Καὶ ἵν’ εἴπω τι τολμήσας· ποιεῖ γάρ με τολμηρὸν τὸ ἀλγεῖν· πλὴν καὶ αὐτὸ εὐχὴν τῷ Θεῷ προσφιλῆ· συγχωρήσοι αὐτοῖς, ὅτι τὸν τῆς χώρας ταύτης πανεύφημον ὕπαρχον ὡς λύχνον ἐν αὐχμηρῷ τόπῳ φαίνοντα, καὶ πάντας τρόπον τινὰ τῆς τοῦ μὴ βλέπειν ὀδύνης ἐλευθεροῦντα, κατεδέξαντο κἂν πρὸς ῥοπὴν μεταστείλασθαι· ἄνθρωπον φιλόθεον, πιστόν, εὐσεβῆ, ἀγαθόν, εὐλαβῆ, σώφρονα, ἐγκρατῆ, ἀνεκτικόν, πρᾶον, συμπαθῆ, ἐλεήμονα, πτωχοτρόφον, ξενοτρόφον ὀρφανοτρόφον, νοσοκόμον, γηρωκόμον, προστάτην χηρῶν, μοναχῶν κηδεμόνα, ἀκτήμονα [ἀπήμονα], φιλεκκλήσιον· καὶ ἵνα συνελὼν εἴπω, πάντων καὶ ζώντων καὶ νεκρῶν φίλον· τοὺς μὲν ζῶντας παντοίοις τρόποις φιλοστοργίας περιποιούμενον τοὺς δὲ νεκρούς, οἰκοδομημάτων κάλλεσι τιμῶν τὰ πρὸς ταφήν, ὡς Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας τὸν ὑπὲρ ἡμῶν σαρκὶ νεκρωθῆναι καταδεξάμενον Κύριον· καὶ ἔτι πρὸς τούτοις, τοῦ κατὰ τὴν ἀποστολικὴν πίστιν ὀρθοῦ λόγου ζηλωτὴν ἐκθυμώτατον, κήρυκα βίου δικαιοσύνης.