Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Τρίτη Εκατοντάδα: Η ελευθερία από την κατάκριση, η καθαρότητα της προσευχής και η αντιμετώπιση της κενοδοξίας

Η προσπάθεια του νου να διαχωρίσει τα πάθη από τα νοήματα, οι κίνδυνοι της κατακρίσεως, της φιλαυτίας και της υπερηφάνειας, και η ορθή θεογνωσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 9 από 13

ΛΖʹ. Ἀγαπᾷ ἡσυχίαν ὁ μὴ πάσχων πρὸς τὰ τοῦ κόσμου καὶ ἀγαπᾷ πάντας ἀνθρώπους ὁ μηδὲν ἀγαπῶν ἀνθρώπινον καὶ γνῶσιν ἔχει Θεοῦ καὶ τῶν θείων ὁ μὴ σκανδαλιζόμενος εἴς τινα εἴτε διὰ παραπτώματα εἴτε διὰ λογισμοὺς ἐξ ὑπονοίας.

ΛΗʹ. Μέγα μὲν τὸ μὴ πάσχειν πρὸς τὰ πράγματα· μεῖζον δὲ τούτου πολλῷ τὸ πρὸς τὰ τούτων νοήματα ἀπαθῆ διαμεῖναι.

ΛΘʹ. Ἀγάπη καὶ ἐγκράτεια ἀπαθῆ τὸν νοῦν διατηροῦσι πρός τε τὰ πράγματα καὶ πρὸς τὰ τούτων νοήματα.

Μʹ. Οὐ πρὸς τὰ πράγματα ὁ νοῦς πολεμεῖ τοῦ θεοφιλοῦς οὐδὲ πρὸς τὰ τούτων νοήματα, ἀλλὰ πρὸς τὰ πάθη τὰ τοῖς νοήμασι συνεζευγμένα· οἷον οὐ πρὸς τὴν γυναῖκα πολεμεῖ οὐδὲ πρὸς τὸν λυπήσαντα οὐδὲ πρὸς τὰς τούτων φαντασίας, ἀλλὰ πρὸς τὰ πάθη τὰ ἐν ταῖς φαντασίαις συνεζευγμένα.

ΜΑʹ. Ἅπας ὁ πόλεμος τοῦ μοναχοῦ πρὸς τοὺς δαίμονας, ἵνα τὰ πάθη τῶν νοημάτων χωρίσῃ· ἄλλως γὰρ ἀπαθῶς τὰ πράγματα βλέπειν οὐ δύναται.

ΜΒʹ. Ἄλλο ἐστὶ πρᾶγμα καὶ ἄλλο νόημα καὶ ἄλλο πάθος· καὶ πρᾶγμα μέν ἐστιν, οἷον ἀνήρ, γυνή, χρυσὸς καὶ τὰ ἑξῆς· νόημα δέ, οἷον μνήμη ψιλή τινος τῶν προειρημένων· πάθος δέ, οἷον φιλία ἄλογος ἢ μῖσος ἄκριτόν τινος τῶν προειρημένων. Πρὸς οὖν τὸ πάθος ἐστὶ τοῦ μοναχοῦ ἡ μάχη.

ΜΓʹ. Νόημά ἐστιν ἐμπαθὲς λογισμὸς σύνθετος ἀπὸ πάθους καὶ νοήματος. Χωρίσωμεν τὸ πάθος ἀπὸ τοῦ νοήματος καὶ ἀπομένει ὁ λογισμὸς ψιλός· χωρίζομεν δὲ δι᾽ ἀγάπης πνευματικῆς καὶ ἐγκρατείας, ἐὰν θέλωμεν.

ΜΔʹ. Αἱ μὲν ἀρεταὶ τῶν παθῶν τὸν νοῦν χωρίζουσιν· αἱ δὲ πνευματικαὶ θεωρίαι, τῶν ψιλῶν νοημάτων· ἡ δὲ καθαρὰ προσευχὴ αὐτῷ αὐτὸν παρίστησι τῷ Θεῷ.

ΜΕʹ. Αἱ μὲν ἀρεταί, διὰ τὴν γνῶσιν τῶν γεγονότων· ἡ δὲ γνῶσις, διὰ τὸν γινώσκοντα· ὁ δὲ γινώσκων, διὰ τὸν ἀγνώστως γινωσκόμενον καὶ ὑπὲρ γνῶσιν γινώσκοντα.

Μϛʹ. Οὐχ ὡς προσδεόμενός τινος ὁ ὑπερπλήρης Θεὸς παρήγαγεν εἰς τὸ εἶναι τὰ γεγονότα, ἀλλ᾽ ἵνα αὐτὰ μὲν αὐτοῦ ἀναλόγως μετέχοντα ἀπολαύσῃ, αὐτὸς δὲ ἐυφρανθῇ ἐπὶ τοῖς ἔργοις αὐτοῦ, ὁρῶν αὐτὰ εὐφραινόμενα καὶ τὸν ἀκόρεστον ἀκορέστως ἀεὶ κορεννύμενα.

ΜΖʹ. Πολλοὺς ἔχει ὁ κόσμος πτωχοὺς τῷ πνεύματι, ἀλλὰ παρὰ τὸ προσῆκον· καὶ πολλοὺς πενθοῦντας, ἀλλὰ διὰ ζημίας χρημάτων ἢ ἀποβολὰς τέκνων· καὶ πολλοὺς πραεῖς, ἀλλὰ πρὸς τὰ ἀκάθαρτα πάθη· καὶ πολλοὺς πεινῶντας καὶ διψῶντας, ἀλλὰ τὸ ἁρπάζειν τὰ ἀλλότρια καὶ κερδαίνειν ἐξ ἀδικίας· καὶ πολλοὺς ἐλεήμονας, ἀλλὰ πρὸς τὸ σῶμα καὶ τὰ τοῦ σώματος· καὶ καθαροὺς τῇ καρδίᾳ, ἀλλὰ διὰ κενοδοξίαν· καὶ εἰρηνοποιούς, ἀλλὰ τὴν ψυχὴν τῇ σαρκὶ ὑποτάσσοντας· καὶ πολλοὺς δεδιωγμένους, ἀλλ᾽ ὡς ἀτάκτους· καὶ πολλοὺς ὀνειδιζομένους, ἀλλ᾽ ἐπὶ αἰσχροῖς ἁμαρτήμασιν. Ἀλλ᾽ ἐκεῖνοι μόνοι μακάριοι οἱ διὰ Χριστὸν καὶ κατὰ Χριστὸν ταῦτα καὶ ποιοῦντες καὶ πάσχοντες. Διὰ τί; Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ αὐτοὶ τὸν Θεὸν ὄψονται, καὶ τὰ ἑξῆς. Ὥστε οὐχ ὅτι ποιοῦσι ταῦτα καὶ πάσχουσι, εἰσὶ μακάριοι· καὶ γὰρ οἱ προειρημένοι τὸ αὐτὸ ποιοῦσιν· ἀλλ᾽ ὅτι διὰ Χριστὸν καὶ κατὰ Χριστὸν ταῦτα καὶ ποιοῦσι καὶ πάσχουσι.

ΜΗʹ. Ἐν πᾶσι τοῖς ὑφ᾽ ἡμῶν πραττομένοις ὁ σκοπὸς ζητεῖται παρὰ Θεῷ, ὡς πολλάκις εἴρηται, εἴτε δι᾽ αὐτὸν εἴτε δι᾽ ἄλλο τι πράττομεν. Ὅταν οὖν τι θέλωμεν πρᾶξαι ἀγαθόν, μὴ τὴν ἀνθρωπαρέσκειαν, ἀλλὰ τὸν Θεὸν σχῶμεν σκοπόν· ἵνα εἰς αὐτὸν ἀεὶ ἀποβλεπόμενοι, δι᾽ αὐτὸν πάντα πράξωμεν· ἵνα μὴ καὶ τὸν κόπον ὑπομείνωμεν καὶ τὸν μισθὸν ἀπολέσωμεν.

ΜΘʹ. Καὶ τὰ ψιλὰ τῶν ἀνθρωπίνων πραγμάτων νοήματα καὶ τὰ πάντων τῶν γεγονότων θεωρήματα ἀπόβαλε τοῦ νοὸς ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἵνα μὴ τὰ ἥττονα φανταζόμενος τοῦ πάντων τῶν ὄντων ἀσυγκρίτως κρείττονος ἐκπέσῃς.

Νʹ. Ἐὰν τὸν Θεὸν γνησίως ἀγαπήσωμεν, δι᾽ αὐτῆς τῆς ἀγάπης τὰ πάθη ἀποβάλλομεν. Ἡ δὲ εἰς αὐτὸν ἀγάπη ἐστὶ τὸ προτιμᾶν αὐτὸν τοῦ κόσμου καὶ τὴν ψυχὴν τῆς σαρκός· ἐν τῷ τῶν κοσμικῶν μὲν περιφρονεῖν πραγμάτων, αὐτῷ δὲ σχολάζειν διὰ παντὸς διά τε ἐγκρατείας καὶ ἀγάπης καὶ προσευχῆς καὶ ψαλμῳδίας καὶ τῶν ἑξῆς.

ΝΑʹ. Ἐὰν σχολάζοντες τῷ Θεῷ χρόνῳ πολλῷ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἐπιμελώμεθα, οὐκ ἔτι πρὸς τὰς τῶν λογισμῶν προσβολὰς ἐξοκέλλομεν· ἀλλὰ καὶ ἀκριβέστερον τὰς τούτων αἰτίας κατανοοῦντες καὶ ἐκκόπτοντες διορατικώτεροι γινόμεθα, ὥστε πληρωθῆναι εἰς ἡμᾶς τό· Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου.

ΝΒʹ. Ὅταν βλέπῃς τὸν νοῦν σου εὐσεβῶς καὶ δικαίως ἀναστρεφόμενον ἐν τοῖς τοῦ κόσμου νοήμασι, γίνωσκε καὶ τὸ σῶμά σου καθαρὸν καὶ ἀναμάρτητον διαμένειν· ὅταν δὲ τὸν νοῦν βλέπῃς κατὰ διάνοιαν ἁμαρτίαις σχολάζοντα καὶ μὴ ἀνακόπτῃς, γίνωσκε καὶ τὸ σῶμά σου μὴ πολυχρονίζειν τούτοις αὐτοῖς περιπεσεῖν.

ΝΓʹ. Ὥσπερ τὸ σῶμα ἔχει κόσμον τὰ πράγματα, οὕτω καὶ ὁ νοῦς ἔχει κόσμον τὰ νοήματα· καὶ ὥσπερ τὸ σῶμα πορνεύει μετὰ τοῦ σώματος τῆς γυναικός, οὕτω καὶ ὁ νοῦς πορνεύει μετὰ τοῦ νοήματος τῆς γυναικὸς διὰ τῆς φαντασίας τοῦ ἰδίου σώματος· τὴν γὰρ μορφὴν τοῦ ἰδίου σώματος βλέπει μιγνυμένην μετὰ τῆς μορφῆς τῆς γυναικὸς κατὰ διάνοιαν. Ὡσαύτως καὶ τὴν μορφὴν τοῦ λυπήσαντος ἀμύνεται κατὰ διάνοιαν διὰ τῆς μορφῆς τοῦ ἰδίου σώματος. Καὶ ἐπὶ τῶν ἄλλων ἁμαρτημάτων ὁμοίως· ἅπερ γὰρ πράττει τὸ σῶμα κατ᾽ ἐνέργειαν εἰς τὸν κόσμον τῶν πραγμάτων, ταῦτα πράττει καὶ ὁ νοῦς εἰς τὸν κόσμον τῶν νοημάτων.

ΝΔʹ. Οὐκ ἔστι φρίξαι καὶ ἐκπλαγῆναι καὶ ἐκστῆναι τῇ διανοίᾳ ὅτι ὁ μὲν Θεὸς καὶ Πατὴρ κρίνει οὐδένα, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Ὁ δὲ Υἱὸς κράζει· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. Ὁ δὲ Ἀπόστολος ὁμοίως· Μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, καί· Ἐν ᾧ κρίματι κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις.

Οἱ δὲ ἄνθρωποι ἀφέντες τὸ κλαίειν τὰς ἑαυτῶν ἁμαρτίας ἦραν τὴν κρίσιν ἀπὸ τοῦ Υἱοῦ καὶ αὐτοὶ ὡς ἀναμάρτητοι κρίνουσι καὶ καταδικάζουσιν ἀλλήλους· καὶ ὁ μὲν οὐρανὸς ἐξέστη ἐπὶ τούτῳ, ἡ δὲ γῆ ἔφριξεν, αὐτοὶ δὲ οὐκ αἰσχύνονται ἀναισθητοῦντες.

ΝΕʹ. Ὁ τὰς τῶν ἄλλων ἁμαρτίας περιεργαζόμενος ἢ καὶ ἐξ ὑπονοίας τὸν ἀδελφὸν κρίνων, οὔπω ἔβαλεν ἀρχὴν μετανοίας οὐδὲ τοῦ ἐρευνᾶν καὶ γνῶναι τὰς ἑαυτοῦ ἁμαρτίας, ἐν ἀληθείᾳ βαρυτέρας οὔσας μολίβδου πολυταλάντου, οὐδὲ ἔγνω πόθεν γίνεται ἄνθρωπος βαρυκάρδιος ἀγαπῶν ματαιότητα καὶ ζητῶν ψεῦδος. Διὰ τοῦτο ὡς ἄφρων καὶ ἐν σκότει διαπορευόμενος, ἀφεὶς τὰς ἑαυτοῦ ἁμαρτίας τὰς τῶν ἄλλων φαντάζεται ἢ οὔσας ἢ νομιζομένας ἐξ ὑπονοίας.

Νϛʹ. Ἡ φιλαυτία, ὡς πολλάκις εἴρηται, πάντων τῶν ἐμπαθῶν λογισμῶν αἰτία καθίσταται. Ἐκ γὰρ ταύτης γεννῶνται οἱ τρεῖς γενικώτατοι τῆς ἐπιθυμίας λογισμοί· ὁ τῆς γαστριμαργίας καὶ τῆς φιλαργυρίας καὶ τῆς κενοδοξίας. Ἐκ μὲν τῆς γαστριμαργίας γεννᾶται ὁ τῆς πορνείας· ἐκ δὲ τῆς φιλαργυρίας, ὁ τῆς πλεονεξίας· ἐκ δὲ τῆς κενοδοξίας, ὁ τῆς ὑπερηφανίας.

Οἱ δὲ λοιποὶ πάντες ἑκάστῳ τῶν τριῶν ἀκολουθοῦσιν· ὅ τε τῆς ὀργῆς καὶ ὁ τῆς λύπης καὶ ὁ τῆς μνησικακίας καὶ ἀκηδίας καὶ φθόνου καὶ καταλαλιᾶς καὶ οἱ λοιποί. Ταῦτα οὖν τὰ πάθη συνδεσμοῦσι τὸν νοῦν τοῖς ὑλικοῖς πράγμασι καὶ κατέχουσιν αὐτὸν εἰς τὴν γῆν, λίθου δίκην βαρυτάτου αὐτῷ ἐπικείμενα, φύσει ὄντα αὐτὸν πυρὸς κουφότερον καὶ ὀξύτερον.

ΝΖʹ. Ἀρχὴ μὲν πάντων τῶν παθῶν, ἡ φιλαυτία· τέλος δέ, ἡ ὑπερηφανία. Φιλαυτία δέ ἐστιν ἡ πρὸς τὸ σῶμα ἄλογος φιλία· ὁ ταύτην ἐκκόψας, συνέκοψε πάντα τὰ πάθη τὰ ἐξ αὐτῆς.

ΝΗʹ. Ὥσπερ οἱ γονεῖς τῶν σωμάτων προσπάσχουσι τοῖς ἐξ αὐτῶν γεννωμένοις, οὕτω καὶ ὁ νοῦς φυσικῶς τοῖς ἑαυτοῦ πρόσκειται λόγοις. Καὶ ὥσπερ τοῖς ἐκείνων ἐμπαθεστέροις, κἂν πάντων κατὰ πάντα ὦσιν οἱ παῖδες καταγελαστότατοι, πάντων φαίνονται ἐπιεικέστατοι καὶ εὐμορφότατοι, οὕτω καὶ τῷ ἄφρονι νῷ οἱ αὐτοῦ λόγοι, κἂν πάντων ὦσι μοχθηρότεροι, πάντων φαίνονται φρονιμώτεροι. Τῷ δὲ σοφῷ οὐχ οὕτως οἱ ἑαυτοῦ λόγοι· ἀλλ᾽ ὅταν δόξῃ πληροφορεῖσθαι ὅτι ἀληθεῖς εἰσι καὶ καλοί, τότε μάλιστα οὐ πιστεύει τῇ ἑαυτοῦ κρίσει, ἀλλὰ ἄλλους σοφοὺς τῶν ἑαυτοῦ λόγων κριτὰς καθίστησι, μὴ εἰς κενὸν τρέχῃ ἢ ἔδραμε· καὶ ἐξ αὐτῶν τὴν βεβαίωσιν λαμβάνει.

ΝΘʹ. Ὅταν τινὰ νικήσῃς τῶν ἀτιμοτέρων παθῶν, οἷον ἢ γαστριμαργίαν ἢ πορνείαν ἢ ὀργὴν ἢ πλεονεξίαν, εὐθὺς ἐφίπταται ἐπί σε ὁ τῆς κενοδοξίας λογισμός· ἐὰν δὲ τοῦτον νικήσῃς, ὁ τῆς ὑπερηφανίας διαδέχεται.

Ξʹ. Πάντα τὰ ἄτιμα πάθη κρατοῦντα τῆς ψυχῆς τὸν τῆς κενοδοξίας ἐξ αὐτῆς ἀπελαύνουσι λογισμόν· καὶ πάντων τῶν προειρημένων ἡττημένων, ἐπ᾽ αὐτὴν αὐτὸν ἀναλύουσιν.

ΞΑʹ. Ἡ κενοδοξία ποτὲ μὲν ἀναιρουμένη ποτὲ δὲ μένουσα τίκτει τὴν ὑπερηφανίαν· καὶ ἀναιρουμένη μέν, οἴησιν ἐμποιεῖ· μένουσα δέ, ἀλαζονείαν.

ΞΒʹ. Κενοδοξίαν μὲν ἀναιρεῖ ἡ κρυπτὴ ἐργασία· ὑπερηφανίαν δέ, τὸ τῷ Θεῷ ἐπιγράφειν τὰ κατορθώματα.

ΞΓʹ. Ὁ γνώσεως Θεοῦ καταξιωθεὶς καὶ τῆς ἐκ ταύτης ἡδονῆς ἀπολαύσας πλουσίως, οὗτος καταφρονεῖ τῶν ἐκ τοῦ ἐπιθυμητικοῦ τικτομένων πασῶν ἡδονῶν.

ΞΔʹ. Ὁ ἐπιθυμῶν τῶν ἐπιγείων ἢ βρωμάτων ἐπιθυμεῖ ἢ τῶν τὰ ὑπογάστρια θεραπευόντων ἢ δόξης ἀνθρωπίνης ἢ χρημάτων ἤ τινος ἄλλου τῶν τούτοις ἑπομένων· καὶ εἰ μή τι τούτων εὕρῃ κρεῖττον ὁ νοῦς, ἐφ᾽ ᾧ τὴν ἐπιθυμίαν μετενέγκῃ, οὐκ ἂν τούτων καταφρονεῖν εἰς τέλος πεισθῇ. Κρείττων δὲ τούτων ἀσυγκρίτως ἡ τοῦ Θεοῦ γνῶσις καὶ τῶν θείων ἐστί.

ΞΕʹ. Οἱ τῶν ἡδονῶν καταφρονοῦντες ἢ φόβῳ καταφρονοῦσιν ἢ ἐλπίδι ἢ γνώσει καὶ τῇ εἰς Θεὸν ἀγάπῃ.

Ξϛʹ. Ἡ ἄνευ πάθους τῶν θείων γνῶσις οὐ πείθει τὸν νοῦν εἰς τέλος καταφρονεῖν τῶν προσύλων, ἀλλ᾽ ἔοικε λογισμῷ ψιλῷ πράγματος αἰσθητοῦ. Διὸ πολλοὺς ἔστιν εὑρεῖν τῶν ἀνθρώπων γνῶσιν ἔχοντας πολλὴν καὶ ἐν τοῖς τῆς σαρκὸς πάθεσι δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένους. Πρὸς ὀλίγον γὰρ ἐξ ἐπιμελείας καθαρθέντες καὶ τῆς γνώσεως ἐπιτυχόντες, ὕστερον ἀμελήσαντες ὡμοιώθησαν τῷ Σαούλ, ὃς βασιλείας καταξιωθεὶς καὶ ἀναξίως πολιτευσάμενος, μετ᾽ ὀργῆς φοβερᾶς ἐξ αὐτῆς ἀπεβλήθη.

ΞΖʹ. Ὥσπερ ὁ ψιλὸς τῶν ἀνθρωπίνων πραγμάτων λογισμὸς οὐκ ἀναγκάζει τὸν νοῦν καταφρονεῖν τῶν θείων, οὕτως οὐδὲ ἡ ψιλὴ γνῶσις τῶν θείων πείθει εἰς τέλος καταφρονεῖν τῶν ἀνθρωπίνων· διότι ἐν σκιαῖς νῦν ὑπάρχει καὶ εἰκασμοῖς ἡ ἀλήθεια. Καὶ διὰ τοῦτο δεῖται τοῦ μακαρίου πάθους τῆς ἁγίας ἀγάπης, τῆς συνδεσμούσης τὸν νοῦν τοῖς πνευματικοῖς θεωρήμασι καὶ πειθούσης προτιμᾶν τῶν ὑλικῶν τὰ ἄϋλα καὶ τῶν αἰσθητῶν τὰ νοητὰ καὶ θεῖα.

ΞΗʹ. Οὐ πάντως ὁ τὰ πάθη ἐκκόψας καὶ ψιλοὺς τοὺς λογισμοὺς ἐργασάμενος ἤδη αὐτὰ καὶ ἐπὶ τὰ θεῖα ἔτρεψεν, ἀλλὰ δύναται μήτε πρὸς τὰ ἀνθρώπινα πάσχειν μήτε πρὸς τὰ θεῖα· ὅπερ ἐπισυμβαίνει ἐπὶ τῶν πρακτικῶν μόνον καὶ μήπω γνώσεως καταξιωθέντων, οἳ φόβῳ κολάσεως ἢ ἐλπίδι βασιλείας τῶν παθῶν ἀπέχονται.

ΞΘʹ. Διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐν ἐσόπτροις τὴν γνῶσιν ἔχομεν καὶ αἰνίγμασι. Καὶ διὰ τοῦτο πολλῆς δεόμεθα τῆς ἐν αὐτοῖς ἀσχολίας, ἵνα τῇ χρονίᾳ τούτων μελέτῃ καὶ ἀδολεσχίᾳ ἕξιν δυσαπόσπαστον τῶν θεωρημάτων ποιήσωμεν.

Οʹ. Ἐὰν πρὸς ὀλίγον τῶν παθῶν τὰς αἰτίας ἐκκόψαντες τοῖς πνευματικοῖς ἐνασχοληθῶμεν θεωρήμασι, μὴ ἐν αὐτοῖς δὲ ἀεὶ διατρίψωμεν, αὐτὸ τοῦτο ἔχοντες ἔργον εὐχερῶς πάλιν ἐπὶ τὰ τῆς σαρκὸς πάθη περιτρεπόμεθα, μηδὲν ἄλλο ἐκεῖθεν καρπωσάμενοι ἢ ψιλὴν γνῶσιν μετὰ οἰήσεως· ἧς τὸ τέλος ἥ τε αὐτῆς κατὰ μικρὸν τῆς γνώσεως σκότωσις καὶ ἡ παντελὴς τοῦ νοῦ ἐπὶ τὰ ὑλικὰ ἐκτροπή.

ΟΑʹ. Πάθος ἀγάπης ψεκτὸν τοῖς ὑλικοῖς πράγμασι τὸν νοῦν ἐνασχολεῖ· πάθος ἀγάπης ἐπαινετὸν καὶ τοῖς θείοις αὐτὸν συνδεσμεῖ. Εἴωθε γὰρ ὁ νοῦς ἐν οἷς χρονίζει πράγμασιν, ἐν αὐτοῖς καὶ πλατύνεσθαι· ἐν οἷς δὲ πλατύνεται, ἐν αὐτοῖς καὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἀγάπην τρέψαι, εἶτε ἐν τοῖς θείοις καὶ οἰκείοις καὶ νοητοῖς εἶτε ἐν τοῖς τῆς σαρκὸς πράγμασί τε καὶ πάθεσι.

ΟΒʹ. Ὁ Θεὸς ἔκτισε τὸν ἀόρατον κόσμον καὶ τὸν ὁρώμενον· καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα δηλονότι αὐτὸς ἐποίησε. Καὶ εἰ ὁ ὁρώμενος κόσμος τοιοῦτός ἐστι καλός, ποῖος ἄρα ἐστὶν ὁ ἀόρατος; Εἰ δὲ κρείττων τούτου ἐκεῖνος, πόσον ὑπὲρ τοὺς δύο ὁ τούτους κτίσας Θεός; Εἰ οὖν κρείττων πάντων τῶν γεγονότων ὁ πάντων δημιουργὸς τῶν καλῶν, τίνι λόγῳ ὁ νοῦς ἀφεὶς τὸ πάντων κρεῖττον τοῖς πάντων χείροσιν ἐνασχολεῖται; λέγω δὲ τοῖς τῆς σαρκὸς πάθεσιν· ἢ δῆλον ὅτι ταύτῃ μὲν ἐκ γενετῆς συναναστραφεὶς καὶ συνεθίσας, τοῦ δὲ πάντων κρείττονος καὶ ὑπὲρ πάντα οὔπω τελείαν εἴληφε πεῖραν; Ἐὰν οὖν χρονίᾳ ἀσκήσει τῆς τῶν ἡδονῶν ἐγκρατείας καὶ τῆς τῶν θείων μελέτης κατὰ μικρὸν αὐτὸν τῆς τοιαύτης σχέσεως ἀπορρήξωμεν, πλατύνεταί τε ἐν τοῖς θείοις κατ᾽ ὀλίγον προκόπτων καὶ τὸ οἰκεῖον γνωρίζει ἀξίωμα καὶ τέλος ὅλον τὸν πόθον ἐπὶ τὸ θεῖον μεταφέρει.

ΟΓʹ. Ὁ ἀπαθῶς λέγων ἁμάρτημα ἀδελφοῦ κατὰ δύο αἰτίας λέγει, ἢ ἵνα αὐτὸν διορθώσηται ἢ ἵνα ἄλλον ὠφελήσῃ. Εἰ δὲ ἐκτὸς τούτων λέγει εἴτε αὐτῷ εἴτε ἄλλῳ, ὀνειδίζων ἢ διασύρων αὐτὸν λέγει καὶ οὐ μὴ ἐκφύγῃ τὴν θείαν ἐγκατάλειψιν, ἀλλ᾽ ἢ αὐτῷ ἢ ἄλλῳ πταίσματι πάντως περιπεσεῖται καὶ ὑπὸ ἑτέρων ἐλεγχθεὶς καὶ ὀνειδισθεὶς καταισχυνθήσεται.