Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Τέταρτη Εκατοντάδα: Η χάρις του Αγίου Πνεύματος, η μίμηση του Χριστού και η πλήρης ένωση με τον Θεό

Η αποκάλυψη των χαρισμάτων του Πνεύματος, η διατήρηση του νοερού φωτός, η υπομονή στους πειρασμούς και η τέλεια φιλία με τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 13 από 13

ΞΓʹ. Μὴ ὅλην τὴν σχολήν σου περὶ τὴν σάρκα ἔχε, ἀλλὰ ὅρισον αὐτῇ τὴν κατὰ δύναμιν ἄσκησιν καὶ ὅλον τὸν νοῦν σου περὶ τὰ ἔνδον τρέψον· Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ἐστὶν ὠφέλιμος· καὶ τὰ ἑξῆς.

ΞΔʹ. Ὁ ἀδιαλείπτως περὶ τὰ ἔνδον τὰς διατριβὰς ποιούμενος σωφρονεῖ, μακροθυμεῖ, χρηστεύεται, ταπεινοφρονεῖ· οὐ μόνον, ἀλλὰ καὶ θεωρεῖ καὶ θεολογεῖ καὶ προσεύχεται· καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ Ἀπόστολος· Πνεύματι περιπατεῖτε, καὶ τὰ ἑξῆς.

ΞΕʹ. Ὁ τὴν πνευματικὴν ὁδὸν ὁδεύειν μὴ ἐπιστάμενος, τῶν ἐμπαθῶν νοημάτων οὐ ποιεῖται φροντίδα, ἀλλ᾽ ὅλην τὴν σχολὴν περὶ τὴν σάρκα ἔχει καὶ ἢ γαστριμαργεῖ καὶ ἀκολασταίνει, λυπεῖταί τε καὶ ὀργίζεται καὶ μνησικακεῖ καὶ ἐντεῦθεν τὸν νοῦν σκοτίζει ἢ ἀμέτρως τῇ ἀσκήσει κέχρηται καὶ θολοῖ τὴν διάνοιαν.

Ξϛʹ. Οὐδὲν τῶν ἐκ Θεοῦ εἰς χρῆσιν ἡμῖν δοθέντων ἀναιρεῖ ἡ Γραφή, ἀλλὰ τὴν ἀμετρίαν κολάζει καὶ τὴν ἀλογιστίαν διορθοῦται. Οἷον οὐ κωλύει ἐσθίειν οὐδὲ παιδοποιεῖν οὐδὲ χρήματα ἔχειν καὶ ὀρθῶς διοικεῖν, ἀλλὰ κωλύει γαστριμαργεῖν, πορνεύειν καὶ τὰ ἑξῆς· ἀλλ᾽ οὐδὲ τὸ νοεῖν ταῦτα κωλύει· διὰ τοῦτο γὰρ καὶ γεγόνασιν· ἀλλὰ τὸ ἐμπαθῶς νοεῖν.

ΞΖʹ. Τὰ μὲν τῶν ὑφ᾽ ἡμῶν κατὰ Θεὸν πραττομένων κατ᾽ ἐντολὴν πράττεται· τὰ δὲ οὐ κατ᾽ ἐντολήν, ἀλλ᾽ ὡς ἄν τις εἴποι, καθ᾽ ἑκούσιον προσφοράν. Οἷον κατ᾽ ἐντολὴν μέν, τὸ ἀγαπᾶν τὸν Θεὸν καὶ τὸν πλησίον, τὸ ἀγαπᾶν τοὺς ἐχθρούς, τὸ μὴ μοιχεύειν, μὴ φονεύειν καὶ τὰ λοιπά· ἅτινα καὶ παραβαίνοντες κατακρινόμεθα. Οὐ κατ᾽ ἐντολὴν δέ, τὸ παρθενεύειν, ἡ ἀγαμία, ἡ ἀκτημοσύνη, ἡ ἀναχώρησις καὶ τὰ ἑξῆς· ταῦτα δώρων λόγον ἐπέχουσι, ἵνα ἐάν τινας τῶν ἐντολῶν κατορθῶσαι ἐξ ἀσθενείας μὴ δυνηθῶμεν, διὰ τῶν δώρων τὸν ἀγαθὸν ἡμῶν ἐξιλεωσώμεθα Δεσπότην.

ΞΗʹ. Ὁ τὴν ἀγαμίαν τιμῶν ἢ παρθενίαν ἀναγκαίως ὀφείλει ἔχειν τὴν ὀσφῦν περιεζωσμένην καὶ τὸν λύχνον καιόμενον· τὴν μὲν ὀσφῦν δι᾽ ἐγκρατείας, τὸν δὲ λύχνον διὰ προσευχῆς καὶ θεωρίας καὶ ἀγάπης πνευματικῆς.

ΞΘʹ. Τινὲς τῶν ἀδελφῶν ἐκτὸς ἑαυτοὺς εἶναι νομίζουσι τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων· οὐ γὰρ ἴσασι διὰ τὴν ἀμέλειαν τῆς τῶν ἐντολῶν ἐργασίας ὅτι ὁ τὴν εἰς Χριστὸν πίστιν ἀνόθευτον ἔχων πάντα τὰ θεῖα χαρίσματα συλλήβδην ἔχει ἐν ἑαυτῷ. Ἐπειδὴ γὰρ τῆς εἰς αὐτὸν κατ᾽ ἐνέργειαν ἀγάπης διὰ τὴν ἀργίαν μακράν ἐσμεν, τῆς δεικνυούσης ἡμῖν τοὺς ἐν ἡμῖν θείους θησαυρούς, εἰκότως ἐκτὸς ἑαυτοὺς τῶν θείων νομίζομεν χαρισμάτων.

Οʹ. Εἰ ὁ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖ διὰ τῆς πίστεως, κατὰ τὸν θεῖον Ἀπόστολον, πάντες δὲ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν αὐτῷ εἰσιν ἀπόκρυφοι· πάντες ἄρα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν ταῖς καρδίαις ἡμῶν εἰσιν ἀπόκρυφοι· φανεροῦνται δὲ τῇ καρδίᾳ κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου διὰ τῶν ἐντολῶν καθάρσεως.

ΟΑʹ. Οὗτός ἐστιν ὁ θησαυρὸς ὁ ἐν τῷ ἀγρῷ κεκρυμμένος τῆς καρδίας σου, ὃν οὔπω εὗρες διὰ τὴν ἀργίαν· εἰ γὰρ εὗρες, ἄρα ἂν πέπρακας πάντα καὶ ἐκτήσω τὸν ἀγρὸν τοῦτον. Νῦν δὲ τὸν ἀγρὸν ἀφεὶς τὰ περὶ τὸν ἀγρὸν περιέπεις, ἐν οἷς οὐδὲν ἄλλο εὑρίσκεται πλὴν ἀκανθῶν καὶ τριβόλων.

ΟΒʹ. Διὰ τοῦτο λέγει ὁ Σωτήρ· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· ἐπειδὴ αὐτὸς ἐν τῇ καρδίᾳ κέκρυπται τῶν εἰς αὐτὸν πιστευόντων. Τότε δὲ ὄψονται αὐτὸν καὶ τοὺς ἐν αὐτῷ θησαυρούς, ὅτε δι᾽ ἀγάπης καὶ ἐγκρατείας ἑαυτοὺς καθαίρουσι καὶ τοσούτῳ πλέον ὅσῳ τὴν κάθαρσιν ἐπιτείνουσι.

ΟΓʹ. Διὰ τοῦτο πάλιν λέγει· Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην καὶ ἰδοὺ πάντα ὑμῖν καθαρὰ ἔσται· ὡς μηκέτι τοῖς περὶ τὸ σῶμα σχολαζόντων πράγμασιν, ἀλλὰ τὸν νοῦν καθαίρειν σπευδόντων ἀπὸ μίσους καὶ ἀκρασίας, ὃν καρδίαν ὀνομάζει ὁ Κύριος. Ταῦτα γὰρ τὸν νοῦν ῥυποῦντα οὐκ ἐῶσι βλέπειν τὸν ἐν αὐτῷ κατοικοῦντα Κύριον διὰ τῆς χάριτος τοῦ ἁγίου βαπτίσματος.

ΟΔʹ. Ὁδοὺς ἡ Γραφὴ τὰς ἀρετὰς ὀνομάζει· μείζων δὲ πασῶν τῶν ἀρετῶν ἡ ἀγάπη καθέστηκε. Διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· ὡς καταφρονεῖν πείθουσαν τῶν ὑλικῶν πραγμάτων καὶ μηδὲν τῶν προσκαίρων προτιμᾶν τῶν αἰωνίων.

ΟΕʹ. Ἡ εἰς Θεὸν ἀγάπη ἀνθίσταται τῇ ἐπιθυμίᾳ· πείθει γὰρ τὸν νοῦν ἐγκρατεύεσθαι ἀπὸ τῶν ἡδονῶν. Ἡ δὲ εἰς τὸν πλησίον ἀνθίσταται τῷ θυμῷ· ποιεῖ γὰρ καταφρονεῖν δόξης καὶ χρημάτων. Καὶ ταῦτά εἰσι τὰ δύο δηνάρια, ἅπερ ὁ Σωτὴρ δέδωκε τῷ πανδοχεῖ, ἵνα σου ἐπιμέλειαν ποιήσηται. Ἀλλὰ μὴ φανῇς ἀγνώμων τοῖς λῃσταῖς συνδυάζων, μή ποτε πάλιν πληγῇς καὶ οὐκ ἔτι ἡμιθανής, ἀλλὰ νεκρὸς εὑρεθήσῃ.

Οϛʹ. Κάθαιρε τὸν νοῦν σου ἀπὸ ὀργῆς καὶ μνησικακίας καὶ τῶν αἰσχρῶν λογισμῶν καὶ τότε δυνήσῃ γνῶναι τὴν τοῦ Χριστοῦ ἐνοίκησιν.

ΟΖʹ. Τίς σε ἐφώτισεν εἰς τὴν πίστιν τῆς ἁγίας καὶ προσκυνητῆς καὶ ὁμοουσίου Τριάδος; Ἢ τίς σοι ἐγνώρισε τὴν ἔνσαρκον οἰκονομίαν τοῦ ἑνὸς τῆς ἁγίας Τρίαδος; Τίς δέ σε ἐδίδαξε τοὺς περὶ ἀσωμάτων λόγους ἢ τοὺς περὶ γενέσεως καὶ συντελείας τοῦ ὁρωμένου κόσμου ἢ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς ἢ περὶ τῆς δόξης τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῆς φοβερᾶς κρίσεως; Οὐχὶ ἡ χάρις τοῦ Χριστοῦ ἡ ἐνοικοῦσα ἔν σοι, ἥτις ἐστὶν ὁ ἀρραβὼν τοῦ ἁγίου Πνεύματος; Τί μεῖζον ταύτης τῆς χάριτος ἢ τί κρεῖττον ταύτης τῆς σοφίας καὶ τῆς γνώσεως; Ἢ τί τούτων τῶν ἐπαγγελιῶν ὑψηλότερον;

Εἰ δέ ἐσμεν ἀργοὶ καὶ ἀμελεῖς καὶ μὴ καθαίρομεν ἑαυτοὺς τῶν μολυνόντων ἡμᾶς καὶ τὸν νοῦν ἡμῶν ἐκτυφλούντων παθῶν, ὥστε δυνηθῆναι τρανότερον τοῦ ἡλίου τοὺς περὶ τούτων λόγους ὁρᾶν, ἑαυτοὺς αἰτιασώμεθα καὶ μὴ τὴν τῆς χάριτος ἐνοίκησιν ἀρνησώμεθα.

ΟΗʹ. Ὁ ἐπαγγειλάμενός σοι ὁ Θεὸς τὰ αἰώνια ἀγαθὰ καὶ τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ δεδοκὼς ἐνετείλατό σοι ἐπιμελεῖσθαί σου τοῦ βίου, ἵνα ὁ ἔσω ἄνθρωπος τῶν παθῶν ἐλευθερωθεὶς ἄρξηται ἀπεντεῦθεν τῆς τῶν ἀγαθῶν ἀπολαύσεως.

ΟΘʹ. Τῶν θείων καὶ ὑψηλῶν καταξιωθεὶς θεωρημάτων, σφόδρα ἐπιμελοῦ ἀγάπης καὶ ἐγκρατείας, ἵνα τὸ παθητικὸν ἀτάραχον διαφυλάττων ἀνέκλειπτον ἕξεις τὸ τῆς ψυχῆς σου φέγγος.

Πʹ. Τὸ θυμικὸν τῆς ψυχῆς ἀγάπῃ χαλίνωσον καὶ τὸ ἐπιθυμητικὸν αὐτῆς ἐγκρατείᾳ μάρανον καὶ τὸ λογιστικὸν αὐτῆς προσευχῇ πτέρωσον· καὶ τὸ φῶς τοῦ νοῦ οὐκ ἀμαυροῦταί ποτε.

ΠΑʹ. Τὰ τὴν ἀγάπην λύοντά εἰσι ταῦτα· οἷον ἀτιμία, ζημία, συκοφαντία ἢ εἰς πίστιν ἢ εἰς βίον, δαρμοί, πληγαὶ καὶ τὰ ἑξῆς· καὶ ταῦτα ἢ αὐτῷ συμβαίνοντα ἤ τινι τῶν αὐτοῦ ἢ συγγενῶν ἢ φίλων. Ὁ οὖν διά τι τούτων λύων τὴν ἀγάπην οὔπω ἔγνω τίς ὁ σκοπὸς τῶν τοῦ Χριστοῦ ἐντολῶν.

ΠΒʹ. Σπούδασον ὅσον δύνασαι πάντα ἄνθρωπον ἀγαπῆσαι· εἰ δὲ τοῦτο οὔπω δύνασαι, κἂν μηδένα μισήσῃς. Οὐ δύνασαι δὲ οὐδὲ τοῦτο ποιῆσαι, εἰ μὴ τῶν τοῦ κόσμου πραγμάτων καταφρονήσῃς.

ΠΓʹ. Ὁ δεῖνα ἐβλασφήμησε· μὴ μισήσῃς ἐκεῖνον, ἀλλὰ τὴν βλασφημίαν καὶ τὸν βλασφημεῖν παρασκευάσαντα δαίμονα. Εἰ δὲ τὸν βλασφημήσαντα μισεῖς, ἄνθρωπον ἐμίσησας καὶ τὴν ἐντολὴν παρέβης καὶ ὅπερ ἐκεῖνος τῷ λόγῳ ἐποίησε, ποιεῖς σὺ τῷ ἔργῳ. Εἰ δὲ τὴν ἐντολὴν φυλάττεις, τὰ τῆς ἀγάπης ἐπίδειξαι καὶ εἴ τι δύνασαι, βοήθησον, ἵνα τοῦ κακοῦ αὐτὸν ἀπαλλάξῃς.

ΠΔʹ. Οὐ θέλει σε ὁ Χριστὸς μῖσος ἔχειν πρὸς ἄνθρωπον ἢ λύπην ἢ ὀργὴν ἢ μνησικακίαν τὸ σύνολον καθ᾽ οἱονδήποτε τρόπον ἢ δι᾽ οἱονδήποτε πρᾶγμα πρόσκαιρον· καὶ τοῦτο πάντῃ βοῶσι τὰ τέσσαρα εὐαγγέλια.

ΠΕʹ. Πολλοί ἐσμεν οἱ λέγοντες, ὀλίγοι δὲ οἱ ποιοῦντες· ἀλλ᾽ οὖν τὸν λόγον τοῦ Θεοῦ οὐδεὶς ὤφειλε νοθεύειν διὰ τὴν ἰδίαν ἀμέλειαν, ἀλλ᾽ ὁμολογεῖν μὲν τὴν ἑαυτοῦ ἀσθένειαν, μὴ ἀποκρύπτειν δὲ τὴν τοῦ Θεοῦ ἀλήθειαν· ἵνα μὴ ὑπόδικοι γενώμεθα μετὰ τῆς τῶν ἐντολῶν παραβάσεως καὶ τῆς τοῦ Θεοῦ παρεξηγήσεως.

Πϛʹ. Ἀγάπη καὶ ἐγκράτεια παθῶν τὴν ψυχὴν ἐλευθεροῦσιν· ἀνάγνωσις καὶ θεωρία ἀγνοίας τὸν νοῦν ἀπαλλάττουσιν· ἡ δὲ τῆς προσευχῆς κατάστασις αὐτῷ παρίστησιν αὐτὸν τῷ Θεῷ.

ΠΖʹ. Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες τῶν πραγμάτων τοῦ κόσμου καταφρονοῦντας, ἵνα μὴ δι᾽ αὐτὰ τοὺς ἀνθρώπους μισήσωμεν καὶ τῆς ἀγάπης ἐκπέσωμεν, τότε συκοφαντίας καθ᾽ ἡμῶν ἐγείρουσιν, ἵνα τὴν λύπην μὴ φέροντες τοὺς συκοφαντήσαντας μισήσωμεν.

ΠΗʹ. Οὐκ ἔστι πόνος ψυχῆς βαρύτερος συκοφαντίας, κἄν τε εἰς πίστιν κἄν τε εἰς βίον τις συκοφαντῆται· καὶ οὐδεὶς ταύτην καταφρονεῖν δύναται, εἰ μὴ μόνος ὁ εἰς τὸν Θεὸν ἀποβλεπόμενος ὡς ἡ Σουσάννα, τὸν μόνον δυνάμενον καὶ ἐξ ἀναγκῶν ῥύσασθαι, ὥσπερ κἀκείνην, καὶ τοὺς ἀνθρώπους πληροφορῆσαι, ὡς καὶ περὶ ἐκείνης, καὶ τὴν ψυχὴν τῇ ἐλπίδι παραμυθήσασθαι.

ΠΘʹ. Ὅσον σὺ ἐκ ψυχῆς εὔχῃ ὑπὲρ τοῦ συκοφαντήσαντος, τοσοῦτον καὶ ὁ Θεὸς πληροφορεῖ τοὺς σκανδαλισθέντας. {ϙʹ.} Φύσει ἀγαθός, μόνος ὁ Θεός· καὶ γνώμῃ ἀγαθός, μόνος ὁ θεομίμητος· σκοπὸς γὰρ αὐτῷ ἐστι τῷ φύσει ἀγαθῷ τοὺς πονηροὺς συνάψαι, ἵνα γένωνται ἀγαθοί. Διὰ τοῦτο ὑπ᾽ αὐτῶν λοιδορούμενος εὐλογεῖ, διωκόμενος ἀνέχεται, βλασφημούμενος παρακαλεῖ, φονευόμενος ὑπερεύχεται· πάντα ποιεῖ, ἵνα τοῦ σκοποῦ τῆς ἀγάπης μὴ ἐκπέσῃ, ἥτις ἐστὶν αὐτὸς ὁ Θεὸς ἡμῶν.

ϙΑʹ. Αἱ μὲν ἐντολαὶ τοῦ Κυρίου διδάσκουσιν ἡμᾶς τοῖς μέσοις εὐλόγως χρήσασθαι πράγμασιν· ἡ δὲ εὔλογος τῶν μεσῶν χρῆσις τὴν τῆς ψυχῆς καθαίρει κατάστασιν· ἡ δὲ καθαρὰ κατάστασις τίκτει τὴν διάκρισιν· ἡ δὲ διάκρισις τίκτει τὴν ἀπάθειαν, ἐξ ἧς τίκτεται ἡ τελεία ἀγάπη.

ϙΒʹ. Οὔπω ἔχει ἀπάθειαν ὁ διὰ σύμβασιν πειρασμοῦ τὸ ἐλάττωμα τοῦ φίλου παραβλέπειν μὴ δυνάμενος ἢ ὂν τυχὸν ἢ εἶναι δοκοῦν. Τὰ γὰρ ἐγκείμενα τῇ ψυχῇ πάθη ἐκθαρασσόμενα ἐκτυφλοῖ τὴν διάνοιαν καὶ οὐκ ἐᾷ διαβλέψαι εἰς τὰς τῆς ἀληθείας αὐγὰς οὐδὲ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. Οὐκ ἄρα οὖν οὐδὲ τὴν τελείαν ἀγάπην ὁ τοιοῦτος ἐκτήσατο, τὴν ἔξω βάλλουσαν τὸν φόβον τῆς κρίσεως.

ϙΓʹ. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, ἐπειδὴ τὰς τοῦ φίλου συμφορὰς ἰδίας λογίζεται καὶ συνυποφέρει αὐτῷ μέχρι θανάτου κακοπαθῶν.

ϙΔʹ. Πολλοὶ μὲν οἱ φίλοι, ἀλλ᾽ ἐν καιρῷ εὐημερίας· ἐν δὲ καιρῷ πειρασμοῦ, μόλις κἂν ἕνα εὑρήσῃς.

ϙΕʹ. Πάντα μὲν ἄνθρωπον ἐκ ψυχῆς ἀγαπητέον· ἐπὶ τῷ Θεῷ δὲ μόνῳ τὴν ἐλπίδα θετέον καὶ ἐξ ὅλης ἰσχύος αὐτὸν θεραπευτέον. Ἐφ᾽ ὅσον μὲν γὰρ αὐτὸς ἡμᾶς συντηρεῖ, οἵ τε φίλοι πάντες ἡμᾶς περιέπουσι καὶ οἱ ἐχθροὶ πάντες πρὸς ἡμᾶς ἀδυνατοῦσιν· ἐπὰν δὲ αὐτὸς ἡμᾶς ἐγκαταλίπῃ, οἵ τε φίλοι πάντες ἡμᾶς ἀποστρέφονται καὶ οἱ ἐχθροὶ πάντες καθ᾽ ἡμῶν ἰσχύουσι. {ϙϛʹ.} Τέσσαρές εἰσι γενικοὶ ἐγκαταλείψεως τρόποι· ἡ μὲν οἰκονομική, ὡς ἐπὶ τοῦ Κυρίου, ἵνα διὰ τῆς δοκούσης ἐγκαταλείψεως οἱ ἐγπαταλελειμμένοι σωθῶσιν· ἡ δὲ πρὸς δοκιμήν, ὡς ἐπὶ τοῦ Ἰὼβ καὶ τοῦ Ἰωσήφ, ἵνα ὁ μὲν ἀνδρείας, ὁ δὲ σωφροσύνης στῆλαι ἀναφανῶσιν· ἡ δὲ πρὸς παίδευσιν πατρικήν, ὡς ἐπὶ τοῦ Ἀποστόλου, ἵνα ταπεινοφρονῶν τὴν ὑπερβολὴν φυλάξῃ τῆς χάριτος· ἡ δὲ κατὰ ἀποστροφήν, ὡς ἐπὶ τῶν Ἰουδαίων, ἵνα κολαζόμενοι πρὸς μετάνοιαν κατακαμφθῶσι. Σωτήριοι δὲ οἱ πάντες τρόποι ὑπάρχουσι καὶ τῆς θείας ἀγαθότητος καὶ σοφίας ἀνάμεστοι.

ϙΖʹ. Μόνοι οἱ ἀκριβεῖς τῶν ἐντολῶν φύλακες καὶ γνήσιοι τῶν θείων κριμάτων μύσται τοὺς κατὰ συγχώρησιν Θεοῦ πειραζομένους οὐκ ἐγκαταλιμπάνουσι φίλους. Οἱ δὲ τῶν ἐντολῶν καταφρονηταὶ καὶ τῶν θείων κριμάτων ἀμύητοι, ὅταν μὲν ὁ φίλος εὐημερῇ, συναπολαύουσιν αὐτῷ· ἐπὰν δὲ πειραζόμενος κακοπαθῇ, καταλιμπάνουσιν αὐτόν· ἔστι δὲ ὅτε καὶ μετὰ τῶν ἐναντίων ἵστανται.

ϙΗʹ. Οἱ μὲν τοῦ Χριστοῦ φίλοι πάντας ἀγαπῶσι γνησίως, οὐχ ὑπὸ πάντων δὲ ἀγαπῶνται· Οἱ δὲ τοῦ κόσμου φίλοι οὐδὲ πάντας ἀγαπῶσι οὐδὲ ὑπὸ πάντων ἀγαπῶνται. Καὶ οἱ μὲν Χριστοῦ μέχρι τέλους τὴν συνέχειαν τῆς ἀγάπης διατηροῦσιν· οἱ δὲ τοῦ κόσμου, μέχρις οὗ ἀλλήλοις διὰ τὰ τοῦ κόσμου προσκρούσωσι.

ϙΘʹ. Φίλος πιστός, σκέπη κραταιά, ἐπειδὴ καὶ εὐημεροῦντι τῷ φίλῳ σύμβουλός ἐστι ἀγαθὸς καὶ συνεργὸς σύμψυχος· καὶ κακοπαθοῦντι, ἀντιλήπτωρ γνησιώτατος καὶ ὑπέρμαχος συμπαθέστατος.

Ρʹ. Πολλοὶ μὲν πολλὰ περὶ ἀγάπης εἰρήκασιν, ἐν μόνοις δὲ τοῖς Χριστοῦ μαθηταῖς ταύτην ζητήσας εὑρήσεις, ἐπεὶ καὶ μόνοι αὐτὴν εἶχον τὴν ἀληθινὴν ἀγάπην τῆς ἀγάπης διδάσκαλον, περὶ ἧς ἔλεγον· Ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὁ οὖν κτησάμενος τὴν ἀγάπην, αὐτὸν τὸν Θεὸν ἐκτήσατο, ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστίν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΤΕΛΟΣ ΤΩΝ ΠΕΡΙ ΑΓΑΠΗΣ ΚΕΦΑΛΑΙΩΝ ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΕΚΑΤΟΝΤΑΔΟΣ