Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Μυσταγωγία

Μάξιμος ὁ Ὁμολογητής

Ηθικές προτροπές και επίλογος

Παραινέσεις για ενάρετο βίο, έμπρακτη ελεημοσύνη, έλεγχο των αισθήσεων και υπακοή στις θείες εντολές, καταλήγοντας με την αλληγορία του οβολού της χήρας και τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 8 από 8

Μὴ τοίνυν ἀπολειφθῶμεν τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, τοσαῦτα κατὰ τὴν τῶν τελουμένων θείων συμβόλων ἁγίαν διάταξιν τῆς σωτηρίας ἡμῶν περιεχούσης μυστήρια, δι᾽ ὧν ἕκαστον ἡμῶν καλῶς μάλιστα πολιτευόμενον ἀναλόγως ἑαυτῷ κατὰ Χριστὸν δημιουργοῦσα τὸ δοθὲν διὰ τοῦ ἁγίου βαπτίσματος ἐν Πνεύματι ἁγίῳ χάρισμα τῆς υἱοθεσίας εἰς φανέρωσιν ἄγει κατὰ Χριστὸν πολιτευόμενον ἀλλὰ πάσῃ δυνάμει τε καὶ σπουδῇ παραστήσωμεν ἑαυτοὺς ἀξίους τῶν θείων χαρισμάτων δι᾽ ἔργων ἀγαθῶν εὐαρεστοῦντας τῷ Θεῷ μὴ ἀναστρεφόμενοι “κατὰ τὰ ἔθνη τὰ μὴ εἰδότα Θεὸν ἐν πάθει ἐπιθυμίας,” ἀλλά, καθώς φησιν ὁ ἅγιος Ἀπόστολος, “νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ὀργήν τε πᾶσαν καὶ θυμὸν καὶ αἰσχρολογίαν καὶ ψεῦδος,” καί, 〈ὡς〉 συντόμως εἰπεῖν, “πάντα τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀποθέμενοι σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, ἀξίως τοῦ Θεοῦ περιπατήσωμεν, τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν αὐτοῦ βασιλείαν καὶ δόξαν· ἐνδυσάμενοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν· ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν, καθὼς καὶ ὁ Κύριος ἐχαρίσατο ἡμῖν, ἐπὶ πᾶσί τε τὸν σύνδεσμον τελειότητος, τὴν ἀγάπην καὶ τὴν εἰρήνην, εἰς ἣν καὶ ἐκλήθημεν ἐν ἑνὶ σώματι,” καί, ἵνα συνελὼν εἴπω, “τὸν νέον ἄνθρωπον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν.”

Οὕτω γὰρ ἂν βιοῦντες δυνηθείημεν πρὸς τὸ τέλος ἐλθεῖν τῶν θείων ἐπαγγελιῶν μετ᾽ ἐλπίδος ἀγαθῆς, “πληρωθῆναί τε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ καὶ πάσῃ καὶ σοφίᾳ καὶ συνέσει πνευματικῇ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει Κυρίου, ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν οἰκοδομὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, εὐχαριστοῦντες τῷ Πατρί, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί.” Σαφὴς δὲ τῆς χάριτος ταύτης ἐστὶν ἀπόδειξις ἡ πρὸς τὸ συγγενὲς δι᾽ εὐνοίας ἑκούσιος συνδιάθεσις, ἧς ἔργον ἐστίν, ὡς Θεόν, οἰκειοῦσθαι κατὰ δύναμιν τὸν καθ᾽ ὁτιοῦν τῆς ἡμῶν ἐπικουρίας δεόμενον ἄνθρωπον, καὶ μὴ ἐᾷν ἀτημέλητον καὶ ἀπρονόητον, ἀλλὰ σπουδῇ τῇ πρεπούσῃ κατ᾽ ἐνέργειαν ἐνδείκνυσθαι ζῶσαν τὴν ἐν ἡμῖν πρός τε τὸν Θεὸν καὶ τὸν πλησίον διάθεσιν. Ἔργον γὰρ ἀπόδειξις διαθέσεως. Οὐδὲν γὰρ οὔτε πρὸς δικαιοσύνην οὕτω ῥᾴδιόν ἐστιν, οὔτε πρὸς θέωσιν—ἵν᾽ οὕτως εἴπω—τὴν πρὸς Θεὸν ἐγγύτητα καθέστηκεν ἐπιτήδειον, ὡς ἔλεος ἐκ ψυχῆς εἰς τοὺς δεομένους μεθ᾽ ἡδονῆς καὶ χαρᾶς προσφερόμενος. Εἰ γὰρ Θεὸν ὁ Λόγος τὸν εὗ παθεῖν δεόμενον ἔδειξεν· “Ἐφ᾽ ὅσον γὰρ ἐποιήσατε, φησίν, ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.”

Θεὸς δὲ ὁ εἰπών, πολλῷ μᾶλλον τὸν εὖ ποιεῖν δυνάμενον καὶ ποιοῦντα, δείξει ἀληθῶς κατὰ χάριν καὶ μέθεξιν ὄντα Θεόν, ὡς τὴν αὐτοῦ τῆς εὐεργεσίας εὐμιμήτως ἀνειλημμένον ἐνέργειάν τε καὶ ἰδιότητα. Καὶ εἰ Θεὸς ὁ πτωχός, διὰ τὴν τοῦ δι᾽ ἡμᾶς πτωχεύσαντος Θεοῦ συγκατάβασιν, καὶ εἰς ἑαυτὸν ἑκάστου συμπαθῶς ἀναδεχομένου πάθη καὶ μέχρι τῆς συντελείας τοῦ αἰῶνος κατὰ τὴν ἀναλογίαν τοῦ ἐν ἑκάστῳ πάθους ἀεὶ δι᾽ ἀγαθότητα πάσχοντος μυστικῶς, πλέον δηλονότι κατὰ τὸν εἰκότα λόγον ἔσται Θεός, ὁ κατὰ μίμησιν τοῦ Θεοῦ διὰ φιλανθρωπίαν τὰ τῶν παθόντων πάθη δι᾽ ἑαυτοῦ θεοπρεπῶς ἐξιώμενος, καὶ τὴν αὐτὴν τῷ Θεῷ κατὰ ἀναλογίαν τῆς σωστικῆς προνοίας κατὰ διάθεσιν ἔχων δεικνύμενος δύναμιν.

Τίς οὖν ἄρα πρὸς ἀρετὴν οὕτω βραδύς ἐστι καὶ δυσκίνητος, ὥστε μὴ ἐφίεσθαι θεότητος, οὕτως εὐώνου τε καὶ εὐπορίστου καὶ ῥᾳδίας οὔσης τῆς κτήσεως; Ἀσφαλὴς δὲ τούτων ἐστὶ καὶ ἄσυλος φυλακή, καὶ εὐμαρὴς πρὸς σωτηρίαν ὁδός· ἧς, οἶμαι, χωρὶς κατ᾽ ἀλήθειαν οὐδὲν ἔσται τῶν ἀγαθῶν ἀβλαβῶς τῷ ἔχοντι συντηρούμενον· ἡ αὐτοπραγία, εἴτουν ἰδιοπραγία, δι᾽ ἧς τὰ καθ᾽ ἑαυτοὺς σκοπεῖν τε καὶ διασκέπτεσθαι μόνους μανθάνοντες τοῦ παρ᾽ ἄλλων διακενῆς βλάβην ἔχειν ἐλευθερούμεθα. Εἰ γὰρ ἑαυτοὺς μόνους ὁρᾷν τε καὶ ἐτάζειν μάθοιμεν, οὐδέποτε τοῖς τῶν ἄλλων, ὡς δ᾽ ἂν ἔχοντα τύχωσιν, ἐπιθησόμεθα· γινώσκοντες ἕνα μόνον κριτὴν σοφόν τε καὶ δίκαιον τὸν Θεόν, τὸν σοφῶς τε καὶ δικαίως πάντα τὰ γινόμενα κρίνοντα, καθ᾽ ὃν γεγένηται λόγον, ἀλλ᾽ οὐ καθ᾽ ὃν πεφανέρωται τρόπον· ὃν ἴσως ἂν δύναιντο καὶ ἄνθρωποι κρίνειν, ἀμυδρῶς εἰς τὸ φαινόμενον βλέποντες, περὶ ὃ οὐ πάντως ἐστὶν ἡ ἀλήθεια, οὐδὲ τῶν γινομένων λόγος.

Ὁ δὲ Θεὸς τὸ ἀφανές τε κίνημα τῆς ψυχῆς, καὶ τὴν ἀόρατον ὁρμήν, καὶ τὸν λόγον αὐτόν, καθ᾽ ὃν ὥρμηται ἡ ψυχή, καὶ τὸν τοῦ λόγου σκοπόν, τουτέστι τὸ παντὸς πράγματος προεπινοούμενον τέλος βλέπων, κρίνει δικαίως, ὡς ἔφην, πάντα τὰ παρὰ τῶν ἀνθρώπων πραττόμενα ὅπερ εἰ κατορθῶσαι σπουδάσομεν, καὶ ἑαυτοῖς ἑαυτοὺς περιορίσομεν τοῖς ἐκτὸς οὐκ ἐπιφυόμενοι, οὔτε ὁρᾷν, οὔτε ἀκούειν, οὔτε λαλεῖν, τὸν ὀφθαλμόν, ἢ τὸ οὖς, ἢ τὴν γλῶσσαν τὰ τῶν ἄλλων ἀφήσομεν, εἰ μὲν οἷόν τέ ἐστι, παντελῶς, εἰ δὲ μήγε, συμπαθῶς μᾶλλον, ἀλλ᾽ οὐ μὴ ἐμπαθῶς τούτοις ἐνεργεῖν, καὶ εἰς κέρδος ἡμέτερον ὁρᾷν τε καὶ ἀκούειν, καὶ λαλεῖν ἐπιτρέποντες καὶ τοσοῦτον μόνον, ὅσον τῷ ἡνιοχοῦντι ταῦτα θείῳ λόγῳ δοκεῖ. Οὐδὲν γὰρ τούτων τῶν ὀργάνων πρὸς ἁμαρτίαν ἐστὶν εὐολισθότερον, μὴ λόγῳ παιδαγωγουμένων· καὶ οὐδὲν πάλιν πρὸς σωτηρίαν αὐτῶν ἑτοιμότερον, τάσσοντος αὐτὰ τοῦ λόγου καὶ ῥυθμίζοντος καὶ ἐφ᾽ ἃ δεῖ καὶ βούλεται ἄγοντος.

Μὴ τοίνυν ἀμελήσωμεν κατὰ δύναμιν τοῦ πείθεσθαι τῷ Θεῷ, καλοῦντι ἡμᾶς εἰς ζωὴν αἰώνιον καὶ μακάριον τέλος διὰ τῆς ἐργασίας τῶν αὐτοῦ θείων τε καὶ σωτηρίων ἐντολῶν, ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν· “ἡ γὰρ χάρις,” φησὶν ὁ θεῖος Ἀπόστολος, “μετὰ πάντων τῶν ἀγαπόντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ,” τουτέστι τῶν μετὰ τῆς κατ᾽ ἀρετὴν ἀφθαρσίας καὶ τῆς κατὰ τὸν βίον καθαρᾶς τε καὶ ἀνυποκρίτου σεμνότητος ἀγαπόντων τὸν Κύριον ἐν τῷ ποιεῖν αὐτοῦ τὰ θελήματα καὶ μὴ παραφθειρόντων τι τῶν θείων αὐτοῦ προσταγμάτων.

Ταῦτα μὲν ἐγὼ περὶ τούτων διὰ τὸν τῆς ὑπακοῆς μισθόν, κατὰ δύναμιν, ὡς ἐδιδάχθην, ἐξεθέμην, τῶν μυστικωτέρων τε καὶ ὑψηλοτέρων ἅψασθαι μὴ τολμήσας· ἅπερ εἰ ποθεῖ τις γνῶναι τῶν φιλομαθῶν, τοῖς περὶ τούτων τῷ ἁγίῳ Διονυσίῳ τῷ Ἀρεοπαγίτῃ ἐνθέως πονηθεῖσιν ἐντύχοι καὶ εὑρήσει κατ᾽ ἀλήθειαν μυστηρίων ἀρρήτων ἀποκάλυψιν, διὰ τῆς θείας αὐτοῦ καὶ διανοίας καὶ γλώττης χαρισθεῖσαν τῷ τῶν ἀνθρώπων γένει, “διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν.” Καὶ εἰ μὲν πολὺ τῆς ὑμῶν ἐπιθυμίας οὐκ ἀποπέπτωκε, τῷ Χριστῷ χάρις τῷ χορηγῷ τῶν καλῶν, καὶ ὑμῖν τοῖς λεχθῆναι ταῦτα βιασαμένοις. Εἰ δὲ μακράν που καὶ πολὺ τῆς ἐλπίδος ἀπολείπεται, τί πάθω ἢ τί δράσω, περὶ τὸ λέγειν ἀσθενήσας; Συγγνωστὸν γάρ, οὐ τιμωρητόν, ἡ ἀσθένεια· καὶ ἀποδεκτὸν μᾶλλον, ἀλλ᾽ οὐ μεμπτὸν τὸ ἐγχωροῦν καὶ ἐνδεχόμενον, καὶ μάλισθ᾽ ὑμῖν, τοῖς ἀγαπᾷν διὰ τὸν Θεὸν προθεμένοις.

Καὶ Θεῷ δὲ φίλον τὸ κατὰ δύναμιν ἅπαν γνησίως ἐκ ψυχῆς προσαγόμενον, κἂν μικρὸν συγκρίσει μεγάλων ὑπάρχον φανήσεται· ὃς οὐδὲ τὴν χήραν τὰ δύο λεπτὰ προσκομίσασαν ἀπώσατο, ἥτις ποτὲ ἦν ἡ χήρα αὕτη καὶ τὰ δύο λεπτά, εἴτε ψυχὴ κακίας χηρεύουσα, καὶ ὥσπερ ἄνδρα τὸν παλαιὸν μὲν ἀποβαλομένη νόμον, οὔπω δὲ τῆς πρὸς τὸν Λόγον καὶ Θεὸν ἄκρας συναφείας ἀξία, προσάγουσα δὲ ὅμως αὐτῷ ἀρραβῶνος λόγῳ ὥσπερ λεπτά, τὸν τέως σύμμετρον λόγον καὶ βίον, ἢ πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἢ τὴν περὶ τῶν καλῶν ἕξιν καὶ ἐνέργειαν, ἢ τὴν τούτοις πρόσφορον θεωρίαν καὶ πρᾶξιν, ἢ τὴν ἀνάλογον γνῶσιν καὶ ἀρετήν· ἢ τοὺς μικρὸν ὑπὲρ ταῦτα, φημὶ δὲ τοὺς ἐν τῷ φυσικῷ καὶ τῷ γραπτῷ νόμῳ λόγους, οὓς ἡ ψυχὴ κεκτημένη, κατ᾽ ἔκστασιν τούτων καὶ ἄφεσιν ὡς ὅλου βίου καὶ ζωῆς μόνῳ συναφθῆναι τῷ Λόγῳ καὶ Θεῷ βουλομένη προσάγει, καὶ τῶν κατὰ φύσιν καὶ νόμον βιαίων τρόπων τε καὶ θεσμῶν καὶ ἐθῶν, ὥσπερ ἀνδρῶν χηρεύειν δέχεται, εἴτε τι ἄλλο τούτων πνευματικώτερον, καὶ μόνοις θεωρητὸν τοῖς καθαροῖς τὴν διάνοιαν, διὰ τοῦ καθ᾽ ἱστορίαν πληρωθέντος γράμματος ὁ λόγος αἰνίττεται. Πάντα γὰρ τῷ κατὰ θεολογίαν ἐποπτικῷ συγκρινόμενα λόγῳ, τὰ ἐν ἀνθρώποις δοκοῦντα κατ᾽ ἀρετὴν εἶναι μεγάλα, μικρὰ τυγχάνει.

Πλήν γε ὅτι κἂν μικρά, καὶ ἐξ ὕλης εὐτελοῦς καὶ οὐ πολὺ τιμίας, ἀλλ᾽ οὖν τοῖς ἐκ χρυσοῦ νομίσμασι τῆς ἐν ὕλαις τιμιωτέρας, ἃ προσφέρουσιν οἱ εὐπορώτεροι, κατὰ τὸ ἴσον τὸν βασιλικὸν χαρακτῆρα φέροντα, κατὰ [καὶ τὸ] πλέον ἴσως ἔχοντα τῆς προσαγούσης τὴν ἐξ ὅλης διαθέσεως πρόθεσιν.

Ταύτην κἀγὼ μιμούμενος τὴν χήραν, Θεῷ τε καὶ ὑμῖν, ἠγαπημένοι, τὰ μικρὰ ταῦτα καὶ εὐτελῆ καὶ ἐξ εὐτελοῦς καὶ πτωχῆς διανοίας καὶ γλώσσης προενηνεγμένα νοήματά τε καὶ ῥήματα ὥσπερ λεπτά, περὶ ὧν ἐκελεύσατε, προσενήνοχα, παρακαλῶν τὴν εὐλογημένην ὑμῶν καὶ ἁγίαν ψυχήν· πρῶτον μέν, μηδενὸς ἔτι τῶν παρ᾽ ἐμοῦ λεγομένων ἔγγραφον ζητῆσαι σημείωσιν, —δυοῖν ἕνεκεν· ἑνὸς μέν, ὅτι μηδέπω τὸν φόβον ἐκτησάμην τοῦ Θεοῦ τὸν ἁγνὸν καὶ διαμένοντα, οὐδ᾽ ἀρετῆς ἕξιν στερέμνιον καὶ δικαιοσύνης ἀληθοῦς πῆξιν σταθερὰν καὶ ἀσάλευτον, τὰ μαρτυροῦντα μάλιστα τοῖς λόγοις τὸ βέβαιον· ἑτέρου δέ, ὅτι πολλῷ κλύδωνι παθῶν ἔτι δίκην θαλάσσης ἀγρίας περιδονούμενος καὶ πολὺ τοῦ θείου ἀπαθείας ἀπέχων λιμένος, καὶ ἄδηλον ἔχων τοῦ βίου τὸ πέρας, οὐ βούλομαι πρὸς τοῖς ἔργοις καὶ τὸν ἐν γράμμασι λόγον ἔχειν κατήγορον—ἔπειτα δὲ τῆς εὐπειθείας χάριν, εἰ δέον ἐστίν, ἀποδεξάμενοι, Χριστῷ με δι᾽ εὐχῶν παράθεσθε τῷ μεγάλῳ καὶ μόνῳ Θεῷ καὶ Σωτῆρι τῶν ἡμετέρων ψυχῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.