Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Δεύτερη Εκατοντάδα: Η καθαρή προσευχή, ο αγώνας κατά των πειρασμών και η ερμηνεία του κακού

Η άρρηκτη σχέση της απερίσπαστης προσευχής με την αγάπη, η ανάλυση των δαιμονικών προσβολών και η θεολογική κατανόηση της φύσης του κακού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 13

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΓΑΠΗΣ ΕΚΑΤΟΝΤΑΣ ΔΕΥΤΕΡΑ Αʹ. Ὁ γνησίως τὸν Θεὸν ἀγαπῶν, οὗτος καὶ ἀπερισπάστως πάντως προσεύχεται· καὶ ὁ ἀπερισπάστως πάντως προσευχόμενος, οὗτος καὶ γνησίως τὸν Θεὸν ἀγαπᾷ. Οὐκ εὔχεται δὲ ἀπερισπάστως ὅ τινι τῶν ἐπιγείων ἔχων τὸν νοῦν προσηλωμένον· οὐκ ἄρα ἀγαπᾷ τὸν Θεὸν ὅ τινι τῶν ἐπιγείων ἔχον τὸν νοῦν προσδεδεμένον.

Βʹ. Ὁ νοῦς πράγματι χρονίζων αἰσθητῷ πάθος ἔχει πάντως πρὸς αὐτό, οἷον ἐπιθυμίας ἢ λύπης ἢ ὀργῆς ἢ μνησικακίας· καὶ εἰ μὴ τοῦ πράγματος ἐκείνου καταφρονεῖ, τοῦ πάθους ἐκείνου ἐλευθεροῦσθαι οὐ δύναται.

Γʹ. Τὰ μὲν πάθη τοῦ νοῦ κρατοῦντα συνδεσμοῦσιν αὐτὸν τοῖς πράγμασι τοῖς ὑλικοῖς· καὶ τοῦ Θεοῦ χωρίσαντα αὐτοῖς ἐνασχολεῖσθαι ποιοῦσιν. Ἡ δὲ τοῦ Θεοῦ ἀγάπη κρατήσασα λύει αὐτὸν τῶν δεσμῶν, περιφρονεῖν πείθουσα οὐ μόνον τῶν αἰσθητῶν πραγμάτων, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς.

Δʹ. Ἔργον τῶν ἐντολῶν, ψιλὰ ποιεῖν τὰ τῶν πραγμάτων νοήματα· ἀναγνώσεως δὲ καὶ θεωρίας, ἄϋλον καὶ ἀνείδεον τὸν νοῦν ἀπεργάζεσθαι· ἐκ δὲ τούτου συμβαίνει τὸ ἀπερισπάστως προσεύχεσθαι.

Εʹ. Οὐκ ἀρκεῖ ἡ πρακτικὴ μέθοδος πρὸς τὸ τελείως τὸν νοῦν τῶν παθῶν ἐλευθερωθῆναι, ὥστε δυνηθῆναι αὐτὸν ἀπερισπάστως προσεύχεσθαι, εἰ μὴ καὶ διάφοροι αὐτὸν διαδέχονται πνευματικαὶ θεωρίαι. Ἡ μὲν γὰρ ἀκρασίας καὶ μίσους μόνον τὸν νοῦν ἐλευθεροῖ, αἱ δὲ καὶ λήθης καὶ ἀγνοίας αὐτὸν ἀπαλλάττουσι· καὶ οὕτω δυνήσεται ὡς δεῖ προσεύχεσθαι. {ϛʹ.} Τῆς καθαρᾶς προσευχῆς δύο εἰσὶν ἀκρόταται καταστάσεις· ἡ μὲν τοῖς πρακτικοῖς, ἡ δὲ τοῖς θεωρητικοῖς ἐπισυμβαίνουσα. Καὶ ἡ μὲν ἐκ φόβου Θεοῦ καὶ ἐλπίδος ἀγαθῆς τῇ ψυχῇ ἐγγίνεται· ἡ δέ, ἀπὸ θείου ἔρωτος καὶ ἀκροτάτης καθάρσεως. Γνωρίσματα δὲ τοῦ μὲν πρώτου μέτρου, τὸ ἐντὸς συναγαγεῖν τὸν νοῦν ἐκ πάντων τῶν τοῦ κόσμου νοημάτων καὶ ὡς αὐτῷ αὐτοῦ παρισταμένου τοῦ Θεοῦ, ὥσπερ καὶ παρέστη, ποιεῖσθαι τὰς προσευχὰς ἀπερισπάστως καὶ ἀνενοχλήτως· τοῦ δὲ δευτέρου, τὸ ἐν αὐτῇ τῇ ὁρμῇ τῆς προσευχῆς ἁρπαγῆναι τὸν νοῦν ὑπὸ τοῦ θείου καὶ ἀπείρου φωτὸς καὶ μήτε ἑαυτοῦ μήτε τινὸς ἄλλου τῶν ὄντων τὸ σύνολον ἐπαισθάνεσθαι, εἰ μὴ μόνου τοῦ διὰ τῆς ἀγάπης ἐν αὐτῷ τὴν τοιαύτην ἔλλαμψιν ἐνεργοῦντος.

Τότε δὲ καὶ περὶ τοὺς περὶ Θεοῦ λόγους κινούμενος, καθαρὰς καὶ τρανὰς τὰς περὶ αὐτοῦ λαμβάνει ἐμφάσεις.

Ζʹ. Ὅ τις ἀγαπᾷ, τοῦτο καὶ ἀντέχεται πάντως καὶ πάντων τῶν πρὸς τοῦτο ἐμποδιζόντων αὐτῷ καταφρονεῖ, ἵνα μὴ αὐτοῦ στερηθῇ· καὶ ὁ τὸν Θεὸν ἀγαπῶν ἐπιμελεῖται καθαρᾶς προσευχῆς καὶ πᾶν πάθος πρὸς τοῦτο ἐμποδίζον αὐτῷ ἀποβάλλει ἐξ ἑαυτοῦ.

Ηʹ. Ὁ τὴν μητέρα τῶν παθῶν ἀποβαλῶν φιλαυτίαν, καὶ τὰ λοιπὰ εὐχερῶς σὺν Θεῷ ἀποτίθεται, οἷον ὀργήν, λύπην, μνησικακίαν καὶ τὰ ἑξῆς· ὁ δὲ ὑπὸ τοῦ προτέρου κρατούμενος, ὑπὸ τῶν δευτέρων κἂν μὴ θέλῃ τιτρώσκεται.

Φιλαυτία δέ ἐστι τὸ πρὸς τὸ σῶμα πάθος.

Θʹ. Διὰ τὰς πέντε ταύτας αἰτίας οἱ ἄνθρωποι ἀγαπῶσιν ἀλλήλους εἴτε ἐπαινετῶς εἴτε ψεκτῶς· οἷον ἢ διὰ τὸν Θεόν, ὡς ὁ ἐνάρετος πάντας καὶ ὡς ὁ τὸν ἐνάρετον κἂν μήπω ἐνάρετος· ἢ διὰ φύσιν, ὡς οἱ γονεῖς τὰ τέκνα καὶ ἔμπαλιν· ἢ διὰ κενοδοξίαν, ὡς ὁ δοξαζόμενος τὸν δοξάζοντα· ἢ διὰ φιλαργυρίαν, ὡς ὁ τὸν πλούσιον διὰ λήψιν· ἢ διὰ φιληδονίαν, ὡς ὁ τὴν γαστέρα θεραπευόμενος καὶ τὰ ὑπογάστρια. Καὶ ἡ μὲν πρώτη, ἐπαινετή· ἡ δὲ δευτέρα, μέση· αἱ δὲ λοιπαί, ἐμπαθεῖς.

Ιʹ. Ἐὰν τινὰς μὲν μισῇς, τινὰς δὲ οὐδὲ ἀγαπᾷς οὐδὲ μισῇς· ἑτέρους δὲ ἀγαπᾷς, ἀλλὰ συμμέτρως, ἄλλους δὲ σφόδρα ἀγαπᾷς· ἐκ ταύτης τῆς ἀνισότητος γνῶθι ὅτι μακρὰν εἶ τῆς τελείας ἀγάπης, ἥτις ὑποτίθεται πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι.

ΙΑʹ. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Τουτέστι· πολέμησον τοὺς ἐχθρούς, ἵνα μειώσῃς τὰ πάθη· ἔπειτα δὲ νῆφε, ἵνα μὴ αὐξήσωσι. Καὶ πάλιν· πολέμησον, ἵνα κτήσῃ τὰς ἀρετάς, καὶ μετέπειτα νῆφε, ἵνα αὐτὰς διαφυλάξῃς. Καὶ τοῦτο ἂν εἴη τὸ ἐργάζεσθαι καὶ φυλάσσειν.

ΙΒʹ. Οἱ κατὰ συγχώρησιν Θεοῦ πειράζοντες ἡμᾶς ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐκθερμαίνουσιν ἢ τὸ θυμικὸν ἐκταράσσουσιν ἢ τὸ λογιστικὸν ἐπισκοτίζουσιν ἢ τὸ σῶμα ὀδύναις περιβάλλουσιν ἢ τὰ σωματικὰ διαρπάζουσιν.

ΙΓʹ. Ἢ δι᾽ ἑαυτῶν ἡμᾶς οἱ δαίμονες ἐκπειράζουσιν ἢ τοὺς μὴ φοβουμένους τὸν Κύριον καθ᾽ ἡμῶν ἐφοπλίζουσι· καὶ δι᾽ ἑαυτῶν μέν, ὅταν ἐκ τῶν ἀνθρώπων ἰδιάσωμεν, ὥσπερ καὶ τὸν Κύριον ἐν τῇ ἐρήμῳ· διὰ τῶν ἀνθρώπων δέ, ὅταν μετ᾽ αὐτῶν συνδιατρίψωμεν, ὥσπερ καὶ τὸν Κύριον διὰ τῶν Φαρισαίων.

Ἀλλ᾽ ἡμεῖς εἰς τὸν τύπον ἡμῶν ἀποβλεπόμενοι ἀμφοτέρωθεν αὐτοὺς ἀποκρουσώμεθα.

ΙΔʹ. Ὅταν ἄρχηται ὁ νοῦς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ προκόπτειν, τότε καὶ ὁ δαίμων τῆς βλασφημίας ἄρχεται ἐκπειράζειν αὐτὸν καὶ τοιούτους αὐτῷ λογισμοὺς ὑποβάλλει, οἵους ἀνθρώπων μὲν οὐδείς, μόνος δὲ ὁ τούτων πατὴρ διάβολος ἐφευρίσκει. Τοῦτο δὲ ποιεῖ φθονῶν τῷ θεοφιλεῖ, ἵνα εἰς ἀπόγνωσιν ἐλθὼν ὡς τοιαῦτα διανοηθείς, μηκέτι τολμήσῃ διὰ τῆς συνήθους προσευχῆς πρὸς αὐτὸν ἀναπτῆναι. Οὐδὲν δὲ ἐντεῦθεν ὠφελεῖται ὁ ἀλάστωρ πρὸς τὸν ἴδιον σκοπόν, ἀλλὰ καὶ μᾶλλον βεβαιοτέρους ἡμᾶς ἀπεργάζεται.

Πολεμούμενοι γὰρ καὶ ἀντιπολεμοῦντες δοκιμώτεροι καὶ γνησιώτεροι εἰς τὴν ἀγάπην τοῦ Θεοῦ εὑρισκόμεθα· ἡ δὲ ῥομφαία αὐτοῦ εἰσέλθοι εἰς καρδίαν αὐτοῦ καὶ τὰ τόξα αὐτοῦ συντριβείη.

ΙΕʹ. Ὁ νοῦς ἐπιβάλλων τοῖς ὁρατοῖς κατὰ φύσιν νοεῖ τὰ πράγματα διὰ μέσης τῆς αἰσθήσεως καὶ οὔτε ὁ νοῦς κακὸν οὔτε τὸ κατὰ φῦσιν νοεῖν οὔτε δὲ τὰ πράγματα οὔτε ἡ αἴσθησις· Θεοῦ γάρ εἰσι ταῦτα τὰ ἔργα.

Τί οὖν ἐστι τὸ κακόν; Δῆλον ὅτι τὸ πάθος τοῦ κατὰ φύσιν νοήματος, ὅπερ δύναται μὴ εἶναι ἐν τῇ τῶν νοημάτων χρήσει, ἐὰν ὁ νοῦς γρηγορῇ.

Ιϛʹ. Πάθος ἐστὶ κίνησις ψυχῆς παρὰ φύσιν ἢ ἐπὶ φιλίαν ἄλογον ἢ ἐπὶ μῖσος ἄκριτον ἤ τινος ἢ διά τι τῶν αἰσθητῶν. Οἷον ἐπὶ μὲν φιλίαν ἄλογον ἢ βρωμάτων ἢ γυναικὸς ἢ χρημάτων ἢ δόξης παρερχομένης ἤ τινος ἄλλου τῶν αἰσθητῶν ἢ διὰ ταῦτα· ἐπὶ μῖσος δὲ ἄκριτον, οἷον ἤ τινος τῶν προειρημένων, ὡς εἴρηται, ἢ πρός τινα διὰ ταῦτα.

ΙΖʹ. Ἡ πάλιν κακία ἐστὶν ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων. Οἷον ὡς ἐπὶ τῆς γυναικὸς ἡ ὀρθὴ χρῆσις τῆς συνουσίας ὁ σκοπός ἐστι τῆς παιδοποιίας. Ὁ οὖν εἰς τὴν ἡδονὴν ἀποβλεψάμενος ἐσφάλη περὶ τὴν χρῆσιν, τὸ μὴ καλὸν ὡς καλὸν ἡγησάμενος· ὁ οὖν τοιοῦτος παραχρῆται γυναικὶ συνουσιαζόμενος. Καὶ ἐπὶ τῶν ἄλλων δὲ πραγμάτων καὶ νοημάτων ὁμοίως.

ΙΗʹ. Ὅταν τὸν νοῦν οἱ δαίμονες τῆς σωφροσύνης ἐκβαλόντες τοῖς τῆς πορνείας λογισμοῖς περικυκλώσωσι, τότε μετὰ δακρύων λέγε πρὸς τὸν Δεσπότην· Ἐκβαλόντες με νῦν περιεκύκλωσάν με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με· καὶ σώζῃ.

ΙΘʹ. Βαρὺς ὁ τῆς πορνείας δαίμων καὶ σφοδρῶς ἐπιτίθεται τοῖς κατὰ τοῦ πάθους ἀγωνιζομένοις καὶ μάλιστα ἐν τῇ ἀμελείᾳ τῆς διαίτης καὶ ἐν ταῖς συντυχίαις τῶν γυναικῶν. Λεληθότως γὰρ τῇ λειότητι τῆς ἡδονῆς ὑποκλέπτων τὸν νοῦν, μετέπειτα ἐπεμβαίνει διὰ τῆς μνήμης ἡσυχάζοντι· τό τε σῶμα ἐμπυρίζων καὶ ποικίλας μοφρὰς τῷ νῷ παριστῶν, πρὸς τὴν συγκατάθεσιν τῆς ἁμαρτίας αὐτὸν ἐκκαλεῖται· ἃς ἐὰν θέλῃς μὴ ἐγχρονίζειν ἔν σοι, νηστείαν ἀναλαβοῦ καὶ κόπον καὶ ἀγρυπνίαν καὶ τὴν καλὴν ἡσυχίαν μετὰ ἐκτενοῦς προσευχῆς.

Κʹ. Οἱ τὴν ψυχὴν ἡμῶν ἀεὶ ζητοῦντες διὰ τῶν ἐμπαθῶν λογισμῶν ζητοῦσιν, ἵνα αὐτὴν εἰς τὴν κατὰ διάνοιαν ἢ τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν ἐμβάλωσιν. Ὅταν οὖν εὕρωσι τὸν νοῦν μὴ παραδεχόμενον, τότε αἰσχυνθήσονται καὶ ἐντραπήσονται· ὅταν δὲ τῇ πνευματικῇ θεωρίᾳ ἐνασχολούμενον, τότε ἀποστραφήσονται καὶ καταισχυνθήσονται σφόδρα διὰ τάχους.

ΚΑʹ. Διακόνου λόγον ἐπέχει ὁ πρὸς τοὺς ἱεροὺς ἀγῶνας ἀλείφων τὸν νοῦν καὶ τοὺς ἐμπαθεῖς λογισμοὺς ἀπελαύνων ἀπ᾽ αὐτοῦ· πρεσβυτέρου δέ, ὁ εἰς τὴν γνῶσιν τῶν ὄντων φωτίζων καὶ τὴν ψευδώνυμον γνῶσιν ἐξαφανίζων· ἐπισκόπου δέ, ὁ τῷ ἁγίῳ μύρῳ τελειῶν τῆς γνώσεως τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος.

ΚΒʹ. Ἀσθενοῦσι μὲν οἱ δαίμονες, ὅταν διὰ τῶν ἐντολῶν μειῶνται τὰ πάθη τὰ ἐν ἡμῖν· ἀπόλλυνται δέ, ὅταν εἰς τέλος διὰ τῆς ἀπαθείας τῆς ψυχῆς ἐξαφανίζωνται, μηκέτι εὑρίσκοντες τὰ δι᾽ ὧν ἐν αὐτῇ εὑρίσκοντο καὶ ἐπολέμουν αὐτήν. Καὶ τοῦτο ἂν εἴη τό· Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.

ΚΓʹ. Οἱ μὲν τῶν ἀνθρώπων διὰ φόβον ἀνθρώπινον τῶν παθῶν ἀπέχονται· οἱ δέ, διὰ κενοδοξίαν· ἄλλοι δέ, δι᾽ ἐγκράτειαν· ἕτεροι δὲ διὰ θείων κριμάτων τῶν παθῶν ἐλευθεροῦνται.

ΚΔʹ. Πάντες οἱ λόγοι τοῦ Κυρίου τὰ τέσσαρα ταῦτα περιέχουσι· τὰς ἐντολάς, τὰ δόγματα, τὰς ἀπειλάς, τὰς ἐπαγγελίας. Καὶ πᾶσαν σκληραγωγίαν διὰ ταῦτα ὑπομένομεν, οἷον νηστείας, ἀγρυπνίας, χαμευνίας, κόπους καὶ μόχθους ἐν διακονίαις, ὕβρεις, ἀτιμίας, στρεβλώσεις, θανάτους καὶ τὰ ὅμοια· Διὰ γὰρ τοὺς λόγους τῶν χειλέων σου, φησίν, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.

ΚΕʹ. Μισθὸς τῆς ἐγκρατείας, ἡ ἀπάθεια· τῆς δὲ πίστεως, ἡ γνῶσις· καὶ ἡ μὲν ἀπάθεια τίκτει τὴν διάκρισιν· ἡ δὲ γνῶσις, τὴν εἰς Θεὸν ἀγάπην.

Κϛʹ. Πρακτικὴν μὲν ὁ νοῦς κατορθῶν εἰς φρόνησιν προκόπτει· θεωρητικὴν δέ, εἰς γνῶσιν. Τῆς μὲν γάρ ἐστιν εἰς διάκρισιν ἀρετῆς καὶ κακίας φέρειν τὸν ἀγωνιζόμενον· τῆς δέ, εἰς τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων λόγους ἄγειν τὸν μέτοχον. Τῆς δὲ θεολογικῆς χάριτος τοτηνικαῦτα καταξιοῦται, ὁπηνίκα τὰ προειρημένα πάντα διὰ τῶν τῆς ἀγάπης πτερῶν διαπεράσας καὶ ἐν Θεῷ γενόμενος, τὸν περὶ αὐτοῦ λόγον διὰ τοῦ πνεύματος, ὡς ἀνθρωπίνῳ νῷ δυνατόν, διασκοπήσει.

ΚΖʹ. Θεολογεῖν μέλλων, μὴ τοὺς κατ᾽ αὐτὸν ζητήσῃς λόγους· οὐ μὴ γὰρ εὕρῃ ἀνθρώπινος νοῦς, ἀλλ᾽ οὐδ᾽ ἄλλου τινὸς τῶν μετὰ Θεόν· ἀλλὰ τοὺς περὶ αὐτόν, ὡς οἷόν τε, διασκόπει, οἷον τοὺς περὶ αἰδιότητος, ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Οὗτος γὰρ ἐν ἀνθρώποις μέγα θεολόγος, ὁ τούτων τοὺς λόγους κἂν ποσῶς ἐξευρίσκων.

ΚΗʹ. Δυνατὸς ἀνήρ, ὁ τῇ πράξει τὴν γνῶσιν συζεύξας· τῇ μὲν γὰρ τὴν ἐπιθυμίαν μαραίνει καὶ τὸν θυμὸν ἡμεροῖ· τῇ δὲ τὸν νοῦν πτεροῖ καὶ πρὸς Θεὸν ἐκδημεῖ.

ΚΘʹ. Ὅταν λέγῃ ὁ Κύριος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, τὸ ταὐτὸν τῆς οὐσίας σημαίνει. Ὅταν δὲ πάλιν λέγῃ· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί, τὸ ἀχώριστον δηλοῖ τῶν ὑποστάσεων. Οἱ οὖν Τριθεΐται χωρίζοντες τοῦ Πατρὸς τὸν Υἱὸν εἰς ἀμφίκρημνον ἐμπίπτουσιν. Ἢ γὰρ συναΐδιον λέγοντες τῷ Πατρὶ τὸν Υἱόν, χωρίζοντες δὲ αὐτὸν ἐξ αὐτοῦ, ἀναγκάζονται λέγειν μὴ ἐξ αὐτοῦ γεγεννῆσθαι καὶ ἐμπεσεῖν εἰς τὸ τρεῖς λέγειν θεοὺς καὶ τρεῖς ἀρχάς· ἢ ἐξ αὐτοῦ γεγεννῆσθαι λέγοντες, χωρίζοντες δέ, ἀναγκάζονται λέγειν μὴ συναΐδιον εἶναι τῷ Πατρὶ καὶ ποιῆσαι ὑπὸ χρόνον τὸν τῶν χρόνων δεσπότην. Χρὴ γὰρ καὶ τὸν ἕνα Θεὸν τηρεῖν καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, κατὰ τὸν μέγαν Γρηγόριον, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. Καὶ γὰρ «διαιρεῖται» μέν, ἀλλ᾽ «ἀδιαιρέτως», κατὰ τὸν αὐτόν, καὶ «συνάπτεται» μέν, «διῃρημένως» δέ. Καὶ διὰ τοῦτο παράδοξος καὶ ἡ διαίρεσις καὶ ἡ ἕνωσις· ἐπεὶ τί ἔχει τὸ παράδοξον, εἰ ὡς ἄνθρωπος ἀνθρώπῳ ἥνωταί τε καὶ κεχώρισται, οὕτω καὶ ὁ Υἱὸς τῷ Πατρὶ καὶ οὐδὲν πλέον;

Λʹ. Ὁ τέλειος ἐν ἀγάπῃ καὶ εἰς ἄκρον ἀπαθείας ἐλθὼν οὐκ ἐπίσταται διαφορὰν ἰδίου καὶ ἀλλοτρίου ἢ ἰδίας καὶ ἀλλοτρίας ἢ πιστοῦ καὶ ἀπίστου ἢ δούλου καὶ ἐλευθέρου ἢ ὅλως ἄρσενος καὶ θηλείας· ἀλλ᾽ ἀνώτερος τῆς τῶν παθῶν τυραννίδος γενόμενος καὶ εἰς τὴν μίαν φύσιν τῶν ἀνθρώπων ἀποβλεπόμενος, πάντας ἐξ ἴσου θεωρεῖ καὶ πρὸς πάντας ἴσως διάκειται.

Οὐκ ἔστι γὰρ ἐν αὐτῷ Ἕλλην καὶ Ἰουδαῖος οὐδὲ ἄρσεν καὶ θῆλυ οὐδὲ δοῦλος καὶ ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

ΛΑʹ. Ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν λαμβάνουσιν οἱ δαίμονες τὰς ἀφορμὰς τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς· εἶτα διὰ τούτων πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας. Ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν εἰς τὴν κατὰ διάνοιαν ἁμαρτίαν· καὶ ταύτης ἀποτελεσθείσης, φέρουσιν αὐτὸν λοιπὸν αἰχμάλωτον εἰς τὴν πρᾶξιν. Μετὰ δὲ ταύτην λοιπὸν οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες σὺν αὐτοῖς ὑποχωροῦσι. Μένει δὲ μόνον ἐν τῷ νῷ τὸ εἴδωλον τῆς ἁμαρτίας, περὶ οὗ φησὶν ὁ Κύριος· Ὄταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγιγνώσκων νοείτω. Τόπος ἅγιος καὶ ναὸς Θεοῦ ὁ νοῦς ὑπάρχει τοῦ ἀνθρώπου, ἐν ᾧ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον τῆς ἁμαρτίας ἔστησαν. Ὅτι δὲ καὶ ἰστορικῶς ἤδη ταῦτα γέγονεν, οὐδεὶς τῶν τὰ ἰωσήππεια ἀνεγνωκότων, ὡς οἶμαι, ἀμφιβάλλει· πλὴν τινές φασι καὶ ἐπὶ τοῦ Ἀντιχρίστου ταῦτα γενήσεσθαι.

ΛΒʹ. Τρία εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ καλά· τὰ φυσικὰ σπέρματα, αἱ ἅγιαι δυνάμεις καὶ ἡ ἀγαθὴ προαίρεσις. Καὶ τὰ μὲν φυσικὰ σπέρματα, ὡς ὅταν ὃ θέλομεν ἵνα ποιῶσιν ἡμῖν οἱ ἄνθρωποι καὶ ἡμεῖς ὁμοίως ποιῶμεν αὐτοῖς· ἢ ὡς ὅταν ἴδωμέν τινα ἐν στενώσει ἢ ἐν ἀνάγκῃ καὶ φυσικῶς ἐλεῶμεν. Αἱ δὲ ἅγιαι δυνάμεις, οἷον ὅταν κινούμενοι ἐπὶ καλῷ πράγματι εὕρωμεν συνεργίαν ἀγαθὴν καὶ κατευοδώμεθα. Ἡ δὲ ἀγαθὴ προαίρεσις, ὡς ὅταν διακρίνοντες τὸ καλὸν ἀπὸ τοῦ κακοῦ αἱρώμεθα τὸ ἀγαθόν.

ΛΓʹ. Τρία δὲ πάλιν εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ κακά· τὰ πάθη, οἱ δαίμονες καὶ ἡ κακὴ προαίρεσις. Καὶ τὰ μὲν πάθη, ὡς ὅταν ἐπιθυμῶμεν πράγματος παρὰ λόγον, οἷον ἢ βρώματος παρὰ τὸν καιρὸν ἢ παρὰ τὴν χρείαν ἢ γυναικὸς παρὰ τὸν σκοπὸν τῆς παιδοποιίας καὶ τῆς μὴ νομίμου· καὶ πάλιν ὅταν ὀργιζώμεθα ἢ λυπώμεθα παρὰ τὸ εἰκός, οἷον κατὰ τοῦ ἀτιμάσαντος ἢ ζημιώσαντος. Οἱ δὲ δαίμονες, οἷον ὅταν ἐν τῇ ἀμελείᾳ ἡμῶν καιροσκοποῦντες ἐπιτιθῶνται ἡμῖν ἄφνω μετὰ πολλῆς σφοδρότητος, κινοῦντες τὰ προειρημένα πάθη καὶ τὰ ὅμοια. Ἡ δὲ κακὴ προαίρεσις, οἷον ὅταν ἐν γνώσει τοῦ καλοῦ τὸ κακὸν ἀνθαιρώμεθα.

ΛΔʹ. Μισθοὶ τῶν πόνων τῆς ἀρετῆς εἰσιν ἡ ἀπάθεια καὶ ἡ γνῶσις· αὗται γὰρ πρόξενοι γίνονται βασιλείας οὐρανῶν, ὡς καὶ τὰ πάθη καὶ ἡ ἀγνωσία κολάσεως αἰωνίου. Ὁ οὖν τούτους διὰ δόξαν ἀνθρώπων ζητῶν καὶ μὴ δι᾽ αὐτὸ τὸ καλόν, ἀκούει παρὰ τῆς Γραφῆς· Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.

ΛΕʹ. Εἰσὶ πολλά τινα φύσει καλὰ ὑπὸ τῶν ἀνθρώπων γινόμενα, ἀλλ᾽ οὐ καλὰ πάλιν διά τινα αἰτίαν· οἷον νηστεία καὶ ἀγρυπνία, προσευχὴ καὶ ψαλμῳδία, ἐλεημοσύνη καὶ ξενοδοχία φύσει καλὰ ἔργα εἰσίν, ἀλλ᾽ ὅταν διὰ κενοδοξίαν γίνωνται, οὐκέτι καλά.

Λϛʹ. Πάντων τῶν πραττομένων ὑφ᾽ ἡμῶν τὸν σκοπὸν ζητεῖ ὁ Θεός, εἴτε δι᾽ αὐτὸν πράττομεν εἴτε δι᾽ ἄλλην αἰτίαν.

ΛΖʹ. Ὅταν ἀκούσῃς τῆς Γραφῆς λεγούσης· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὐ τὰ παρὰ τὸν ὀρθὸν σκοπὸν πραττόμενα, εἰ καὶ δοκεῖ καλὰ εἶναι, ὁ Θεὸς καλὰ ἀποδίδωσι, ἀλλὰ τὰ κατὰ τὸν ὀρθὸν δηλονότι.

Οὐ γὰρ εἰς τὰ γινόμενα, ἀλλ᾽ εἰς τὸν σκοπὸν τῶν γινομένων ἡ κρίσις τοῦ Θεοῦ ἐφορᾷ.

ΛΗʹ. Ὁ τῆς ὑπερηφανίας δαίμων διπλῆν ἔχει τὴν πονηρίαν· ἢ γὰρ ἑαυτῷ ἀναπείθει τὸν μοναχὸν ἐπιγράφειν τὰ κατορθώματα καὶ οὐχὶ τῷ Θεῷ τῷ καὶ χορηγῷ τῶν καλῶν καὶ βοηθῷ πρὸς κατόρθωσιν, ἢ τούτῳ μὴ πειθόμενον τοὺς ἔτι ἀτελεστέρους τῶν ἀδελφῶν ὑποβάλλει ἐξουθενεῖν. Ἀγνοεῖ δὲ καὶ οὕτως ὁ ἐνεργούμενος ὅτι τὴν τοῦ Θεοῦ βοήθειαν ἀναπείθει αὐτὸν ἀπαρνεῖσθαι. Εἰ γὰρ ἐκείνους ὡς μὴ δυνηθέντας κατορθῶσαι ἐξουθενεῖ, ἑαυτὸν δηλονότι ὡς ἐξ ἰδίας δυνάμεως κατορθώσαντα εἰσάγει· ὅπερ ἐστὶ ἀμήχανον, τοῦ Κυρίου εἰπόντος· Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· ἐπειδὴ ἡ ἡμετέρα ἀσθένεια κινουμένη ἐπὶ τὰ καλὰ ἄνευ τοῦ χορηγοῦ τῶν καλῶν εἰς τέλος ἄγειν οὐ δύναται.

ΛΘʹ. Ὁ ἐγνωκὼς τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὗτος εἴληφε πεῖραν τῆς θείας δυνάμεως καὶ ὁ τοιοῦτος δι᾽ αὐτῆς τὰ μὲν κατορθώσας, τὰ δὲ σπεύδων κατορθῶσαι, οὐκ ἐξουθενεῖ ποτε οὐδένα ἀνθρώπων. Οἶδε γὰρ ὅτι ὥσπερ αὐτῷ ἐβοήθησε καὶ πολλῶν παθῶν καὶ χαλεπῶν ἡλευθέρωσεν, οὕτω δυνατός ἐστι καὶ πᾶσι βοηθῆσαι ὅτε θέλει καὶ μάλιστα τοῖς δι᾽ αὐτὸν ἀγωνιζομένοις· εἰ καὶ κρίμασί τισιν ὑφ᾽ ἓν ἅπαντας τῶν παθῶν οὐκ ἀπαλλάττει, ἀλλ᾽ ἰδίοις καιροῖς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος ἰατρός, ἕκαστον τῶν σπευδόντων ἰᾶται.

Μʹ. Ἐπὶ τῇ τῶν παθῶν ἀνενεργησίᾳ ἡ ὑπερηφανία ἐπισυμβαίνει, ἢ τῶν αἰτιῶν ἀποκοπτομένων ἢ τῶν δαιμόνων δολουργῶς ὑποχωρούντων.