Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολή Β΄ προς τον Ιωάννη κουβικουλάριο: Περί της θείας αγάπης

Θεολογική ανάπτυξη του μυστηρίου της ενσαρκώσεως και της θείας αγάπης, η οποία υπερβαίνει τη φιλαυτία, ενώνει τους ανθρώπους με τον Θεό και καθιστά εφικτή την κατά χάριν θέωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 13

Τοῦ αὐτοῦ πρὸς Ἰωάννην κουβικουλάριον, περὶ ἀγάπης. Τῆς πρὸς τὸν Θεὸν κατὰ χάριν καὶ τὸν πλησίον ἁγίας ἀγάπης ἀντεχομένους ὑμᾶς, θεοφύλακτοι, καὶ τοῖς καθήκουσι τρόποις ἐπιμελουμένους, καὶ ἤδη μὲν μαθὼν παρ’ ἐμαυτοῦ παρών, καὶ ἀπὼν δὲ οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον τοῦ παρεῖναι, τὸ πάσχειν ὅσα τῆς θείας ἀγάπης ἴδια καὶ ἔστι καὶ λέγεται, ἵνα καὶ τοῦτο θεῖον ἔχητε, τὸ κατ’ ἀρετὴν ἀπερίγραφον καὶ ἀόριστον· τὸ μὴ παρόντας μόνον εὐεργετεῖν, ἀλλὰ καὶ ἀπόντας προθυμεῖσθαι, καὶ πολλῷ ἀπῳκισμένους τῷ τοπικῷ διαστήματι· καὶ τὴν εἰς μῆκος ταύτης ἐπίδοσιν ἑκάστοτε μανθάνων διὰ τῶν ἐνταῦθα παραγινομένων, οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν τιμίων ὑμῶν συλλαβῶν, ὡς δι’ ἐσόπτρου τὴν ἐμπρέπουσαν ὑμῖν τῆς θείας χάριτος μορφὴν εἰκονιζόμενος, εἰκότως χαίρω καὶ εὐφραίνομαι· καὶ εὐχαριστῶν ὑπὲρ ὑμῶν τῷ δοτῆρι τῶν ἀγαθῶν Θεῷ, καὶ μετὰ τοῦ ἁγίου Ἀποστόλου βοῶν οὐ παύομαι· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ὑμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις· πεπεισμένος μάλιστα, καὶ γινώσκων τὴν ἁγίαν ὑμῶν ψυχήν, τῆς ἐμῆς ἀθλίας ἐν πνεύματι δι’ ἀγάπης ἀλύτως ἠρτῆσθαι, δεσμὸν φίλιον ἔχουσαν τὸν νόμον τῆς χάριτος, καθ’ ὃν ἑαυτοῖς ἀοράτως με συνάπτοντες, συμφαιδρύνετε, τὸ ἐμὸν ἐκ τῆς ἁμαρτίας αἶσχος τῇ παραθέσει τῶν ἰδίων καλῶν ἀφανίζοντες.

Οὐδὲν γὰρ ὄντως τῆς θείας ἀγάπης θεοειδέστερον, οὐδὲ μυστηριωδέστερον, οὐδὲ ἀνθρώποις πρὸς θέωσιν ὑψηλότερον· ὅτι πάντα ἐν ἑαυτῇ συλλαβοῦσα ἔχει τὰ καλά, ὅσα τῆς ἀληθείας ὁ λόγος ἐν ἀρετῆς εἴδει διέξεισι· καὶ πάντων ἀσχέτως τῶν ἐν κακίας εἴδει κατειλημμένων ἀπῴκισται, ὡς πλήρωμα νόμου καὶ προφητῶν· οὓς διαδέχεται τὸ τῆς ἀγάπης μυστήριον, τὸ ἡμᾶς θεοὺς ἐξ ἀνθρώπων ποιοῦν, καὶ συντέμνον πρὸς τὸν καθόλου λόγον τῶν ἐντολῶν τοὺς μερικούς, ὑφ’ οὗ πάντες κατ’ εὐδοκίαν μονοειδῶς περιέχονται, καὶ ἐξ οὗ πολυτρόπως κατ’ οἰκονομίαν ἐκδίδονται.

Ποῖον γὰρ εἶδος τῶν ἀγαθῶν οὐ κέκτηται ἡ ἀγάπη; Οὐ πίστιν τὴν πρώτην τῶν κατ’ εὐσέβειαν πραγμάτων ὑπόθεσιν, τὴν τὸν Θεὸν εἶναι καὶ τὰ θεῖα πληροφοροῦσαν τὸν ἔχοντα· καὶ πλέον ἢ ὅσον ὀφθαλμὸς ταῖς ἐπιφανείαις προσβάλλων τῶν αἰσθητῶν τὴν περὶ αὐτῶν τοῖς ὁρῶσι δόξαν παρέχεται;

Οὐκ ἐλπίδα, τὴν ὑφιστῶσαν ἑαυτῇ τὸ ὄντως ὑφιστάμενον ἀγαθόν, καὶ πλέον κατέχουσαν, ἢ ὅσον χεὶρ τὸ τῇ ἁφῇ ὑποπίπτον τῆς ὕλης παχύτατον; Οὐ τῶν πιστευθέντων τε καὶ ἐλπισθέντων δίδωσι τὴν ἀπόλαυσιν, δι’ ἑαυτῆς ὡς παρόντα τὰ μέλλοντα κατὰ διάθεσιν ἔχουσα; Οὐ ταπείνωσιν τὴν πρώτην βάσιν τῶν ἀρετῶν, καθ’ ἣν ἑαυτῶν ἐπιγνώμονες γενέσθαι, καὶ τῆς ὑπερηφανίας τὸ μάταιον οἴδημα καταβάλλειν δύνανται [δυνάμεθα]; Οὐ πραότητα, δι’ ἧς τοὺς ψόγους τε καὶ τοὺς ἐπαίνους ῥαπίζομεν, καὶ τῶν ἐκ διαμέτρου κακῶν, δόξης τέ φημι καὶ ἀδοξίας, τὴν ὄχλησιν ἀπωθούμεθα; Οὐ πραϋπάθειαν, καθ’ ἣν καὶ πάσχοντες ἀναλλοίωτοι μένομεν πρὸς τοὺς δρῶντας κακῶς, δυσμενῶς οὐδόλως διατιθέμενοι; Οὐκ ἔλεον, καθ’ ὃν τὰς τῶν ἄλλων συμφορὰς θέλοντες οἰκειούμεθα· καὶ τὸ συγγενὲς καὶ ὁμόφυλον ἀγνοεῖσθαι μὴ συγχωρούμεθα; Οὐκ ἐγκράτειαν καὶ ὑπομονήν, καὶ μακροθυμίαν καὶ χρηστότητα, εἰρήνην τε καὶ χαράν, δι’ ὧν θυμὸν καὶ ἐπιθυμίαν, καὶ τὴν καυστικὴν τούτων ζέσιν, καὶ πύρωσιν εὐμαρῶς κατευνάζομεν; Καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, πάντων ἐστὶ τῶν ἀγαθῶν ἡ ἀγάπη τέλος, ὡς πρὸς Θεὸν τὸ τῶν ἀγαθῶν ἀκρότατον, καὶ παντὸς αἴτιον ἀγαθοῦ, τοὺς ἐν αὐτῇ περιπατοῦντας ἄγουσα καὶ προσάγουσα, ὡς πιστή, καὶ ἀδιάπτωτος καὶ μένουσα.

Ἡ πίστις γὰρ βάσις ἐστὶ τῶν μετ’ αὐτήν, ἐλπίδος λέγω καὶ ἀγάπης, βεβαίως τὸ ἀληθὲς ὑφιστῶσα· Ἡ δὲ ἐλπίς, τῶν ἄκρων ἐστὶν ἰσχύς, ἀγάπης λέγω καὶ πίστεως, τὸ πιστόν τε δι’ ἑαυτῆς καὶ ἐραστὸν ἀμφοῖν ὑποφαίνουσα, καὶ πρὸς αὐτὸ τὸν δρόμον δι’ ἑαυτῆς ποιεῖσθαι διδάσκουσα. Ἡ δὲ ἀγάπη τούτων ἐστὶ συμπλήρωσις, τὸ ἔσχατον ὀρεκτὸν ὅλον ὅλη περιπτυσσομένη, καὶ ταύταις τῆς ἐπ’ αὐτὸ κινήσεως στάσιν παρεχομένη, τοῦ πιστεύειν εἶναι καὶ ἐλπίζειν παρέσεσθαι, τὸ ἀπολαύειν παρόντος δι’ ἑαυτῆς ἀντεισάγουσα.

Αὕτη μόνη, κυρίως εἰπεῖν, κατ’ εἰκόνα τοῦ Κτίσαντος τὸν ἄνθρωπον ὄντα παρίστησι, τῷ μὲν λόγῳ σοφῶς τὸ ἐφ’ ἡμῖν ὑποτάσσουσα· τούτῳ δὲ τὸν λόγον οὐχ ὑποκλίνουσα· καὶ πείθουσα τὴν γνώμην κατὰ τὴν φύσιν πορεύεσθαι, μηδαμῶς πρὸς τὸν λόγον τῆς φύσεως στασιάζουσαν· καθ’ ὃν ἅπαντες ὥσπερ μίαν φύσιν, οὕτω δὲ καὶ μίαν γνώμην καὶ θέλημα ἕν, Θεῷ καὶ ἀλλήλοις ἔχειν δυνάμεθα, οὐδεμίαν πρὸς Θεὸν καὶ ἀλλήλους διάστασιν ἔχοντες, ὅτ’ ἂν τῷ νόμῳ τῆς χάριτος, δι’ οὗ τὸν νόμον τῆς φύσεως γνωμικῶς ἀνακαινίζομεν, στοιχεῖον προαιρούμεθα.

Ἀμήχανον γὰρ τοὺς μὴ πρότερον Θεῷ καθ’ ὁμόνοιαν συναφθέντας, ἀλλήλοις συμβαίνειν δύνασθαι κατὰ τὴν γνώμην. Ἐπειδὴ γὰρ κατ’ ἀρχὰς τὸν ἄνθρωπον ὁ ἀπατήσας διάβολος, δόλῳ κακούργως μεμηχανημένῳ διὰ φιλαυτίας, καθ’ ἡδονῆς προσβολὴν ἀπατήσας, Θεοῦ καὶ ἀλλήλων ἡμᾶς κατὰ τὴν γνώμην διέστησε, τό τε εὐθὲς διατρέψας, καὶ τὴν φύσιν κατὰ τὸν τρόπον τοῦτον μερίσας, κατέτεμεν εἰς πολλὰς δόξας καὶ φαντασίας, καὶ τὴν ἐφ’ ἑκάστῳ κακῷ μέθοδόν τε καὶ εὕρεσιν, τῷ χρόνῳ νόμον κατέστησε, ταῖς ἡμῶν πρὸς τοῦτο δυνάμεσι συγχρησάμενος, καὶ πονηρὸν πρὸς διαμονὴν τοῦ κακοῦ τοῖς πᾶσιν ἐνθέμενος ἔρεισμα, τὸ κατὰ τὴν γνώμην ἀσύμβατον· ἀφ’ οὗ τὸν ἄνθρωπον ἅπαξ τῆς κατὰ φύσιν κινήσεως τραπῆναι παρέπεισε, καὶ πρὸς τὸ κεκωλυμένον ἀπὸ τοῦ ἐπιτετραμμένου κινῆσαι τὴν ὄρεξιν, καὶ τρία τὰ μέγιστα καὶ ἀρχαῖα κακά, καὶ πάσης ἁπλῶς εἰπεῖν κακίας γεννητικὰ ἑαυτῷ ὑποστήσασθαι· ἄγνοιαν, φημί, καὶ φιλαυτίαν, καὶ τυραννίδα, ἀλλήλων ἐξηρτημένας, καὶ δι’ ἀλλήλων συνισταμένας. Ἐκ γὰρ τῆς περὶ Θεοῦ ἀγνοίας, ἡ φιλαυτία.

Ἐκ δὲ ταύτης, ἡ πρὸς τὸ συγγενὲς τυραννίς ἐστι· καὶ οὐδεὶς ἀντερεῖ λόγος· τῷ κατὰ παράχρησιν τρόπῳ τῶν οἰκείων δυνάμεων, λόγου τε καὶ ἐπιθυμίας καὶ θυμοῦ, ταύτας ὑποστησαμένων· δέον λόγῳ μέν, ἀντὶ τῆς ἀγνοίας πρὸς τὸν Θεὸν διὰ γνώσεως κατὰ ζήτησιν μονώτατον κινεῖσθαι· δι’ ἐπιθυμίας δέ, τοῦ τῆς φιλαυτίας πάθους καθαρὸν κατὰ πόθον πρὸς τὸν Θεὸν μόνον ἐλαύνεσθαι· καὶ τῷ θυμῷ τυραννίδος κεχωρισμένῳ, πρὸς τὸ Θεοῦ μόνου τυχεῖν ἀγωνίζεσθαι· καὶ τὴν ἐκ τούτων καὶ δι’ ἣν ταῦτα, θείαν καὶ μακαρίαν ἀγάπην δημιουργῆσαι, τὴν Θεῷ συνάπτουσάν τε, καὶ Θεὸν ἀποφαίνουσαν τὸν φιλόθεον.

Ἐπειδὴ ταῦτα κατὰ θέλησιν μὲν ἰδίαν τοῦ ἀνθρώπου, ἀπάτην δὲ τοῦ διαβόλου συμβέβηκε κακῶς περὶ τὸν ἄνθρωπον, ὁ τὴν φύσιν καὶ ποιήσας Θεός, καὶ ἀσθενήσασαν ὑπὸ κακίας σοφῶς ἐξιώμενος, δι’ ἀγάπην τὴν πρὸς ἡμᾶς, ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἀτρέπτως ἑαυτῷ καθ’ ὑπόστασιν ταύτην ἑνώσας, ὅλος καθ’ ἡμᾶς ἐξ ἡμῶν δι’ ἡμᾶς τοσοῦτον γενόμενος ἄνθρωπος, ὅσον τοῦ μὴ Θεὸς εἶναι τοῖς ἀπίστοις ἐνομίζετο· καίτοι τοσοῦτον ὑπάρχων Θεός, ὅσον τοῖς πιστοῖς ὁ ἄῤῥητος τῆς εὐσεβείας καὶ ἀληθὴς ὑποτίθεται λόγος, ἵνα καταλύσῃ τὰ ἔργα τοῦ διαβόλου, καὶ τῇ φύσει ἀχράντους ἀποδοὺς τὰς δυνάμεις, πάλιν τῆς πρὸς αὐτὸν συναφείας, καὶ ἀλλήλους τῶν ἀνθρώπων, ἀνακαινίσῃ τῆς ἀγάπης τὴν δύναμιν, τὴν τῆς φιλαυτίας ἀντίπαλον· τῆς πρώτης ἁμαρτίας, καὶ πρώτου γεννήματος τοῦ διαβόλου καὶ παθῶν τῶν μετ’ αὐτὴν μητρὸς καὶ οὔσης καὶ γινωσκομένης· ἣν δι’ ἀγάπης ἀφανίσας ὁ ἑαυτὸν Θεοῦ παρασχόμενος ἄξιον, συνηφάνισεν αὐτῇ καὶ πάντα τὸν τῆς κακίας ὄχλον, βάσιν ἄλλην ἢ αἰτίαν τοῦ εἶναι μετὰ ταύτην οὐκ ἔχοντα.

Οὐκέτι γὰρ οἶδεν ὁ τοιοῦτος ὑπερηφανίαν, τὸ γνώρισμα τῆς ἀντιθέου οἰήσεως, τὸ σύνθετον κακὸν καὶ ἀλλόκοτον. Ἀγνοεῖ δόξαν τὴν πίπτουσαν, καὶ ἑαυτῇ τοὺς κατ’ αὐτὴν φυσωμένους καταβάλλουσαν. Μαραίνει φθόνον, τὸν τοὺς ἔχοντας πρῶτον δικαίως μαραίνοντα, δι’ εὐνοίας ἑκουσίου τοὺς συγγενεῖς οἰκειούμενος· θυμόν τε καὶ μιαιφονίαν καὶ ὀργὴν καὶ δόλον καὶ ὑπόκρισιν καὶ εἰρωνείαν καὶ μῆνιν καὶ πλεονεξίαν, καὶ πάντα οἷς ὁ εἷς μεμέρισται ἄνθρωπος, συναπερίζωσε.

Τῇ γὰρ φιλαυτίᾳ ὡς ἀρχῇ, καθὼς εἶπον, καὶ μητρὶ τῶν κακῶν ἀποτιλείσῃ, πάντα τὰ ἐξ αὐτῆς τε καὶ μετ’ αὐτὴν συναποτίλλεσθαι εἴωθεν· ἐπειδὴ ταύτης μὴ οὔσης, οὐδὲν οὐδαμῶς τὸ παράπαν κακίας εἶδος, ἢ ἴχνος ὑφίστασθαι δύναται· πάντα δὲ τὰ τῆς ἀρετῆς εἴδη ἀντεισάγεσθαι, τὰ συμπληροῦντα τῆς ἀγάπης τὴν δύναμιν, τὴν τὰ μεμερισμένα συνάγουσαν, καὶ πρὸς ἕνα καὶ λόγον καὶ τρόπον πάλιν δημιουργοῦσαν τὸν ἄνθρωπον, καὶ πᾶσαν τὴν ἐν πᾶσι κατὰ τὴν γνώμην ἀνισότητά τε καὶ διαφορὰν ἐξισοῦσάν τε καὶ ὁμαλίζουσαν· καὶ εἰς τὴν ἐπαινετὴν ἀνισότητα δεόντως προβιβάζουσαν, ἑκάστου δηλονότι τοσοῦτον πρὸς ἑαυτὸν κατὰ πρόθεσιν ἐφελκομένου τὸν πέλας, καὶ ἑαυτοῦ προτιμῶντος, ὅσον τὸ πρὶν αὐτὸν ἀπεῶσαι, καὶ προύχειν πρόθυμος ἦν· καὶ ἑαυτὸν ἑκουσίως ἑαυτοῦ δι’ αὐτὴν ἀπολύοντος, τῷ χωρισμῷ τῶν ἰδικῶς κατὰ τὴν γνώμην ἐπ’ αὐτῷ νοουμένων λόγων τε καὶ ἰδιωμάτων· καὶ πρὸς μίαν ἁπλότητά τε καὶ ταυτότητα συναγομένου, καθ’ ἣν οὐδεὶς οὐδαμῶς ἐστιν οὐδὲν τοῦ κοινοῦ διωρισμένος, ἀλλ’ ἕκαστος ἑκάστῳ, καὶ πᾶσιν ἅπαντες, καὶ Θεῷ μᾶλλον ἢ ἀλλήλοις, εἷς καθεστήκασι, τὸν ἕνα δι’ ἑαυτῶν τοῦ εἶναι λόγον, καὶ φύσει καὶ γνώμῃ μονότατον, προφαινόμενον ἔχοντες· καὶ τὸν ἐν τούτῳ νοούμενον Θεόν· ᾧ συνθεωρεῖσθαι, καὶ πρὸς ὃν ἀναβιβάζεσθαι, ὡς αἴτιον καὶ ποιητήν, ὁ τοῦ εἶναι τῶν ὄντων λόγος, ἀκραιφνὴς μέν τοι καὶ ἄχραντος διὰ πάσης προσοχῆς ὑφ’ ἡμῶν φυλαττόμενος πέφυκεν, καὶ κατ’ ἔμφρονα σπουδὴν δι’ ἀρετῶν καὶ τῶν ταύταις παρεπομένων πόνων, τῶν πρὸς αὐτὸν στασιαζόντων παθῶν ἀποκαθαιρόμενος.

Ὅπερ τυχὸν ἐκεῖνος ὁ μέγας Ἀβραὰμ κατορθώσας, καὶ ἑαυτὸν τῷ τοῦ εἶναι λόγῳ τῆς φύσεως, ἢ ἑαυτῷ τὸν λόγον ἁποκαταστήσας, καὶ διὰ τούτου ἀποδοθείς τε τῷ Θεῷ, καὶ τὸν Θεὸν ἀπολαβών· λεγέσθω καὶ ἄμφω, ἐπειδὴ καὶ ἐπ’ ἀμφοῖν τὸ ἀληθὲς θεωρεῖται· ὡς ἄνθρωπον τὸν Θεὸν ἰδεῖν ἠξιώθη, καὶ ὑποδέξασθαι, τελείῳ τῷ κατὰ φύσιν διὰ φιλανθρωπίας λόγῳ συνένδημον· πρὸς ὃν ἀνήχθη, τῶν μεμερισμένων καὶ μεριστῶν ἀφεὶς τὴν ἰδιότητα, μηκέτι ἄλλον παρ’ ἑαυτὸν ἕτερον ἡγούμενος ἄνθρωπον, ἀλλ’ ὡς πάντας τὸν ἕνα, καὶ ὡς ἕνα τοὺς πάντας γινώσκων· οὐ τὸν τῆς γνώμης δηλονότι, περὶ ἣν ἡ στάσις ἐστί, καὶ ἡ διαίρεσις, ἕως μένῃ πρὸς τὴν φύσιν ἀσύμβατος· ἀλλὰ τὸν τῆς φύσεως, περὶ ἣν τὸ ἀπαράλλακτον ἕστηκε, μονώτατον λόγον σκοπούμενος, ᾧ συνεμφαίνεσθαι πάντως τὸν Θεὸν ἐπιστάμεθα, καὶ δι’ οὗ δηλοῦσθαι ὡς ἀγαθὸς ἀνέχεται, τὰ ἴδια οἰκειούμενος κτίσματα· ἐπειδὴ αὐτὸν ἐξ ἑαυτοῦ, ὡς ἔστι γνῶναι τὸν Θεὸν ἡ κτίσις οὐ δύναται.

Οὔτε γὰρ οἷόν τε ἦν κατὰ τὸ εἰκὸς πρὸς τὸν ἁπλοῦν τε καὶ ταυτὸν συναχθῆναι, τὸν μὴ ταυτὸν ἑαυτῷ γενόμενον καὶ ἁπλοῦν, ἀλλ’ ἔτι πολλοῖς κατὰ τὴν γνώμην πρὸς τὴν φύσιν διαιρούμενον μέρεσι, εἰ μὴ πρότερον διὰ φιλανθρωπίας τῇ φύσει τὴν γνώμην συνάψας, ἕνα ἐπ’ ἀμφοῖν λόγον εἰρηνικόν τε καὶ ἀστασίαστον, καὶ πρὸς οὐδὲν οὐδαμῶς ἄλλο προηγουμένως τῶν μετὰ Θεὸν κινούμενον ἔδειξε· καθ’ ὃν ἄτμητος καὶ ἀδιαίρετος μένει ἡ φύσις ἐν τοῖς τοῦτο λαβοῦσι τὸ χάρισμα· ταῖς τῶν πολλῶν γνωμικαῖς ἑτερότησιν οὐ συνδιατεμνομένη. Οὐκέτι γὰρ πρὸς τόνδε καὶ τόνδε ἄλλοι καὶ ἄλλοι γινόμενοι τὴν φύσιν μερίζουσιν, ἀλλ’ οἱ αὐτοὶ πρὸς τοὺς αὐτοὺς διαμένουσι, μὴ σκοποῦντες τὸ ἐφ’ ἑκάστῳ κατὰ τὴν γνώμην ἴδιον, καθὸ μεμέρισται τὰ μεμερισμένα, ἀλλὰ τὸ ἐν πᾶσι κατὰ τὴν φύσιν κοινὸν καὶ ἀμέριστον, καθὸ τὰ μεμερισμένα συνάγεται· τῶν μεριστῶν οὐδὲν ἑαυτῷ συνεπαγόμενον, καὶ δι’ οὗ τοῖς ἔχουσιν ὁ Θεὸς ἐμφανίζεται, κατὰ τὴν ἰδιότητα τῆς ἀρετῆς ἑκάστου διὰ φιλανθρωπίαν μορφούμενος, καὶ ἐξ αὐτῆς ὀνομασθῆναι καταδεχόμενος.

Ἔργον γὰρ τῆς ἀγάπης τελειότατον, καὶ τῆς κατ’ αὐτὴν ἐνεργείας πέρας, δι’ ἀντιδόσεως σχετικῆς τῶν κατ’ αὐτὴν συνημμένων ἀλλήλοις ἐμπρέπειν τὰ ἰδιώματα παρασκευάζειν, καὶ τὰς κλήσεις· καὶ Θεὸν μὲν τὸν ἄνθρωπον ποιεῖν, ἄνθρωπον δὲ τὸν Θεὸν χρηματίζειν καὶ φαίνεσθαι, διὰ τὴν μίαν καὶ ἀπαράλλακτον ἀμφοτέρων κατὰ τὸ θέλημα βούλησίν τε καὶ κίνησιν, ὡς ἐπί τε τοῦ Ἀβραάμ, καὶ τῶν λοιπῶν ἁγίων εὑρίσκομεν. Καὶ τοῦτο ἴσως ἐστί, τὸ ἐκ προσώπου τοῦ Θεοῦ εἰρημένον· Ἐν χερσὶ προφητῶν ὡμοιώθην· ἡ τοῦ Θεοῦ πρὸς ἕκαστον, ἐκ τῆς ἐνούσης κατὰ πρᾶξιν ἀρετῆς ἑκάστῳ διὰ πολλὴν φιλανθρωπίαν μορφοποιία. Χεὶρ γὰρ παντὸς δικαίου, ἡ κατ’ ἀρετὴν αὐτοῦ πρᾶξίς ἐστιν· ἐν ᾗ καὶ δι’ ἧς ὁ Θεὸς τὴν πρὸς ἀνθρώπους ὁμοίωσιν δέχεται.

Μέγα οὖν ἀγαθὸν ἡ ἀγάπη, καὶ τῶν ἀγαθῶν τὸ πρῶτον καὶ ἐξαίρετον ἀγαθόν, ὡς Θεὸν καὶ ἀνθρώπους δι’ ἑαυτῆς περὶ τὸν αὐτὴν ἔχοντα συνάπτουσα, καὶ ὡς ἄνθρωπον τὸν ποιητὴν τῶν ἀνθρώπων φανῆναι παρασκευάζουσα, διὰ τὴν τοῦ θεουμένου πρὸς τὸν Θεὸν κατὰ τὸ ἀγαθὸν ὡς ἐφικτὸν ἀνθρώπῳ ἀπαραλλαξίαν· ἣν ἐνεργεῖν ὑπολαμβάνω, τὸ ἀγαπῆσαι Κύριον τὸν Θεὸν ἐξ ὅλης τῆς καρδίας καὶ ψυχῆς καὶ δυνάμεως, καὶ τὸν πλησίον ὡς ἑαυτόν. Ὅπερ ἐστίν, ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, ἡ καθ’ ὅλου πρὸς τὸ πρῶτον ἀγαθὸν μετὰ τῆς ὅλης τοῦ ὅλου κατὰ τὴν φύσιν γένους προνοίας ἐνδιάθετος σχέσις· μεθ’ ἣν πρὸς οὐδὲν ἀνώτερόν ἐστιν ἀναβιβασθῆναι τὸν φιλόθεον ἄνθρωπον, πάντων αὐτῷ διαβαθέντων τῶν κατ’ εὐσέβειαν τρόπων· ἣν ἀγάπην καὶ οἴδαμεν καὶ ὀνομάζομεν, οὐκ ἄλλην καὶ ἄλλην μεμερισμένως Θεῷ καὶ τῷ πλησίῳ προσνέμοντες, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ὅλην· Θεῷ μὲν ὀφειλομένην, ἀνθρώπους δὲ ἀλλήλοις ἐπισυνάπτουσαν. Ἐνέργεια γὰρ καὶ ἀπόδειξις σαφὴς τῆς πρὸς τὸν Θεὸν τελείας ἀγάπης ἐστίν, ἡ γνησία δι’ εὐνοίας ἑκουσίου πρὸς τὸν πλησίον διάθεσις.

Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε, φησὶν ὁ θεῖος ἀπόστολος Ἰωάννης, τὸν Θεὸν ὃν οὐχ ἑώρακεν, οὐ δύναται ἀγαπῆσαι. Αὕτη ἐστίν, ἡ τῆς ἀληθείας ὁδός, ἣν ἑαυτὸν ὀνομάσας ὁ τοῦ Θεοῦ Λόγος, τοὺς ἐν αὐτῇ ὁδεύοντας τῷ Θεῷ καὶ Πατρὶ καθαροὺς παντοίων γενομένους παθῶν παρίστησιν.

Αὕτη ἐστὶν ἡ θύρα, δι’ ἧς ὁ εἰσερχόμενος εἰς τὰ Ἅγια γίνεται τῶν ἁγίων, καὶ τοῦ ἀπροσίτου κάλλους τῆς ἁγίας καὶ βασιλικῆς Τριάδος θεατὴς γενέσθαι καθίσταται ἄξιος. Αὕτη ἐστὶν ἡ ἄμπελος ἡ ἀληθινή, ἐν ᾗ ὁ παγίως ἑαυτὸν ἐνριζώσας, θείας καταξιοῦται μέτοχος γενέσθαι ποιότητος. Διὰ ταύτην πᾶσα νομική τε καὶ προφητικὴ καὶ εὐαγγελική, καὶ ἔστι, καὶ ἐκδέδοται διδασκαλία, ἵνα τῶν ἀῤῥήτων ἐπιθυμίαν λαβόντες ἀγαθῶν, τοῖς τρόποις τὸν πόθον πιστώσωμεν· τοσοῦτον διὰ τὸν ποθούμενον πλάστην τὸ πλάσμα τιμήσαντες, ὅσον τῷ πλάστῃ παρίσταται, καὶ ὁ τῆς φύσεως ἀπαιτεῖ λόγος, νομοθετῶν τὸ ἰσότιμον, καὶ πᾶσαν τὴν περὶ ἕκαστον φαινομένην κατὰ πρόληψιν ἀνισότητα περιτέμνων τῆς φύσεως· καὶ ἑαυτῷ τοὺς πάντας κατὰ μίαν ταυτότητος δύναμιν περικλείων.

Διὰ ταύτην, αὐτὸς ὁ τῆς φύσεως ποιητής· τὸ φρικτὸν ὄντως καὶ πρᾶγμα καὶ ἄκουσμα! τὴν φύσιν ἐνδύεται τὴν ἡμετέραν, ἑνώσας ταύτην ἀτρέπτως ἑαυτῷ καθ’ ὑπόστασιν, ἵνα στήσῃ τοῦ φέρεσθαι, καὶ πρὸς ἑαυτὸν συναγάγῃ, καθ’ ἑαυτὴν συναχθεῖσαν, καὶ μηδὲν ἔχουσαν πρὸς αὐτόν, ἢ ἑαυτὴν κατὰ τὴν γνώμην διάφορον· καὶ φανερὰν καταστήσῃ τὴν πανένδοξον τῆς ἀγάπης ὁδόν, τῆς θείας ὄντως καὶ θεοποιοῦ, καὶ πρὸς Θεὸν ἀγούσης· εἰρήσθω δὲ ὅτι καὶ Θεὸς ὑπαρχούσης, ἣν αἱ ἄκανθαι κατ’ ἀρχὰς τῆς φιλαυτίας ἐκάλυψαν· καὶ τοῖς ὑπὲρ ἡμῶν παθήμασιν ἐν ἑαυτῷ προτυπώσας, καθαρὰν κωλυμάτων τοῖς πᾶσι χαρίσηται· τοὺς λίθους τοὺς ἐν αὑτῇ διὰ τῶν αὐτοῦ μαθητῶν διαῤῥίψας, ὡς αὐτὸς ἐν τοῖς προφήταις προανεφώνησεν, εἰπών, Καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε· καὶ πείσῃ δεόντως ἡμᾶς ἑαυτοῦ τε καὶ ἀλλήλων τοσοῦτον ἀντέχεσθαι, ὅσον αὐτὸς δι’ ἑαυτοῦ προλαβὼν ἐπεδείξατο, ὑπὲρ ἡμῶν παθεῖν ἀνασχόμενος. Διὰ ταύτην πάντες οἱ ἅγιοι μέχρι παντὸς πρὸς τὴν ἁμαρτίαν ἀντικατέστησαν, τῆς παρούσης ζωῆς οὐδένα λόγον ποιησάμενοι, καὶ τοὺς πολυειδεῖς τοῦ θανάτου τρόπους ὑπέστησαν, ἵνα πρὸς ἑαυτοὺς ἀπὸ τοῦ κόσμου, καὶ τὸν Θεὸν συναχθῶσι, καὶ τὰ τῆς φύσεως ἐφ’ ἑαυτῶν ἑνώσωσι ῥήγματα.

Αὕτη ἐστὶν ἡ ἀληθὴς καὶ ἀμώμητος τῶν πιστῶν θεοσοφία, ἧς τέλος τὸ ἀγαθόν ἐστι καὶ ἡ ἀλήθεια· εἴπερ ἀγαθὸν τὸ φιλάνθρωπον, καὶ ἀληθές, τὸ κατὰ πίστιν φιλόθεον· τὰ τῆς ἀγάπης γνωρίσματα· ὡς Θεῷ καὶ ἀλλήλοις τοὺς ἀνθρώπους συνάπτουσα, καὶ διὰ τοῦτο τῶν ἀγαθῶν τὴν διαμονὴν ἀδιάπτωτον ἔχουσα.

Ταύτης ἐρασταὶ γνησιώτατοι τῆς θείας καὶ μακαρίας ὁδοῦ, καὶ ὑμεῖς εὐλογημένοι γενόμενοι, πρὸς τὸ τέλος ἐλθεῖν ἀγῶνα καλὸν ἀγωνίσασθε, τῶν οἷς ἡ πρὸς τὸ πέρας ταύτης διάβασις γίνεται, κραταιῶς ἀντεχόμενοι· φιλανθρωπίας λέγω, φιλαδελφίας, φιλοξενίας, φιλοπτωχίας, συμπαθείας, ἐλεημοσύνης, ταπεινώσεως, πραότητος, πραϋπαθείας, ὑπομονῆς, ἀοργησίας, μακροθυμίας, καρτερίας, χρηστότητος ἀνοχῆς, εὐνοίας, εἰρήνης πρὸς πάντας· ἐξ ὧν ἢ δι’ ὧν ἡ τῆς ἀγάπης χάρις δημιουργημένη, πρὸς τὸν Θεὸν ἄγει θεουργηθέντα τὸν δημιουργήσαντα ἄνθρωπον.

Ἡ ἀγάπη γάρ, φησὶν ὁ θεῖος Ἀπόστολος, μᾶλλον δὲ ὁ δι’ αὐτοῦ ταῦτα λαλήσας Χριστός, μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε πίπτει, ὡς Θεὸν ἔχουσα τὸν μόνον ἀδιάπτωτον καὶ ἀναλλοίωτον· καὶ τὸν κατ’ αὐτὴν ζῶντα ἄνθρωπον τοιοῦτον ἀπεργαζομένη, ἵνα καὶ ὑμᾶς ἀποδεξάμενος εἴπῃ δι’ Ἱερεμίου τοῦ προφήτου· Λέγω ὑμῖν, Αὕτη ἡ ὁδὸς τῶν προσταγμάτων μου, καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα. Πάντες οἱ κρατοῦντες αὐτήν, εἰς ζωὴν καταντήσωσιν· οἱ δὲ καταλιπόντες αὐτήν, ἀποθανοῦνται. Ἐπιλαβοῦ αὐτῆς ὁ παῖς μου, καὶ ὅδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι, ἔθνει ἀλλοτρίῳ. Μακάριος εἶ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ σου, γνωστά σοί ἐστι, καὶ ἔμαθες ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστι σύνεσις, ποῦ ἐστι μακροβίωσις καὶ ζωή. Ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη, καὶ ἐπέβης τῆς ὁδοῦ, καὶ ὤφθην σοι πόῤῥωθεν.

Διὰ τοῦτο ἀγάπησιν αἰωνίαν ἀγαπήσω σε, καὶ ἐλεήσω σε εἰς οἰκτείρημα, καὶ οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ· καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς εὐφραινομένων, ὅτι ἐπὶ ταῖς ὁδοῖς ἔστης· καὶ κατενόησας, καὶ ἠρώτησας τρίβους Κυρίου αἰωνίους· καὶ εἶδες ποῦ ἐστιν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ ἐβάδισας ἐν αὐτῇ, καὶ εὗρες ἁγιασμὸν τῇ ψυχῇ σου. Καὶ πάλιν διὰ Ἡσαΐου· Ἐγώ εἰμι Κύριος ὁ Θεός σου· δέδειχά σοι τοῦ εὑρεῖν τὴν ὁδὸν τῆς δικαιοσύνης, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ, καὶ ἤκουσας τῶν ἐντολῶν μου. Διὰ τοῦτο ἐγένετο ὡς ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης.

Κἀγὼ δὲ ὁ τοῖς ὑμετέροις ἐπαγαλλόμενος ἀγαθοῖς, μετὰ τοῦ Θεοῦ λέγειν τολμήσω, παρὰ τοῦ μεγάλου λαβὼν Ἱερεμίου· Μακάριος εἶ, ὅτι ἐξεδύσω τὴν στολὴν τοῦ πένθους τῆς κακώσεώς σου· τὸν παλαιόν φημι ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· καὶ ἐνεδύσω τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ Θεοῦ δόξης εἰς τὸν αἰῶνα, τὸν νέον φημὶ ἄνθρωπον, τὸν ἐν πνεύματι κατὰ Χριστὸν κτιζόμενον κατ’ εἰκόνα τοῦ Κτίσαντος· καὶ περιεβάλου τὴν διπλοΐδα τῆς παρὰ τοῦ Θεοῦ δικαιοσύνης· καὶ ἐπέθου τῇ κεφαλῇ τὴν μίτραν τῆς δόξης τῆς αἰωνίου· τῷ τε βασίμῳ τρόπῳ τῶν ἀρετῶν, καὶ τῷ τῆς σοφίας ἀπταίστῳ λόγῳ κοσμούμενος. Διὰ τοῦτο δείξει ὁ Θεὸς τῇ ὑπ’ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα, καὶ καλέσει τὸ ὄνομά σου Εἰρήνη δικαιοσύνης, καὶ δόξα θεοσεβείας.

Τούτων ἐγὼ τῶν λόγων οὐδὲν πλέον πρὸς ἀπόδειξιν τῆς ἀφανοῦς κατὰ ψυχὴν διαθέσεως κέκτημαι· οὐ γὰρ ἔχω τι τῶν ὑμετέρων ἐπάξιον ἀγαθῶν, Θεῷ καὶ ὑμῖν προσενέγκαι, πλὴν τοῦ θαυμάζειν ὑμᾶς κατὰ δύναμιν, καὶ ἀποδέχεσθαι κατορθοῦντας, καὶ συνήδεσθαι, Θεὸν δι’ ἔργων ἀγαθῶν ἱλεουμένοις· καὶ δι’ ὑμῶν τὴν ἀρετὴν ἐπαινεῖν· καὶ διὰ τῆς ἀρετῆς τὸν Θεὸν ἀνυμνεῖν, τὴν ὑμᾶς τῷ Θεῷ συνάπτουσαν.

Ὡς ταὐτόν μοι δοκεῖν εἶναι καὶ ἴσον, ὑμᾶς τε καὶ ἀρετὴν ἐπαινέσαι, καὶ Θεὸν ἀνυμνῆσαι, τὸν χαρισάμενον ὑμῖν τῆς ἀρετῆς τὴν λαμπρότητα· τὴν ὑμᾶς μὲν Θεῷ κατὰ χάριν θεουργοῦσαν, τῇ ἀφαιρέσει τῶν ἀνθρωπίνων γνωρισμάτων· ὑμῖν δὲ τὸν Θεὸν κατὰ συγκατάβασιν ἀνθρωπίζουσαν, τῇ ἀναλήψει κατὰ τὸ ἐφικτὸν ἀνθρώπῳ τῶν θείων ἰδιωμάτων.

ΣΧΟΛΙΑ. αʹ. Ὅτι δίδοται ἡ ἀγάπη ἀντὶ τοῦ νόμου καὶ τῶν προφητῶν· καὶ ὅτι ἐκ ταύτης πάντες οἱ λόγοι τῶν ἐντολῶν ἐκδίδονται, καὶ ὑπὸ ταύτης μονοειδῶς περιέχονται. βʹ. Ὅρα τὴν κατὰ λόγον καὶ φύσιν κίνησιν, ἐξ ἧς ἀπ’ ἀρχῆς ἑκὼν ἐτράπη ὁ ἄνθρωπος συμβουλίᾳ τοῦ πονηροῦ.

γʹ. Τὰ τῆς ἀγάπης ἔργα τῆς μακαρίας, εἰς ἓν συνάπτειν ἀμφὶ τὸν κεκτημένον, Θεὸν βροτούς τε πάντας ἀῤῥήτῳ λόγῳ.