Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια θεολογικά καὶ οικονομικά

Μάξιμος ὁ Ὁμολογητής

Ανάβαση από το γράμμα στο πνεύμα και η καθαρότητα της καρδιάς

Η απογύμνωση της Γραφής από τα αισθητά σύμβολα, η απομάκρυνση της άγνοιας και η διαμόρφωση του νου ώστε να καταστεί δεκτικός του νόμου του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 8 από 9

Ἕως τὸν ἐν τῷ ῥητῷ τῆς ἁγίας Γραφῆς ποικίλως διὰ τῶν αἰνιγμάτων σεσωματωμένον ὁρῶμεν τὸν τοῦ Θεοῦ Λόγον, οὔπω τὸν ἀσώματον καὶ ἁπλοῦν καὶ ἑνιαῖον καὶ μόνον ὡς ἐν ἀσωμάτῳ καὶ ἁπλῷ καὶ ἑνιαίῳ καὶ μόνῳ Υἱῷ νοητῶς τεθεάμεθα Πατέρα κατὰ τὸ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, κἀγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. πολλῆς οὖν χρεία τῆς ἐπιστήμης, ὥστε διαδύντας πρότερον τὰ περὶ τὸν Λόγον τῶν ῥημάτων καλύμματα οὕτω γυμνῷ τῷ νοῒ καθαρὸν αὐτὸν ἐφ’ ἑαυτὸν ἑστῶτα θεάσασθαι τὸν Λόγον τὸν ἐν ἑαυτῷ σαφῶς ὡς ἐφικτὸν ἀνθρώποις τὸν Πατέρα δεικνύντα. διόπερ ἀνάγκη τὸν εὐσεβῶς τὸν Θεὸν ἐπιζητοῦντα μηδενὶ κρατεῖσθαι ῥητῷ, ἵνα μὴ ἀντὶ Θεοῦ τὰ περὶ Θεὸν λάθῃ λαβών, τουτέστιν ἀντὶ τοῦ Λόγου τὰ ῥητὰ στέργων ἐπισφαλῶς τῆς Γραφῆς τοῦ Λόγου διαφυγόντος τὸν νοῦν τὸν ἐκ τῶν περιβλημάτων κρατεῖν δοκοῦντα τὸν ἀσώματον Λόγον κατά γε τὴν Αἰγυπτίαν τὴν μὴ τοῦ Ἰωσὴφ ἀλλὰ τῶν αὐτοῦ ἐπιλαβομένην ἱματίων καὶ τοὺς παλαιοὺς ἀνθρώπους, οἱ μόνῃ τῇ εὐπρεπείᾳ τῶν ὁρωμένων ἐναπομείναντες ἔλαθον τῇ κτίσει λατρεύοντες παρὰ τὸν Κτίσαντα. οδ.

Ὁ τῆς ἁγίας Γραφῆς Λόγος κατὰ μέρος τοῖς ὑψηλοτέροις νοήμασι τὴν τῶν ἐπ’ αὐτῷ σωματικῶς διαπεπλασμένων ῥητῶν ἐκδυσάμενος σύνθεσιν ὡς ἐν φωνῇ αὔρας λεπτῆς ὑπάρχων δείκνυται τῷ διορατικωτέρῳ νοῒ τῷ διὰ τὴν ἄκραν ἀπόλειψιν τῶν κατὰ φύσιν ἐνεργειῶν αἴσθησιν μόνον δυνηθέντι λαβεῖν τῆς τὸν Λόγον ποσῶς μηνυούσης ἁπλότητος κατὰ τὸν μέγαν Ἠλίαν τὸν ἐν τῷ σπηλαίῳ Χωρὴβ ταύτης ἀξιωθέντα τῆς ὄψεως. Χωρὴβ δὲ ἑρμηνεύεται νέωμα, ὅπερ ἐστὶν ἡ ἐν τῷ καινῷ πνεύματι τῆς χάριτος ἕξις τῶν ἀρετῶν, τὸ δὲ σπήλαιον ἡ τῆς σοφίας ἐστὶ κατὰ νοῦν κρυφιότης, ἐν ᾗ ὁ γενόμενος τῆς ὑπὲρ αἴσθησιν μυστικῶς αἰσθήσεται γνώσεως· ἐν ᾗ λέγεται τυγχάνειν ὁ Θεός. πᾶς οὖν κατὰ τὸν μέγαν Ἠλίαν ζητῶν ἀληθῶς τὸν Θεὸν οὐ μόνον ἐν Χωρὴβ γενήσεται, τουτέστιν ὡς πρακτικὸς ἐν τῇ ἕξει τῶν ἀρετῶν, ἀλλὰ καὶ ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρήβ, τουτέστιν ὡς θεωρητικὸς ἐν τῇ κρυφιότητι τῆς σοφίας τῇ ἐν μόνῃ τυγχανούσῃ τῇ ἕξει τῶν ἀρετῶν. οε. Ὅταν ὁ νοῦς τὰς ἐπικειμένας αὐτῷ πολλὰς περὶ τῶν ὄντων ἐκτινάξηται δόξας, τότε σαφὴς αὐτῷ τῆς ἀληθείας ὁ Λόγος ἀναφαίνεται διδοὺς αὐτῷ τῆς ὄντως γνώσεως τὰς ὑποθήκας καὶ τὰς πρώην ἐπ’ αὐτῷ προλήψεις ὡσεὶ λεπίδας τῶν ὀπτικῶν δυνάμεων ἀπωθούμενος κατὰ τὸν θεσπέσιον καὶ μέγαν Ἀπόστολον Παῦλον.

λεπίδες γάρ εἰσιν ὡς ἀληθῶς ἐπικείμεναι τῷ διορατικῷ τῆς ψυχῆς καὶ ἀπείργουσαι τὴν πρὸς τὸν ἀκραιφνῆ τῆς ἀληθείας λόγον διάβασιν αἵ τε πρὸς τὸ ῥητὸν μόνον τῆς Γραφῆς ὑπολήψεις καὶ τῶν ὁρωμένων αἱ κατ’ αἴσθησιν προσπαθεῖς θεωρίαι.

οϛ. Ὁ μὲν θεῖος Ἀπόστολος Παῦλος τὴν τοῦ Λόγου γνῶσιν ἐκ μέρους ἔφη γινώσκειν, ὁ δὲ μέγας Εὐαγγελιστὴς Ἰωάννης τεθεᾶσθαι λέγει πλήρη τὴν αὐτοῦ δόξαν. ἐθεασάμεθα γάρ φησιν, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς πλήρης χάριτος καὶ ἀληθείας. καὶ μήποτε ὁ μὲν ἅγιος Παῦλος τὴν ὡς Θεοῦ Λόγου γνῶσιν ἐκ μέρους ἔφη γινώσκειν ἐκ γὰρ τῶν ἐνεργειῶν ποσῶς μόνον γινώσκεται· ἡ γὰρ ἐπ’ αὐτῷ κατ’ οὐσίαν τε καὶ ὑπόστασιν γνῶσις ὁμοίως πᾶσιν Ἀγγέλοις τε καὶ ἀνθρώποις καθέστηκεν ἄβατος κατ’ οὐδὲν οὐδενὶ γινωσκομένη, ὁ δὲ ἅγιος Ἰωάννης τέλειον ὡς ἐν ἀνθρώποις τὸν τῆς ἐνανθρωπήσεως τοῦ Λόγου μυηθεὶς λόγον τὴν ὡς σάρκα Λόγον δόξαν ἔφη θεάσασθαι, τουτέστι τὸν Λόγον, ἤγουν τὸν σκοπόν, καθ’ ὃν ὁ Θεὸς γέγονεν ἄνθρωπος, πλήρη χάριτος ἐθεάσατο καὶ ἀληθείας. οὐ γὰρ καθ’ ὃ κατ’ οὐσίαν Θεὸς καὶ τῷ Θεῷ Πατρὶ ὁμοούσιος ὁ Μονογενὴς κεχαρίτωται, ἀλλὰ καθ’ ὃ φύσει κατ’ οἰκονομίαν γέγονεν ἄνθρωπος καὶ ἡμῖν ὁμοούσιος δι’ ἡμᾶς κεχαρίτωται τοὺς χρῄζοντας χάριτος καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ διαπαντὸς κατὰ πᾶσαν ἡμῶν προκοπὴν τὴν ἀναλογοῦσαν δεχομένους χάριν. ὥστε ὁ τὸν Λόγον τέλειον ἐν ἑαυτῷ φυλάξας ἀβέβηλον τοῦ δι’ ἡμᾶς σαρκωθέντος Θεοῦ Λόγου τὴν πλήρη χάριτος καὶ ἀληθείας κομίσεται δόξαν τοῦ δι’ ἡμᾶς ἑαυτὸν καθ’ ἡμᾶς δοξάσαντός τε καὶ ἁγιάσαντος κατὰ τὴν αὐτοῦ παρουσίαν.

ὅταν γάρ φησιν, ἐκεῖνος φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα. οζ. Ἕως ἡ ψυχὴ τὴν ἀπὸ δυνάμεως εἰς δύναμιν καὶ τὴν ἀπὸ δόξης εἰς δόξαν ποιεῖται μετάβασιν, τουτέστι τὴν ἀπὸ ἀρετῆς εἰς ἀρετὴν μείζονα προκοπὴν καὶ τὴν ἀπὸ γνώσεως εἰς γνῶσιν ὑψηλοτέραν ἀνάβασιν, οὐκ ἐπαύσατο παροικοῦσα κατὰ τὸ εἰρημένον πολλὰ παρῴκησεν ἡ ψυχή μου. πολὺ γάρ ἐστι τὸ διάστημα καὶ τὸ πλῆθος τῶν ὀφειλουσῶν παρ’ αὐτῆς διαβαθῆναι γνώσεων, μέχρις οὗ διελεύσεται ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορτάζοντος, ἀεὶ φωναῖς φωνὴν νοεραῖς νοερὰν προστιθεῖσα τῇ προκοπῇ τῶν θείων θεωρημάτων μετὰ τῆς κατὰ νοῦν ἐπὶ τοῖς θεωρηθεῖσιν ἀγαλλιάσεως, ἤγουν χαρᾶς, καὶ τῆς ἀναλογούσης εὐχαριστίας. τοιαύτας γὰρ ἑορτὰς ἑορτάζουσι πάντες οἱ τὸ Πνεῦμα τῆς χάριτος εἰληφότες ἐν ταῖς καρδίαις αὐτῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ. οη.

Ὁ τῆς θαυμαστῆς σκηνῆς τόπος ἡ ἀπαθής ἐστι καὶ ἀπήμων ἕξις τῶν ἀρετῶν, καθ’ ἣν ὁ τοῦ Θεοῦ γινόμενος Λόγος διαφόροις ἀρετῶν κάλλεσι κατακοσμεῖ καθάπερ σκηνὴν τὴν ψυχήν, ὁ δὲ οἶκος τοῦ Θεοῦ ἡ ἐκ πολλῶν καὶ διαφόρων συγκειμένη θεωρημάτων γνῶσίς ἐστι, καθ’ ἣν ἐνδημῶν τῇ ψυχῇ ὁ Θεὸς τοῦ τῆς σοφίας κρατῆρος ἐμπίμπλησιν, ἡ δὲ φωνὴ τῆς ἀγαλλιάσεώς ἐστι τὸ ἐπὶ τῷ πλούτῳ τῶν ἀρετῶν τῆς ψυχῆς σκίρτημα, ἡ δὲ τῆς ἐξομολογήσεως ἡ ἐπὶ τῇ δόξῃ τῆς κατὰ τὴν σοφίαν εὐωχίας ἐστὶν εὐχαριστία, ὁ δὲ ἦχος ἡ ἐξ ἀμφοῖν, ἀγαλλιάσεώς φημι καὶ ἐξομολογήσεως, κατὰ σύγκρασιν γινομένη διηνεκὴς μυστικὴ δοξολογία. οθ. Ὁ γενναίως καταπαλαίσας τὰ πάθη τοῦ σώματος καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν ἱκανῶς πολεμήσας καὶ τῆς ἑαυτοῦ κατὰ ψυχὴν χώρας ἐξελάσας αὐτῶν τὰ νοήματα καρδίαν εὐχέσθω καθαρὰν αὐτῷ δοθῆναι καὶ Πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις ἐγκαινισθῆναι, τουτέστι τελείως τῶν μὲν φαύλων κενωθῆναι λογισμῶν, τῶν δὲ θείων ἐννοιῶν πληρωθῆναι διὰ τῆς χάριτος, ἵνα γένηται κόσμος Θεοῦ νοητῶς λαμπρός τε καὶ μέγας ἐξ ἠθικῶν καὶ φυσικῶν καὶ θεολογικῶν συνεστὼς θεωρημάτων. π. Ὁ τὴν καρδίαν καθαρὰν ἐργασάμενος οὐ μόνον τῶν ὑποβεβηκότων καὶ μετὰ Θεὸν γνώσεται τοὺς λόγους, ἀλλὰ καὶ αὐτῷ ποσῶς μετὰ τὴν τῶν ὅλων διάβασιν ἐνορᾷ τῷ Θεῷ, ὅπερ ἐστὶν ἀκρότατον τέλος τῶν ἀγαθῶν.

ἐν ᾗ γενόμενος ὁ Θεὸς ἀξιοῖ τὰ ἴδια γράμματα διὰ τοῦ Πνεύματος ἐγχαράττειν καθάπερ τισὶ πλαξὶ Μωσαϊκαῖς τοσοῦτον, ὅσον ἑαυτὴν διὰ πράξεως ἐπιδέδωκε καὶ θεωρίας κατὰ τὴν τὸ αὐξάνου μυστικῶς κελεύουσαν ἐντολήν. πα. Καρδία καθαρὰ τάχα ἐκείνη λέγεται ἡ μηδεμίαν ἔχουσα φυσικὴν καθ’ οἱονδήποτε τρόπον πρὸς ὁτιοῦν κίνησιν, ἐν ᾗ καθάπερ πτυχίῳ καλῶς λειανθέντι διὰ τὴν ἄκραν ἁπλότητα γινόμενος ὁ Θεὸς τοὺς ἰδίους νόμους ἐγγράφει. πβ. Καρδία ἐστὶ καθαρὰ ἡ παντάπασιν ἀνείδεον τῷ Θεῷ καὶ ἀδιαμόρφωτον παραστήσασα τὴν μνήμην καὶ μόνοις τοῖς αὐτοῦ ἕτοιμον ἐνσημανθῆναι τύποις, δι’ ὧν ἐμφανὴς πέφυκε γίνεσθαι. πγ. Ὁ τοῦ Χριστοῦ νοῦς, ὃν λαμβάνουσιν οἱ ἅγιοι κατὰ τὸν φάμενον ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, οὐ κατὰ στέρησιν τῆς ἐν ἡμῖν νοερᾶς δυνάμεως ἐπιγίνεται, οὐδὲ ὡς συμπληρωτικὸς τοῦ ἡμετέρου νοός, οὐδ’ ὡς μεταβαίνων οὐσιωδῶς καθ’ ὑπόστασιν εἰς τὸν ἡμέτερον νοῦν, ἀλλ’ ὡς τῇ οἰκείᾳ ποιότητι τὴν τοῦ ἡμετέρου νοὸς λαμπρύνων δύναμιν καὶ πρὸς τὴν αὐτὴν αὐτῷ φέρων ἐνέργειαν. νοῦν γὰρ ἔχειν Χριστοῦ ἔγωγέ φημι τὸν κατ’ αὐτὸν νοοῦντα καὶ διὰ πάντων αὐτὸν νοοῦντα. πδ.