Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Πρώτη Εκατοντάδα: Η κάθαρση της ψυχής, η αποφυγή των παθών και η τέλεια αγάπη

Προσανατολισμός προς την απάθεια μέσω της άσκησης, η σημασία της καθαρής προσευχής και η προστασία του νου από την κενοδοξία, τον φθόνο και την ακηδία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 13

ΜΔʹ. Μὴ μολύνῃς τὴν σάρκα σου ἐν αἰσχραῖς πράξεσι καὶ μὴ μιάνῃς τὴν ψυχήν σου ἐν πονηροῖς λογισμοῖς· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἐπελεύσεται ἐπί σε τὴν ἀγάπην φέρουσα.

ΜΕʹ. Αἴκιζε τὴν σάρκα σου ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ σχόλασον ἀόκνως φαλμῳδίᾳ καὶ προσευχῇ· καὶ ὁ ἁγιασμὸς τῆς σωφροσύνης ἐπελεύσεται ἐπί σε τὴν ἀγάπην φέρων.

Μϛʹ. Ὁ τῆς θείας καταξιωθεὶς γνώσεως καὶ τὸν ταύτης φωτισμὸν διὰ τῆς ἀγάπης κτησάμενος, οὐ ῥιπισθήσεταί ποτε ὑπὸ τοῦ τῆς κενοδοξίας πνεύματος· ὁ δὲ ταύτης μήπω καταξιωθείς, εὐχερῶς ὑπ᾽ αὐτῆς περιφέρεται.

Ἐὰν οὖν ὁ τοιοῦτος ἐν πᾶσι τοῖς ὑπ᾽ αὐτοῦ πραττομένοις πρὸς τὸν Θεὸν ἀποβλέψῃ, ὡς δι᾽ αὐτὸν πάντα ποιῶν, ῥᾳδίως σὺν Θεῷ ἐκφεύξεται αὐτήν.

ΜΖʹ. Ὁ μήπω τυχὼν τῆς θείας γνώσεως τῆς δι᾽ ἀγάπης ἐνεργουμένης, μέγα φρονεῖ ἐπὶ τοῖς ὑπ᾽ αὐτοῦ κατὰ Θεὸν πραττομένοις. Ὁ δὲ ταύτης τυχεῖν καταξιωθείς, μετὰ διαθέσεως λέγει τὰ τοῦ πατριάρχου Ἀβραὰμ ῥήματα, ἅπερ ἡνίκα τῆς θείας κατηξιώθη ἐπιφανείας εἶπεν· Ἐγὼ εἰμὶ γῆ καὶ σποδός.

ΜΗʹ. Ὁ φοβούμενος τὸν Κύριον, συνόμιλον ἀεὶ ἔχει τὴν ταπεινοφροσύνην καὶ διὰ τῶν ταύτης ἐνθυμημάτων εἰς τὴν θείαν ἀγάπην καὶ εὐχαριστίαν ἔρχεται. Μνημονεύει γὰρ τῆς κατὰ τὸν κόσμον προτέρας διαγωγῆς καὶ τῶν ποικίλων παραπτωμάτων καὶ τῶν ἐκ νεότητος συμβάντων αὐτῷ πειρασμῶν, καὶ πῶς πάντων ἐκείνων ἐρρύσατο αὐτὸν ὁ Κύριος καὶ μετέστησεν ἀπὸ τῆς ἐμπαθοῦς ζωῆς εἰς τὸν κατὰ Θεὸν βίον. Καὶ σὺν τῷ φόβῳ προσλαμβάνεται καὶ τὴν ἀγάπην, εὐχαριστῶν ἀεὶ μετὰ ταπεινοφροσύνης πολλῆς τῷ εὐεργέτῃ καὶ κυβερνήτῃ τῆς ζωῆς ἡμῶν.

ΜΘʹ. Μὴ ῥυπώσῃς τὸν νοῦν σου λογισμῶν ἀνεχόμενος ἐπιθυμίας καὶ θυμοῦ, ἵνα μὴ τῆς καθαρᾶς προσευχῆς ἐκπεσῶν τῷ τῆς ἀκηδίας πνεύματι περιπέσῃς.

Νʹ. Τὸ τηνικαῦτα ὁ νοῦς τῆς πρὸς Θεὸν παρρησίας ἐκπίπτει, ὁπηνίκα πονηροῖς ἢ ῥυπαροῖς λογισμοῖς συνόμιλος γένηται.

ΝΑʹ. Ὁ μὲν ἄφρων ὑπὸ τῶν παθῶν ἀγόμενος, ὅτε μὲν ὑπὸ τοῦ θυμοῦ κινούμενος ἐκταράσσεται, φεύγειν ἀλογίστως τοὺς ἀδελφοὺς ἐπείγεται· ὅτε δὲ πάλιν ὑπὸ τῆς ἐπιθυμίας ἐκθερμαίνεται, μεταμελόμενος αὖθις προστρέχων ἀπαντᾶ. Ὁ δὲ φρόνιμος ἐπ᾽ ἀμφοτέρων τοὐναντίον ποιεῖ· ἐπὶ μὲν γὰρ τοῦ θυμοῦ, τὰς αἰτίας τῆς ταραχῆς ἐκκόψας, τῆς πρὸς τοὺς ἀδελφοὺς λύπης ἑαυτὸν ἀπαλλάττει· ἐπὶ δὲ τῆς ἐπιθυμίας, τῆς ἀλόγου ὁρμῆς καὶ συντυχίας ἐγκρατεύεται.

ΝΒʹ. Ἐν τῷ καιρῷ τῶν πειρασμῶν μὴ καταλίπῃς τὸ μοναστήριόν σου, ἀλλὰ φέρε γενναίως τὰ κύματα τῶν λογισμῶν καὶ μάλιστα τῶν τῆς λύπης καὶ τῆς ἀκηδίας. Οὕτω γὰρ οἰκονομικῶς διὰ τῶν θλίψεων δοκιμασθείς, ἕξεις βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα. Ἐὰν δὲ καταλιμπάνῃς, ἀδόκιμος καὶ ἄνανδρος καὶ ἄστατος εὑρεθήσῃ.

ΝΓʹ. Ἐὰν θέλῃς τῆς κατὰ Θεὸν ἀγάπης μὴ ἐκπεσεῖν, μήτε τὸν ἀδελφὸν ἀφῇς κοιμηθῆναι λυπούμενον κατά σου μήτε σὺ κοιμηθῇς λυπούμενος κατ᾽ αὐτοῦ· ἀλλ᾽ ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ ἐλθῶν πρόσφερε Χριστῷ καθαρῷ τῷ συνειδότι δι᾽ ἐκτενοῦς προσευχῆς τὸ δῶρον τῆς ἀγάπης.

ΝΔʹ. Εἰ ὁ πάντα τὰ χαρίσματα τοῦ Πνεύματος ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐδὲν ὠφελεῖται, κατὰ τὸν θεῖον Ἀπόστολον· πάσην ὀφείλομεν ἐνδείξασθαι σπουδήν, ἵνα ταύτην κτησώμεθα.

ΝΕʹ. Εἰ ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, ὁ φθονῶν τῷ ἀδελφῷ καὶ λυπούμενος τῇ εὐδοκιμήσει αὐτοῦ καὶ σκώμμασι χραίνων τὴν ὑπόληψιν αὐτοῦ ἢ ἔν τινι κακοηθείᾳ ἐπιβουλεύων αὐτῷ, πῶς οὐκ ἀλλότριον ἑαυτὸν τῆς ἀγάπης καθίστησι καὶ ἔνοχον τῆς αἰωνίου κρίσεως;

Νϛʹ. Εἰ πλήρωμα νόμου ἡ ἀγάπη, ὁ μνησικακῶν τῷ ἀδελφῷ καὶ δόλους κατ᾽ αὐτοῦ σκευάζων καὶ κατευχόμενος αὐτοῦ καὶ ἐπιχαίρων τῷ πτώματι αὐτοῦ, πῶς οὐ παράνομός ἐστι καὶ τῆς αἰωνίου κολάσεως ἄξιος;

ΝΖʹ. Εἰ ὁ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων ἀδελφόν, καταλαλεῖ νόμου καὶ κρίνει νόμον· ὁ δὲ νόμος τοῦ Χριστοῦ ἐστιν ἡ ἀγάπη· πῶς τῆς ἀγάπης τοῦ Χριστοῦ ὁ κατάλαλος οὐκ ἐκπίπτει καὶ αἴτιος ἑαυτῷ γίνεται κολάσεως αἰωνίου;

ΝΗʹ. Μὴ δῷς τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς θείας ἀγάπης καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς.

ΝΘʹ. Μὴ καταδέχου κατὰ τοῦ πατρός σου λοιδορίαν μηδὲ προθυμοποιήσῃς τὸν ἀτιμάζοντα αὐτόν, ἵνα μὴ ὀργισθῇ Κύριος ἐπὶ τοῖς ἔργοις σου καὶ ἐξολοθρεύσῃ σε ἐκ τῆς γῆς τῶν ζώντων.

Ξʹ. Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαίς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων κἀκεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων.

ΞΑʹ. Ἐγὼ δὲ λέγω ὑμῖν, φησὶν ὁ Κύριος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Διὰ τί ταῦτα προσέταξεν; Ἵνα σε μίσους καὶ λύπης καὶ ὀργῆς καὶ μνησικακίας ἐλευθερώσῃ καὶ τοῦ μεγίστου κτήματος τῆς τελείας ἀγάπης καταξιώσῃ· ἣν ἀμήχανον ἔχειν τὸν μὴ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντα κατὰ μίμησιν Θεοῦ, τοῦ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντος καὶ θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

ΞΒʹ. Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ τῷ ἀγγαρεύοντί σε μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο. Διὰ τί; Ἵνα σε ἀόργητον καὶ ἄλυπον διαφυλάξῃ κἀκεῖνον διὰ τῆς σῆς ἀνεξικακίας παιδεύσῃ καὶ ἀμφοτέρους ὡς ἀγαθὸς ὑπὸ τὸν ζυγὸν τῆς ἀγάπης ἀγάγῃ.

ΞΓʹ. Πρὸς ἅπερ πράγματά ποτε πεπόνθαμεν, τούτων καὶ τὰς φανθασίας ἐμπαθεῖς περιφέρομεν. Ὁ οὖν τὰς ἐμπαθεῖς νικῶν φαντασίας, καὶ τῶν πραγμάτων ὧν αἱ φαντασίαι πάντως καταφρονεῖ· ἐπειδὴ τοῦ πρὸς τὰ πράγματα πολέμου ὁ πρὸς τὰς μνήμας τοσοῦτόν ἐστι χαλεπώτερος, ὅσον τοῦ κατ᾽ ἐνέργειαν ἁμαρτάνειν τὸ κατὰ διάνοιάν ἐστιν εὐκοπώτερον.

ΞΔʹ. Τῶν παθῶν τὰ μέν ἐστι σωματικά, τὰ δὲ ψυχικά. Καὶ τὰ μὲν σωματικὰ ἐκ τοῦ σώματος ἔχει τὰς ἀφορμάς· τὰ δὲ ψυχικά, ἐκ τῶν ἔξωθεν πραγμάτων. Ἀμφότερα δὲ περικόπτει ἀγάπη καὶ ἐγκράτεια· ἡ μέν, τὰ ψυχικά· ἡ δέ, τὰ σωματικά.

ΞΕʹ. Τὰ μὲν τῶν παθῶν, θυμικοῦ· τὰ δὲ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τυγχάνει. Ἀμφότερα δὲ διὰ τῶν αἰσθήσεων κινεῖται· τότε δὲ κινεῖται, ὅτε ἀγάπης ἡ ψυχὴ καὶ ἐγκρατείας ἐκτὸς εὑρίσκεται.

Ξϛʹ. Δυσκαταγώνιστα μᾶλλον τὰ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς πάθη παρὰ τὰ τοῦ ἐπιθυμητικοῦ τυγχάνει· διὸ καὶ μεῖζον τὸ φάρμακον κατ᾽ αὐτοῦ ἡ ἐντολὴ τῆς ἀγάπης ὑπὸ τοῦ Κυρίου ἐδόθη.

ΞΖʹ. Πάντα τὰ ἄλλα πάθη ἢ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς ἢ τοῦ ἐπιθυμητικοῦ μόνον ἐφάπτεται ἢ καὶ τοῦ λογιστικοῦ, ὡς ἡ λήθη καὶ ἡ ἄγνοια· ἡ δὲ ἀκηδία, πασῶν τῶν τῆς ψυχῆς δυνάμεων ἐπιδραττομένη, πάντα σχεδὸν ὁμοθυμαδὸν κινεῖ τὰ πάθη· διὸ καὶ πάντων τῶν ἄλλων παθῶν ἐστι βαρύτατον.

Καλῶς οὗν ὁ Κύριος τὸ κατ᾽ αὐτῆς φάρμακον δεδωκώς· Ἐν τῇ ὑπομονῇ ὑμῶν, λέγει, κτήσασθε τὰς ψυχὰς ὑμῶν.

ΞΗʹ. Μὴ πλήξῃς ποτέ τινα τῶν ἀδελφῶν, παραλόγως μάλιστα, μήποτε μὴ φέρων τὴν θλίψιν ἀναχωρήσῃ καὶ οὐ μὴ ἐκφεύξῃ ποτὲ τὸν ἔλεγχον τοῦ συνειδότος, ἀεί σοι λύπην ἐν τῷ καιρῷ τῆς προσευχῆς προξενοῦντα καὶ τῆς θείας παρρησίας τὸν νοῦν ἀπελαύνοντα.

ΞΘʹ. Μὴ ἀνάσχῃ τῶν σκάνδαλά σοι φερουσῶν ὑπονοιῶν ἢ καὶ ἀνθρώπων κατά τινων· οἱ γὰρ παραδεχόμενοι σκάνδαλα ἐν οἵῳ δήποτε τρόπῳ τῶν κατὰ προαίρεσιν ἢ παρὰ προαίρεσιν συμβαινόντων, οὐκ ἴσασι τὴν ὁδὸν τῆς εἰρήνης, τὴν φέρουσαν διὰ τῆς ἀγάπης εἰς τὴν γνῶσιν τοῦ Θεοῦ τοὺς ταύτης ἐραστάς.

Οʹ. Οὔπω ἔχει τελείαν τὴν ἀγάπην ὁ ἔτι ταῖς γνώμαις τῶν ἀνθρώπων συνδιατιθέμενος, οἷον τὸν μὲν ἀγαπῶν, τὸν δὲ μισῶν διὰ τόδε ἢ τόδε· ἢ καὶ τὸν αὐτόν ποτε μὲν ἀγαπῶν, ποτὲ δὲ μισῶν διὰ τὰς αὐτὰς αἰτίας.

ΟΑʹ. Ἡ τελεία ἀγάπη οὐ συνδιασχίζει τὴν μίαν τῶν ἀνθρώπων φύσιν ταῖς διαφόροις αὐτῶν γνώμαις, ἀλλ᾽ εἰς αὐτὴν ἀεὶ ἀποβλεπομένη πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾷ· τοὺς μὲν σπουδαίους ὡς φίλους, τοὺς δὲ φαύλους ὡς ἐχθροὺς ἀγαπᾷ, εὐεργετοῦσα καὶ μακροθυμοῦσα καὶ ὑπομένουσα τὰ παρ᾽ αὐτῶν ἐπαγόμενα· τὸ κακὸν τὸ σύνολον μὴ λογιζομένη, ἀλλὰ καὶ πάσχουσα ὑπὲρ αὐτῶν, εἰ καιρὸς καλέσειεν, ἵνα καὶ αὐτοὺς ποιήσῃ φίλους, εἰ οἷόν τε· εἰ δὲ μή, τῆς γε ἰδίας διαθέσεως οὐκ ἐκπίπτει, τοῦς τῆς ἀγάπης καρποὺς ἀεὶ ἐξ ἴσου πρὸς πάντας ἀνθρώπους ἐνδεικνυμένη. Διὸ καὶ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, τὴν αὑτοῦ ἀγάπην εἰς ἡμᾶς ἐνδειξάμενος, ὑπὲρ ὅλης τῆς ἀνθρωπότητος ἔπαθεν καὶ πᾶσιν ἐξ ἴσου τὴν ἐλπίδα τῆς ἀναστάσεως ἐχαρίσατο· εἰ καὶ ἕκαστος ἑαυτὸν εἴτε δόξης εἴτε κολάσεως καθίστησιν ἄξιον.

ΟΒʹ. Ὁ μὴ καταφρονῶν δόξης καὶ ἀτιμίας, πλούτου καὶ πενίας, ἡδονῆς τε καὶ λύπης, τελείαν ἀγάπην οὔπω ἐκτήσατο· ἡ γὰρ τελεία ἀγάπη οὐ μόνον τούτων καταφρονεῖ, ἀλλὰ καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς καὶ τοῦ θανάτου.