Ἡ ἀγάπη γάρ, φησὶν ὁ θεῖος Ἀπόστολος, μᾶλλον δὲ ὁ δι’ αὐτοῦ ταῦτα λαλήσας Χριστός, μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε πίπτει, ὡς Θεὸν ἔχουσα τὸν μόνον ἀδιάπτωτον καὶ ἀναλλοίωτον· καὶ τὸν κατ’ αὐτὴν ζῶντα ἄνθρωπον τοιοῦτον ἀπεργαζομένη, ἵνα καὶ ὑμᾶς ἀποδεξάμενος εἴπῃ δι’ Ἱερεμίου τοῦ προφήτου· Λέγω ὑμῖν, Αὕτη ἡ ὁδὸς τῶν προσταγμάτων μου, καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα. Πάντες οἱ κρατοῦντες αὐτήν, εἰς ζωὴν καταντήσωσιν· οἱ δὲ καταλιπόντες αὐτήν, ἀποθανοῦνται. Ἐπιλαβοῦ αὐτῆς ὁ παῖς μου, καὶ ὅδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι, ἔθνει ἀλλοτρίῳ. Μακάριος εἶ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ σου, γνωστά σοί ἐστι, καὶ ἔμαθες ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστι σύνεσις, ποῦ ἐστι μακροβίωσις καὶ ζωή. Ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη, καὶ ἐπέβης τῆς ὁδοῦ, καὶ ὤφθην σοι πόῤῥωθεν.