Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Μυσταγωγία

Μάξιμος ὁ Ὁμολογητής

Η Εκκλησία ως εικόνα του Θεού, του κόσμου και του ανθρώπου

Η συμβολική θεώρηση της Εκκλησίας ως εικόνας του Θεού που ενοποιεί τα πάντα, καθώς και ως τύπου του σύμπαντος, του αισθητού κόσμου και της ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 8

Κεφάλαιον αʹ. Πῶς τε καὶ ποίῳ τρόπῳ εἰκών ἐστι καὶ τύπος Θεοῦ ἡ ἁγία Ἐκκλησία. Τὴν τοίνυν ἁγίαν Ἐκκλησίαν, κατὰ πρώτην θεωρίας ἐπιβολήν, τύπον καὶ εἰκόνα Θεοῦ φέρειν ἔλεγεν ὁ μακάριος γέρων ἐκεῖνος, ὡς τὴν αὐτὴν αὐτῷ κατὰ μίμησιν καὶ τύπον ἐνέργειαν ἔχουσαν.

Ὥσπερ γὰρ ὁ Θεὸς πάντα τῇ ἀπείρῳ δυνάμει ποιήσας καὶ εἰς τὸ εἶναι παραγαγὼν συνέχει καὶ συνάγει καὶ περιγράφει, καὶ ἀλλήλοις καὶ ἑαυτῷ προνοητικῶς ἐνδιασφίγγει τά τε νοητὰ καὶ τὰ αἰσθητά, καὶ περὶ ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος πάντα περικρατῶν τὰ κατὰ τὴν φύσιν ἀλλήλων διεστηκότα, κατὰ μίαν τὴν πρὸς αὐτὸν ὡς ἀρχὴν σχέσεως δύναμιν ἀλλήλοις συννενευκότα ποιεῖ, καθ᾽ ἣν εἰς ταυτότητα κινήσεώς τε καὶ ὑπάρξεως ἀδιάφθορον καὶ ἀσύγχυτον ἄγει τὰ πάντα πρὸς οὐδὲν οὐδενὸς τῶν ὄντων προηγουμένως κατὰ φύσεως διαφορὰν ἢ κινήσεως στασιάζοντός τε καὶ διαιρουμένου, πάντων πᾶσι κατὰ τὴν μίαν τῆς μόνης ἀρχῆς καὶ αἰτίας ἀδιάλυτον σχέσιν τε καὶ φρουρὰν ἀφύρτως συμπεφυκότων, τὴν πάσας τε καὶ ἐπὶ πᾶσι κατὰ τὴν ἑκάστου τῶν ὄντων φύσιν θεωρουμένας ἰδικὰς σχέσεις καταργοῦσάν τε καὶ ἐπικαλύπτουσαν, οὐ τῷ φθείρειν αὐτὰς καὶ ἀναιρεῖν καὶ μὴ εἶναι ποιεῖν, ἀλλὰ τῷ νικᾷν καὶ ὑπερφαίνεσθαι, ὥσπερ ὁλότης μερῶν, ἢ καὶ αὐτῆς αἰτία τῆς ὁλότητος ἐπιφαινομένη, καθ᾽ ἣν ἥ τε ὁλότης αὐτὴ καὶ τὰ τῆς ὁλότητος μέρη φαίνεσθαί τε καὶ εἶναι πέφυκεν, ὡς ὅλην ἔχοντα τὴν αἰτίαν ἑαυτῶν ὑπερλάμπουσαν, καὶ ὥσπερ ἥλιος ὑπερφανεὶς ἀστέρων καὶ φύσιν καὶ δύναμιν, οὕτω τὴν αὐτῶν ὡς αἰτιατῶν αἰτίαν καλύπτουσαν ὕπαρξιν.

Πέφυκε γὰρ ὥσπερ ἐκ τῆς ὁλότητος τὰ μέρη, οὕτω δὲ κἀκ τῆς αἰτίας τὰ αἰτιατὰ καὶ εἶναι κυρίως καὶ γνωρίζεσθαι, καὶ τὴν ἑαυτῶν σχολάζουσαν ἔχειν ἰδιότητα, ἡνίκα τῆς πρὸς τὴν αἰτίαν ἀναφορᾶς περιληφθέντα ποιωθῇ δι᾽ ὅλου· κατὰ τὴν μίαν, ὡς εἴρεται, τῆς πρὸς αὐτὴν σχέσεως δύναμιν. Πάντα γὰρ ἐν πᾶσιν ὤν, ὁ ἀπείροις μέτροις ὑπὲρ πάντα Θεός, μονώτατος τοῖς καθαροῖς τὴν διάνοιαν ὁραθήσεται· ἡνίκα ὁ νοῦς τοὺς τῶν ὄντων θεωρητικῶς ἀναλεγόμενος λόγους εἰς αὐτὸν καταλήξει τὸν Θεόν, ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος τῆς τῶν ὅλων παραγωγῆς καὶ γενέσεως καὶ πυθμένα τῆς πάντων περιοχῆς ἀδιάστατον.

Κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία τὰ αὐτὰ τῷ Θεῷ περὶ ἡμᾶς ὡς ἀρχετύπῳ εἰκὼν ἐνεργοῦσα δειχθήσεται. Πολλῶν γὰρ ὄντων καὶ ἀπείρων ἀριθμῷ σχεδὸν ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων, γένει καὶ εἴδει, καὶ ἔθνεσι καὶ γλώσσαις, καὶ βίοις καὶ ἡλικίαις, καὶ γνώμαις καὶ τέχναις, καὶ τρόποις καὶ ἤθεσι καὶ ἐπιτηδεύμασιν, ἐπιστήμαις τε αὖ καὶ ἀξιώμασι, καὶ τύχαις καὶ χαρακτῆρσι καὶ ἕξεσιν, ἀλλήλων διῃρημένων τε καὶ πλεῖστον διαφερόντων τῶν εἰς αὐτὴν γιγνομένων καὶ ὑπ᾽ αὐτῆς ἀναγεννωμένων τε καὶ ἀναδημιουργουμένων τῷ πνεύματι, μίαν πᾶσι κατὰ τὸ ἴσον δίδωσι καὶ χαρίζεται θείαν μορφὴν καὶ προσηγορίαν, τὸ ἀπὸ Χριστοῦ καὶ εἶναι καὶ ὀνομάζεσθαι· καὶ μίαν τὴν κατὰ πίστιν ἁπλῆν τε καὶ ἀμερῆ καὶ ἀδιαίρετον σχέσιν, τὴν τὰς πολλὰς καὶ ἀμυθήτους περὶ ἕκαστον οὔσας διαφοράς, οὐδ᾽ ὅτι κἂν εἰσὶ συγχωροῦσαν γνωρίζεσθαι, διὰ τὴν τῶν πάντων εἰς αὐτὴν καθολικὴν ἀναφορὰν καὶ συνέλευσιν, καθ᾽ ἣν οὐδεὶς τὸ παράπαν οὐδὲν ἑαυτῷ τοῦ κοινοῦ διωρισμένος ἐστί, πάντων συμπεφυκότων ἀλλήλοις καὶ συνημμένων κατὰ τὴν μίαν ἁπλῆν τε καὶ ἀδιαίρετον τῆς πίστεως χάριν καὶ δύναμιν. “

Ἦν” γὰρ “πάντων, φησίν, ἡ καρδία καὶ ἡ ψυχὴ μία·” ὡς ἐκ διαφόρων μελῶν σῶμα ἓν καὶ εἶναι καὶ ὁρᾶσθαι καὶ αὐτοῦ Χριστοῦ τῆς ἀληθινῆς ἡμῶν κεφαλῆς ὄντως ἄξιον· “ἐν ᾧ, φησὶν ὁ θεῖος Ἀπόστολος, οὐκ ἔστιν ἄρρην οὐδὲ θῆλυ, οὔτε Ἰουδαῖος οὔτε Ἕλλην, οὔτε περιτομὴ οὔτε ἀκροβυστία, οὔτε βάρβαρος οὔτε Σκύθης, οὔτε δοῦλος οὔτε ἐλεύθερος· ἀλλὰ πάντα καὶ ἐν πᾶσιν αὐτός,” ὁ πάντα κατὰ μίαν ἁπλῆν τῆς ἀγαθότητος ἀπειρόσοφον δύναμιν ἑαυτῷ περικλείων, ὥσπερ κέντρον εὐθειῶν τινων ἐξημμένων αὐτοῦ, κατὰ μίαν ἁπλῆν καὶ ἑνιαίαν αἰτίαν καὶ δύναμιν τὰς ἀρχὰς τῶν ὄντων τοῖς πέρασιν οὐκ ἐῶν συναφίστασθαι, κύκλῳ περιγράφων αὐτῶν τὰς ἐκτάσεις καὶ πρὸς ἑαυτὸν ἄγων τοὺς τῶν ὄντων καὶ ὑπ᾽ αὐτοῦ γενομένων διορισμούς· ἵνα μὴ ἀλλήλων παντάπασιν ἀλλότρια ᾖ καὶ ἐχθρὰ τὰ τοῦ ἑνὸς Θεοῦ κτίσματα καὶ ποιήματα, οὐκ ἔχοντα περὶ τί καὶ ὅποι τὸ φίλον τι καὶ εἰρηνικὸν καὶ ταὐτὸν πρὸς ἄλληλα δείξωσι, καὶ κινδυνεύσῃ αὐτοῖς καὶ αὐτὸ τὸ εἶναι εἰς τὸ μὴ ὂν μεταπεσεῖν τοῦ Θεοῦ χωριζόμενον.

Εἰκὼν μὲν οὖν ἐστι τοῦ Θεοῦ, καθὼς εἴρηται, ἡ ἁγία Ἐκκλησία, ὡς τὴν αὐτὴν τῷ Θεῷ περὶ τοὺς πιστοὺς ἐνεργοῦσα ἕνωσιν, κἂν διάφοροι τοῖς ἰδιώμασι καὶ ἐκ διαφόρων καὶ τόπων καὶ τρόπων οἱ κατ᾽ αὐτὴν διὰ τῆς πίστεως ἑνοποιούμενοι τύχωσιν ὄντες, ἣν περὶ τὰς οὐσίας τῶν ὄντων ἀσυγχύτως αὐτὸς ἐνεργεῖν πέφυκεν ὁ Θεός, τὸ περὶ αὐτὰς διάφορον, ὡς δέδεικται, τῇ πρὸς ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος ἀναφορᾷ τε καὶ ἑνώσει παραμυθούμενός τε καὶ ταυτοποιούμενος.

Κεφάλαιον βʹ. Περὶ τοῦ πῶς καὶ τίνα τρόπον εἰκών ἐστι τοῦ ἐξ ὁρατῶν καὶ ἀοράτων οὐσιῶν ὑφεστῶτος κόσμου ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία. Κατὰ δευτέραν δὲ θεωρίας ἐπιβολήν, τοῦ σύμπαντος κόσμου τοῦ ἐξ ὁρατῶν καὶ ἀοράτων οὐσιῶν ὑφεστῶτος εἶναι τύπον καὶ εἰκόνα τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν ἔφασκεν, ὡς τὴν αὐτὴν αὐτῷ καὶ ἕνωσιν καὶ διάκρισιν ἐπιδεχομένην.

Ὥσπερ γὰρ αὕτη κατὰ τὴν οἰκοδομὴν εἶς οἶκος ὑπάρχουσα τὴν κατὰ τὴν θέσιν τοῦ σχήματος ποιᾷ ἰδιότητι δέξεται διαφοράν, διαιρουμένη εἴς τε τὸν μόνοις ἱερεῦσί τε καὶ λειτουργοῖς ἀπόκληρον τόπον, ὃν καλοῦμεν ἱερατεῖον, καὶ τὸν πᾶσι τοῖς πιστοῖς λαοῖς πρὸς ἐπίβασιν ἄνετον, ὃν καλοῦμεν ναόν, —πάλιν μία ἐστὶ κατὰ τὴν ὑπόστασιν, οὐ συνδιαιρουμένη τοῖς ἑαυτῆς μέρεσι, διὰ τὴν ἑαυτῶν πρὸς ἄλληλα τῶν μερῶν διαφοράν, ἀλλὰ καὶ αὐτὰ τῇ πρὸς τὸ ἓν ἑαυτῆς ἀναφορᾷ τὰ μέρη, τῆς ἐν τῇ κλήσει διαφορᾶς ἀπολύουσα καὶ ταὐτὸν ἀλλήλοις ἄμφω δεικνύουσα καὶ θάτερον θατέρῳ κατ᾽ ἐπαλλαγὴν ὑπάρχον ὅπερ ἑκάτερον ἑαυτῷ καθέστηκεν ὂν ἀποφαίνουσα, ἱερατεῖον μὲν τὸν ναὸν κατὰ τὴν δύναμιν, τῇ πρὸς τὸ πέρας ἀναφορᾷ τῆς μυσταγωγίας ἱερουργούμενον, καὶ ἔμπαλιν ναὸν τὸ ἱερατεῖον κατὰ τὴν ἐνέργειαν τῆς ἰδίας αὐτὸν ἔχον μυσταγωγίας ἀρχήν, μία δι᾽ ἀμφοῖν καὶ ἡ αὐτὴ διαμένει, —οὕτω καὶ ὁ ἐκ Θεοῦ κατὰ γένεσιν παρηγμένος σύμπας τῶν ὄντων κόσμος, διαιρούμενος εἴς τε τὸν νοητὸν κόσμον, τὸν ἐκ νοερῶν καὶ ἀσωμάτων οὐσιῶν συμπληρούμενον, καὶ τὸν αἰσθητὸν τοῦτον καὶ σωματικὸν καὶ ἐκ πολλῶν μεγαλοφυῶς συνυφασμένον εἰδῶν τε καὶ φύσεων, ἄλλη πως ὑπάρχων ἀχειροποίητος Ἐκκλησία διὰ ταύτης τῆς χειροποιήτου σοφῶς ὑποφαίνεται, καὶ ἱερατεῖον μὲν ὥσπερ ἔχων τὸν ἄνω κόσμον καὶ ταῖς ἄνω προσνενεμημένον δυνάμεσι, ναὸν δέ, τὸν κάτω καὶ τοῖς δι᾽ αἰσθήσεως ζῇν λαχοῦσι προσκεχωρημένον.

Πάλιν εἷς ἐστι κόσμος τοῖς ἑαυτοῦ μὴ συνδιαιρούμενος μέρεσι· τοὐναντίον δὲ καὶ αὐτῶν τῶν μερῶν τὴν ἐξ ἰδιότητος φυσικῆς διαφοράν, τῇ πρὸς τὸ ἓν ἑαυτοῦ καὶ ἀδιαίρετον ἀναφορᾷ περιγράφων, καὶ ταὐτὸν ἑαυτόν τε καὶ ἀλλήλοις ἀσυγχύτως ἐναλλὰξ ὄντας, καὶ θατέρῳ θάτερον ὅλον ὅλῳ δεικνὺς ἐμβεβηκότα, καὶ ἄμφω ὅλον αὐτὸν ὡς μέρη ἕνα συμπληροῦντας, καὶ κατ᾽ αὐτὸν ὡς ὅλον μέρη ἑνοειδῶς τε καὶ ὁλικῶς συμπληρουμένους.

Ὅλος γὰρ ὁ νοητὸς κόσμος ὅλῳ τῷ αἰσθητῷ μυστικῶς τοῖς συμβολικοῖς εἴδεσι τυπούμενος φαίνεται τοῖς ὁρᾷν δυναμένοις· καὶ ὅλος ὅλῳ τῷ νοητῷ ὁ αἰσθητὸς γνωστικῶς κατὰ νοῦν τοῖς λόγοις ἁπλούμενος ἐνυπάρχων ἐστίν. Ἐν ἐκείνῳ γὰρ οὗτος τοῖς λόγοις ἐστί, κἀκεῖνος ἐν τούτῳ τοῖς τύποις· καὶ τὸ ἔργον αὐτῶν ἕν, καθὼς ἂν εἴη τροχὸς ἐν τῷ τροχῷ, φησὶν ὁ θαυμαστὸς τῶν μεγάλων θεατὴς Ἰεζεκιήλ, περὶ τῶν δύο κόσμων, οἶμαι, λέγων. Καὶ πάλιν· “τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται,” φησὶν ὁ θεῖος Ἀπόστολος. Καὶ εἰ καθορᾶται διὰ τῶν φαινομένων τὰ μὴ φαινόμενα, καθὼς γέγραπται, πολλῷ δὴ καὶ διὰ τῶν μὴ φαινομένων τοῖς θεωρίᾳ πνευματικῇ προσανέχουσι τὰ φαινόμενα νοηθήσεται. Τῶν γὰρ νοητῶν ἡ διὰ τῶν ὁρατῶν συμβολικὴ θεωρία, τῶν ὁρομένων ἐστὶ διὰ τῶν ἀοράτων πνευματικὴ ἐπιστήμη καὶ νόησις.

Δεῖ γὰρ τὰ ἀλλήλων ὄντα δηλωτικὰ πάντως ἀληθεῖς καὶ ἀριδήλους τὰς ἀλλήλων ἔχειν ἐμφάσεις καὶ τὴν ἐπ᾽ αὐταῖς σχέσιν ἀλώβητον.

Κεφάλαιον γʹ. Ὅτι καὶ μόνου τοῦ αἰσθητοῦ κόσμου ἐστὶν εἰκὼν ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία. Καὶ αὖθις μόνου τοῦ αἰσθητοῦ κόσμου καθ᾽ ἑαυτὸν τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν εἶναι σύμβολον ἔφασκεν, ὡς οὐρανὸν μὲν τὸ θεῖον ἱερατεῖον ἔχουσαν, γῆν δὲ τὴν εὐπρέπειαν τοῦ ναοῦ κεκτημένην. Ὡσαύτως δὲ καὶ τὸν κόσμον ὑπάρχειν Ἐκκλησίαν· ἱερατείῳ μὲν ἐοικότα τὸν οὐρανὸν ἔχοντα, ναῷ δὲ τὴν κατὰ γῆν διακόσμησιν.

Κεφάλαιον δʹ. Πῶς τε καὶ ποίῳ τρόπῳ συμβολικῶς εἰκονίζει τὸν ἄνθρωπον ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία, καὶ αὐτὴ ὡς ἄνθρωπος ὑπ᾽ αὐτοῦ εἰκονίζεται. Καὶ πάλιν κατ᾽ ἄλλον τρόπον θεωρίας, ἄνθρωπον εἶναι τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν ἔλεγε, ψυχὴν μὲν ἔχουσαν τὸ ἱερατεῖον· καὶ νοῦν τὸ θεῖον θυσιαστήριον, καὶ σῶμα τὸν ναόν, ὡς εἰκόνα καὶ ὁμοίωσιν ὑπάρχουσαν τοῦ κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γενομένου ἀνθρώπου, καὶ διὰ μὲν τοῦ ναοῦ, ὡς διὰ σώματος, τὴν ἠθικὴν φιλοσοφίαν προβαλλομένην, διὰ δὲ τοῦ ἱερατείου, ὡς διὰ ψυχῆς, τὴν φυσικὴν θεωρίαν πνευματικῶς ἐξηγουμένην καὶ ὡς διὰ νοὸς τοῦ θείου θυσιαστηρίου τὴν μυστικὴν θεολογίαν ἐμβαίνουσαν.

Καὶ ἔμπαλιν Ἐκκλησίαν μυστικὴν τὸν ἄνθρωπον, ὡς διὰ ναοῦ μὲν τοῦ σώματος τὸ πρακτικὸν τῆς ψυχῆς ταῖς τῶν ἐντολῶν ἐνεργείαις κατὰ τὴν ἠθικὴν φιλοσοφίαν ἐναρέτως φαιδρύνοντα· ὡς δι᾽ ἱερατείου δὲ τῆς ψυχῆς τοὺς κατ᾽ αἴσθησιν λόγους καθαρῶς ἐν πνεύματι τῆς ὕλης περιτμηθέντας κατὰ τὴν φυσικὴν θεωρίαν διὰ λόγου τῷ Θεῷ προσκομίζοντα, καὶ ὡς διὰ θυσιαστηρίου τοῦ νοός, τὴν ἐν ἀδύτοις πολυύμνητον τῆς ἀφανοῦς καὶ ἀγνώστου μεγαλοφωνίας σιγὴν τῆς θεότητος δι᾽ ἄλλης λάλου τε καὶ πολυφθόγγου σιγῆς προσκαλούμενον, καὶ ὡς ἐφικτὸν ἀνθρώπῳ κατὰ μυστικὴν θεολογίαν αὐτῇ συγγινόμενον, καὶ τοιοῦτον γινόμενον οἷον εἰκὸς εἶναι δεῖ τὸν ἐπιδημίας ἀξιωθέντα Θεοῦ, καὶ ταῖς αὐτοῦ παμφαέσιν αἴγλαις ἐνσημανθέντα.