Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια θεολογικά καὶ οικονομικά

Μάξιμος ὁ Ὁμολογητής

Η θεολογία του Σαββάτου και ο πνευματικός συμβολισμός των ημερών

Ερμηνεία των πνευματικών βαθμίδων, της περιτομής της καρδίας και της μυστικής μετάβασης από την έκτη και έβδομη ημέρα στην όγδοη, που οδηγεί στη θέωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 9

Ὁ κατὰ τὸ Εὐαγγέλιον μόνον πιστὸς τὸ ὄρος τῆς κακίας ἑαυτοῦ διὰ πράξεως μετατίθησιν ἀπωθούμενος ἑαυτοῦ τῇ ἀστάτῳ περιφορᾷ τῶν ὑπὸ αἴσθησιν τὴν ἐπ’ αὐτοῖς προτέραν διάθεσιν. ὁ δὲ μαθητὴς εἶναι δυνάμενος ἐκ τοῦ Λόγου δεχόμενος χερσὶ τῶν γνωστικῶν ἄρτων τὰ κλάσματα διατρέφει χιλιάδας πράξει δεικνὺς πληθυνομένην τοῦ λόγου τὴν δύναμιν. ὁ δὲ καὶ ἀπόστολος ἰσχύσας εἶναι πᾶσαν ἰατρεύει νόσον καὶ μαλακίαν ἐκβάλλων δαιμόνια, τουτέστι τὴν τῶν παθῶν φυγαδεύων ἐνέργειαν νοσοῦντας ἰώμενος πρὸς ἕξιν εὐσεβείας τοὺς στερηθέντας αὐτῆς δι’ ἐλπίδος ἐπανάγων καὶ τοὺς δι’ ὄκνον μαλακισθέντας ἐπιστύφων τῷ λόγῳ τῆς κρίσεως. πατεῖν γὰρ ἐπάνω ὄφεων καὶ σκορπίων κελευσθεὶς ἀρχὴν καὶ τέλος τῆς ἁμαρτίας ἐξαφανίζει. λδ. Ὁ ἀπόστολος καὶ μαθητὴς πάντως ἐστὶ καὶ πιστός, ὁ δὲ μαθητὴς οὐ πάντως μὲν καὶ ἀπόστολος, πάντως δὲ πιστός. ὁ δὲ μόνον πιστὸς οὔτε μαθητὴς οὔτε ἀπόστολός ἐστι· πλὴν δύναται διὰ βίου καὶ θεωρίας καὶ ὁ τρίτος εἰς τὴν τοῦ δευτέρου καὶ ὁ δεύτερος εἰς τὴν τοῦ πρώτου μεταταχθῆναι τάξιν καὶ ἀξίαν. λε. Ὅσα μὲν ἐν χρόνῳ κατὰ χρόνον δημιουργεῖται, τελειωθέντα ἵσταται λήγοντα τῆς κατὰ φύσιν αὐξήσεως, ὅσα δὲ κατ’ ἀρετὴν ἐπιστήμη Θεοῦ κατεργάζεται, τελειωθέντα πάλιν κινεῖται πρὸς αὔξησιν. τὰ γὰρ τέλη αὐτῶν ἑτέρων ἀρχαὶ καθεστήκασιν.

ὁ γὰρ καταπαύσας ἐν ἑαυτῷ διὰ τῶν ἀρετῶν κατὰ τὴν πρᾶξιν τὴν τῶν φθειρομένων ὑπόστασιν ἑτέρων ἀπήρξατο θειοτέρων διατυπώσεων· παύεται γὰρ οὐδέποτε τῶν καλῶν ὁ Θεός, ὧν οὐδὲ ἀρχὴν ἔσχεν. ὡς γὰρ φωτὸς ἴδιον τὸ φωτίζειν, οὕτως ἴδιον Θεοῦ τὸ εὖ ποιεῖν. διὸ τῷ μὲν νόμῳ τὴν κατὰ χρόνον τῶν ἐν γενέσει καὶ φθορᾷ σύστασιν ἀφηγουμένῳ τιμᾶται δι’ ἀργίας τὸ σάββατον τῷ Εὐαγγελίῳ δὲ τὴν τῶν νοητῶν εἰσηγουμένῳ κατάστασιν δι’ εὐποιΐας καλῶν ἔργων τοῦτο φαιδρύνεται, κἂν ἀγανακτῶσιν οἱ μήπω γνόντες, ὅτι διὰ τὸν ἄνθρωπον τὸ σάββατον γέγονεν, ἀλλ’ οὐ διὰ τὸ σάββατον ὁ ἄνθρωπος, καὶ ὅτι Κύριός ἐστι καὶ τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.

λϛ. Ἔστι τῷ νόμῳ καὶ τοῖς προφήταις καὶ σάββατον καὶ σάββατα καὶ σάββατα σαββάτων, ὥσπερ καὶ περιτομὴ καὶ περιτομῆς περιτομὴ καὶ θέρος καὶ θέρους θέρος κατὰ τὸ εἰρημένον· ὅταν θερίσητε τὸν θερισμὸν ὑμῶν. ἔστι μὲν οὖν τὸ μὲν πρῶτον πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς φιλοσοφίας ἀποπεράτωσις, τὸ δεύτερον δὲ γενέσεως καὶ τῶν κατὰ γένεσιν λόγων ἀπόλυσις, τὸ δὲ τρίτον τῶν κατ’ αἴσθησιν καὶ νοῦν πνευματικωτέρων λόγων εἰσφορὰ καὶ ἀπόλαυσις. καὶ τοῦτο τρισσῶς ἐφ’ ἑκάστῳ δηλονότι τῶν εἰρημένων γινόμενον, ἵνα γνῷ τοὺς λόγους ὁ γνωστικός, καθ’ οὓς ὁ μὲν Μωϋσῆς ἔξω τῆς ἁγίας γῆς σαββατίζει τελευτῶν, ὁ δὲ τοῦ Ναυῆ Ἰησοῦς περιτέμνει περάσας τὸν Ἰορδάνην, οἱ δὲ τὴν ἀγαθὴν γῆν κληρονομοῦντες τὴν εἰσφορὰν τοῦ καθ’ ὑπέρθεσιν διπλοῦ θέρους τῷ Θεῷ προσκομίζουσιν. λζ. Σάββατόν ἐστιν ἀπάθεια ψυχῆς λογικῆς κατὰ τὴν πρακτικὴν παντελῶς ἀποβαλλομένης τῆς ἁμαρτίας τὰ στίγματα. λη. Σάββατά ἐστιν ἐλευθερία ψυχῆς λογικῆς καὶ αὐτὴν τὴν κατὰ φύσιν πρὸς τὴν αἴσθησιν διὰ τῆς ἐν πνεύματι φυσικῆς θεωρίας ἀποθεμένης ἐνέργειαν. λθ. Σάββατα σαββάτων ἐστὶν ἠρεμία πνευματικὴ ψυχῆς λογικῆς καὶ ἀπ’ αὐτῶν πάντων τῶν ἐν τοῖς οὖσι θειοτέρων λόγων τὸν νοῦν συστειλάσης καὶ μόνῳ τῷ Θεῷ κατ’ ἐρωτικὴν ἔκστασιν ὁλικῶς ἐνδησάσης καὶ παντελῶς ἀκίνητον αὐτὸν τοῦ Θεοῦ διὰ τῆς μυστικῆς θεολογίας ποιησάσης. μ.

Περιτομή ἐστιν ἡ περὶ γένεσιν τῆς κατὰ ψυχὴν ἐμπαθοῦς ἀπόθεσις διαθέσεως. μα. Περιτομὴ περιτομῆς ἐστιν ἡ καὶ αὐτῶν τῶν κατὰ ψυχὴν περὶ τὴν γένεσιν φυσικῶν κινημάτων παντελὴς ἀποβολὴ καὶ περιαίρεσις. μβ. Θέρος ἐστὶ ψυχῆς λογικῆς ἡ τῶν κατ’ ἀρετὴν καὶ φύσιν τῶν ὄντων πνευματικωτέρων λόγων μετ’ ἐπιστήμης συλλογὴ καὶ ἐπίγνωσις. μγ. Θέρους θέρος ἐστὶν ἡ πᾶσιν ἄβατος μετὰ τὴν τῶν νοητῶν μυστικὴν θεωρίαν περὶ νοῦν ἀγνώστως συνισταμένη τοῦ Θεοῦ κατανόησις, ἣν προσφέρει δεόντως ὁ ἐκ τῶν ὁρατῶν καὶ τῶν ἀοράτων κτισμάτων ἀξίως γεραίρων τὸν Κτίσαντα. μδ. Ἔστι καὶ ἄλλο πνευματικώτερον θέρος αὐτοῦ λεγόμενον εἶναι τοῦ Θεοῦ καὶ ἄλλη μυστικωτέρα περιτομὴ καὶ ἄλλο κρυφιώτερον σάββατον, ἐν ᾧ τῶν ἰδίων ἔργων σαββατίζων ὁ Θεὸς καταπαύει, κατὰ τό· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι, καί· περιτομὴ καρδίας ἐν πνεύματι, καί· εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. με. Θεοῦ θέρος ἐστὶν ἡ εἰς αὐτὸν κατὰ τὴν τῶν αἰώνων ἀποπεράτωσιν γινομένη τῶν ἀξίων καθόλου μονή τε καὶ ἵδρυσις.

μϛ. Ἐν πνεύματι περιτομὴ καρδίας ἐστὶν ἡ γινομένη τῶν κατ’ αἴσθησιν καὶ νοῦν περὶ τὰ αἰσθητὰ καὶ τὰ νοητὰ φυσικῶν ἐνεργειῶν παντελὴς περιαίρεσις διὰ τῆς ἀμέσως τό τε σῶμα καὶ τὴν ψυχὴν ὁλικῶς μεταμορφούσης πρὸς τὸ θειότερον παρουσίας τοῦ Πνεύματος. μζ. Θεοῦ σαββατισμός ἐστιν ἡ εἰς αὐτὸν διόλου τῶν πεποιημένων κατάντησις, καθ’ ἣν καταπαύει τῆς ἐπ’ αὐτοῖς φυσικῆς ἐνεργείας τὴν αὐτοῦ θειοτάτην ἀρρήτως ἐνεργουμένην ἐνέργειαν. παύεται γὰρ ὁ Θεὸς τῆς ἐν ἑκάστῳ τῶν ὄντων τυχὸν φυσικῆς ἐνεργείας, καθ’ ἣν ἕκαστον τῶν ὄντων φυσικῶς κινεῖσθαι πέφυκεν, ὁπόταν ἕκαστον τῆς θείας ἀναλόγως ἐπιλαβόμενον ἐνεργείας τὴν κατὰ φύσιν οἰκείαν περὶ αὐτὸν ὁρίσῃ τὸν Θεὸν ἐνέργειαν. μη. Ζητητέον τοῖς σπουδαίοις, τίνα καθήκει νοεῖν εἶναι τὰ ἔργα, ὧν ἤρξατο τῆς γενέσεως ὁ Θεός, καὶ τίνα πάλιν, ὧν οὐκ ἤρξατο. εἰ γὰρ πάντων κατέπαυσε τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι, δῆλον ἐκείνων οὐ κατέπαυσεν, ὧν οὐκ ἤρξατο ποιῆσαι. μήποτε οὖν ἔργα μὲν Θεοῦ χρονικῶς ἠργμένα τοῦ εἶναί ἐστι πάντα τὰ ὄντα μετέχοντα, οἷον αἱ διάφοροι τῶν ὄντων οὐσίαι. τὸ γὰρ μὴ ὂν ἔχουσιν αὐτῶν τοῦ εἶναι πρεσβύτερον. ἦν γάρ ποτε, ὅτε τὰ ὄντα μετέχοντα οὐκ ἦν.

Θεοῦ δὲ ἔργα τυχὸν οὐκ ἠργμένα τοῦ εἶναι χρονικῶς τὰ ὄντα μεθεκτά, ὧν κατὰ χάριν μετέχουσι τὰ ὄντα μετέχοντα οἷον ἡ ἀγαθότης καὶ πᾶν, εἴ τι ἀγαθότητος ἐμπεριέχεται λόγῳ, καὶ ἁπλῶς πᾶσα ζωὴ καὶ ἀθανασία καὶ ἁπλότης καὶ ἀτρεψία καὶ ἀπειρία, καὶ ὅσα περὶ αὐτὸν οὐσιωδῶς θεωρεῖται· ἅτινα καὶ ἔργα Θεοῦ εἰσι καὶ οὐκ ἠργμένα χρονικῶς. οὐ γάρ ποτε πρεσβύτερον ἀρετῆς τὸ οὐκ ἦν οὐδέ τινος ἄλλου τῶν εἰρημένων, κἂν τὰ μετέχοντα αὐτῶν καθ’ αὑτὰ ἦρκται τοῦ εἶναι χρονικῶς. ἄναρχος γὰρ πᾶσα ἀρετὴ μὴ ἔχουσα τὸν χρόνον ἑαυτῆς πρεσβύτερον, οἷα τὸν Θεὸν ἔχουσα τοῦ εἶναι μονώτατον ἀϊδίως γεννήτορα. μθ. Πάντων τῶν ὄντων καὶ μετεχόντων καὶ μεθεκτῶν καὶ μεθεκτῶν ἀπειράκις ἀπείρως ὁ Θεὸς ὑπερεξῄρηται. πᾶν γὰρ εἴ τι τὸν τοῦ εἶναι λόγον ἔχει κατηγορούμενον, ἔργον Θεοῦ τυγχάνει· κἂν τὸ μὲν κατὰ γένεσιν ἦρκται τοῦ εἶναι χρονικῶς, τὸ δὲ κατὰ χάριν τοῖς γεγονόσιν ἐμπέφυκεν οἷά τις δύναμις ἔμφυτος τὸν ἐν πᾶσιν ὄντα Θεὸν διαπρυσίως κηρύττουσα. ν.

Τὰ ἀθάνατα πάντα καὶ αὐτὴ ἡ ἀθανασία καὶ τὰ ζῶντα πάντα καὶ αὐτὴ ἡ ζωὴ καὶ τὰ ἅγια πάντα καὶ αὐτὴ ἡ ἁγιότης καὶ τὰ ἐνάρετα πάντα καὶ αὐτὴ ἡ ἀρετὴ καὶ τὰ ἀγαθὰ πάντα καὶ αὐτὴ ἡ ἀγαθότης καὶ τὰ ὄντα πάντα καὶ αὐτὴ ἡ ὀντότης Θεοῦ προδήλως ἔργα τυγχάνουσιν, ἀλλὰ τὰ μὲν τοῦ εἶναι χρονικῶς ἠργμένα ἦν γάρ ποτε, ὅτε οὐκ ἦν, τὰ δὲ τοῦ εἶναι χρονικῶς οὐκ ἠργμένα οὐκ ἦν γάρ ποτε, ὅτε οὐκ ἦν ἀρετὴ καὶ ἀγαθότης καὶ ἁγιότης καὶ ἀθανασία. καὶ τὰ μὲν ἠργμένα χρονικῶς τῇ μετοχῇ τῶν οὐκ ἠργμένων χρονικῶς καί εἰσι καὶ λέγονται τοῦθ’, ὅπερ καί εἰσι καὶ λέγονται. πάσης γὰρ ζωῆς καὶ ἀθανασίας ἁγιότητός τε καὶ ἀρετῆς δημιουργός ἐστιν ὁ Θεός· ὑπερουσίως γὰρ πάντων τῶν τε νοουμένων καὶ λεγομένων ἐξῄρηται. να. Ἡ ἕκτη κατὰ τὴν Γραφὴν ἡμέρα τὴν τῶν ὑπὸ φύσιν ὄντων εἰσηγεῖται συμπλήρωσιν, ἡ δὲ ἑβδόμη τῆς χρονικῆς ἰδιότητος περιγράφει τὴν κίνησιν, ἡ δὲ ὀγδόη τῆς ὑπὲρ φύσιν καὶ χρόνον ὑποδηλοῖ καταστάσεως τὸν τρόπον. νβ. Ὁ τὴν ἕκτην μόνον κατὰ τὸν νόμον ἄγων ἡμέραν τὴν κατ’ ἐνέργειαν ἐκθλίβουσαν τὴν ψυχὴν τῶν παθῶν φεύγων δυναστείαν διὰ τῆς θαλάσσης ἀφόβως ἐπὶ τὴν ἔρημον διαβαίνει τὴν τῶν παθῶν ἀργίαν μόνην σαββατίζων. ὁ δὲ τὸν Ἰορδάνην διαβὰς καὶ αὐτὴν ἀπολιπὼν τὴν τῶν παθῶν μόνον ἀργοῦσαν κατάστασιν ἦλθεν εἰς τὴν τῶν ἀρετῶν κληρονομίαν. νγ.

Ὁ τὴν ἕκτην εὐαγγελικῶς ἄγων ἡμέραν ἀποκτείνας πρότερον τὰ τῆς ἁμαρτίας πρῶτα κινήματα, τὴν πάσης κακίας ἔρημον, διὰ τῶν ἀρετῶν καταλαμβάνει τῆς ἀπαθείας κατάστασιν σαββατίζων κατὰ νοῦν καὶ αὐτῆς ψιλῆς τῆς τῶν παθῶν φαντασίας.

Ὁ δὲ τὸν Ἰορδάνην διαπεράσας εἰς τὴν τῆς γνώσεως μετατίθεται χώραν, καθ’ ἣν ὁ ναὸς νοῦς μυστικῶς ὑπὸ τῆς εἰρήνης οἰκοδομούμενος Θεοῦ γίνεται κατοικητήριον ἐν Πνεύματι. νδ. Ὁ τὴν ἕκτην θεϊκῶς μετὰ τῶν προσφόρων ἔργων καὶ ἐννοιῶν ἑαυτῷ συμπληρώσας ἡμέραν καὶ αὐτὸς μετὰ τοῦ Θεοῦ καλῶς τὰ ἑαυτοῦ συντελέσας ἔργα διέβη τῇ κατανοήσει πᾶσαν τὴν τῶν ὑπὸ φύσιν καὶ χρόνον ὑπόστασιν καὶ εἰς τὴν τῶν αἰώνων καὶ τῶν αἰωνίων μετετάξατο μυστικὴν θεωρίαν σαββατίζων ἀγνώστως κατὰ νοῦν τὴν ὁλικὴν τῶν ὄντων ἀπόλειψίν τε καὶ ὑπέρβασιν, ὁ δὲ καὶ τῆς ὀγδόης ἀξιωθεὶς ἐκ τῶν νεκρῶν ἀνέστη τῶν μετὰ Θεὸν λέγω πάντων αἰσθητῶν τε καὶ νοητῶν καὶ λόγων καὶ νοημάτων καὶ ἔζησε τὴν τοῦ Θεοῦ μακαρίαν ζωὴν τοῦ μόνου κατ’ ἀλήθειαν κυρίως ζωῆς καὶ λεγομένου καὶ ὄντος, οἷα καὶ αὐτὸς γενόμενος τῇ θεώσει Θεός. νε. Ἕκτη ἡμέρα ἐστὶν ἡ τῶν πρακτικῶν περὶ τὴν ἀρετὴν τῶν κατὰ φύσιν ἐνεργειῶν παντελὴς ἀποπλήρωσις, ἑβδόμη δέ ἐστιν ἡ τῶν θεωρητικῶν περὶ τὴν ἄρρητον γνῶσιν πασῶν τῶν φυσικῶν ἐννοιῶν ἀποπεράτωσις καὶ ἀπόπαυσις, ὀγδόη δὲ ἡ πρὸς θέωσιν τῶν ἀξιῶν μετάταξίς τε καὶ μετάβασις. καὶ μήποτε ταύτην τὴν ἑβδόμην καὶ τὴν ὀγδόην τυχὸν μυστικώτερον ὑποφαίνων ὁ Κύριος προσηγόρευσεν ἡμέραν συντελείας καὶ ὥραν ὡς πάντων περιγράφουσαν τὰ μυστήρια καὶ τοὺς λόγους.

ἃς οὐδὲν οὐδαμῶς τὸ παράπαν τῶν ἐπουρανίων καὶ ἐπιγείων Δυνάμεων γνῶναι πρὸ πείρας τοῦ παθεῖν δυνήσεται πλὴν αὐτῆς τῆς ταῦτα ποιούσης μακαρίας θεότητος.