον περὶ ἐμὲ τὸν ταπεινὸν σχέσιν ἔχειν οὐκ ἀπαξιοῦντα.