Τηροῖτο δ’ ἄν, ὡς ὁ ἐμὸς λόγος, εἷς μὲν Θεός, εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων, οὐδὲ συναλειφομένων· αἱ δὲ τρεῖς ὑποστάσεις, μηδεμιᾶς ἐπινοουμένης συναλοιφῆς ἢ ἀναλύσεως ἢ συγχύσεως· ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι’ ὧν τὸ ἓν σεμνύνεται πλέον, ἢ καλῶς ἔχει. Καὶ κατὰ τὸ ἓν καὶ ταὐτὸν τῆς θεότητος, ἵνα οὕτως ὀνομάσω, κίνημά τε καὶ βούλημα, καὶ τὴν τῆς οὐσίας ταυτότητα.» Καὶ ἐν τῷ Συντακτηρίῳ λόγῳ πάλιν· «Πιστεύομεν εἰς Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα· ὁμοούσιά τε καὶ ὁμόδοξα, ἐν οἷς καὶ τὸ βάπτισμα τὴν τελείωσιν ἔχει· οἶδας, ὁ μυηθείς, ἄρνησις ὂν ἀθεΐας καὶ ὁμολογία θεότητος· καὶ οὕτω καταρτιζόμεθα, τὸ μὲν ἓν τῇ οὐσίᾳ γνωρίζοντες, καὶ τῷ ἀμερίστῳ τῆς προσκυνήσεως· τὰ δὲ τρία, ταῖς ὑποστάσεσιν, ἤγουν προσώποις.» Καὶ μέντοι κἀν τῷ εἰς τὰ φῶτα λόγῳ ταῦτά φησιν ὁ αὐτός, «Θεοῦ δὲ ὅτ’ ἂν εἴπω, ἑνὶ φωτὶ περιαστράφθητε, καὶ τρισί· τρισὶ μέν, κατὰ τὰς ἰδιότητας, ἤγουν ὑποστάσεις, εἴ τινι φίλον καλεῖν, εἴτε πρόσωπα· οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν, ἕως ἂν πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέρωσιν· ἐνὶ δέ, κατὰ τὸν τῆς οὐσίας λόγον, ἤγουν θεότητος.»