Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Τρίτη Εκατοντάδα: Η θεραπεία της λύπης και του φθόνου, η κίνηση του νου και η τελειότητα της αγάπης

Η ανίχνευση και θεραπεία των παθών, η φωνή της συνειδήσεως, οι κινήσεις του νου μεταξύ αγγελικών και δαιμονικών επιρροών, και η παραμονή της αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 10 από 13

ΟΔʹ. Οὐχ εἷς λόγος τῶν τὴν αὐτὴν ἁμαρτίαν κατ᾽ ἐνέργειαν ἁμαρτανόντων ἐστίν, ἀλλὰ διάφοροι. Οἷον ἄλλο ἐστὶ τὸ ἀπὸ ἕξεως ἁμαρτάνειν καὶ ἄλλο τὸ κατὰ συναρπαγήν· ὃς οὔτε πρὸ τῆς ἁμαρτίας εἶχε τὴν ἐνθύμησιν οὔτε μετὰ τὴν ἁμαρτίαν, ἀλλὰ καὶ σφόδρα ἐπὶ τῷ γεγονότι ὀδυνᾶται· ὁ δὲ ἀπὸ ἕξεως, ἐκ τοῦ ἐναντίου· καὶ πρῶτον γὰρ κατὰ διάνοιαν οὐκ ἐπαύετο ἁμαρτάνων καὶ μετὰ τὸ πρᾶξαι τῆς αὐτῆς ἐστι διαθέσεως.

ΟΕʹ. Ὁ διὰ κενοδοξίαν τὰς ἀρετὰς μετερχόμενος δῆλον ὅτι καὶ τὴν γνῶσιν διὰ κενοδοξίαν μετέρχεται. Ὁ δὲ τοιοῦτος οὐδὲ πρὸς οἰκοδομὴν δῆλον ὅτι πράττει τι ἢ διαλέγεται, ἀλλ᾽ ἐν πᾶσι τὴν παρὰ τῶν βλεπόντων ἢ ἀκουόντων δόξαν θηρώμενος. Ἐλέγχεται δὲ τὸ πάθος, ὅταν τινὲς τῶν προειρημένων τοῖς ἔργοις ἢ τοῖς λόγοις αὐτοῦ ψόγον ἐπιφέρωσι καὶ ἐπὶ τούτῳ σφόδρα λυπῆται, οὐ διὰ τὸ ἐκείνους μὴ οἰκοδομεῖσθαι· οὐδὲ γὰρ τοῦτο εἶχε σκοπόν· ἀλλὰ διὰ τὸ αὐτὸν ἐξουδενωθῆναι.

Οϛʹ. Τὸ τῆς φιλαργυρίας πάθος ἐντεῦθεν ἐλέγχεται· ἐν τῷ χαίροντα λαμβάνειν καὶ λυπούμενον μεταδιδόναι. Οὐ δύναται δὲ ὁ τοιοῦτος οἰκονομικὸς εἶναι.

ΟΖʹ. Διὰ ταῦτά τις πάσχων ὑπομένει· ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ ἢ διὰ τὴν ἐλπίδα τῆς μισθαποδοσίας ἢ διὰ τὸν φόβον τῆς κολάσεως ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων ἢ διὰ φύσιν ἢ διὰ ἡδονὴν ἣ διὰ κέρδος ἢ διὰ κενοδοξίαν ἢ δι᾽ ἀνάγκην.

ΟΗʹ. Ἄλλο ἐστὶ λογισμῶν ἀπαλλαγῆναι καὶ ἄλλο παθῶν ἐλευθερωθῆναι. Καὶ πολλάκις τις λογισμῶν ἀπαλλάττει, μὴ παρόντων τῶν πραγμάτων ἐκείνων πρὸς ἅπερ τὰ πάθη κέκτηται· κέκρυπται δὲ τὰ πάθη ἐν τῇ ψυχῇ καὶ ἀναφανέντων τῶν πραγμάτων ἐλέγχεται. Χρὴ οὖν τηρεῖν τὸν νοῦν ἐπὶ τῶν πραγμάτων καὶ γνῶναι πρὸς ποῖον ἔχει τὸ πάθος.

ΟΘʹ. Φίλος ἐκεῖνός ἐστι γνήσιος ὁ τὰς ἐκ περιστάσεως θλίψεις καὶ ἀνάγκας καὶ συμφορὰς ἐν καιρῷ πειρασμοῦ συνυποφέρων τῷ πλησίον ὡς ἰδίας ἀθορύβως καὶ ἀταράχως.

Πʹ. Μὴ ἀτιμάσῃς τὴν συνείδησιν ἄριστά σοι ἀεὶ συμβουλεύουσαν· γνώμην γὰρ θείαν καὶ ἀγγελικήν σοι ὑποτίθεται καὶ τῶν κρυπτῶν τῆς καρδίας μολυσμάτων ἐλευθεροῖ καὶ παρρησίαν πρὸς τὸν Θεὸν ἐν τῇ ἐξόδῳ χαρίζεται.

ΠΑʹ. Εἰ θέλεις γενέσθαι ἐπιγνώμων καὶ μέτριος καὶ τῷ πάθει τῆς οἰήσεως μὴ δουλεύειν, ἀεὶ ζήτει ἐν τοῖς οὖσι τί ἐστι κρυπτόμενον τὴν σὴν γνῶσιν. Καὶ εὑρίσκων πάμπολλα καὶ διάφορα πράγματα λανθάνοντά σε, θαυμάσεις τε ἐπὶ τῇ σῇ ἀγνωσίᾳ καὶ συστελεῖς τὸ φρόνημα καὶ σεαυτὸν ἐπιγνοὺς συνήσεις πολλὰ καὶ μεγάλα καὶ θαυμαστὰ πράγματα· ἐπεὶ τὸ νομίζειν εἰδέναι οὐκ ἐᾷ προκόπτειν εἰς τὸ εἰδέναι.

ΠΒʹ. Οὗτος ἀκριβῶς θέλει σωθῆναι, ὁ τοῖς ἰατρικοῖς φαρμάκοις μὴ ἀνθιστάμενος· αὗται δέ εἰσιν ὀδύναι καὶ λύπαι διὰ ποικίλων ἐπιφορῶν ἐπαγόμεναι. Ὁ δὲ ἀνθιστάμενος οὐκ οἶδε τί ἐνταῦθα πραγματεύεται οὐδὲ τί ἐντεῦθεν ὀνησόμενος ἀπελεύσεται.

ΠΓʹ. Κενοδοξία καὶ φιλαργυρία ἀλλήλων εἰσὶ γεννετικά· οἱ μὲν γὰρ κενοδοξοῦντες πλουτοῦσιν, οἱ δὲ πλουτοῦντες κενοδοζοῦσιν, ἀλλ᾽ ὡς κοσμικοί· ἐπεὶ ὁ μοναχὸς ἀκτήμων ὢν μᾶλλον κενοδοξεῖ· ἀργύριον δὲ ἔχων κρύπτει αὐτό, αἰσχυνόμενος ὡς ἀνοίκειον πρᾶγμα τοῦ σχήματος ἔχων.

ΠΔʹ. Τῆς τοῦ μοναχοῦ κενοδοξίας ἴδιον, τὸ ἐπ᾽ ἀρετῇ κενοδοξεῖν καὶ τοῖς ταύτῃ ἀκολουθοῦσι· τῆς δὲ ὑπερηφανίας αὐτοῦ ἴδιον, τὸ ἐπὶ κατορθώμασιν ἐπαίρεσθαι καὶ ἐξουθενεῖν τοὺς ἄλλους καὶ τὸ ἑαυτῷ ταῦτα καὶ μὴ τῷ Θεῷ ἐπιγράφειν. Τῆς δὲ τοῦ κοσμικοῦ κενοδοξίας καὶ ὑπερηφανίας ἴδιον, τὸ ἐπὶ κάλλει καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ φρονήσει κενοδοξεῖν καὶ ἐπαίρεσθαι.

ΠΕʹ. Τὰ τῶν κοσμικῶν κατορθώματα πτώματά εἰσὶ τῶν μοναχῶν· καὶ τὰ τῶν μοναχῶν κατορθώματα πτώματά εἰσι τῶν κοσμικῶν. Οἷον τὰ τῶν κοσμικῶν κατορθώματα πλοῦτός ἐστι καὶ δόξα καὶ δυναστεία καὶ τρυφὴ καὶ εὐσαρκία καὶ εὐτεκνία καὶ τὰ τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθὼν ὁ μοναχὸς ἀπόλλυται. Τὰ δὲ τοῦ μοναχοῦ κατορθώματα, ἀκτημοσύνη, ἀδοξία, ἀδυναμία, ἐγκράτεια, κακοπάθεια καὶ τὰ τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθὼν ὁ φιλόκοσμος παρὰ πρόθεσιν, πτῶμα ἡγεῖται μέγα καὶ κινδυνεύει πολλάκις καὶ ἀγχόνῃ χρήσασθαι· τινὲς δὲ καὶ ἐχρήσαντο.

Πϛʹ. Τὰ βρώματα διὰ δύο αἰτίας ἐκτίσθη· τροφῆς ἕνεκα καὶ θεραπείας. Οἱ οὖν πάρεξ τούτων μεταλαμβάνοντες, ὡς παραχρώμενοι τοῖς εἰς χρῆσιν παρὰ Θεοῦ δοθεῖσιν, ὡς τρυφηταὶ κατακρίνονται· καὶ ἐπὶ πάντων δὲ τῶν πραγμάτων ἡ παράχρησίς ἐστιν ἡ ἁμαρτία.

ΠΖʹ. Ταπεινοφροσύνη ἐστὶ προσευχὴ συνεχὴς μετὰ δακρύων καὶ πόνων· αὕτη γὰρ τὸν Θεὸν ἀεὶ εἰς βοήθειαν ἐπικαλουμένη, εἰς τὴν ἰδίαν δύναμιν καὶ σοφίαν ἀφρόνως θαρρεῖν οὐκ ἐᾷ οὐδὲ ἄλλων κατεπαίρεσθαι, ἅτινά εἰσι χαλεπὰ νοσήματα τοῦ τῆς ὑπερηφανίας πάθους.

ΠΗʹ. Ἄλλο ἐστὶ μάχεσθαι τῷ ψιλῷ λογισμῷ, ἵνα μὴ κινήσῃ τὸ πάθος· καὶ ἄλλο ἐστὶ τῷ ἐμπαθεῖ μάχεσθαι, ἵνα μὴ γένηται συγκατάθεσις. Οἱ ἀμφότεροι δὲ τρόποι οὐκ ἐῶσι χρονίσαι τοὺς λογισμούς.

ΠΘʹ. Ἡ λύπη τῇ μνησικακίᾳ συνέζευκται· ὅταν οὖν ὁ νοῦς τὸ πρόσωπον τοῦ ἀδελφοῦ μετὰ λύπης ἐνοπτρίζεται, δῆλον ὅτι μνησικακίαν ἔχει πρὸς αὐτόν. Ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον, διότι πᾶς μνησίκακος, παράνομος.

ϙΑʹ. Ἐὰν μὲν σὺ μνησικακῆς τινι, προσεύχου ὑπὲρ αὐτοῦ καὶ ἱστᾷς τὸ πάθος τῆς κινήσεως, χωρίζων τὴν λύπην διὰ τῆς προσευχῆς ἐκ τῆς μνήμης τοῦ κακοῦ, οὗπέρ σοι ἐποίησεν· ἀγαπητικὸς δὲ γενόμενος καὶ φιλάνθρωπος, παντελῶς ἐκ τῆς ψυχῆς τὸ πάθος ἐξαφανίζεις. Ἐὰν δὲ ἄλλος σοι μνησικακῇ, χαριστικὸς γενοῦ πρὸς αὐτὸν καὶ ταπεινὸς καὶ καλῶς συναυλίζου καὶ ἀπαλλάττεις αὐτὸν τοῦ πάθους.

ϙΑʹ. Τοῦ φθονοῦντος τὴν λύπην κόπῳ στήσεις· συμφορὰν γὰρ ἡγεῖται τὸ ἐν σοὶ φθονούμενον καὶ οὐ δυνατὸν ἄλλως στῆσαι, εἰ μή τι κρύψῃς αὐτόν. Εἰ δὲ πολλοὺς μὲν ὠφελεῖ, ἐκεῖνον δὲ λυπεῖ, ποίου μέρους περιφρονήσεις;

Ἀναγκαῖον οὖν τῆς τῶν πολλῶν γενέσθαι ὠφελείας κἀκείνου δὲ κατὰ δύναμιν μὴ ἀμελεῖν μηδὲ τῇ τοῦ πάθους πονηρίᾳ συναπαχθῆναι, ὡς οὐχὶ τῷ πάθει, ἀλλὰ τῷ πάσχοντι ἀμυνόμενον· ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἡγεῖσθαι αὐτὸν ὑπερέχοντα σεαυτοῦ καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι προτιμᾶν αὐτόν. Τὸν δὲ σὸν φθόνον δύνασαι στῆσαι, ἐὰν ἐν οἷς χαίρει ὁ ὑπό σου φθονούμενος συγχαίρῃς καὶ ἐν οἷς λυπεῖται καὶ αὐτὸς συλλυπῇ, πληρῶν τὸ τοῦ Ἀποστόλου, τό· Χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων.

ϙΒʹ. Ὁ νοῦς ἡμῶν μέσος ἐστὶ δύο τινῶν, ἑκάστου τὰ ἴδια ἐνεργοῦντος· τοῦ μέν, ἀρετήν· τοῦ δέ, κακίαν· τουτέστιν ἀγγέλου καὶ δαίμονος. Ἐξουσίαν δὲ ἔχει ὁ νοῦς καὶ δύναμιν ᾧ θέλει εἴτε ἕπεσθαι εἴτε ἀντισθῆναι.

ϙΓʹ. Αἱ μὲν ἅγιαι δυνάμεις προτρέπονται ἡμᾶς ἐπὶ τὰ καλά· τὰ δὲ φυσικὰ σπέρματα καὶ ἡ ἀγαθὴ προαίρεσις βοηθοῦσιν ἡμῖν. Τὰς δὲ τῶν δαιμόνων προσβολὰς τὰ πάθη καὶ ἡ πονηρὰ προαίρεσις συνιστῶσι.

ϙΔʹ. Τὸν καθαρὸν νοῦν ποτε μὲν αὐτὸς ὁ Θεὸς αὐτῷ ἐπιβαίνων διδάσκει· ποτὲ δέ, αἱ ἅγιαι δυνάμεις τὰ καλὰ ὑποτιθέμεναι· ποτὲ δέ, ἡ φύσις τῶν πραγμάτων θεωρουμένη.

ϙΕʹ. Χρὴ τὸν καταξιωθέντα γνώσεως νοῦν τά τε νοήματα τηρεῖν ἀπαθῆ τῶν πραγμάτων καὶ τὰ θεωρήματα ἀσφαλῆ καὶ τὴν τῆς προσευχῆς κατάστασιν ἀθόλωτον· οὐ δύναται δὲ ταύτην ἀεὶ τηρεῖν ἐκ τῶν τῆς σαρκὸς ἀναδόσεων, διὰ τῆς τῶν δαιμόνων ἐπιβουλῆς καπνιζόμενος. {ϙϛʹ.} Οὐ δι᾽ ὅσα λυπούμεθα, διὰ ταῦτα καὶ ὀργιζόμεθα· πλεονάζει γὰρ τὰ τὴν λύπην ἐμποιοῦντα παρὰ τὰ τὴν ὀργήν. Οἷον ἐκλάσθη τόδε, ἀπώλετο τόδε, ἀπέθανεν ὁ δεῖνα· διὰ γὰρ τὰ τοιαῦτα λυπούμεθα μόνον· διὰ δὲ τὰ λοιπὰ καὶ λυπούμεθα καὶ ὀργιζόμεθα, ἀφιλοσόφως διακείμενοι.

ϙΖʹ. Δεχόμενος ὁ νοῦς τὰ τῶν πραγμάτων νοήματα, πρὸς ἕκαστον νόημα μετασχηματίζεσθαι πέφυκε· θεωρῶν δὲ ταῦτα πνευματικῶς, πρὸς ἕκαστον θεώρημα ποικίλως μεταμορφοῦσθαι· ἐν δὲ Θεῷ γενόμενος, ἄμορφος πάντη καὶ ἀσχημάτιστος γίνεται· τὸν γὰρ μονοειδὴ θεωρῶν, μονοειδὴς γίνεται καὶ ὅλος φωτοειδής.

ϙΗʹ. Ψυχή ἐστι τελεία, ἧς ἡ παθητικὴ δύναμις νένευκεν ὁλοτελῶς πρὸς Θεόν.

ϙΘʹ. Νοῦς ἐστι τέλειος, ὁ διὰ πίστεως ἀληθοῦς τὸν ὑπεράγνωστον ὑπεραγνώστως ὑπερεγνωκὼς καὶ τῶν αὐτοῦ δημιουργημάτων τὰ καθόλου θεασάμενος καὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως τὴν περιληπτικὴν γνῶσιν παρὰ Θεοῦ εἰληφώς· ὡς ἀνθρώποις δέ φημι.

Ρʹ. Τριχῶς τέμνεται ὁ χρόνος καὶ ἡ μὲν πίστις τοῖς τρισὶ συμπαρατείνεται τμήμασι· ἡ δὲ ἐλπίς, τῷ ἑνί· ἡ δὲ ἀγάπη, τοῖς δυσί. Καὶ ἡ μὲν πίστις καὶ ἐλπὶς μέχρι τινός, ἡ δὲ ἀγάπη εἰς ἀπείρους αἰῶνας τῷ ὑπεραπείρῳ ὑπερηνωμένη καὶ ἀεὶ ὑπεραύξουσα διαμένει· καὶ διὰ τοῦτο μείζων πάντων ἡ ἀγάπη.