Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης

Μάξιμος ὁ Ὁμολογητής

Πρώτη Εκατοντάδα: Η απάθεια του νου, η θεραπεία των δυνάμεων της ψυχής και η θεογνωσία

Η σύνδεση της πίστεως με την αγάπη, η νέκρωση του σαρκικού φρονήματος, τα είδη της θεωρίας και η ανύψωση στην αποφατική γνώση του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 13

ΟΓʹ. Ἄκουε τῶν καταξιωθέντων τῆς θελείας ἀγάπης ποῖα λέγουσι· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; Καθὼς γέγραπται, ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· καὶ ταῦτα μὲν περὶ τῆς εἰς Θεὸν ἀγάπης καὶ λέγοντες καὶ πράττοντές εἰσι πάντες οἱ ἅγιοι.

ΟΔʹ. Περὶ δὲ τῆς εἰς τὸν πλησίον ἀγάπης ἄκουε πάλιν οἷα λέγουσιν. Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι καὶ τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· ὅτι λύπη μοί ἐστι πολλὴ καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται· καὶ τὰ ἑξῆς. Ὡσαύτως καὶ ὁ Μωυσῆς καὶ οἱ λοιποὶ ἅγιοι.

ΟΕʹ. Ὁ μὴ καταφρονῶν δόξης καὶ ἡδονῆς καὶ τῆς τῶν τούτων αὐξητικῆς καὶ δι᾽ αὐτὰς συνισταμένης φιλαργυρίας, τὰς τοῦ θυμοῦ προφάσεις κόπτειν οὐ δύναται· ὁ δὲ ταύτας μὴ κόπτων, τῆς τελείας ἀγάπης τυχεῖν οὐ δύναται.

Οϛʹ. Ταπείνωσις καὶ κακοπάθεια πάσης ἁμαρτίας ἐλευθεροῦσι τὸν ἄνθρωπον· ἡ μέν, τὰ τῆς ψυχῆς· ἡ δέ, τὰ τοῦ σώματος περικόπτουσα πάθη. Τοῦτο γὰρ ποιῶν καὶ ὁ μακάριος Δαβὶδ φαίνεται, ἐν οἷς εὔχεται πρὸς τὸν Θεὸν λέγων· Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.

ΟΖʹ. Διὰ μὲν τῶν ἐντολῶν ὁ Κύριος ἀπαθεῖς τοὺς ἐργαζομένους αὐτὰς ἀποτελεῖ· διὰ δὲ τῶν θείων δογμάτων τὸν φωτισμὸν τῆς γνώσεως αὐτοῖς χαρίζεται.

ΟΗʹ. Πάντα τὰ δόγματα ἢ περὶ Θεοῦ εἰσιν ἢ περὶ ὁρατῶν καὶ ἀοράτων ἢ περὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως.

ΟΘʹ. Ἡ μὲν ἐλεημοσύνη τὸ θυμικὸν μέρος τῆς ψυχῆς θεραπεύει· ἡ δὲ νηστεία τὴν ἐπιθυμίαν μαραίνει· ἡ δὲ προσευχὴ τὸν νοῦν καθαίρει καὶ πρὸς τὴν τῶν ὄντων θεωρίαν παρασκευάζει. Πρὸς γὰρ τὰς δυνάμεις τῆς ψυχῆς καὶ τὰς ἐντολὰς ὁ Κύριος ἡμῖν ἐχαρίσατο.

Πʹ. Μάθετε ἀπ᾽ ἐμοῦ, φησίν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ τὰ ἑξῆς. Ἡ μὲν πραότης ἀτάραχον τὸν θυμὸν διαφυλάττει· ἡ δὲ ταπείνωσις τύφου καὶ κενοδοξίας τὸν νοῦν ἐλευθεροῖ.

ΠΑʹ. Διττός ἐστιν ὁ τοῦ Θεοῦ φόβος· ὁ μὲν ἐκ τῶν ἀπειλῶν τῆς κολάσεως ἡμῖν ἐντικτόμενος, δι᾽ ὃν ἡ ἐγκράτεια καὶ ἡ ὑπομονὴ καὶ ἡ εἰς Θεὸν ἐλπὶς καὶ ἡ ἀπάθεια, ἐξ ἧς ἡ ἀγάπη, κατὰ τάξιν ἡμῖν ἐγγίνονται· ὁ δὲ αὐτῇ τῇ ἀγάπῃ συνέζευκται, εὐλάβειαν τῇ ψυχῇ ἀεὶ ἐμποιῶν, ἵνα μὴ διὰ τὴν τῆς ἀγάπης παρρησίαν εἰς καταφρόνησιν Θεοῦ ἔλθῃ.

ΠΒʹ. Τὸν μὲν πρῶτον φόβον ἔξω βάλλει ἡ τελεία ἀγάπη τῆς ψυχῆς τῆς κεκτημένης αὐτήν, μηκέτι τὴν κόλασιν φοβουμένην· τὸν δὲ δεύτερον ἑαυτῇ ἔχει ἀεί, ὡς εἴρηται, συνεζευγμένον. Καὶ τῷ μὲν πρώτῳ φόβῳ ἁρμόζει τό· Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καί· Ἀρχὴ σοφίας, φόβος Κυρίου.

Τῷ δὲ δευτέρῳ τό· Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος, καὶ τό· Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.

ΠΓʹ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεζίαν, καὶ τὰ ἑξῆς. Γῆν μὲν ὠνόμασε τὸ φρόνημα τῆς σαρκός· πορνείαν δὲ εἶπε τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν· ἀκαθαρσίαν δὲ τὴν συγκατάθεσιν ἐκάλεσε· πάθος δὲ τὸν ἐμπαθῆ λογισμὸν ὠνόμασεν· ἐπιθυμίαν δὲ κακὴν τὴν ψιλὴν τοῦ λογισμοῦ τῆς ἐπιθυμίας παραδοχήν· πλεονεξίαν δὲ τὴν γεννητικήν τε καὶ αὐξητικὴν τοῦ πάθους ὠνόμασεν ὕλην. Ταῦτα οὖν πάντα ὡς μέλη ὄντα τοῦ φρονήματος τῆς σαρκὸς ἐκέλευσεν ὁ Θεῖος Ἀπόστολος νεκρῶσαι.

ΠΔʹ. Πρῶτον μὲν ἡ μνήμη ψιλὸν τὸν λογισμὸν ἐπὶ τὸν νοῦν ἀναφέρει· καὶ τούτου ἐγχρονίζοντος, κινεῖ τὸ πάθος· τούτου δὲ μὴ ἀναιρουμένου, κάμπτει τὸν νοῦν εἰς συγκατάθεσιν· ταύτης δὲ γενομένης, ἔρχεται λοιπὸν εἰς τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν. Ὁ οὖν πάνσοφος Ἀπόστολος πρὸς τοὺς ἀπὸ ἐθνῶν γράφων, τὸ ἀποτέλεσμα πρῶτον κελεύει ἀναιρεῖν τῆς ἁμαρτίας· εἶτα κατὰ τάξιν ἀναποδίζοντας, εἰς τὴν αἰτίαν καταλήγειν. Ἡ δὲ αἰτία ἐστὶν ἡ γεννητική, ὡς προείρηται, καὶ αὐξητικὴ τοῦ πάθους πλεονεξία.

Οἶμαι δὲ ἐνταῦθα τὴν γαστριμαργίαν σημαίνειν ὡς μητέρα καὶ τροφὸν τῆς πορνείας ὑπάρχουσαν. Ἡ γὰρ πλεονεξία οὐ μόνον ἐπὶ χρημάτων, ἀλλὰ καὶ ἐπὶ βρωμάτων κακή· ὥσπερ καὶ ἡ ἐγκράτεια οὐ μόνον ἐπὶ βρωμάτων, ἀλλὰ καὶ ἐπὶ χρημάτων καλή.

ΠΕʹ. Ὥσπερ στρουθίον τὸν πόδα δεδεμένον ἀρχόμενον πέτεσθαι, ἐπὶ τὴν γῆν κατασπᾶται, τῷ σχοινίῳ ἑλκόμενον· οὕτω καὶ ὁ νοῦς μήπω ἀπάθειαν κτησάμενος καὶ ἐπὶ τὴν τῶν οὐρανίων γνῶσιν πετόμενος, ὑπὸ τῶν παθῶν καθελκόμενος ἐπὶ τὴν γῆν κατασπᾶται.

Πϛʹ. Ὅταν ὁ νοῦς τελείως τῶν παθῶν ἐλευθερωθῇ, τότε ἐπὶ τὴν θεωρίαν τῶν ὄντων ἀμεταστρεπτὶ ὁδεύει, ἐπὶ τὴν γνῶσιν τῆς ἁγίας Τριάδος τὴν πορείαν ποιούμενος.

ΠΖʹ. Καθαρὸς ὑπάρχων ὁ νοῦς, τὰ νοήματα τῶν πραγμάτων ἀναλαμβάνων εἰς τὴν πνευματικὴν θεωρίαν αὐτῶν κινεῖται· ἀκάθαρτος δὲ ἐκ ῥαθυμίας γεγονώς, τὰ μὲν τῶν λοιπῶν πραγμάτων νοήματα ψιλὰ φαντάζεται, τὰ δὲ ἀνθρώπινα δεχόμενος εἰς αἰσχροὺς ἢ πονηροὺς λογισμοὺς μετατρέπεται.

ΠΗʹ. Ὅταν ἀεὶ ἐν τῷ καιρῷ τῆς προσευχῆς μηδὲν τῶν τοῦ κόσμου νοημάτων διενοχλήσῃ τῷ νῷ, τότε γίνωσκε σαυτὸν μὴ ἔξω εἶναι τῶν ὅρων τῆς ἀπαθείας.

ΠΘʹ. Ὅταν ἡ ψυχὴ ἄρχηται τῆς ἰδίας ὑγιείας ἐπαισθάνεσθαι, τότε καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας ψιλὰς καὶ ἀταράχους ἄρχεται βλέπειν. {ʹ.} Ὥσπερ τὸν αἰσθητὸν ὀφθαλμὸν ἡ καλλονὴ τῶν ὁρατῶν, οὕτω καὶ τὸν καθαρὸν νοῦν ἡ γνῶσις τῶν ἀοράτων πρὸς ἑαυτὴν ἐπισπᾶται· ἀόρατα δὲ λέγω τὰ ἀσώματα.

ϙΑʹ. Μέγα μὲν τὸ πρὸς τὰ πράγματα μὴ πάσχειν· μεῖζον δὲ πολλῷ τὸ πρὸς τὰς φαντασίας αὐτῶν ἀπαθῆ διαμεῖναι. Διότι ὁ διὰ τῶν λογισμῶν πρὸς ἡμᾶς τῶν δαιμόνων πόλεμος τοῦ διὰ τῶν πραγμάτων πολέμου ἐστὶ χαλεπώτερος.

ϙΒʹ. Ὁ τὰς ἀρετὰς κατορθώσας καὶ τῇ γνώσει πλουτήσας, ὡς φυσικῶς λοιπὸν τὰ πράγματα διορῶν, πάντα κατὰ τὸν ὀρθὸν λόγον καὶ πράττει καὶ διαλέγεται, τὸ σύνολον μὴ παρατρεπόμενος. Ἐκ γὰρ τοῦ εὐλόγως ἢ ἀλόγως τοῖς πράγμασι χρήσασθαι ἢ ἐνάρετοι ἢ φαῦλοι γινόμεθα.

ϙΓʹ. Σημεῖον ἄκρας ἀπαθείας τὸ ψιλὰ τὰ νοήματα τῶν πραγμάτων ἀεὶ ἀναβαίνειν ἐπὶ τὴν καρδίαν καὶ ἐγρηγορότος τοῦ σώματος καὶ κατὰ τοὺς ὕπνους.

ϙΔʹ. Διὰ μὲν τῆς ἐργασίας τῶν ἐντολῶν τὰ πάθη ὁ νοῦς ἀποδύεται· διὰ δὲ τῆς τῶν ὁρατῶν πνευματικῆς θεωρίας, τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα· διὰ δὲ τῆς τῶν ἀοράτων γνώσεως, τὴν τῶν ὁρατῶν θεωρίαν· ταύτην δέ, διὰ τῆς γνώσεως τῆς ἁγίας Τριάδος.

ϙΕʹ. Ὥσπερ ὁ ἥλιος ἀνατέλλων καὶ τὸν κόσμον φωτίζων δείκνυσί τε ἑαυτὸν καὶ τὰ ὑπ᾽ αὐτοῦ φωτιζόμενα πράγματα· οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος τῷ καθαρῷ νῷ ἀνατέλλων καὶ ἑαυτὸν δείκνυσι καὶ πάντων τῶν ὑπ᾽ αὐτοῦ γεγονότων καὶ γενησομένων τοὺς λόγους. {ϙϛʹ.} Οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὸν Θεὸν γινώσκομεν, ἀλλ᾽ ἐκ τῆς μεγαλουργίας αὐτοῦ καὶ προνοίας τῶν ὄντων· διὰ τούτων γὰρ ὡς δι᾽ ἐσόπτρων τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν κατανοοῦμεν.

ϙΖʹ. Ὁ καθαρὸς νοῦς ἢ ἐν τοῖς ψιλοῖς νοήμασι τῶν ἀνθρωπίνων πραγμάτων εὑρίσκεται ἢ ἐν τῇ τῶν ὁρατῶν φυσικῇ θεωρίᾳ ἢ ἐν τῇ τῶν ἀοράτων ἢ ἐν τῷ φωτὶ τῆς ἁγίας Τριάδος.

ϙΗʹ. Ἐν μὲν τῇ τῶν ὁρατῶν θεωρίᾳ γενόμενος ὁ νοῦς ἢ τοὺς φυσικοὺς αὐτῶν λόγους ἐρευνᾷ ἢ τοὺς δι᾽ αὐτῶν σημαινομένους ἢ αὐτὴν τὴν αἰτίαν ζητεῖ.

ϙΘʹ. Ἐν δὲ τῇ τῶν ἀοράτων διατρίβων τούς τε φυσικοὺς αὐτῶν λόγους ζητεῖ καὶ τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν καὶ τὰ τούτοις ἀκόλουθα καὶ τίς ἡ περὶ αὐτοὺς πρόνοια καὶ κρίσις.

Ρʹ. Ἐν δὲ Θεῷ γενόμενος, τοὺς περὶ τῆς οὐσίας αὐτοῦ πρῶτον λόγους ζητεῖ μὲν ὑπὸ τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ᾽ αὐτὸν δὲ παραμυθίαν εὑρίσκει· ἀμήχανον γὰρ τοῦτο καὶ ἀνένδεκτον πάσῃ γενετῇ φύσει ἐξ ἴσου. Ἐκ δὲ τῶν περὶ αὐτὸν παραμυθεῖται, λέγω δὴ τῶν περὶ ἀϊδιότητος, ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Καὶ τοῦτο πάντῃ καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· καὶ αὐτὸ τὸ μηδὲν γινώσκειν, ὑπὲρ νοῦν γινώσκειν, ὥς που οἱ θεολόγοι ἄνδρες εἰρήκασι Γρηγόριός τε καὶ Διονύσιος.