Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Τρίτη Εκατοντάδα: Η προέλευση του κακού, η φιλαυτία και ο σκοπός της δημιουργίας

Η εσφαλμένη χρήση των φυσικών δυνάμεων ως πηγή του κακού, τα είδη των κτιστών όντων και ο ρόλος των αγγελικών δυνάμεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 8 από 13

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΡΙΤΗ ΕΚΑΤΟΝΤΑΣ Αʹ. Ἡ μὲν εὔλογος τῶν νοημάτων καὶ τῶν πραγμάτων χρῆσις σωφροσύνης καὶ ἀγάπης καὶ γνώσεώς ἐστι ποιητική· ἡ δὲ ἄλογος, ἀκολασίας καὶ μίσους καὶ ἀγνωσίας.

Βʹ. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, καὶ τὰ ἑξῆς. Ἡ τράπεζα ἐνταῦθα σημαίνει τὴν πρακτικὴν ἀρετήν· αὕτη γὰρ ἐξ ἐναντίας τῶν τλιβόντων ἡμᾶς παρὰ Χριστοῦ ἡτοιμάσθη. Τὸ δὲ ἔλαιον τὸ λιπαῖνον τὸν νοῦν, τὴν θεωρίαν τῶν γεγονότων· τὸ δὲ ποτήριον τοῦ Θεοῦ, τὴν γνῶσιν τὴν τοῦ Θεοῦ· τὸ δὲ ἔλεος αὐτοῦ, τὸν Λόγον αὐτοῦ καὶ Θεόν. Οὗτος γὰρ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ καταδιώκει πάσας τὰς ἡμέρας, ἕως οὗ πάντας καταλάβῃ τοὺς σωθησομένους, ὥσπερ τὸν Παῦλον. Ὁ δὲ οἶκος, τὴν βασιλείαν, ἐν ᾗ ἀποκαθίστανται πάντες οἱ ἅγιοι. Ἡ δὲ μακρότης τῶν ἡμερῶν, τὴν αἰώνιον ζωήν.

Γʹ. Κατὰ παράχρησιν αἱ κακίαι τῶν τῆς ψυχῆς δυνάμεων ἡμῖν ἐπισυμβαίνουσιν, οἷον τῆς τε ἐπιθυμητικῆς καὶ τῆς θυμοειδοῦς καὶ τῆς λογιστικῆς. Καὶ τῆς μὲν λογιστικῆς δυνάμεως παράχρησίς ἐστιν ἀγνωσία καὶ ἀφροσύνη· τῆς δὲ θυμοειδοῦς καὶ ἐπιθυμητικῆς, μῖσος καὶ ἀκολασία. Χρῆσις δὲ τούτων, γνῶσις καὶ φρόνησις, ἀγάπη τε καὶ σωφροσύνη· εἰ δὲ τοῦτο, οὐδὲν τῶν ὑπὸ Θεοῦ κτισθέντων καὶ γεγονότων ἐστὶ κακόν.

Δʹ. Οὐ τὰ βρώματα κακά, ἀλλ᾽ ἡ γαστριμαργία· οὐδὲ ἡ παιδοποιία, ἀλλ᾽ ἡ πορνεία· οὐδὲ τὰ χρήματα, ἀλλ᾽ ἡ φιλαργυρία· οὐδὲ ἡ δόξα, ἀλλ᾽ ἡ κενοδοξία. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τοῖς οὖσι κακόν, εἰ μὴ ἡ παράχρησις, ἥτις ἐπισυμβαίνει ἐκ τοῦ νοῦ ἀμελείας περὶ τὴν φυσικὴν γεωργίαν.

Εʹ. Τὸ ἐν δαίμοσι κακὸν ταῦτα εἶναί φησιν ὁ μακάριος Διονύσιος· θυμὸν ἄλογον, ἄνουν ἐπιθυμίαν, φαντασίαν προπετῆ. Ἀλογία δὲ καὶ ἄνοια καὶ προπέτεια ἐπὶ τῶν λογικῶν στερήσεις εἰσὶ λόγου καὶ νοῦ καὶ περισκέψεως.

Αἱ δὲ στερήσεις τῶν ἕξεών εἰσι δεύτεραι· ἄρα οὖν ἦν ὅτε ὑπῆρχεν ἐν αὐτοῖς λόγος καὶ νοῦς καὶ περίσκεψις εὐλαβής. Εἰ δὲ τοῦτο, οὐδὲ οἱ δαίμονες φύσει κακοί· ἀλλ᾽ ἐκ παραχρήσεως τῶν φυσικῶν δυνάμεων κακοὶ γεγόνασι. {ϛʹ.} Τὰ μὲν τῶν παθῶν, ἀκολασίας· τὰ δέ, μίσους· τὰ δέ, καὶ ἀκολασίας καὶ μίσους εἰσὶ ποιητικά.

Ζʹ. Πολυφαγία καὶ ἡδυφαγία ἀκολασίας εἰσὶν αἰτίαι· φιλαργυρία δὲ καὶ κενοδοξία, μίσους πρὸς τὸν πλησίον· ἡ δὲ τούτων μήτηρ φιλαυτία τῶν ἀμφοτέρων ἐστὶν αἰτία.

Ηʹ. Φιλαυτία ἐστὶν ἡ πρὸς τὸ σῶμα ἐμπαθὴς καὶ ἄλογος φιλία, ᾗ ἀντίκειται ἀγάπη καὶ ἐγκράτεια· ὁ ἔχων αὐτὴν ἔχει πάντα τὰ πάθη.

Θʹ. Οὐδείς, φησὶν ὁ Ἀπόστολος, τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν· ἀλλ᾽ ὑπωπιάζει δηλονότι καὶ δουλαγωγεῖ, μηδὲν πλέον αὐτῇ παρέχων πλὴν διατροφῆς καὶ σκεπασμάτων καὶ τούτων μόνων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. Οὕτως οὖν ἀπαθῶς τις ἀγαπᾷ αὐτὴν καὶ ὡς ὑπηρέτιν τῶν θείων ἐκτρέφει καὶ θάλπει αὐτὴν τοῖς τὴν ἔνδειαν αὐτῆς ἀποπληροῦσι μόνοις.

Ιʹ. Ὅν τις ἀγαπᾷ, τοῦτον πάντως καὶ σπεύδει θεραπεύειν. Εἰ οὖν τὸν Θεόν τις ἀγαπᾷ, πάντως καὶ τὰ ἀρεστὰ αὐτῷ σπεύδει ποιεῖν· εἰ δὲ τὴν σάρκα, τὰ ταύτην τέρποντα ἐκτελεῖν.

ΙΑʹ. Τῷ μὲν Θεῷ ἀρέσκει ἀγάπη καὶ σωφροσύνη καὶ θεωρία καὶ προσευχή· τῇ δὲ σαρκί, γαστριμαργία καὶ ἀκολασία καὶ τὰ τούτων αὐξητικά. Διὰ τοῦτο οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.

ΙΒʹ. Ὁ νοῦς ἐὰν μὲν νεύσῃ πρὸς Θεόν, ἔχει δοῦλον τὸ σῶμα καὶ πλέον οὐδὲν αὐτῷ παρέχει τῶν πρὸς τὸ ζῆν ἀναγκαίων· ἐὰν δὲ νεύσῃ πρὸς τὴν σάρκα, δουλοῦται τοῖς πάθεσι, πρόνοιαν αὐτῆς ἀεὶ εἰς ἐπιθυμίας ποιούμενος.

ΙΓʹ. Εἰ θέλεις τῶν λογισμῶν περιγενέσθαι, ἐπιμελοῦ τῶν παθῶν καὶ εὐχερῶς αὐτοὺς ἀπὸ τοῦ νοῦ ἐξελαύνεις. Οἷον ἐπὶ μὲν τῆς πορνείας, νήστευε, ἀγρύπνει, κοπίασον, ἰδίασον· ἐπὶ δὲ τῆς ὀργῆς καὶ τῆς λύπης, καταφρόνει δόξης καὶ ἀτιμίας καὶ τῶν ὑλικῶν πραγμάτων· ἐπὶ δὲ τῆς μνησικακίας, προσεύχου ὑπὲρ τοῦ λυπήσαντος καὶ ἀπαλλάττῃ.

ΙΔʹ. Μὴ τῶν ἀνθρώπων τοῖς ἀσθενεστέροις σεαυτὸν παραμέτρει, ἀλλὰ τῇ ἐντολῇ τῆς ἀγάπης μᾶλλον παράτεινον· τοῖς μὲν γὰρ παραμετρῶν, εἰς τὸν βόθρον τῆς οἰήσεως ἐμπίπτεις· τῇ δὲ παρατείνων, εἰς τὸ ὕψος τῆς ταπεινοφροσύνης προκόπτεις.

ΙΕʹ. Εἰ ὅλως τῆς πρὸς τὸν πλησίον ἀγάπης τὴν ἐντολὴν φυλάττεις, ὑπὲρ τίνος τῆς πρὸς αὐτὸν λύπης τὴν πικρίαν ἐντίκτεις; Ἢ δῆλον ὅτι ταύτης τὰ πρόσκαιρα προτιμῶν καὶ αὐτῶν ἀντεχόμενος, τὸν ἀδελφὸν πολεμεῖς;

Ιϛʹ. Οὐ διὰ τὴν χρείαν τοσοῦτον τὸ χρυσίον ζηλωτὸν τοῖς ἀνθρώποις γέγονεν, ὅσον τὸ δι᾽ αὐτοῦ τοὺς πολλοὺς τὰς ἡδονὰς θεραπεύειν.

ΙΖʹ. Τρία εἰσὶ τὰ αἴτια τῆς τῶν χρημάτων ἀγάπης· φιληδονία, κενοδοξία καὶ ἀπιστία· χαλεπωτέρα δὲ τῶν δύο ἡ ἀπιστία καθέστηκεν.

ΙΗʹ. Ὁ μὲν φιλήδονος ἀγαπᾷ ἀργύριον, ἵνα δι᾽ αὐτοῦ τρυφήσῃ· ὁ δὲ κενόδοξος, ἵνα δι᾽ αὐτοῦ δοξασθῇ· ὁ δὲ ἄπιστος, ἵνα κρύψῃ καὶ φυλάξῃ, λιμὸν φοβούμενος ἢ γῆρας ἢ νόσον ἢ ξενιτείαν καὶ ἐπ᾽ αὐτῷ μᾶλλον ἐλπίζει ἢ ἐπὶ τῷ Θεῷ τῷ πάσης κτίσεως δημιουργῷ καὶ προνοητῇ, ἕως τῶν ἐσχάτων καὶ μικροτάτων ζώων.

ΙΘʹ. Τέσσαρές εἰσιν οἱ περιποιούμενοι χρήματα· οἱ προειρημένοι τρεῖς καὶ ὁ οἰκονομικός· μόνος δὲ οὗτος δηλονότι ὀρθῶς περιποιεῖται, ἵνα ἑκάστῳ τὴν χρείαν παρέχων μὴ διαλείπῃ ποτέ.

Κʹ. Πάντες οἱ ἐμπαθεῖς λογισμοὶ ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐρεθίζουσιν ἢ τὸ θυμικὸν ἐκταράσσουσιν ἢ τὸ λογιστικὸν ἐπισκοτίζουσι· καὶ ἐκ τούτου συμβαίνει τὸν νοῦν ὀφθαλμιᾶσαι πρὸς τὴν πνευματικὴν θεωρίαν καὶ τὴν τῆς προσευχῆς ἐκδημίαν. Καὶ τούτου χάριν ὀφείλει ὁ μοναχός, καὶ μάλιστα ὁ ἡσυχάζων, ἀκριβῶς τοῖς λογισμοῖς προσέχειν καὶ τὰς τούτων αἰτίας καὶ γνῶναι καὶ ἐκκόπτειν. Γινώσκειν δὲ οὕτως· οἷον ἐρεθίζουσι τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς αἱ ἐμπαθεῖς μνῆμαι τῶν γυναικῶν· τούτων δὲ αἰτίαι, ἡ τῶν βρωμάτων καὶ πομάτων ἀκρασία καὶ ἡ αὐτῶν τῶν γυναικῶν πυκνὴ καὶ ἄλογος συντυχία· περικόπτει δὲ ταύτας πεῖνα καὶ δίψα καὶ ἀγρυπνία καὶ ἀναχώρησις. Τὸν δὲ θυμὸν πάλιν ἐκταράσσουσιν αἱ ἐμπαθεῖς μνῆμαι τῶν λυπησάντων· αἰτίαι δὲ τούτων, φιληδονία καὶ κενοδοξία καὶ φιλοϋλία· διὰ γὰρ ταῦτα ὁ ἐμπαθῆς λυπεῖται ἢ ὡς στερηθεὶς ἢ ὡς μὴ ἐπιτυχών· περικόπτει δὲ ταύτας ἡ τούτων αὐτῶν καταφρόνησις καὶ ἐξουδένωσις διὰ τὴν εἰς Θεὸν ἀγάπην.

ΚΑʹ. Γινώσκει ὁ Θεὸς ἑαυτόν, γινώσκει καὶ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα· γινώσκουσι δὲ καὶ αἱ ἅγιαι δυνάμεις τὸν Θεόν, γινώσκουσι δὲ καὶ τὰ ὑπὸ τοῦ Θεοῦ γεγονότα. Ἀλλ᾽ οὐχ ὡς ὁ Θεὸς γινώσκει ἑαυτὸν καὶ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα, οὔτω καὶ αἱ ἅγιαι δυνάμεις γινώσκουσι τὸν Θεὸν καὶ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα.

ΚΒʹ. Ὁ μὲν Θεὸς ἑαυτὸν γινώσκει ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ· τὰ δὲ ὑπ᾽ αὐτοῦ γεγονότα ἐκ τῆς σοφίας αὐτοῦ, δι᾽ ᾗς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν. Αἱ δὲ ἅγιαι δυνάμεις τὸν μὲν Θεὸν μετοχῇ γινώσκουσι, ὑπὲρ μετοχὴν ὄντα· τὰ δὲ ὑπ᾽ αὐτοῦ γεγονότα ἀναλήψει τῶν ἐν αὐτοῖς θεωρημάτων.

ΚΓʹ. Ἔξω μὲν τοῦ νοῦ εἰσι τὰ γεγονότα, ἔνδον δὲ τὴν αὐτῶν θεωρίαν ἀναλαμβάνει. Οὐχ οὕτως δὲ ἐπὶ Θεοῦ τοῦ ἀϊδίου καὶ ἀπείρου καὶ ἀορίστου καὶ τὸ εἶναι καὶ εὖ εἶναι καὶ ἀεὶ εἶναι τοῖς οὖσι χαρισαμένου.

ΚΔʹ. Θεοῦ μετέχει τοῦ ἁγίου ἡ λογικὴ καὶ νοερὰ οὐσία, αὐτῷ τε τῷ εἶναι καὶ τῇ πρὸς τὸ εὖ εἶναι ἐπιτηδειότητι· ἀγαθότητός τέ φημι καὶ σοφίας· καὶ τῇ πρὸς τὸ ἀεὶ εἶναι χάριτι. Ταύτῃ οὖν τὸν Θεὸν γινώσκει· τὰ δὲ ὑπ᾽ αὐτοῦ γεγονότα, τῇ ἀναλήψει, ὡς εἴρηται, τῆς ἐν τοῖς γεγονόσι θεωρουμένης τεχνιχῆς σοφίας, ἥτις ἐστὶ ψιλὴ καὶ ἀνυπόστατος ἐν τῷ νῷ συνισταμένη.

ΚΕʹ. Τέσσαρα τῶν θείων ἰδιωμάτων συνεκτικὰ καὶ φρουρητικὰ καὶ διασωστικὰ τῶν ὄντων δι᾽ ἄκραν ἀγαθότητα ἐκοινοποίησεν ὁ Θεός, παραγαγὼν εἰς τὸ εἶναι τὴν λογικὴν καὶ νοερὰν οὐσίαν· τὸ ὄν, τὸ ἀεὶ ὄν, τὴν ἀγαθότητα καὶ τὴν σοφίαν. Τούτων τὰ μὲν δύο τῇ οὐσίᾳ παρέσχε· τὰ δὲ δύο τῇ γνωμικῇ ἐπιτηδειότητι· καὶ τῇ μὲν οὐσίᾳ τὸ ὂν καὶ τὸ ἀεὶ ὄν· τῇ δὲ γνωμικῇ ἐπιτηδειότητι τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ἵνα ἅπερ ἐστὶν αὐτὸς κατ᾽ οὐσίαν, γίνηται ἡ κτίσις κατὰ μετουσίαν. Διὰ ταύτην κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ λέγεται γεγενῆσθαι· καὶ κατ᾽ εἰκόνα μέν, ὡς ὄν, ὄντος· καὶ ὡς ἀεὶ ὄν, ἀεὶ ὄντος· εἰ καὶ μὴ ἀνάρχως, ἀλλ᾽ ἀτελευτήτως· κατ᾽ ὁμοίωσιν δέ, ὡς ἀγαθός, ἀγαθοῦ· καὶ ὡς σοφός, σοφοῦ· τοῦ κατὰ φύσιν, ὁ κατὰ χάριν. Καὶ κατ᾽ εἰκόνα μὲν πᾶσα φύσις λογική ἐστι τοῦ Θεοῦ· καθ᾽ ὁμοίωσιν δέ, μόνοι οἱ ἀγαθοὶ καὶ σοφοί.

Κϛʹ. Πᾶσα ἡ λογικὴ καὶ νοερὰ οὐσία διῄρηται εἰς δύο, τουτέστιν εἰς τὴν ἀγγελικὴν καὶ τὴν ἀνθρωπίνην φύσιν. Καὶ πᾶσα ἡ ἀγγελικὴ φύσις διῄρηται πάλιν εἰς δύο καθολικὰς γνώμας τε καὶ ἀγέλας, ἁγίας τε καὶ ἐναγεῖς, τουτέστιν εἰς ἁγίας δυνάμεις καὶ ἀκαθάρτους δαίμονας. Καὶ πᾶσα ἡ ἀνθρωπίνη διῄρηται εἰς γνώμας μόνον καθολικὰς δύο, εὐσεβεῖς λέγω καὶ ἀσεβεῖς.

ΚΖʹ. Ὁ μὲν Θεὸς ὡς αὐτοΰπαρξις ὢν καὶ αὐτοαγαθότης καὶ αὐτοσοφία, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν καὶ ὑπὲρ ταῦτα πάντα, οὐδὲν ἔχει τὸ σύνολον ἐναντίον. Τὰ δὲ κτίσματα, ὡς πάντα μὲν μεθέξει καὶ χάριτι τὴν ὕπαρξιν ἔχοντα, τὰ δὲ λογικὰ καὶ νοερὰ καὶ τὴν ἀγαθότητος καὶ σοφίας ἐπιτηδειότητα, ἔχουσιν ἐναντία· τῇ μὲν ὑπάρξει, τὸ μὴ ὑπάρχειν· τῇ δὲ ἀγαθότητος καὶ σοφίας ἐπιτηδειότητι, κακίαν καὶ ἀγνωσίαν. Καὶ τὸ μὲν ὑπάρχειν ἀεὶ ἢ μὴ ὑπάρχειν ταῦτα, ἐν τῇ ἐξουσίᾳ τοῦ πεποιηκότος ἐστί· τὸ δὲ μετέχειν τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς σοφίας ἢ μὴ μετέχειν, ἐν τῇ βουλήσει τῶν λογικῶν ὑπάρχει.

ΚΗʹ. Οἱ μὲν Ἕλληνες ἐξ ἀϊδίου λέγοντες συνυπάρχειν τῷ Θεῷ τὴν τῶν ὄντων οὐσίαν, τὰς δὲ περὶ αὐτὴν ποιότητας μόνον ἐξ αὐτοῦ ἐσχηκέναι, τῇ μὲν οὐσίᾳ οὐδὲν λέγουσιν ἐναντίον, ἐν δὲ ταῖς ποιότησι μόναις τὴν ἐναντίωσιν εἶναι. Ἡμεῖς δὲ μόνην λέγομεν τὴν θείαν οὐσίαν μὴ ἔχειν τι ἐναντίον, ὡς ἀΐδιόν τε οὖσαν καὶ ἄπειρον καὶ ἀιδιότητος ταῖς ἄλλαις χαριστικήν· τῇ δὲ τῶν ὄντων οὐσίᾳ εἶναι μὲν τὸ μὴ ὂν ἐναντίον καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ κυρίως ὄντος ὑπάρχειν τὸ ἀεὶ εἶναι αὐτὴν ἢ μὴ εἶναι, ἀμεταμέλητα δὲ εἶναι τὰ χαρίσματα αὐτοῦ. Καὶ διὰ τοῦτο καὶ ἔστιν ἀεὶ καὶ ἔσται τῇ παντοκρατορικῇ δυνάμει διακρατουμένη, εἰ καὶ ἔχει τὸ μὴ ὂν ἐναντίον, ὡς εἴρηται, ὡς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ἐκ Θεοῦ παραχθεῖσα καὶ ἐν τῇ βουλήσει αὐτοῦ ἔχουσα τὸ εἶναι αὐτὴν ἢ μὴ εἶναι.

ΚΘʹ. Ὥσπερ τὸ κακὸν στέρησίς ἐστιν ἀγαθοῦ καὶ ἡ ἀγνωσία στέρησις γνώσεως, οὕτω καὶ τὸ μὴ ὂν στέρησίς ἐστι τοῦ ὄντος, οὐ τοῦ κυρίως δὲ ὄντος· οὐκ ἔχει γὰρ ἐναντίον· ἀλλὰ τοῦ κατὰ μέθεξιν τοῦ κυρίως ὄντος.

Καὶ αἱ μὲν τῶν προτέρων στερήσεις τῇ γνώμῃ τῶν γεγονότων ἕπονται· ἡ δὲ τοῦ δευτέρου ἐν τῇ βουλήσει τοῦ πεποιηκότος ὑπάρχεται, τοῦ ἀεὶ δι᾽ ἀγαθότητα βουλομένου εἶναι τὰ ὄντα καὶ ἀεὶ ὑπ᾽ αὐτοῦ εὐεργετεῖσθαι.

Λʹ. Πάντα τὰ γεγονότα, τὰ μέν εἰσι λογικὰ καὶ νοερὰ καὶ τῶν ἐναντίων δεκτικά, οἷον ἀρετῆς καὶ κακίας καὶ γνώσεως καὶ ἀγνωσίας· τὰ δὲ σώματα διάφορα ἐκ τῶν ἐναντίων συνεστῶτα, τουτέστι γῆς, ἀέρος, πυρός, ὕδατος.

Καὶ τὰ μέν εἰσι ἀσώματα πάντη καὶ ἄϋλα, εἰ καί τινα τούτων συνέζευκται σώμασι· τὰ δὲ ἐξ ὕλης καὶ εἴδους μόνον ἔχει τὴν σύστασιν.

ΛΑʹ. Πάντα τὰ σώματα κατὰ φύσιν ἐστὶν ἀκίνητα· κινεῖται δὲ ὑπὸ ψυχῆς· τὰ μέν, λογικῆς· τὰ δέ, ἀλόγου· τὰ δέ, ἀναισθήτου.

ΛΒʹ. Τῶν ψυχικῶν δυνάμεων ἡ μέν ἐστι θρεπτικὴ καὶ αὐξητική· ἡ δὲ φανταστικὴ καὶ ὁρμητική· ἡ δὲ λογιστικὴ καὶ νοητική. Καὶ τῆς μὲν πρώτης μόνης μετέχουσι τὰ φυτά· τῆς δὲ δευτέρας πρὸς ταύτῃ τὰ ἄλογα ζῶα. τῆς δὲ τρίτης πρὸς ταῖς δυσὶν οἱ ἄνθρωποι. Καὶ αἱ μὲν δύο δυνάμεις φθαρταί· ἡ δὲ τρίτη ἄφθαρτος καὶ ἀθάνατος ἀποδείκνυται.

ΛΓʹ. Ἀλλήλαις μεταδιδοῦσαι φωτισμοῦ αἱ ἅγιαι δυνάμεις, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἢ αὐτῶν ἀρετῆς μεταδιδόασιν ἢ τῆς ἐν αὐταῖς γνώσεως· καὶ ἀρετῆς μέν, οἷον τῆς θεομιμήτου ἀγαθότητος, καθ᾽ ἣν καὶ ἑαυτὰς καὶ ἀλλήλας καὶ τὰς ὑποβεβηκυίας εὐεργετοῦσι θεοειδεῖς ἐργαζόμεναι· γνώσεως δὲ ἢ περὶ Θεοῦ τι ὑψηλότερον· σὺ γάρ, φησίν, ὕψιστος εἰς τὸν αἰῶνα, κύριε· ἢ περὶ σωμάτων βαθύτερον ἢ περὶ ἀσωμάτων ἀκριβέστερον ἢ περὶ προνοίας τρανότερον ἢ περὶ κρίσεως σαφέστερον.

ΛΔʹ. Νοός ἐστι ἀκαθαρσία πρῶτον μὲν τὸ γνῶσιν ἔχειν ψευδῆ· δεύτερον δὲ τὸ ἀγνοεῖν τι τῶν καθόλου· ὡς πρὸς ἀνθρώπινον νοῦν λέγω, ἀγγέλου γάρ ἐστι τὸ μηδὲν τῶν ἐπὶ μέρους ἀγνοεῖν· τρίτον δὲ τὸ ἐμπαθεῖς ἔχειν λογισμούς· τέταρτον δὲ τὸ συγκατατίθεσθαι τῇ ἁμαρτίᾳ.

ΛΕʹ. Ψυχῆς ἐστιν ἀκαθαρσία τὸ μὴ ἐνεργεῖν κατὰ φύσιν· ἐκ τούτου γὰρ τίκτονται τῷ νῷ οἱ ἐμπαθεῖς λογισμοί. Τότε γὰρ κατὰ φύσιν ἐνεργεῖ, ὅταν αἱ παθητικαὶ αὐτῆς δυνάμεις, ὁ θυμὸς λέγω καὶ ἡ ἐπιθυμία, ἐν τῇ τῶν πραγμάτων καὶ τῶν ἐν αὐτοῖς νοημάτων προσβολῇ ἀπαθεῖς διαμένωσι.

Λϛʹ. Σώματός ἐστιν ἀκαθαρσία ἡ κατ᾽ ἐνέργειαν ἁμαρτία.