Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Δεύτερη Εκατοντάδα: Ο θεραπευτικός σκοπός των θλίψεων, η φιλαυτία και ο δαιμονικός πόλεμος

Η παιδαγωγική σημασία των εκούσιων και ακούσιων πειρασμών, η θεραπεία των δυνάμεων της ψυχής και η αντιμετώπιση των εμπαθών λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 6 από 13

ΜΑʹ. Πᾶσα σχεδὸν ἁμαρτία διὰ ἡδονὴν γίνεται καὶ ἡ ταύτης ἀναίρεσις διὰ κακοπαθείας καὶ λύπης ἢ ἑκουσίου ἢ ἀκουσίου, διὰ μετανοίας ἢ οἰκονομικῆς ἐπιφορᾶς διὰ τῆς προνοίας ἐπαγομένης. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

ΜΒʹ. Ὅταν σοι ἔλθῃ ἐξ ἀπροσδοκήτου πειρασμός, μὴ τὸν δι᾽ οὗ αἰτιῶ, ἀλλὰ τὸ διὰ τί ζήτει καὶ εὑρίσκεις διόρθωσιν· ἐπεὶ εἴτε δι᾽ ἐκείνου εἴτε δι᾽ ἄλλου πιεῖν εἶχες πάντως τῶν τοῦ Θεοῦ κριμάτων τὸ ἀψίνθιον.

ΜΓʹ. Ὅσον εἶ κακότροπος, τὸ κακοπαθεῖν μὴ ἀπαναίνου, ἵνα δι᾽ αὐτοῦ ταπεινωθεὶς τὴν ὑπερηφανίαν ἐμέσῃς.

ΜΔʹ. Οἱ μὲν τῶν πειρασμῶν, ἡδονάς· οἱ δέ, λύπας· οἱ δέ, ὀδύνας σωματικὰς τοῖς ἀνθρώποις προσάγουσι. Κατὰ γὰρ τὴν ἐγκειμένην ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν καὶ τὸ φάρμακον ὁ ἰατρὸς τῶν ψυχῶν διὰ τῶν αὐτοῦ κριμάτων ἐπιτίθησιν.

ΜΕʹ. Αἱ ἐπιφοραὶ τῶν πειρασμῶν τοῖς μὲν πρὸς ἤδη γεγονότων ἁμαρτημάτων ἀναίρεσιν, τοῖς δὲ πρὸς νῦν ἐνεργουμένων, ἄλλοις πρὸς μελλόντων ἐνεργεῖσθαι ἀνακοπὴν ἐπάγονται· δίχα τῶν πρὸς δοκιμὴν ἐπισυμβαινόντων, ὡς ἐπὶ τοῦ Ἰώβ.

Μϛʹ. Ὁ μὲν ἐχέφρων τῶν θείων κριμάτων τὴν ἰατρείαν ἀναλογιζόμενος εὐχαρίστως φέρει τὰς διὰ τούτων ἐπισυμβαινούσας αὐτῷ συμφοράς, μηδένα ἄλλον τούτων αἴτιον ἢ τὰς ἑαυτοῦ ἁμαρτίας λογιζόμενος. Ὁ δὲ ἄφρων, τὴν τοῦ Θεοῦ ἀγνοῶν σοφωτάτην πρόνοιαν, ἁμαρτάνων καὶ παιδευόμενος ἢ τὸν Θεὸν ἢ τοὺς ἀνθρώπους τῶν ἑαυτοῦ κακῶν αἰτίους λογίζεται.

ΜΖʹ. Εἰσί τινα ἱστῶντα τὰ πάθη τῆς κινήσεως καὶ μὴ ἐῶντα προβῆναι εἰς αὔξησιν, καί εἰσιν ἕτερα ἐλαττοῦντα καὶ εἰς μείωσιν ἄγοντα· οἷον νηστεία καὶ κόπος καὶ ἀγρυπνία οὐκ ἐῶσιν αὔξειν τὴν ἐπιθυμίαν· ἀναχώρησις δὲ καὶ θεωρία καὶ προσευχὴ καὶ ἔρως εἰς Θεὸν ἐλαττοῦσιν αὐτὴν καὶ εἰς ἀφανισμὸν ἄγουσι. Καὶ ἐπὶ τοῦ θυμοῦ δὲ ὁμοίως· οἷον μακροθυμία καὶ ἀμνησικακία καὶ πραότης ἱστῶσιν αὐτὸν καὶ οὐκ ἐῶσιν αὔξειν· ἀγάπη δὲ καὶ ἐλεημοσύνη καὶ χρηστότης καὶ φιλανθρωπία εἰς μείωσιν ἄγουσιν.

ΜΗʹ. Οὗτινος ὁ νοῦς διαπαντός ἐστι πρὸς τὸν Θεόν, τούτου καὶ ἡ ἐπιθυμία εἰς τὸν θεῖον ὑπερηύξησεν ἔρωτα καὶ ὁ θυμὸς ὁλοστὸς εἰς τὴν θείαν μετετράπη ἀγάπην. Τῇ γὰρ χρονίᾳ τῆς θείας ἐλλάμψεως μετουσίᾳ ὅλος φωτοειδὴς γεγονὼς καὶ τὸ παθητικὸν αὐτοῦ μέρος πρὸς ἑαυτὸν συσφίγξας, εἰς ἔρωτα θεῖον, ὡς εἴρηται, ἀκατάλεκτον καὶ ἀγάπην ἀκατάπαυστον ἔστρεψεν, ὅλως ἐκ τῶν ἐπιγείων ἐπὶ τὸ θεῖον μεταγαγών.

ΜΘʹ. Οὐ πάντως ὁ μὴ φθονῶν μηδὲ ὀργιζόμενος μηδὲ μνησικακῶν τῷ λυπήσαντι ἤδη καὶ ἀγάπην ἔχει πρὸς αὐτόν. Δύναται γὰρ καὶ μήπω ἀγαπῶν κακὸν ἀντὶ κακοῦ μὴ ἀποδοῦναι διὰ τὴν ἐντολήν, οὐ πάντως δὲ ὅτι καὶ καλὸν ἀνταποδοῦναι κακοῦ ἀβιάστως· τὸ γὰρ ἐκ διαθέσεως καλῶς ποιεῖν τοῖς μισοῦσι μόνης ἐστὶ τῆς πνευματικῆς τελείας ἀγάπης.

Νʹ. Οὐχ ὁ μὴ ἀγαπῶν τινα ἤδη πάντως καὶ μισεῖ αὐτόν, οὐδὲ πάλιν ὁ μὴ μισῶν ἤδη πάντως καὶ ἀγαπᾷ· ἀλλὰ δύναται ὡς μέσος εἶναι πρὸς αὐτόν, τουτέστι μήτε ἀγαπᾶν μήτε μισεῖν. Τὴν γὰρ ἀγαπητικὴν διάθεσιν μόνοι οἱ ἐν τῷ ἐνάτῳ κεφαλαίῳ ταύτης τῆς ἑκατοντάδος εἰρημένοι πέντε τρόποι ἐμποιεῖν πεφύκασιν, ὅ τε ἐπαινετὸς καὶ ὁ μέσος καὶ οἱ ψεκτοί.

ΝΑʹ. Ὅταν ἴδῃς τὸν νοῦν σου τοῖς ὑλικοῖς ἡδέως ἐνασχολούμενον καὶ τοῖς τούτων νοήμασιν ἐμφιλοχωροῦντα, γίνωσκε σεαυτὸν ταῦτα μᾶλλον ἢ τὸν Θεὸν ἀγαπῶντα· Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, φησὶν ὁ Κύριος, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται.

ΝΒʹ. Νοῦς Θεῷ συναπτόμενος καὶ αὐτῷ ἐγχρωνίζων διὰ προσευχῆς καὶ ἀγάπης, σοφὸς γίνεται καὶ ἀγαθὸς καὶ δυνατὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων καὶ μακρόθυμος· καὶ ἁπλῶς εἰπεῖν, πάντα σχεδὸν τὰ θεῖα ἰδιώματα ἐν ἑαυτῷ περιφέρει. Τούτου δὲ ἀναχωρῶν καὶ τοῖς ὑλικοῖς προσχωρῶν, ἢ κτηνώδης γίνεται φιλήδονος γεγονὼς ἢ θηριώδης, διὰ ταῦτα τοῖς ἀνθρώποις μαχόμενος.

ΝΓʹ. Κόσμον λέγει ἡ Γραφὴ τὰ ὑλικὰ πράγματα καὶ κοσμικοί εἰσιν οἱ τούτοις τὸν νοῦν ἐνασχολοῦντες, πρὸς οὓς καὶ λέγει ἐντρεπτικώτερον· Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί, καὶ τὰ ἑξῆς.

ΝΔʹ. Μοναχός ἐστιν ὁ τῶν ὑλικῶν πραγμάτων τὸν νοῦν ἀποχωρίσας καὶ δι᾽ ἐγκρατείας καὶ ἀγάπης καὶ ψαλμῳδίας καὶ προσευχῆς προσκαρτερῶν τῷ Θεῷ.

ΝΕʹ. Κτηνοτρόφος μέν ἐστιν νοητῶς ὁ πρακτικός· κτηνῶν γὰρ λόγον ἐπέχουσι τὰ ἠθικὰ κατορθώματα, διὸ καὶ ἔλεγεν ὁ Ἰακώβ· Ἄνδρες κτηνοτρόφοι εἰσὶν οἱ παῖδές σου. Ποιμὴν δὲ προβάτων, ὁ γνωστικός· προβάτων γὰρ λόγον ἐπέχουσιν οἱ λογισμοί, ἐπὶ τὰ ὄρη τῶν θεωρημάτων ὑπὸ τοῦ νοῦ ποιμαινόμενοι, διὰ τοῦτο καί· Βδέλυγμα τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων, ἤγουν ταῖς ἐναντίαις δυνάμεσι.

Νϛʹ. Ὁ μὲν φαῦλος νοῦς, κινουμένου τοῦ σώματος διὰ τῶν αἰσθήσεων ἐπὶ τὰς ἰδίας ἐπιθυμίας καὶ ἡδονάς, ἐξακολουθεῖ καὶ συγκατίθεται ταῖς τούτου φαντασίαις καὶ ὁρμαῖς· ὁ δὲ ἐνάρετος ἐγκρατεύεται καὶ κατέχει αὐτὸ ἀπὸ τῶν ἐμπαθῶν φαντασιῶν καὶ ὁρμῶν καὶ μᾶλλον φιλοσοφεῖ βελτίους ποιῆσαι τὰς τοιαύτας αὐτοῦ κινήσεις.

ΝΖʹ. Τῶν ἀρετῶν αἱ μέν εἰσι σωματικαί, αἱ δὲ ψυχικαί. Καὶ σωματικαὶ μέν εἰσιν, οἷον νηστεία, ἀγρυπνία, χαμευνία, διακονία, ἐργόχειρον πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ἢ πρὸς μετάδοσιν καὶ τὰ ἑξῆς. Ψυχικαὶ δέ εἰσιν, οἷον ἀγάπη, μακροθυμία, πραότης, ἐγκράτεια, προσευχὴ καὶ τὰ ἑξῆς. Ἐὰν οὖν ἔκ τινος ἀνάγκης ἢ περιστάσεως σωματικῆς, οἷον ἀρρωστίας ἤ τινος τῶν τοιούτων, συμβῇ ἡμῖν μὴ δυνηθῆναι ἐκτελέσαι τὰς προειρημένας σωματικὰς ἀρετάς, συγγνώμην ἔχομεν παρὰ τοῦ καὶ τὰς αἰτίας εἰδότος. Τὰς δὲ ψυχικὰς μὴ ἐκτελοῦντες, οὐδεμίαν ἕξομεν ἀπολογίαν· οὐ γάρ εἰσιν ὑπὸ ἀνάγκην.

ΝΗʹ. Ἡ εἰς Θεὸν ἀγάπη πάσης ἡδονῆς παρερχομένης καὶ παντὸς πόνου καὶ λύπης πείθει καταφρονεῖν τὸν μέτοχον αὐτῆς. Καὶ πειθέτωσάν σε οἱ ἅγιοι πάντες, τοσαῦτα πεπονθότες διὰ Χριστὸν μετὰ χαρᾶς.

ΝΘʹ. Πρόσεχε σεαυτῷ ἀπὸ τῆς μητρὸς τῶν κακῶν φιλαυτίας, ἥτις ἐστὶν ἡ τοῦ σώματος ἄλογος φιλία. Ἐκ ταύτης γὰρ εὐλογοφανῶς τίκτονται οἱ πρῶτοι καὶ ἐμπαθεῖς καὶ γενικώτατοι τρεῖς λογισμοί, ὁ τῆς γαστριμαργίας λέγω καὶ φιλαργυρίας καὶ κενοδοξίας, τὰς ἀφορμὰς ἐκ τῆς ἀναγκαίας τοῦ σώματος δῆθεν λαμβάνοντες χρείας· ἐξ ὧν γεννᾶται ἅπας ὁ τῶν κακῶν κατάλογος. Δεῖ οὗν, ὡς εἴρηται, προσέχειν ἀναγκαίως καὶ ταύτῃ πολεμεῖν μετὰ πολλῆς νήψεως· ταύτης γὰρ ἀναιρουμένης, συναναιροῦνται πάντες οἱ ἐξ αὐτῆς.

Εʹ. Τὸ τῆς φιλαυτίας πάθος τῷ μὲν μοναχῷ ἐλεεῖν ὑποτίθεται τὸ σῶμα καὶ συνελθεῖν παρὰ τὸ προσῆκον εἰς τὰ βρώματα, οἰκονομίας δῆθεν χάριν καὶ κυβερνήσεως, ἵνα κατὰ μικρὸν παρασυρόμενος εἰς τὸν βόθρον τῆς φιληδονίας ἐμπέσῃ. Τῷ δὲ κοσμικῷ ἐντεῦθεν ἤδη πρόνοιαν αὐτῷ ποιεῖσθαι εἰς ἐπιθυμίαν ὑποβάλλει.

ΞΑʹ. Τὴν τῆς προσευχῆς ἀκροτάτην κατάστασιν ταύτην εἶναι λέγουσι· τὸ ἔξω σαρκὸς καὶ κόσμου γενέσθαι τὸν νοῦν καὶ ἄϋλον πάντη καὶ ἀνείδεον ἐν τῷ προσεύχεσθαι. Ὁ οὖν ταύτην ἀλώβητον διατηρῶν τὴν κατάστασιν, οὗτος ὄντως ἀδιαλείπτως προσεύχεται.

ΞΒʹ. Ὥσπερ τὸ σῶμα ἀποθνῆσκον πάντων χωρίζεται τῶν τοῦ κόσμου πραγμάτων, οὕτω καὶ ὁ νοῦς ἐν τῷ ἄκρως προσεύχεσθαι ἀποθνήσκων πάντων χωρίζεται τῶν τοῦ κόσμου νοημάτων. Ἐὰν μὴ γὰρ τὸν τοιοῦτον ἀποθάνῃ θάνατον, μετὰ Θεοῦ εὑρεθῆναι καὶ ζῆσαι οὐ δύναται.

ΞΓʹ. Μηδείς σε ἀπατήσῃ, μοναχέ, ὅτι ἔνι σε σωθῆναι ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα.

ΞΔʹ. Ὥσπερ τὸ σῶμα διὰ τῶν πραγμάτων ἁμαρτάνει καὶ ἔχει πρὸς παιδαγωγίαν τὰς σωματικὰς ἀρετάς, ἵνα σωφρονῇ· οὕτω καὶ ὁ νοῦς διὰ τῶν ἐμπαθῶν νοημάτων καὶ ἔχει ὡσαύτως πρὸς παιδαγωγίαν τὰς ψυχικὰς ἀρετάς, ἵνα καθαρῶς καὶ ἀπαθῶς ὁρῶν τὰ πράγματα σωφρονῇ.

ΞΕʹ. Ὥσπερ τὰς ἡμέρας διαδέχονται αἱ νύκτες καὶ τὰ θέρη οἱ χειμῶνες· οὕτω κενοδοξίαν καὶ ἡδονὴν λύπαι καὶ ὀδύναι, εἴτε ἐν τῷ παρόντι εἴτε ἐν τῷ μέλλοντι.

Ξϛʹ. Οὐκ ἔστιν ἁμαρτήσαντα ἐκφυγεῖν τὴν μέλλουσαν κρίσιν ἄνευ ἑκουσίων ἐνταῦθα πόνων ἢ ἀκουσίων ἐπιφορῶν.

ΞΖʹ. Διὰ πέντε αἰτίας φασὶ παραχωρεῖσθαι ἡμᾶς ὑπὸ τοῦ Θεοῦ πολεμεῖσθαι ὑπὸ δαιμόνων· καὶ πρώτην μὲν εἶναί φασιν, ἵνα πολεμούμενοι καὶ ἀντιπολεμοῦντες εἰς διάκρισιν τῆς ἀρετῆς καὶ τῆς κακίας ἔλθωμεν· δευτέραν δέ, ἵνα πολέμῳ καὶ πόνῳ τὴν ἀρετὴν κτώμενοι, βεβαίαν αὐτὴν καὶ ἀμετάπτωτον ἔξωμεν· τρίτην δέ, ἵνα προκόπτοντες εἰς τὴν ἀρετὴν μὴ ὑψηλοφρονῶμεν, ἀλλὰ μάθωμεν ταπεινοφρονεῖν· τετάρτην δέ, ἵνα πειραθέντες τῆς κακίας, τέλειον μῖσος αὐτὴν μισήσωμεν· πέμπτην δὲ ἐπὶ πάσαις, ἵνα ἀπαθεῖς γενόμενοι μὴ ἐπιλαθώμεθα τῆς οἰκείας ἀσθενείας μήτε τῆς τοῦ βοηθήσαντος δυνάμεως.

ΞΗʹ. Ὥσπερ τοῦ πεινῶντος ὁ νοῦς ἄρτον φαντάζεται καὶ τοῦ διψῶντος ὕδωρ, οὕτω καὶ τοῦ γαστριμάργου ποικιλίας ἐδεσμάτων· καὶ τοῦ φιληδόνου, μορφὰς γυναικῶν· καὶ τοῦ κενοδόξου, τὰς ἐξ ἀνθρώπων τιμάς· καὶ τοῦ φιλαργύρου, τὰ κέρδη· καὶ τοῦ μνησικάκου, τὴν ἄμυναν τοῦ λυπήσαντος· καὶ τοῦ φθονεροῦ, τὴν κάκωσιν τοῦ φθονουμένου, καὶ ἐπὶ τῶν ἄλλων παθῶν ὁμοίως. Ἐκ γὰρ τῶν παθῶν ὀχλούμενος ὁ νοῦς λαμβάνει τὰ ἐμπαθὴ νοήματα, καὶ ἐγρηγορότος τοῦ σώματος καὶ κατὰ τοὺς ὕπνους.

ΞΘʹ. Ὅταν ἡ ἐπιθυμία αὔξῃ, τὰς ποιητικὰς τῶν ἡδονῶν ὕλας ἐν τοῖς ὕπνοις ὁ νοῦς φαντάζεται· ὅταν δὲ ὁ θυμός, τὰ φόβων ποιητικὰ πράγματα βλέπει. Αὔξουσι μέντοι τὰ πάθη οἱ ἀκάθαρτοι δαίμονες, συνεργὸν τὴν ἡμετέραν ἀμέλειαν λαμβάνοντες καὶ ταῦτα ἐρεθίζοντες· ἐλαττοῦσι δὲ οἱ ἅγιοι ἄγγελοι, πρὸς τὴν τῶν ἀρετῶν ἡμᾶς κινοῦντες ἐργασίαν.

Οʹ. Τὸ μὲν ἐπιθυμητικὸν τῆς ψυχῆς πυκνότερον ἐρεθιζόμενον ἕξιν φιληδονίας δυσκίνητον τῇ ψυχῇ ἐντίθησιν· ὁ δὲ θυμὸς συνεχῶς ταρασσόμενος δειλὸν καὶ ἄνανδρον τὸν νοῦν ἀπεργάζεται. Ἰῶνται δὲ τὸ μὲν ἄσκησις ἐπιτεταμένη νηστείας καὶ ἀγρυπνίας καὶ προσευχῆς· τὸν δέ, χρηστότης καὶ φιλανθρωπία καὶ ἀγάπη καὶ ἔλεος.