Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Τέταρτη Εκατοντάδα: Η εντολή της αγάπης, η καταλλαγή με τους αδελφούς και η αληθινή απάθεια

Η σωτηριολογική σημασία της αγάπης, οι οδηγίες για την ειλικρινή καταλλαγή, η εσωτερική εργασία των μοναχών και ο έλεγχος της αληθινής απαθείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 12 από 13

Λʹ. Κἂν ὁ ἀδελφὸς τυχὸν πειραζόμενος ἐπιμείνῃ κακολογῶν σε, ἀλλὰ σύ γε μὴ ἐξενεχθῇς τῆς ἀγαπητικῆς καταστάσεως, τοῦ αὐτοῦ πονηροῦ δαίμονος ἀνεχόμενος ἐνοχλοῦντος κατὰ διάνοιαν. Οὐκ ἐξενεχθήσῃ δὲ ταύτης, ἐὰν λοιδορούμενος εὐλογήσῃς, ἐὰν δυσφημούμενος εὐφημήσῃς, ἐὰν ἐπιβουλευόμενος εὐνοήσῃς· αὕτη ἐστὶν ἡ ὁδὸς τῆς κατὰ Χριστὸν φιλοσοφίας καὶ ὁ μὴ ταύτην ὁδεύων οὐ συναυλίζεται αὐτῷ.

ΛΑʹ. Μὴ ὡς εὐνοοῦντας λογίζου τοὺς λόγους σοι φέροντας λύπην ἔν σοι καὶ μῖσος πρὸς τὸν ἀδελφὸν ἐργαζομένους, κἂν ἀληθεύειν δοκῶσιν· ἀλλ᾽ ὡς θανατοῦντας ὄφεις τοὺς τοιούτους ἀποστρέφου, ἵνα κἀκείνους τοῦ κακολογεῖν ἀνακόψῃς καὶ τὴν σεαυτοῦ ψυχὴν πονηρίας ἀπαλλάξῃς.

ΛΒʹ. Μὴ λόγοις δι᾽ αἰνιγμάτων τὸν ἀδελφὸν κεντήσῃς, ἵνα μὴ τὰ ὅμοια παρ᾽ αὐτοῦ ἀντιδεχόμενος τὴν τῆς ἀγάπης διάθεσιν ἐξ ἀμφοτέρων ἀπελάσῃς· ἀλλὰ μετὰ παρρησίας ἀγαπητικῆς ὕπαγε ἔλεγξον αὐτόν, ἵνα τὰς αἰτίας τῆς λύπης λύσας ταραχῆς καὶ λύπης ἀμφοτέρους ἀπαλλάξῃς.

ΛΓʹ. Ἐρεύνησον τὴν συνείδησιν μετὰ πάσης ἀκριβείας, μήποτε τῇ σῇ αἰτίᾳ ὁ ἀδελφὸς οὐ διηλλάγη· καὶ μὴ παραλογίζου ταύτην τὰ κρυπτά σου γινώσκουσαν καὶ κατηγοροῦσάν σου ἐν τῷ καιρῷ τῆς ἐξόδου καὶ ἐν καιρῷ δὲ προσευχῆς πρόσκομμά σοι γινομένην.

ΛΔʹ. Μὴ μνημόνευε ἐν τῷ καιρῷ τῆς εἰρήνης τῶν ἐν τῷ καιρῷ τῆς λύπης ὑπὸ τοῦ ἀδελφοῦ λεχθέντων, κἄν τε κατὰ πρόσωπον τὰ λυπηρὰ ἐρρέθῃ κἄν τε πρὸς ἄλλον περί σου καὶ μετὰ ταῦτα ἤκουσας· ἵνα μὴ τῶν λογισμῶν τῆς μνησικακίας ἀνεχόμενος εἰς τὸ ὀλέθριον μῖσος τοῦ ἀδελφοῦ ὑποστρέψῃς.

ΛΕʹ. Οὐ δύναται ψυχὴ λογικὴ πρὸς ἄνθρωπον μῖσος τρέφουσα πρὸς τὸν Θεὸν εἰρηνεῦσαι, τὸν τῶν ἐντολῶν δοτῆρα. Ἐὰν γάρ, φησί, μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν. Εἰ δὲ ἐκεῖνος εἰρηνεύειν οὐ θέλει, ἀλλὰ σύ γε σεαυτὸν ἀπὸ μίσους φύλαξον, προσευχόμενος ὑπὲρ αὐτοῦ γνησίως καὶ μὴ κακολογῶν αὐτὸν πρός τινα.

Λϛʹ. Ἡ τῶν ἁγίων ἀγγέλων ἄφραστος εἰρήνη ταῖς δυσὶ ταύταις κεκράτηται διαθέσεσι· τῇ τε πρὸς τὸν Θεὸν καὶ τῇ πρὸς ἀλλήλους ἀγάπῃ· ὁμοίως δὲ καὶ πάντων τῶν ἀπ᾽ αἰῶνος ἁγίων. Παγκάλως οὖν εἴρηται ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ὅτι ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.

ΛΖʹ. Μὴ ἔσο αὐτάρεσκος καὶ οὐκ ἔσῃ μισάδελφος· καὶ μὴ ἔσο φίλαυτος καὶ ἔσῃ φιλόθεος.

ΛΗʹ. Πνευματικοῖς ἀδελφοῖς συζῆσαι προῃρημένος, τοῖς σοῖς θελήμασιν ἀπὸ θυρῶν ἀπόταξαι· οὐ μὴ γὰρ ἑτέρῳ τρόπῳ εἰρηνεῦσαι δυνήσῃ οὔτε πρὸς τὸν Θεὸν οὔτε πρὸς τοὺς συζῶντας.

ΛΘʹ. Ὁ τελείαν ἀγάπην κτήσασθαι δυνηθεὶς καὶ ὅλον τὸν βίον αὐτοῦ πρὸς ταύτην ῥυθμίσας, οὗτος λέγει Κύριον Ἰησοῦν ἐν πνεύματι ἁγίῳ· καὶ ἐκ τοῦ ἐναντίου, τὰ ἐναντία δηλονότι.

Μʹ. Ἡ μὲν εἰς Θεὸν ἀγάπη εἰς τὴν θείαν ὁμιλίαν ἀεὶ φιλεῖ πτερῶσαι τὸν νοῦν· ἡ δὲ εἰς τὸν πλησίον ἀεὶ καλὰ λογίζεσθαι περὶ αὐτοῦ παρασκευάζει.

ΜΑʹ. Τοῦ ἔτι δόξαν ἀγαπῶντος κενὴν ἤ τινι τῶν ὑλικῶν πραγμάτων προσκειμένου ἐστὶ τὸ πρὸς ἀνθρώπους λυπεῖσθαι διὰ πρόσκαιρα ἢ μνησικακεῖν αὐτοῖς ἢ μῖσος ἔχειν πρὸς αὐτοὺς ἢ λογισμοῖς δουλεύειν αἰσχροῖς· τῆς δὲ φιλοθέου ψυχῆς πάντῃ ταῦτα ἀλλότρια.

ΜΒʹ. Ὅταν μηδὲν εἴπῃς μηδὲ πράξῃς αἰσχρὸν κατὰ διάνοιαν καὶ ὅταν τῷ ζημιώσαντι ἢ κακολογήσαντι μὴ μνησικάκῃς καὶ ὅταν ἐν τῷ καιρῷ τῆς προσευχῆς ἄϋλον καὶ ἀνείδεον ἀεὶ ἔχῃς τὸν νοῦν, τότε γνῶθι ὅτι ἔφθασας εἰς τὸ μέτρον τῆς ἀπαθείας καὶ τῆς τελείας ἀγάπης.

ΜΓʹ. Οὐ μικρὸς ἀγὼν κενοδοξίας ἀπαλλαγῆναι· ἀπαλλάττεται δέ τις διὰ κρυπτῆς τῶν ἀρετῶν ἐργασίας καὶ συχνοτέρας προσευχῆς. Σημεῖον δὲ τῆς ἀπαλλαγῆς, τὸ μηκέτι μνησικακεῖν τῷ κακολογήσαντι ἢ κακολογοῦντι.

ΜΔʹ. Εἰ θέλεις εἶναι δίκαιος, ἀπόνεμε ἑκάστῳ τῶν ἔν σοι μερῶν τὰ κατ᾽ ἀξίαν· ψυχῇ λέγω καὶ σώματι. Καὶ τῷ μὲν λογιστικῷ τῆς ψυχῆς, ἀναγνώσματα καὶ θεωρήματα πνευματικὰ καὶ προσευχήν· τῷ δὲ θυμικῷ, ἀγάπην πνευματικὴν τὴν τῷ μίσει ἀντικειμένην· τῷ δὲ ἐπιθυμητικῷ, σωφροσύνην καὶ ἐγκράτειαν· τῷ δὲ σαρκίῳ, διατροφὴν καὶ σκεπάσματα, τὰ μόνα ἀναγκαιότατα.

ΜΕʹ. Κατὰ φύσιν ὁ νοῦς ἐνεργεῖ, ὅταν τὰ πάθη ἔχῃ ὑποτεταγμένα καὶ τοὺς λόγους τῶν ὄντων θεωρῇ καὶ πρὸς τὸν Θεὸν διάγῃ.

Μϛʹ. Ὥσπερ ὑγίεια καὶ νόσος πρὸς τὸ σῶμα θεωρεῖται τοῦ ζώου καὶ φῶς καὶ σκότος πρὸς τὸν ὀφθαλμόν, οὕτως ἀρετὴ καὶ κακία πρὸς τὴν ψυχὴν καὶ γνῶσις καὶ ἀγνωσία πρὸς τὸν νοῦν.

ΜΖʹ. Ἐν τοῖς τρισὶ τούτοις ὁ χριστιανὸς φιλοσοφεῖ· ἐν ταῖς ἐντολαῖς, ἐν τοῖς δόγμασι καὶ ἐν τῇ πίστει. Καὶ αἱ μὲν ἐντολαὶ τῶν παθῶν τὸν νοῦν χωρίζουσι· τὰ δὲ δόγματα εἰς τὴν γνῶσιν τῶν ὄντων αὐτὸν εἰσάγουσιν· ἡ δὲ πίστις, εἰς τὴν θεωρίαν τῆς ἁγίας Τριάδος.

ΜΗʹ. Οἱ μὲν τῶν ἀγωνιζομένων ἀποκρούονται μόνον τοὺς ἐμπαθεῖς λογισμούς· οἱ δὲ καὶ αὐτὰ τὰ πάθη περικόπτουσι. Καὶ ἀποκρούεται μέν τις, οἷον ἢ ψαλμῳδίᾳ ἢ προσευχῇ ἢ μετεωρισμῷ ἢ ἄλλῳ τινὶ τοπικῷ περισπασμῷ· ἐκκόπτει δὲ τὰ πάθη τῶν πραγμάτων ἐκείνων περιφρονῶν πρὸς ἅπερ αὐτὰ κέκτηται.

ΜΘʹ. Πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα πράγματά εἰσι ταῦτα, οἷον γυνή, χρήματα, δόξα καὶ τὰ ἑξῆς. Καὶ τῆς μὲν γυναικὸς τότε δύναταί τις περιφρονεῖν, ὅτε καὶ μετὰ τὴν ἀναχώρησιν τὸ σῶμα ὡς δεῖ δι᾽ ἐγκρατείας μαραίνει· τῶν δὲ χρημάτων, ὅτε πείθει τὸν λογισμὸν ἐν παντὶ τῇ αὐταρκείᾳ στοιχῆσαι· τῆς δὲ δόξης, ὅτε τὴν κρυπτὴν ἀγαπήσει τῶν ἀρετῶν ἐργασίαν καὶ Θεῷ μόνῳ φαινομένην· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Ὁ δὲ τούτων περιφρονῶν οὐδὲ εἰς μῖσός τινος ἔρχεταί ποτε.

Νʹ. Ὁ μὲν τοῖς πράγμασιν ἀποταξάμενος, οἷον τῇ γυναικὶ καὶ τοῖς χρήμασι καὶ τοῖς ἑξῆς, τὸν ἔξω ἄνθρωπον ἐποίησε μοναχόν, οὔπω δὲ καὶ τὸν ἔσω. Ὁ δὲ τοῖς τούτων ἐμπαθέσι νοήμασι, τὸν ἔσω ἄνθρωπον, ὅ ἐστιν ὁ νοῦς. Καὶ τὸν μὲν ἔξω ἄνθρωπον εὐκόλως τις ποιεῖ μοναχόν, μόνον ἐὰν θελήσῃ· οὐκ ὀλίγος δὲ ἀγὼν τὸν ἔσω ἄνθρωπον ποιῆσαι μοναχόν.

ΝΑʹ. Τίς ἄρα ἐστὶν ἐν τῇ γενεᾷ ταύτῃ ὁ παντάπασιν ἀπαλλαγεὶς ἐμπαθῶν νοημάτων καὶ τῆς καθαρᾶς καὶ ἀΰλου καταξιωθεὶς προσευχῆς, ὅπερ ἐστὶ σημεῖον τοῦ ἔνδον μοναχοῦ;

ΝΒʹ. Πολλὰ πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται· τότε δὲ ἐλέγχονται, ὅταν τὰ πράγματα ἀναφαίνωνται.

ΝΓʹ. Δύναταί τις μὴ ὀχλεῖσθαι ὑπὸ τῶν παθῶν ἐν τῇ τῶν πραγμάτων ἀπουσίᾳ, μερικῆς τυχὼν ἀπαθείας· ἐὰν δὲ ἀναφανῶσι τὰ πράγματα, εὐθὺς τὰ πάθη τὸν νοῦν περισπῶσι.

ΝΔʹ. Μὴ νόμιζε τελείαν ἔχειν ἀπάθειαν, τοῦ πράγματος μὴ παρόντος. Ὅταν δὲ ἀναφανῇ καὶ μείνῃς ἀκίνητος πρός τε τὸ πρᾶγμα καὶ τὴν μετὰ ταῦτα μνήμην αὐτοῦ, τότε γνῶθι σεαυτὸν τῶν ὅρων αὐτῆς ἐπιβεβηκέναι. Πλὴν μηδὲ οὕτω καταφρονήσῃς, διότι ἀρετὴ μὲν χρονίζουσα νεκροῖ τὰ πάθη, ἀμελουμένη δὲ πάλιν ἐγείρει αὐτά.

ΝΕʹ. Ὁ ἀγαπῶν τὸν Χριστόν, πάντως καὶ μιμεῖται αὐτὸν κατὰ δύναμιν. Οἷον ὁ Χριστὸς τοὺς ἀνθρώπους εὐεργετῶν οὐκ ἐπαύσατο καὶ ἀχαριστούμενος καὶ βλασφημούμενος ἐμακροθύμει καὶ τυπτόμενος ὑπ᾽ αὐτῶν καὶ φονευόμενος ὑπέμενε, μηδενὶ τὸ σύνολον τὸ κακὸν λογιζόμενος. Ταῦτα δὲ τὰ τρία εἰσὶ τὰ ἔργα τῆς εἰς τὸν πλησίον ἀγάπης, ὧν χωρὶς ὁ λέγων ἀγαπᾶν τὸν Χριστὸν ἢ τῆς βασιλείας αὐτοῦ τυχεῖν ἑαυτὸν ἀπατᾷ· Οὐ γὰρ ὁ λέγων μοι, φησί, Κύριε Κύριε, οὗτος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ πάλιν· Ὁ ἀγαπῶν ἐμὲ τὰς ἐντολάς μου τηρήσει· καὶ τὰ ἑξῆς.

Νϛʹ. Ἅπας ὁ σκοπὸς τῶν ἐντολῶν τοῦ Σωτῆρος, ἵνα ἀκρασίας καὶ μίσους τὸν νοῦν ἐλευθερώσῃ καὶ εἰς τὴν αὐτοῦ ἀγάπην καὶ τοῦ πλησίον ἀγάγῃ, ἐξ ὧν τίκτεται τὸ φέγγος τῆς κατ᾽ ἐνέργειαν ἁγίας γνώσεως.

ΝΖʹ. Μερικῆς γνώσεως παρὰ τοῦ Θεοῦ καταξιωθείς, μὴ ἀμέλει ἀγάπης καὶ ἐγκρατείας· αὗται γὰρ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσαι τὴν ἐπὶ τὴν γνῶσιν ὁδὸν ἀεί σοι εὐτρεπίζουσιν.

ΝΗʹ. Ὁδὸς ἐπὶ τὴν γνῶσίν ἐστιν ἀπάθεια καὶ ταπείνωσις, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.

ΝΘʹ. Ἐπειδὴ ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ, σύζευξον τῇ γνώσει τὴν ἀγάπην καὶ ἔσῃ ἄτυφος καὶ πνευματικὸς οἰκοδόμος καὶ σεαυτὸν οἰκοδομῶν καὶ πάντας τοὺς ἐγγίζοντάς σοι.

Ξʹ. Ἐντεῦθεν ἡ ἀγάπη οἰκοδομεῖ, ἐπειδὴ οὐδὲ φθονεῖ οὐδὲ πρὸς τοὺς φθονοῦντας πικραίνεται οὐδὲ τὸ φθονούμενον δημοσιεύει ἐπιδεικτικῶς οὐδὲ λογίζεται ἑαυτὸν ἤδη κατειληφέναι καὶ ὧν δὲ οὐκ οἶδεν ὁμολογεῖ ἀνερυθριάστως τὴν ἄγνοιαν· οὕτως οὖν τὸν νοῦν ἄτυφον ἀπεργάζεται καὶ προκόπτειν εἰς τὴν γνῶσιν ἀεὶ παρασκευάζει.

ΞΑʹ. Πέφυκέ πως παρέπεσθαι τῇ γνώσει οἴησις καὶ φθόνος, ἐν προοιμίοις μάλιστα· καὶ ἡ μὲν οἴησις, ἔνδοθεν μόνον· ὁ δὲ φθόνος, καὶ ἔνδοθεν καὶ ἔξωθεν· καὶ ἔνδοθεν μέν, πρὸς τοὺς ἔχοντας γνῶσιν· ἔξωθεν δέ, ἀπὸ τῶν ἐχόντων. Ἡ οὖν ἀγάπη τὰ τρία ἀνατρέπει· τὴν μὲν οἴησιν, ἐπειδὴ οὐ φυσιοῦται· τὸν δὲ ἔνδοθεν φθόνον, ἐπειδὴ οὐ ζηλοῖ· τὸν δὲ ἔξωθεν, ἐπειδὴ μακροθυμεῖ καὶ χρηστεύεται. Ἀνάγκη οὖν τὸν ἔχοντα γνῶσιν προσλαβέσθαι καὶ τὴν ἀγάπην, ἵνα ἄτρωτον τὸν νοῦν ἐν παντὶ διαφυλάττῃ.

ΞΒʹ. Ὁ τοῦ χαρίσματος τῆς γνώσεως καταξιωθεὶς καὶ λύπην ἢ μνησικακίαν ἢ μῖσος πρὸς ἄνθρωπον ἔχων, ὅμοιός ἐστι τοῦ ἀκάνθαις καὶ τριβόλοις τοὺς ὀφθαλμοὺς κατακεντοῦντος. Διὸ ἀναγκαίως δέεται ἡ γνῶσις τῆς ἀγάπης.