Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Τέταρτη Εκατοντάδα: Το ακατάληπτο του Θεού, η δημιουργία των όντων και η θεία πρόνοια

Η έκπληξη του νου ενώπιον του μεγαλείου του Θεού, η ανασκευή ελληνικών φιλοσοφικών αντιλήψεων περί της ύλης, και η σημασία της θείας πρόνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 11 από 13

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΕΤΑΡΤΗ ΚΕΦΑΛΑΙΩΝ ΕΚΑΤΟΝΤΑΣ Αʹ. Πρῶτον μὲν θαυμάζει ὁ νοῦς τὴν θείαν ἐννοούμενος κατὰ πάντα ἀπειρίαν καὶ τὸ ἀνέκβατον ἐκεῖνο καὶ πολυπόθητον πέλαγος. Δεύτερον δὲ ἐκπλήττεται πῶς ἐκ τοῦ μηδενὸς τῆς τῶν ὄντων εἰς τὸ εἶναι παρήγαγεν ὕπαρξιν.

Ἀλλ᾽ ὥσπερ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, οὕτως οὐδὲ τῆς φρονήσεως αὐτοῦ ἔστιν ἐξεύρεσις.

Βʹ. Πῶς γὰρ οὐ θαυμάζει τὸ ἄπλετον ἐκεῖνο καὶ ὑπὲρ ἔκπληξιν θεωρῶν τῆς ἀγαθότητος πέλαγος; Ἢ πῶς οὐκ ἐξίσταται ἐννοούμενος πῶς καὶ πόθεν ἥ τε λογικὰ καὶ νοερὰ γέγονεν οὐσία καὶ τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὰ σώματα, μηδημιᾶς ὕλης τῆς τούτων προϋπαρξάσης γενέσεως; Ποία τε ἡ δύναμις ἐκείνη, ἡ εἰς ἐνέργειαν κινηθεῖσα ταῦτα εἰς τὸ εἶναι παρήγαγεν;

Ἀλλὰ τοῦτο Ἑλλήνων παῖδες οὐ παραδέχονται, ἀγνοοῦντες τὴν παντοδύναμον ἀγαθότητα καὶ τὴν δραστήριον αὐτῆς καὶ ὑπὲρ νοῦν σοφίαν καὶ γνῶσιν.

Γʹ. Ἐξ ἀϊδίου δημιουργὸς ὑπάρχων ὁ Θεός, ὅτε βούλεται δημιουργεῖ Λόγῳ ὁμοουσίῳ καὶ Πνεύματι δι᾽ ἄπειρον ἀγαθότητα. Καὶ μὴ εἴπῃς· τίνι λόγῳ νῦν ἐδημιούργησεν, ἀεὶ ἀγαθὸς ὑπάρχων; Ἐπεί, κἀγώ σοι λέγω, ὅτι ἡ τῆς ἀπείρου οὐσίας ἀνεξιχνίαστος σοφία τῇ ἀνθρωπίνῃ οὐχ ὑποπίπτει γνώσει.

Δʹ. Τὴν ἐξ ἀϊδίου ἐν ἑαυτῷ ὁ Δημιουργὸς τῶν ὄντων προϋπάρχουσαν γνῶσιν, ὅτε ἐβουλήθη, οὐσίωσε καὶ προυβάλετο. Ἄτοπον δέ ἐστιν ἐπὶ Θεοῦ τοῦ παντοδυνάμου διστάσαι εἰ δύναταί τι οὐσιῶσαι, ὅτε βούλεται.

Εʹ. Δι᾽ ἣν μὲν αἰτίαν ὁ Θεὸς ἐδημιούργησε ζήτει· ἔστι γὰρ γνῶσις. Τὸ δὲ πῶς καὶ διὰ τί προσφάτως μὴ ζήτει· οὐκ ἔστι γὰρ τῷ σῷ ὑποπίπτουσα νῷ, διότι τῶν θείων τὰ μὲν ληπτά, τὰ δὲ ἄληπτα τοῖς ἀνθρώποις. Θεωρία δὲ ἀχαλίνωτος κατὰ κρημνὸν ὤσειεν, ὡς ἔφη τις τῶν ἁγίων. {ϛʹ.} Τινές φασι συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὰ δημιουργήματα, ὅπερ ἀμήχανον. Πῶς γὰρ τῷ πάντη ἀπείρῳ τὰ κατὰ πάντα πεπερασμένα συνυπάρχειν δύναται ἐξ ἀϊδίου; Ἢ πῶς κυρίως δημιουργήματα, εἰ συναΐδια τῷ Δημιουργῷ; Ἀλλ᾽ οὗτος ὁ λόγος τῶν Ἑλλήνων ἐστίν, οἵτινες οὐσίας μὲν οὐδαμῶς, ποιοτήτων δὲ μόνον δημιουργὸν τὸν Θεὸν εἰσάγουσιν. Ἡμεῖς δὲ τὸν παντοδύναμον ἐγνωκότες Θεόν, οὐ ποιοτήτων, ἀλλ᾽ οὐσιῶν πεποιωμένων δημιουργὸν αὐτὸν εἶναί φαμεν. Εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀϊδίου συνύπαρκτα τῷ Θεῷ τὰ δημιουργήματα.

Ζʹ. Κατά τι μὲν γνωστὸν τὸ θεῖον καὶ τὰ θεῖα, κατά τι δὲ ἄγνωστον· καὶ γνωστὸν μέν, τοῖς περὶ αὐτὸ θεωρήμασιν· ἄγνωστον δέ, τοῖς κατ᾽ αὐτό.

Ηʹ. Μὴ ἕξεις καὶ ἐπιτηδειότητας ζητήσῃς ἐπὶ τῆς ἁπλῆς καὶ ἀπείρου οὐσίας τῆς ἁγίας Τριάδος, ἵνα μὴ σύνθετον αὐτὴν ποιήσῃς ὥσπερ τὰ κτίσματα· ὅπερ ἄτοπον καὶ ἀθέμιτον ἐπὶ Θεοῦ ἐννοῆσαι.

Θʹ. Μόνη ἁπλῆ καὶ μονοειδὴς καὶ ἄποιος καὶ εἰρηναία καὶ ἀστασίαστος ἡ ἄπειρος οὐσία καὶ παντοδύναμος καὶ δημιουργικὴ τῶν ὅλων. Πᾶσα δὲ ἡ κτίσις σύνθετος ὑπάρχει ἐξ οὐσίας καὶ συμβεβηκότος καὶ ἐπιδεὴς ἀεὶ τῆς θείας προνοίας, ὡς τροπῆς οὐκ ἐλευθέρα.

Ιʹ. Πᾶσα ἡ νοερὰ οὐσία καὶ ἡ αἰσθητικὴ ἔλαβον δυνάμεις, παρὰ Θεοῦ εἰς τὸ εἶναι παραχθεῖσαι, ἀντιληπτικὰς τῶν ὄντων· ἡ μὲν νοερὰ τὰς νοήσεις, ἡ δὲ αἰσθητικὴ τὰς αἰσθήσεις.

ΙΑʹ. Ὁ μὲν Θεὸς μετέχεται μόνον, ἡ δὲ κτίσις καὶ μετέχει καὶ μεταδίδωσι· καὶ μετέχει μὲν τοῦ εἶναι καὶ τοῦ εὖ εἶναι, μεταδίδωσι δὲ τοῦ εὖ εἶναι μόνον· ἀλλ᾽ ἑτέρως μὲν ἡ σωματική, ἑτέρως δὲ ἡ ἀσώματος οὐσία.

ΙΒʹ. Ἡ μὲν ἀσώματος οὐσία καὶ λέγουσα καὶ πράττουσα καὶ θεωρουμένη τοῦ εὖ εἶναι μεταδίδωσιν· ἡ δὲ σωματική, θεωρουμένη μόνον.

ΙΓʹ. Τὸ μὲν ἀεὶ εἶναι ἢ μὴ εἶναι τὴν λογικὴν καὶ νοερὰν οὐσίαν ἐν τῇ βουλήσει ἐστὶ τοῦ τὰ πάντα καλὰ δημιουργήσαντος· τὸ δὲ ἀγαθὰ ταῦτα εἶναι κατὰ προαίρεσιν ἢ φαῦλα ἐν τῷ θελήματι τῶν γεγονότων ὑπάρχει.

ΙΔʹ. Οὐ περὶ τὴν οὐσίαν τῶν γεγονότων τὸ κακὸν θεωρεῖται, ἀλλὰ περὶ τὴν ἐσφαλμένην καὶ ἀλόγιστον κίνησιν.

ΙΕʹ. Εὐλόγως κινεῖται ἡ ψυχή, ὅταν τὸ μὲν ἐπιθυμητικὸν αὐτῆς τῇ ἐγκρατείᾳ πεποίωται· τὸ δὲ θυμικὸν τῆς ἀγάπης ἀντέχηται, τὸ μῖσος ἀποστρεφόμενον· τὸ δὲ λογιστικὸν πρὸς τὸν Θεὸν διάγῃ διὰ προσευχῆς καὶ θεωρίας πνευματικῆς.

Ιϛʹ. Οὔπω ἔχει τελείαν τὴν ἀγάπην οὐδὲ τῆς θείας προνοίας κατὰ βάθος τὴν γνῶσιν ὁ ἐν καιρῷ πειρασμοῦ μὴ μακροθυμῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς, ἀλλ᾽ ἀποκόπτων ἑαυτὸν τῆς τῶν πνευματικῶν ἀδελφῶν ἀγάπης.

ΙΖʹ. Σκοπὸς τῆς θείας προνοίας τὸ τοὺς ὑπὸ τῆς κακίας ποικίλως διεσχισμένους διὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς πνευματικῆς ἀγάπης ἑνοποιεῖν, εἴπερ διὰ τοῦτο πέπονθεν ὁ Σωτήρ, ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Ὁ οὖν μὴ στέγων τὰ ὀχληρὰ μηδὲ φέρων τὰ λυπηρὰ μηδὲ ὑπομένων τὰ ἐπίπονα, ἐκτὸς τῆς θείας ἀγάπης καὶ τοῦ σκοποῦ τῆς προνοίας περιπαθεῖ.

ΙΗʹ. Εἰ ἡ ἀγάπη μακροθυμεῖ καὶ χρηστεύεται, ὁ ὀλιγοψυχῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς καὶ διὰ τοῦτο πονηρευόμενος ἐπὶ τοῖς λυπήσασι καὶ τῆς πρὸς αὐτοὺς ἀγάπης ἑαυτὸν ἀποκόπτων, πῶς τοῦ σκοποῦ τῆς θείας προνοίας οὐκ ἐκπίπτει;

ΙΘʹ. Πρόσεχε σεαυτῷ, μήποτε ἡ χωρίζουσά σε ἐκ τοῦ ἀδελφοῦ κακία οὐκ ἐν τῷ ἀδελφῷ, ἀλλ᾽ ἔν σοι εὑρίσκεται· καὶ σπεῦσον αὐτῷ διαλλαγῆναι, ἵνα μὴ τῆς ἐντολῆς τῆς ἀγάπης ἐκπέσῃς.

Κʹ. Μὴ καταφρονήσῃς τῆς ἐντολῆς τῆς ἀγάπης, ὅτι δι᾽ αὐτῆς υἱὸς Θεοῦ ἔσῃ· ἣν παραβαίνων, υἱὸς γεέννης εὑρεθήσῃ.

ΚΑʹ. Τὰ χωρίζοντα τῆς τῶν φίλων ἀγάπης εἰσὶ ταῦτα· τὸ φθονεῖν ἢ φθονεῖσθαι, τὸ ζημιοῦν ἢ ζημιοῦσθαι, τὸ ἀτιμάζειν ἢ ἀτιμάζεσθαι καὶ οἱ ἐξ ὑπονοίας λογισμοί. Μήποτε οὖν ἔδρασάς τι τούτων ἢ πέπονθας καὶ διὰ τοῦτο τῆς τοῦ φίλου ἀγάπης χωρίζῃ.

ΚΒʹ. Συνέβη σοι πειρασμὸς ἐκ τοῦ ἀδελφοῦ καὶ ἡ λύπη εἰς μῖσός σε ἤγαγε· μὴ νικῶ ὑπὸ τοῦ μίσους, ἀλλὰ νίκα ἐν τῇ ἀγάπῃ τὸ μῖσος. Νικήσεις δὲ τρόπῳ τοιούτῳ· προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως πρὸς τὸν Θεόν, τὴν ἀπολογίαν αὐτοῦ δεχόμενος ἢ καὶ αὐτὸς διὰ ταύτης αὐτὸν θεραπεύων καὶ σεαυτὸν αἴτιον τοῦ πειρασμοῦ λογιζόμενος καὶ μακροθυμῶν μέχρις οὗ παρέλθῃ τὸ νέφος.

ΚΓʹ. Μακρόθυμός ἐστιν ὁ τὸ τέλος ἐκδεχόμενος τοῦ πειρασμοῦ καὶ τὸ καύχημα τῆς καρτερίας ἀναμένων.

ΚΔʹ. Ἀνὴρ μακρόθυμος, πολὺς ἐν φρονήσει, ὅτι πάντα τὰ συμβαίνοντα ἐπὶ τὸ τέλος ἀναφέρει κἀκεῖνο περιμένων ἀνέχεται τῶν λυπηρῶν. Τὸ δὲ τέλος ἐστὶ ζωὴ αἰώνιος, κατὰ τὸν θεῖον Ἀπόστολον· αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.

ΚΕʹ. Μὴ εὔκολος ἔσο ἐπὶ ἀποβολῇ πνευματικῆς ἀγάπης, διότι ἄλλη σωτηρίας ὁδὸς οὐχ ὑπολέλειπται ἐν ἀνθρώποις.

Κϛʹ. Μὴ τὸν χθὲς πνευματικὸν ἀδελφὸν καὶ ἐνάρετον διὰ τὸ ἔν σοι σήμερον ἐξ ἐπηρείας τοῦ πονηροῦ ἐγγινόμενον μῖσος κρῖνε φαῦλον καὶ πονηρόν· ἀλλὰ διὰ τῆς μακροθυμούσης ἀγάπης τὰ χθεσινὰ καλὰ λογιζόμενος τὸ σήμερον μῖσος τῆς ψυχῆς ἀπόβαλλε.

ΚΖʹ. Μὴ ὃν ἐπῄνεις χθὲς ὡς καλὸν καὶ ἐνεκωμίαζες ὡς ἐνάρετον, σήμερον ὡς φαῦλον καὶ πονηρὸν κακολογήσῃς, διὰ τὴν σὴν ἐξ ἀγάπης εἰς μῖσος μεταβολὴν τὸν τοῦ ἀδελφοῦ ψόγον ἀπολογίαν τοῦ ἔν σοι πονηροῦ μίσους ποιούμενος· ἀλλὰ τοῖς αὐτοῖς ἐγκωμίοις ἐπίμεινον, κἆν ἔτι ὑπὸ τῆς λύπης κεκράτησαι, καὶ εἰς τὴν αὐτὴν σωτήριον ἀγάπην εὐχερῶς ἐπανέρχῃ.

ΚΗʹ. Μὴ τὸν συνήθη τοῦ ἀδελφοῦ ἔπαινον διὰ τὴν ἔτι ἔν σοι πρὸς αὐτὸν ὑπάρχουσαν κεκρυμμένην λύπην ἐν τῇ τῶν λοιπῶν ἀδελφῶν συντυχίᾳ νοθεύσῃς, συμπαραμίσγων τοῖς λόγοις λεληθότως τὸν ψόγον· ἀλλὰ καθαρῷ τῷ ἐπαίνῳ ἐν τῇ συντυχίᾳ χρῆσαι καὶ γνησίως ὑπὲρ αὐτοῦ ὡς ὑπὲρ σαυτοῦ προσεύχου καὶ τοῦ ὀλεθρίου μίσους τάχιστα ἀπαλλάττῃ.

ΚΘʹ. Μὴ εἴπῃς· οὐ μισῶ τὸν ἀδελφόν, τὴν μνήμην αὐτοῦ ἀποστρεφόμενος· ἀλλὰ ἄκουσον Μωϋσέως λέγοντος· Μὴ μισήσῃς τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν.