Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Πρώτη Εκατοντάδα: Η φύση της αγάπης, οι αρετές και ο πρακτικός βίος

Ορισμός της αγάπης προς τον Θεό, η αλληλουχία των αρετών και η σημασία της ελεημοσύνης και της μακροθυμίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 13

ΤΟΥ ΑΓΙΟΥ ΜΑΞΙΜΟΥ ΠΡΩΤΗ ΕΚΑΤΟΝΤΑΣ ΤΩΝ ΠΕΡΙ ΑΓΑΠΗΣ ΚΕΦΑΛΑΙΩΝ Αʹ. Ἀγάπη μέν ἐστι διάθεσις ψυχῆς ἀγαθή, καθ᾽ ἣν οὐδὲν τῶν ὄντων τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ· ἀδύνατον δὲ εἰς ἕξιν ἐλθεῖν ταύτης τῆς ἀγάπης, τὸν πρός τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν.

Βʹ. Ἀγάπην μὲν τίκτει ἀπάθεια· ἀπάθειαν δέ, ἡ εἰς Θεὸν ἐλπίς· τὴν δὲ ἐλπίδα, ὑπομονὴ καὶ μακροθυμία· ταύτας δέ, ἡ περιεκτικὴ ἐγκράτεια· ἐγκράτειαν δέ, ὁ τοῦ Θεοῦ φόβος· τὸν δὲ φόβον, ἡ εἰς τὸν Κύριον πίστις.

Γʹ. Ὁ πιστεύων τῷ Κυρίῳ φοβεῖται τὴν κόλασιν· ὁ δὲ φοβούμενος τὴν κόλασιν ἐγκρατεύεται ἀπὸ τῶν παθῶν· ὁ δὲ ἐγκρατευόμενος ἀπὸ τῶν παθῶν ὑπομένει τὰ θλιβερά· ὁ δὲ ὑπομένων τὰ θλιβερὰ ἕξει τὴν εἰς Θεὸν ἐλπίδα· ἡ δὲ εἰς Θεὸν ἐλπὶς χωρίζει πάσης γηΐνης προσπαθείας· ταύτης δὲ ὁ νοῦς χωρισθεὶς ἕξει τὴν εἰς Θεὸν ἀγάπην.

Δʹ. Ὁ ἀγαπῶν τὸν Θεὸν πάντων τῶν ὑπ᾽ αὐτοῦ γεγονότων προτιμᾷ τὴν γνῶσιν αὐτοῦ καὶ ἀδιαλείπτως διὰ τοῦ πόθου ταύτῃ προσκαρτερεῖ.

Εʹ. Εἰ πάντα τὰ ὄντα διὰ τοῦ Θεοῦ καὶ διὰ τὸν Θεὸν γέγονε, κρείττων δὲ ὁ Θεὸς τῶν δι᾽ αὐτοῦ γεγονότων· ὁ καταλιμπάνων τὸ κρεῖττον καὶ τοῖς χείροσιν ἐνασχολούμενος δείκνυσιν ἑαυτὸν προτιμῶντα τοῦ Θεοῦ τὰ δι᾽ αὐτοῦ γεγονότα. {ϛʹ.} Ὁ τῇ εἰς Θεὸν ἀγάπῃ τὸν νοῦν ἔχων προσηλωμένον πάντων τῶν ὁρωμένων καὶ αὐτοῦ τοῦ σώματος ὡς ἀλλοτρίου καταφρονεῖ.

Ζʹ. Εἰ κρείττων τοῦ σώματος ἡ ψυχὴ καὶ κρείττων τοῦ κόσμου ἀσυγκρίτως ὁ κτίσας αὐτὸν Θεός, ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα καὶ τοῦ Θεοῦ τὸν ὑπ᾽ αὐτοῦ κτισθέντα κόσμον οὐδὲν τῶν εἰδολολατρούντων διενήνοχεν.

Ηʹ. Ὁ τὸν νοῦν τῆς εἰς Θεὸν ἀγάπης καὶ προσεδρείας ἀποχωρίσας καί τινι τῶν αἰσθητῶν προσδεδεμένον ἔχων, οὗτός ἐστιν ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα καὶ τοῦ κτίσαντος Θεοῦ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα.

Θʹ. Εἰ ἡ ζωὴ τοῦ νοῦ ὁ φωτισμός ἐστι τῆς γνώσεως, τοῦτον δὲ ἡ εἰς Θεὸν ἀγάπη τίκτει· καλῶς οὐδὲν τῆς θείας ἀγάπης εἴρηται μεῖζον.

Ιʹ. Ὅταν τῷ ἔρωτι τῆς ἀγάπης πρὸς τὸν Θεὸν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε ἑαυτοῦ οὔτε τινὸς τῶν ὄντων παντάπασιν ἐπαισθάνεται. Ὑπὸ γὰρ τοῦ θείου καὶ ἀπείρου φωτὸς καταλαμπόμενος, ἀναισθητεῖ πρὸς πάντα τὰ ὑπ᾽ αὐτοῦ γεγονότα, καθάπερ καὶ ὁ αἰσθητὸς ὀφθαλμὸς πρὸς τοὺς ἀστέρας, τοῦ ἡλίου ἀνατέλλοντος.

ΙΑʹ. Πᾶσαι μὲν αἱ ἀρεταὶ συνεργοῦσι τῷ νῷ πρὸς τὸν θεῖον ἔρωτα, πλέον δὲ πάντων ἡ καθαρὰ προσευχή· διὰ ταύτης γὰρ πρὸς τὸν Θεὸν πτερούμενος, ἔξω γίνεται πάντων τῶν ὄντων.

ΙΒʹ. Ὅταν διὰ τῆς ἀγάπης ὑπὸ τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ καὶ ἔξω τῶν ὄντων γενόμενος τῆς θείας ἐπαισθάνηται ἀπειρίας, τότε κατὰ τὸν θεῖον Ἡσαΐαν ὑπὸ ἐκπλήξεως εἰς συναίσθησιν τῆς ἑαυτοῦ ἐρχόμενος ταπεινότητος μετὰ διαθέσεως λέγει τὰ τοῦ προφήτου ῥήματα· Ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ κατοικῶ καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

ΙΓʹ. Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ δύναται μὴ καὶ πάντα ἄνθρωπον ἀγαπῆσαι ὡς ἑαυτόν, εἰ καὶ πρὸς τὰ πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διὸ καὶ τὴν ἐπιστροφὴν αὐτῶν βλέπων καὶ τὴν διόρθωσιν, ἀμετρέτῳ καὶ ἀνεκλαλήτῳ χαίρει χαρᾷ.

ΙΔʹ. Ἀκάθαρτός ἐστι ψυχὴ ἐμπαθής, λογισμῶν ἐπιθυμίας καὶ μίσους πεπληρωμένη.

ΙΕʹ. Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διὰ οἱονδήποτε πταίσμα πρὸς τὸν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεὸν ἀγάπης· διότι ἡ εἰς τὸν Θεὸν ἀγάπη τοῦ εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται.

Ιϛʹ. Ὁ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μὴ ἀγαπῶν τὸν πλησίον τὴν ἐντολὴν οὐ τηρεῖ· ὁ δὲ τὴν ἐντολὴν μὴ τηρῶν οὐδὲ τὸν Κύριον ἀγαπῆσαι δύναται.

ΙΖʹ. Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς.

ΙΗʹ. Μακάριος ἄνθρωπος, ὁ μηδενὶ πράγματι φθαρτῷ ἢ προσκαίρῳ προσκείμενος.

ΙΘʹ. Μακάριος ὁ νοῦς, ὁ πάντα τὰ ὄντα περάσας καὶ τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν.

Κʹ. Ὁ πρόνοιαν τῆς σαρκὸς εἰς ἐπιθυμίας ποιούμενος καὶ μνησικακίαν διὰ πρόσκαιρα πρὸς τὸν πλησίον ἔχων, ὁ τοιοῦτος λατρεύει τῇ κτίσει παρὰ τὸν κτίσαντα.

ΚΑʹ. Ὁ ἀνήδονον καὶ ἄνοσον τὸ σῶμα διατηρῶν, σύνδουλον αὐτὸ ἔχει πρὸς τὴν τῶν κρειττόνων ὑπηρεσίαν.

ΚΒʹ. Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἐπιθυμίας, πάσης κοσμικῆς λύπης ἀνώτερον ἑαυτὸν καθίστησιν.

ΚΓʹ. Ὁ τὸν Θεὸν ἀγαπῶν καὶ τὸν πλησίον πάντως ἀγαπᾷ. Ὁ δὲ τοιοῦτος χρήματα τηρεῖν οὐ δύναται, ἀλλ᾽ οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεομένων παρέχων.

ΚΔʹ. Ὁ κατὰ μίμησιν Θεοῦ τὴν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφορὰν πονηροῦ καὶ ἀγαθοῦ ἢ δικαίου καὶ ἀδίκου ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις· ἀλλὰ πᾶσιν ἐξ ἴσου κατὰ τὴν χρείαν διανέμει, εἰ καὶ προτιμᾷ διὰ τὴν ἀγαθὴν προαίρεσιν τοῦ φαύλου τὸν ἐνάρετον.

ΚΕʹ. Ὥσπερ ὁ Θεὸς φύσει ὢν ἀγαθὸς καὶ ἀπαθὴς πάντας μὲν ἐξ ἴσου ἀγαπᾷ ὡς ἔργα αὐτοῦ, ἀλλὰ τὸν μὲν ἐνάτερον δοξάζει, ὡς καὶ τῇ γνώμῃ οἰκειούμενον, τὸν δὲ φαῦλον δι᾽ ἀγαθότητα ἐλεεῖ καὶ ἐν τῷ αἰῶνι τούτῳ παιδεύων ἐπιστρέφει· οὕτω καὶ ὁ τῇ γνώμῃ ἀγαθὸς καὶ ἀπαθὴς πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾶ, τὸν μὲν ἐνάρετον διά τε τὴν φύσιν καὶ τὴν ἀγαθὴν προαίρεσιν, τὸν δὲ φαῦλον διά τε τὴν φύσιν καὶ τὴν συμπάθειαν, ἐλεῶν ὡς ἄφρονα καὶ ἐν σκότει διαπορευόμενον.

Κϛʹ. Οὐ μόνον διὰ μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται, ἀλλὰ πολλῷ μᾶλλον διὰ μεταδόσεως λόγου Θεοῦ καὶ σωματικῆς διακονίας.

ΚΖʹ. Ὁ τοῖς τοῦ κόσμου πράγμασι γνησίως ἀποταξάμενος καὶ τῷ πλησίον διὰ τῆς ἀγάπης ἀνυποκρίτως δουλεύων, παντὸς πάθους ταχέως ἐλευθεροῦται καὶ τῆς θείας ἀγάπης καὶ γνώσεως μέτοχος καθίσταται.

ΚΗʹ. Ὁ τὴν θείαν ἀγάπην ἐν ἑαυτῷ κτησάμενος οὐ κοπιᾷ κατακολουθῶν ὀπίσω Κυρίου τοῦ Θεοῦ αὐτοῦ, κατὰ τὸν θεῖον Ἱερεμίαν· ἀλλὰ πάντα πόνον ὀνειδισμόν τε καὶ ὕβριν φέρει γενναίως, μηδενὶ τὸ σύνολον κακὸν λογιζόμενος.

ΚΘʹ. Ὅταν ὑβριστῇς παρά τινος ἢ ἔν τινι ἐξουδενωθῇς, τότε πρόσεχε ἀπὸ τῶν λογισμῶν τῆς ὀργῆς, μή σε τῆς ἀγάπης διὰ τῆς λύπης χωρίσαντες ἐν τῇ χώρᾳ τοῦ μίσους καταστήσωσιν.

Λʹ. Ὅταν ἐφ᾽ ὕβρει ἢ ἀτιμίᾳ σφόδρα πονήσῃς, γίνωσκε σεαυτὸν μεγάλως ὠφεληθέντα, τῆς κενοδοξίας διὰ τῆς ἀτιμίας οἰκονομικῶς ἀπό σου ἐκβληθείσης.

ΛΑʹ. Ὥσπερ μνήμη πυρὸς οὐ θερμαίνει τὸ σῶμα, οὕτω πίτις ἄνευ ἀγάπης οὐκ ἐνεργεῖ εἰς ψυχὴν τὸν τῆς γνώσεως φωτισμόν.

ΛΒʹ. Ὥσπερ τὸ φῶς τοῦ ἡλίου τὸν ὑγιῆ ὀφθαλμὸν πρὸς ἑαυτὸν ἐφέλκεται, οὕτω καὶ ἡ γνῶσις τοῦ Θεοῦ τὸν καθαρὸν νοῦν φυσικῶς διὰ τῆς ἀγάπης πρὸς ἑαυτὸν ἐπισπᾶται.

ΛΓʹ. Νοῦς ἐστι καθαρός, ὁ ἀγνοίας χωρισθεὶς καὶ ὑπὸ τοῦ θείου φωτὸς καταλαμπόμενος.

ΛΔʹ. Ψυχή ἐστι καθαρά, ἡ παθῶν ἐλευθερωθεῖσα καὶ ὑπὸ τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη.

ΛΕʹ. Πάθος ἐστὶ ψεκτὸν κίνησις ψυχῆς παρὰ φύσιν.

Λϛʹ. Ἀπάθειά ἐστιν εἰρηνικὴ κατάστασις ψυχῆς, καθ᾽ ἣν δυσκίνητος γίνεται πρὸς κακίαν.

ΛΖʹ. Ὁ τοὺς καρποὺς τῆς ἀγάπης διὰ σπουδῆς κτησάμενος, οὐ μετατίθεται ταύτης, κἂν μυρία πάσχῃ κακά. Καὶ πειθέτω σε Στέφανος, ὁ τοῦ Χριστοῦ μαθητὴς καὶ οἱ κατ᾽ αὐτὸν καὶ αὐτὸς ὑπὲρ τῶν φονευτῶν εὐχόμενος καὶ συγγνώμην παρὰ τοῦ Πατρὸς ὡς ἀγνοοῦσιν αἰτούμενος.

ΛΗʹ. Εἰ τῆς ἀγάπης ἐστὶ τὸ μακροθυμεῖν καὶ χρηστεύεσθαι, ὁ θυμομαχῶν καὶ πονηρευόμενος ἀλλότριος δηλονότι τῆς ἀγάπης καθίσταται· ὁ δὲ τῆς ἀγάπης ἀλλότριος τοῦ Θεοῦ ἐστιν ἀλλότριος, εἴπερ ὁ Θεὸς ἀγάπη ἐστί.

ΛΘʹ. Μὴ εἴπητε, φησὶν ὁ θεῖος Ἱερεμίας, ὅτι ναὸς Κυρίου ἐστί. Καὶ σὺ μὴ εἴπῃς, ὅτι ἡ ψιλὴ πίστις εἰς τὸν Κύριον ὑμῶν Ἰησοῦν Χριστὸν δύναταί με σῶσαι. Ἀμήχανον γὰρ τοῦτο, ἐὰν μὴ καὶ τὴν ἀγάπην τὴν εἰς αὐτὸν διὰ τῶν ἔργων κτήσῃ. Τὸ γὰρ ψιλῶς πιστεύειν, καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίσσουσι.

Μʹ. Ἔργον ἀγάπης ἐστὶν ἡ εἰς τὸν πλησίον ἐκ διαθέσεως εὐεργεσία καὶ μακροθυμία καὶ ὑπομονὴ καὶ τὸ μετὰ ὀρθοῦ λόγου χρήσασθαι πᾶσι τοῖς πράγμασι.

ΜΑʹ. Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ λυπεῖ οὐδὲ λυπεῖται πρός τινα διὰ πρόσκαιρα· μίαν δὲ λύπην καὶ λυπεῖ καὶ λυπεῖται σωτήριον, ἣν ὁ μακάριος Παῦλος καὶ ἐλυπήθη καὶ ἐλύπησε τοὺς Κορινθίους.

ΜΒʹ. Ὁ ἀγαπῶν τὸν Θεὸν ἀγγελικὸν βίον ἐπὶ τῆς γῆς ζῇ, νηστεύων καὶ ἀγρυπνῶν καὶ ψάλλων καὶ προσευχόμενος καὶ περὶ παντὸς ἀνθρώπου ἀεὶ καλὰ λογιζόμενος.

ΜΓʹ. Εἰ οὗτινός τις ἐπιθυμεῖ, τούτου καὶ τυχεῖν ἀγωνίζεται· πάντων δὲ τῶν ἀγαθῶν καὶ ἐπιθυμητῶν ἀγαθώτερον τὸ θεῖον καὶ ἐπιθυμητότερον ἀσυγκρίτως· πόσην ἄρα σπουδὴν ὀφείλομεν ἐνδείξασθαι, ἵνα τούτου τοῦ φύσει ἀγαθοῦ καὶ ἐπιθυμητοῦ τύχωμεν.