Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Δεύτερη Εκατοντάδα: Η υπέρβαση των εμπαθών νοημάτων, η ορθή χρήση των πραγμάτων και η απάθεια

Η διάκριση μεταξύ της εμπαθούς και απαθούς χρήσης των υλικών πραγμάτων, η έννοια της ακτημοσύνης και η κατάσταση του απαθούς νου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 7 από 13

ΟΑʹ. Ἢ διὰ τῶν πραγμάτων οἱ δαίμονες πολεμοῦσιν ἢ διὰ τῶν ἐν πράγμασιν ἐμπαθῶν νοημάτων· καὶ διὰ μὲν τῶν πραγμάτων τοὺς ἐν τοῖς πράγμασιν ὄντας, διὰ δὲ τῶν νοημάτων τοὺς τῶν πραγμάτων κεχωρισμένους.

ΟΒʹ. Ὅσον ἐστὶν εὐκοπώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ᾽ ἐνέργειαν, τοσοῦτόν ἐστι βαρύτερος ὁ διὰ τῶν νοημάτων πόλεμος τοῦ διὰ τῶν πραγμάτων.

ΟΓʹ. Τὰ μὲν πράγματα ἔξωθέν εἰσι τοῦ νοῦ, τὰ δὲ τούτων νοήματα ἔσωθεν συνίστανται. Ἐν αὐτῷ οὖν ἐστι τὸ εὖ τούτοις χρήσασθαι ἢ κακῶς· τῇ γὰρ ἐσφαλμένῃ τῶν νοημάτων χρήσει ἢ παράχρησις τῶν πραγμάτων ἀκολουθεῖ.

ΟΔʹ. Διὰ τῶν τριῶν τούτων λαμβάνει ὁ νοῦς τὰ ἐμπαθῆ νοήματα· διὰ τῆς αἰσθήσεως, διὰ τῆς κράσεως, διὰ τῆς μνήμης. Καὶ διὰ μὲν τῆς αἰσθήσεως, ὅταν προσβάλλοντα αὐτῇ τὰ πράγματα πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα, κινῇ αὐτὸν πρὸς ἐμπαθεῖς λογισμούς· διὰ δὲ τῆς κράσεως, ὅταν ἐξ ἀκολάστου διαίτης ἢ ἐνεργείας δαιμόνων ἢ νοσήματός τινος ἀλλοιουμένη ἡ τοῦ σώματος κρᾶσις, κινῇ αὐτὸν πάλιν πρὸς ἐμπαθεῖς λογισμοὺς ἢ κατὰ τῆς προνοίας· διὰ δὲ τῆς μνήμης, ὅταν τῶν πραγμάτων πρὸς ἅπερ πεπόνθαμεν τὰ νοήματα ἡ μνήμη ἀναφέρῃ καὶ κινῇ αὐτὸν ὁμοίως πρὸς ἐμπαθεῖς λογισμούς.

ΟΕʹ. Τῶν εἰς χρῆσιν παρὰ Θεοῦ δοθέντων ἡμῖν πραγμάτων τὰ μὲν ἐν τῇ ψυχῇ, τὰ δὲ ἐν τῷ σώματι, τὰ δὲ περὶ τὸ σῶμα εὑρίσκεται· οἷον ἐν μὲν τῇ ψυχῇ, αἱ δυνάμεις αὐτῆς· ἐν δὲ τῷ σώματι, τὰ αἰσθητήρια καὶ τὰ λοιπὰ μέλη· περὶ δὲ τὸ σῶμα, βρώματα, χρήματα, κτήματα καὶ τὰ ἑξῆς. Τὸ οὖν εὖ τούτοις χρήσασθαι ἢ κακῶς ἢ τοῖς περὶ ταῦτα συμβεβηκόσιν ἢ ἐναρέτους ἢ φαύλους ἡμᾶς ἀποφαίνει.

Οϛʹ. Τῶν ἐν τοῖς πράγμασι συμβεβηκότων τὰ μέν εἰσι τῶν ἐν τῇ ψυχῇ, τὰ δὲ τῶν ἐν τῷ σώματι, τὰ δὲ τῶν περὶ τὸ σῶμα πραγμάτων· καὶ τῶν μὲν ἐν τῇ ψυχῇ, οἷον γνῶσις καὶ ἄγνοια, λήθη καὶ μνήμη, ἀγάπη καὶ μῖσος, φόβος καὶ θάρσος, λύπη καὶ χαρὰ καὶ τὰ ἑξῆς· τῶν ἐν τῷ σώματι, οἷον ἡδονὴ καὶ πόνος, αἴσθησις καὶ πήρωσις, ὑγίεια καὶ νόσος, ζωὴ καὶ θάνατος καὶ τὰ τοιαῦτα· τῶν δὲ περὶ τὸ σῶμα, οἷον εὐτεκνία καὶ ἀτεκνία, πλοῦτος καὶ πενία, δόξα καὶ ἀδοξία καὶ τὰ ἑξῆς. Τούτων δὲ τὰ μὲν καλά, τὰ δὲ κακὰ τοῖς ἀνθρώποις νομίζεται, οὐδὲν αὐτῶν κακὸν ὂν τῷ ἰδίῳ λόγῳ· παρὰ δὲ τὴν χρῆσιν εἴτε κακὰ κυρίως εἴτε ἀγαθὰ εὑρίσκεται.

ΟΖʹ. Καλὴ ἡ γνῶσις τῇ φύσει, ὁμοίως δὲ καὶ ἡ ὑγίεια· ἀλλὰ τἀναντία τοὺς πολλοὺς ἤπερ ταῦτα ὤνησεν. Τοῖς γὰρ φαύλοις οὐκ εἰς καλὸν ἡ γνῶσις συμβαίνει, εἰ καὶ τῇ φύσει, ὡς εἴρηται, ἐστὶ καλή· ὁμοίως δὲ οὐδὲ ὑγίεια οὐδὲ πλοῦτος οὐδὲ χαρά· οὐ γὰρ συμφερόντως τούτοις κέχρηνται. Ἄρα οὖν τἀναντία τούτοις συμφέρει· οὐκοῦν οὐδὲ ἐκεῖνα κακὰ τῷ ἰδίῳ λόγῳ τυγχάνει, εἰ καὶ δοκεὶ κακὰ εἶναι.

ΟΗʹ. Μὴ παραχρῶ τοῖς νοήμασιν, ἵνα μὴ ἐξ ἀνάγκης καὶ τοῖς πράγμασι παραχρήσῃ. Ἐὰν γὰρ μή τις πρῶτον κατὰ διάνοιαν ἁμαρτάνῃ, οὐκ ἂν ἁμάρτοι ποτὲ κατ᾽ ἐνέργειαν.

ΟΘʹ. Εἰκὼν τοῦ χοϊκοῦ αἱ γενικαὶ κακίαι ὑπάρχουσιν, οἷον ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία· εἰκὼν δὲ τοῦ ἐπουρανίου αἱ γενικαὶ ἀρεταί, οἷον φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη. Ἀλλὰ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

Πʹ. Εἰ θέλεις εὑρεῖν τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, ἐν τῇ ὁδῷ αὐτὴν ζήτει, κἀκεῖ αὐτὴν εὑρίσκεις, τῇ εἰπούσῃ· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Πλὴν σφόδρα ἐμπόνως ζήτει, διότι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν, καὶ μήπως τῶν ὀλίγων ἀπολειφθείς, μετὰ τῶν πολλῶν εὑρεθήσῃ.

ΠΑʹ. Διὰ τὰ πέντε ταῦτα ἡ ψυχὴ ἀπὸ ἁμαρτιῶν ἀνακόπτεται· ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων ἢ διὰ τὸν φόβον τῆς κρίσεως ἢ διὰ τὴν μέλλουσαν μισθαποδοσίαν ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ ἢ τελευταῖον διὰ τὴν συνείδησιν τύπτουσαν.

ΠΒʹ. Τινές φασιν ὅτι οὐκ ἂν ἦν τὸ κακὸν ἐν τοῖς οὖσιν, εἰ μήτι δ᾽ ἂν ἑτέρα τις ἦν δύναμις, ἡ ἀνθέλκουσα ἡμᾶς ἐπ᾽ αὐτό· αὕτη δέ ἐστιν οὐδὲ ἕτερον ἢ ἡ τῶν κατὰ φύσιν τοῦ νοῦ ἐνεργειῶν ἀμέλεια. Διόπερ οἱ τούτων τὴν ἐπιμέλειαν ποιούμενοι, τὰ μὲν καλὰ ἀεὶ ποιοῦσι, τὰ δὲ κακὰ οὐδέποτε.

Εἰ οὖν θέλεις καὶ σύ, ἄπωσαι τὴν ἀμέλειαν καὶ συναπελαύνεις τὴν κακίαν, ἥτις ἐστὶν ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων.

ΠΓʹ. Κατὰ φύσιν τοῦ ἐν ἡμῖν λογικοῦ μέρους τό τε ὑποταγῆναι τῷ θείῳ λόγῳ καὶ τὸ ἄρχειν τοῦ ἐν ἡμῖν ἀλόγου μέρους· αὕτη οὖν ἡ τάξις ἐν πᾶσι φυλαχθήτω καὶ οὔτε τὸ κακὸν ἔσται ἐν τοῖς οὔσιν οὔτε τὸ ἐπ᾽ αὐτὸ ἀνθέλκον εὑρεθήσεται.

ΠΔʹ. Οἱ μὲν τῶν λογισμῶν ἁπλοῖ εἰσιν, οἱ δὲ σύνθετοι. Καὶ ἁπλοῖ μέν εἰσιν οἱ ἀπαθεῖς· σύνθετοι δὲ οἱ ἐμπαθεῖς, ὡς ἐκ πάθους καὶ νοήματος συγκείμενοι. Τούτων οὕτως ἐχόντων, πολλοὺς τῶν ἁπλῶν ἐστιν ἰδεῖν ἑπομένους τοῖς συνθέτοις, ὅταν ἄρξωνται κινεῖσθαι πρὸς τὸ κατὰ διάνοιαν ἁμαρτάνειν.

Οἷον ὡς ἐπὶ τοῦ χρυσίου· ἀνέβη ἐπὶ τὴν μνήμην τινὸς λογισμὸς περὶ χρυσίου ἐμπαθὴς καὶ ὥρμησε τῇ διανοίᾳ ἐπὶ τὸ κλέπτειν καὶ ἀπετέλεσε κατὰ νοῦν τὴν ἁμαρτίαν. Συνείποντο δὲ τῇ μνήμῃ τοῦ χρυσίου καὶ ἡ μνήμη τοῦ βαλλαντίου καὶ τοῦ σκευαρίου καὶ τοῦ κουβουκλείου καὶ τῶν ἑξῆς. Καὶ ἡ μὲν μνήμη τοῦ χρυσίου ἦν σύνθετος· εἶχε γὰρ τὸ πάθος· ἡ δὲ τοῦ βαλλαντίου καὶ τοῦ σκευαρίου καὶ τῶν ἑξῆς, ἁπλῆ· οὐ γὰρ εἶχε πρὸς αὐτὰ πάθος ὁ νοῦς· καὶ ἐπὶ παντὸς δὲ λογισμοῦ ὁμοίως ἔχει, ἐπί τε κενοδοξίας καὶ γυναικὸς καὶ τῶν λοιπῶν. Οὐ γὰρ πάντες οἱ συνεπόμενοι τῷ ἐμπαθεῖ λογισμοὶ καὶ ἐμπαθεῖς εἰσιν, ὡς ἀπέδειξεν ὁ λόγος· ἐκ τούτων οὖν δυνάμεθα γνῶναι ποῖα τὰ ἐμπαθῆ νοήματα καὶ ποῖα τὰ ἁπλᾶ.

ΠΕʹ. Τινὲς μέν φασιν ὅτι τῶν μορίων τοῦ σώματος καθαπτόμενοι οἱ δαίμονες κατὰ τοὺς ὕπνους κινοῦσι τὸ πάθος τῆς πορνείας· εἶτα τὸ πάθος κινούμενον ἀναφέρει τὴν μορφὴν τῆς γυναικὸς διὰ τῆς μνήμης ἐπὶ τὸν νοῦν. Τινὲς δέ, ὅτι τῷ μὲν νῷ ἐν σχήματι γυναικὸς παραφαίνονται· τῶν δὲ μορίων τοῦ σώματος καθαπτόμενοι, τὴν ὄρεξιν κινοῦσι καὶ οὕτω γίνονται αἱ φαντασίαι.

Ἕτεροι δὲ πάλιν, ὅτι τὸ πάθος τὸ ἐπικρατοῦν ἐν τῷ πλησιάζοντι δαίμονι κινεῖ τὸ πάθος καὶ οὕτως ἀνάπτεται πρὸς λογισμοὺς ἡ ψυχή, ἀναφέρουσα τὰς μορφὰς διὰ τῆς μνήμης· καὶ ἐπὶ τῶν ἄλλων δὲ ἐμπαθῶν φαντασιῶν ὁμοίως οἱ μὲν οὕτως, οἱ δὲ οὕτως συμβαίνειν φασί. Πλὴν ἐν οὐδενὶ τῶν εἰρημένων τρόπων ἰσχύουσι πάθος τὸ οἱονδήποτε κινῆσαι οἱ δαίμονες, παρούσης τῇ ψυχῇ ἀγάπης καὶ ἐγκρατείας, οὔτε ἐγρηγορότος τοῦ σώματος οὔτε κατὰ τοὺς ὕπνους.

Πϛʹ. Τὰ μὲν τῶν τοῦ νόμου ἐντολῶν καὶ σωματικῶς καὶ πνευματικῶς ἀνάγκη φυλάττειν, τὰ δὲ πνευματικῶς μόνον. Οἷον τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις καὶ τὰ ὅμοια, καὶ σωματικῶς καὶ πνευματικῶς χρὴ φυλάττειν· καὶ πνευματικῶς δὲ τρισσῶς. Τὸ δὲ περιτέμνεσθαι καὶ φυλάττειν τὸ σάββατον καὶ σφάξαι τὸν ἀμνὸν καὶ ἔδεσθαι ἄζυμα ἐπὶ πικρίδων καὶ τὰ ὅμοια, πνευματικῶς μόνον.

ΠΖʹ. Τρεῖς εἰσιν ἠθικαὶ καταστάσεις γενικώτεραι ἐν τοῖς μοναχοῖς· καὶ πρώτη μέν, τὸ μηδὲν ἁμαρτάνειν κατ᾽ ἐνέργειαν· δευτέρα δέ, τὸ μὴ ἐγχρονίζειν ἐν τῇ ψυχῇ τοὺς ἐμπαθεῖς λογισμούς· τρίτη δέ, τὸ τὰς μορφὰς τῶν γυναικῶν καὶ τῶν λυπησάντων ἀπαθῶς θεωρεῖν κατὰ διάνοιαν.

ΠΗʹ. Ἀκτήμων ἐστὶν ὁ ἀποταξάμενος πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ καὶ μηδὲν τὸ σύνολον ἐπὶ γῆς κεκτημένος πλὴν τοῦ σώματος· καὶ τὴν πρὸς αὐτὸ δὲ σχέσιν διαρρήξας, τῷ Θεῷ καὶ τοῖς εὐσεβέσι τὴν ἑαυτοῦ κατεπίστευσεν οἰκονομίαν.

ΠΘʹ. Τῶν κτωμένων οἱ μὲν ἀπαθῶς κτῶνται, διὸ καὶ στερούμενοι αὐτῶν οὐ λυποῦνται, ὡς οἱ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων αὐτῶν μετὰ χαρᾶς προσδεξάμενοι. Οἱ δὲ ἐμπαθῶς κτῶνται, διὸ καὶ μέλλοντες στερεῖσθαι περίλυποι γίνονται, ὡς ὁ ἐν τῷ εὐαγγελίῳ πλούσιος ἀπῆλθε λυπούμενος· εἰ δὲ καὶ στεροῦνται, μέχρι θανάτου λυποῦνται. Τοῦ οὖν ἀπαθοῦς καὶ τοῦ ἐμπαθοῦς τὴν διάθεσιν ἡ στέρησις ἐλέγχει. {ϙʹ.} Τοὺς μὲν ἄκρως προσευχομένους πολεμοῦσιν οἱ δαίμονες, ἵνα τὰ νοήματα τῶν αἰσθητῶν πραγμάτων ψιλὰ μὴ ἀναλαμβάνωσι· τοὺς δὲ γνωστικούς, ἵνα ἐγχρονίζωσιν ἐν αὐτοῖς οἱ ἐμπαθεῖς λογισμοί· τοὺς δὲ περὶ τὴν πρᾶξιν ἀγωνιζομένους, ἵνα πείσωσιν αὐτοὺς κατ᾽ ἐνέργειαν ἁμαρτάνειν· παντὶ δὲ τρόπῳ πρὸς πάντας ἀγωνίζονται, ἵνα ἀπὸ τοῦ Θεοῦ οἱ δείλαιοι τοὺς ἀνθρώπους χωρίσωσι.

ϙΑʹ. Οἱ κατὰ τὸν βίον τοῦτον ὑπὸ τῆς θείας προνοίας εἰς εὐσέβειαν ἐγγυμναζόμενοι, διὰ τῶν τριῶν τούτων πειρασμῶν δοκιμάζονται· οἷον ἢ διὰ τῆς τῶν ἡδέων δόσεως, ὡς ἐπὶ ὑγιείας καὶ κάλλους καὶ εὐτεκνίας καὶ χρημάτων καὶ δόξης καὶ τῶν ὁμοίων· ἢ διὰ τῆς τῶν λυπηρῶν ἐπιφορᾶς, οἷον στερήσεως τέκνων καὶ χρημάτων καὶ δόξης· ἢ διὰ τῶν ὀδύνην ἐμποιούντων τῷ σώματι, οἷον νοσημάτων καὶ βασάνων καὶ τῶν ἑξῆς. Καὶ πρὸς μὲν τοὺς πρώτους λέγει ὁ Κύριος· Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής· πρὸς δὲ τοὺς δευτέρους καὶ τοὺς τρίτους· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

ϙΒʹ. Τὰ τέσσαρα ταῦτά φασιν ἀλλοιῶσαι τὴν κρᾶσιν τοῦ σώματος καὶ διδόναι τῷ νῷ λογισμοὺς εἴτε ἐμπαθεῖς εἴτε ἀπαθεῖς δι᾽ αὐτῆς· οἷον τοὺς ἀγγέλους, τοὺς δαίμονας, τοὺς ἀέρας, τὴν δίαιταν. Καὶ τοὺς μὲν ἀγγέλους λόγῳ φασὶν ἀλλοιῶσαι· τοὺς δὲ δαίμονας, δι᾽ ἐπαφῆς· τοὺς δὲ ἀέρας, ταῖς μεταβολαῖς· τὴν δὲ δίαιταν, ταῖς τῶν βρωμάτων καὶ πομάτων ποιότησι καὶ πλεονασμῷ καὶ ἐλαττώσει· πάρεξ τῶν διὰ μνήμης καὶ ἀκοῆς καὶ ὁράσεως συμβαινουσῶν αὐτῇ ἀλλοιώσεων, πρωτοπαθούσης τῆς ψυχῆς ἐκ τῶν συμπιπτόντων αὐτῇ λυπηρῶν ἢ χαροποιῶν. Καὶ ἐκ τούτων μὲν προσπάσχουσα ἡ ψυχὴ ἀλλοιοῖ τὴν κρᾶσιν τοῦ σώματος· ἐκ δὲ τῶν προειρημένων ἡ κρᾶσις ἀλλοιουμένη παρέχει τῷ νῷ λογισμούς.

ϙΓʹ. Θάνατος μέν ἐστι κυρίως ὁ τοῦ Θεοῦ χωρισμός· κέντρον δὲ τοῦ θανάτου, ἡ ἁμαρτία· ὃ δεξάμενος ὁ Ἀδὰμ ὁμοῦ τοῦ τῆς ζωῆς ξύλου καὶ τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ἐξόριστος γέγονεν· ᾧ ἐπεκολούθησεν ἐξ ἀνάγκης καὶ ὁ τοῦ σώματος θάνατος. Ζωὴ δὲ κυρίως ἐστὶν ὁ εἰπῶν· Ἐγώ εἰμι ἡ ζωή· οὗτος ἐν τῷ θανάτῳ γενόμενος, τὸν νεκρωθέντα πάλιν εἰς τὴν ζωὴν ἐπανήγαγεν.

ϙΔʹ. Ὁ λόγος συγγραφόμενος ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται ἢ πρὸς ὠφέλειαν ἑτέρων ἢ καὶ ἄμφω ἢ πρὸς βλάβην τινῶν ἢ πρὸς ἐπίδειξιν ἢ ἐξ ἀνάγκης.

ϙΕʹ. Τόπος χλόης ἐστὶν ἡ πρακτικὴ ἀρετή· ὕδωρ δὲ ἀναπαύσεως, ἡ γνῶσις τῶν γεγονότων. {ϙϛʹ.} Σκιὰ θανάτου ἐστὶν ἡ ἀνθρωπίνη ζωή· εἴ τις οὖν ἐστι μετὰ τοῦ Θεοῦ καὶ ὁ Θεὸς μετ᾽ αὐτοῦ ἐστιν, οὗτος δύναται εἰπεῖν ἐναργῶς τό· Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ.

ϙΖʹ. Νοῦς μὲν καθαρὸς ὀρθὰ βλέπει τὰ πράγματα· λόγος δὲ γεγυμνασμένος ὑπ᾽ ὄψιν ἄγει τὰ ὁραθέντα· ἀκοὴ δὲ λαμπρὰ ὑποδέχεται αὐτά. Ὁ δὲ τῶν τριῶν ἐστερημένος τὸν εἰρηκότα κακίζει.

ϙΗʹ. Μετὰ τοῦ Θεοῦ ἐστιν ὁ τὴν ἁγίαν γινώσκων Τριάδα καὶ τὴν δημιουργίαν αὐτῆς καὶ τὴν πρόνοιαν καὶ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἀπαθὲς κεκτημένος.

ϙΘʹ. Τὴν ῥάβδον σημαίνειν φασὶ τὴν κρίσιν τὴν τοῦ Θεοῦ· τὴν δὲ βακτηρίαν, τὴν πρόνοιαν. Τοῦ οὖν τῆς τούτων γνώσεως μετειληφότος ἐστὶ τὸ λέγειν· Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν.

Ρʹ. Ὅταν ὁ νοῦς παθῶν γυμνωθῇ καὶ τῇ τῶν ὄντων καταλάμπηται θεωρίᾳ, τότε δύναται καὶ ἐν Θεῷ γενέσθαι καὶ ὡς δεῖ προσεύχεσθαι.