Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Περὶ ἐνεργειῶν καὶ θελημάτων

Μάξιμος ὁ Ὁμολογητής

Αναίρεση της σεβηριανής διδασκαλίας περί ενός θελήματος

Δογματική απόκρουση της ταύτισης θελήματος και προσώπου κατά τους οπαδούς του Σεβήρου. Εξέταση των χριστολογικών αδιεξόδων και των αλλοιώσεων του τριαδικού δόγματος που προκύπτουν από αυτή τη θεωρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 3

Μέμνημαι γὰρ κατὰ τὴν Κρητῶν νῆσον διάγων, τινῶν ψευδεπισκόπων πρὸς ἐμὲ διενεχθέντων τῆς Σευήρου μερίδος· ἀκούσας, ὡς διὰ τοῦτο δύο κατὰ τὸν Λέοντος τόμον ἐνεργείας οὐχ ὁμολογοῦμεν ἐπὶ Χριστοῦ, διὰ τὰ ἑπόμενα ταύταις θελήματα, οἷς ἐξ ἀνάγκης προσώπων συνεισάγεται δυάς· ἀλλ’ οὐδὲ μίαν πάλιν, ἁπλῆν θεωρεῖσθαι μὴ δυναμένην· ἒν δὲ θέλημα, καὶ πᾶσαν θείαν τε καὶ ἀνθρωπίνην ἐνέργειαν ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ Θεοῦ Λόγου σεσαρκωμένου, κατὰ Σευῆρον προϊέναι φαμέν. Πρὸς οὓς ἄν τις σχετλιαστικῶς ἐκεῖνο τῆς προφητείας ἐποίσει τὸ μέρος· Ὤ, ὤ, φεύγετε ἀπὸ Βοῤῥᾶ· εἰς Σιὼν ἀνασώζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. Βοῤῥᾶς γὰρ ὡς ἀληθῶς Σευήρου διάνοια, τόπος γενομένη ζοφερός, καὶ τῆς τοῦ θείου φωτὸς ἐστερημένη διατριβῆς·

Θυγάτηρ δὲ Βαβυλῶνος, ἡ κακῶς ἐκ τῆς προσγενομένης αὐτῷ χειρίστης ἕξεως γεννηθεῖσα συγκεχυμένη τῶν ψευδῶν διδασκαλία δογμάτων, ἣν κατοικοῦσι οἱ τὸ φῶς ἀπεστραμμένοι τῆς γνώσεως· καὶ πρὸς τὴν Σιών, λέγω τὴν Ἐκκλησίαν, ἀνασωθῆναι δι’ ἐπιστροφῆς οὐκ ἐθέλοντες. Ὁμοῦ γὰρ τῆς τε θεολογίας καὶ τῆς οἰκονομίας, ὁ Σευήρου βασανιζόμενος καταγωνίζεται λόγος. Εἰ γὰρ κατ’ αὐτόν, ταῖς ἐνεργείαις ἕπεσθαι τὰ θελήματα πέφυκε τοῖς δὲ θελήμασιν εἰσάγεσθαι πρόσωπα, καθάπερ αἰτίοις αἰτιατά· ἵνα μὴ λέγω τίς ἡ ἀπόδειξις· καὶ παντὶ προσώπῳ δηλονότι, κατ’ αὐτόν, θέλημα· καὶ τούτῳ πάντως ἐνέργεια συνεισαχθήσεται πρόσφορος. Ὁ γὰρ τὸν πρός τι, λόγος, ἄλυτον ἔχων τὴν σχέσιν, ἴσην ποιεῖται τὴν τῶν σχετῶν ἀκολούθως ἀντιστροφήν.

Οὐκοῦν ἐπειδὴ πολύσημόν ἐστι τὸ ἁπλῶς λεγόμενον, εἰ μὲν φυσικὰ τὰ κατὰ ἀντιστροφὴν συνεισαγόμενα τοῖς προσώποις εἶεν θελήματα, ἡ μακαρία Μονάς, κατὰ Σευῆρον, καὶ φύσεων ἔσται Τριάς. Εἰ δὲ γνωμικά, στασιάσει πάντως πρὸς ἑαυτὴν μὴ συμβαίνουσα τοῖς θελήμασιν, ὡς προσώπων Τριάς· ἢ πάντως, εἴπερ ἓν θέλημα τῆς ὑπερουσίου Τριάδος ἐστί, μονοπρόσωπος ἔσται θεότης τριώνυμος.

Καὶ πάλιν, εἰ τῇ ἐνεργείᾳ πάντως κατὰ τὴν Σευήρου πρότασιν ἕπεται θέλημα· τούτῳ δὲ συνεισάγεται πρόσωπον, ἐξ ἀνάγκης ἀναιρεθείσῃ τῇ ἐνεργείᾳ, καὶ τὸ ἑπόμενον αὐτῇ συνανῄρηται θέλημα, καὶ τὸ τούτῳ συνεισαγόμενον πρόσωπον. Εἰ δὲ τῇ μὲν ἐνεργείᾳ, τὸ θέλημα· τῷ δὲ θελήματι, συναναιρεῖται τὸ πρόσωπον, ἀνυπόστατος ἔσται κατὰ Σευῆρον ὁ Χριστός· τῇ ἐνεργείᾳ, διὰ τὸ συναναιρούμενον αὐτῇ θέλημα, τοῦ συνεισαγομένου τῷ θελήματι προσώπου συναναιρεθέντος.

Καὶ πάλιν, εἰ ταῖς ἐνεργείαις κατ’ αὐτὸν ἕπεται πάντως θελήματα, τοῖς δὲ θελήμασι συνεισάγεται πρόσωπα· ἐξ ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ Θεοῦ Λόγου σεσαρκωμένου προϊέναι φησὶ πᾶσαν θείαν καὶ ἀνθρωπίνην ἐνέργειαν· καὶ πᾶν θέλημα κατ’ αὐτὸν δηλονότι θεῖόν τε καὶ ἀνθρώπινον, ὡς ταῖς ἐνεργείαις ἑπόμενον μετὰ τῶν ἰσαρίθμως συνεισαγόμενον αὐτοῖς προσώπων, ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ Λόγου σεσαρκωμένου πάντως συμπροαχθήσεται· καὶ οὐδεὶς ἀντερεῖ λόγος.

Ἔσται τοιγαροῦν τῇ μὲν ἀναιρέσει τῶν φυσικῶν ἐνεργειῶν ὁ Χριστὸς κατὰ Σευῆρον, ἀνούσιος· τῇ δὲ παραγραφῇ τῆς μιᾶς, πάλιν ἄβουλος καὶ ἀνυπόστατος· καὶ τῇ πάσῃ προαγωγῇ θείας τε καὶ ἀνθρωπίνης ἐνεργείας, πολύβουλός τε καὶ πολυπρόσωπος· ἢ τό γε κυριώτερον εἰπεῖν, ἀπειρόβουλός τε καὶ ἀπειροπρόσωπος. Ὁ γὰρ πᾶσαν φήσας ἐνέργειαν, ποσότητος πεποίηκε δήλωσιν ἀναρίθμητον.

Οὐκοῦν κατὰ μὲν τὴν ἀντιστροφὴν τῆς Σευήρου προτάσεως, ὁ τῆς θεολογίας αὐτῷ διαπέπτωκε λόγος, Ἀρειανὴν πολυθεΐαν, καὶ Σαβελλιανὴν ἀθεΐαν, καὶ μαχομένην Ἑλληνικῶς ἑαυτῇ φύσιν θεότητος εἰσηγουμένῳ· κατὰ δὲ τὴν πρότασιν, σαφῶς ὁ τῆς οἰκονομίας αὑτῷ νενόθευται λόγος, τὸν ἕνα Χριστὸν ἀνούσιον, ἄβουλον, ἀνυπόστατον· καὶ πάλιν τὸν αὐτὸν ἀπειρόβουλόν τε πρεσβεύοντι καὶ ἀπειροπρόσωπον· οὗ τί δυσσεβέστερον;

Ὁρᾶτε ποῦ φέρων ὁ Σευήρου κανὼν ἀπάγει τοὺς πειθομένους; Τοιοῦτος γὰρ ἅπας καθέστηκε λόγος, τὴν ἀήττητον βάσιν οὐκ ἔχων ἀλήθειαν. Ἓν δὲ Χριστοῦ θέλημα λέγων, ὦ βέλτιστε, πῶς καὶ ποῖον τοῦτο φής; Εἰ μὲν ὡς Χριστοῦ φυσικόν, Πατρὸς φύσει καὶ Μητρὸς αὐτὸν ἠλλοτρίωσας, οὐδετέρῳ κατ’ οὐσίαν ἑνούμενον. Οὐδέτερον γὰρ αὐτοῖν φύσει Χριστός· καὶ πῶς ἐκφεύξῃ τοῦτο λέγων, τῆς πολυθεΐας τὸν κίνδυνον; Εἰ δὲ γνωμικόν, μόνης ἔσται τῆς αὐτοῦ χαρακτηριστικὸν ὑποστάσεως. Προσώπου γὰρ ἀφοριστικὸν ὑπάρχει τὸ γνωμικόν· καὶ δειχθήσεται σαφῶς ἑτερόβουλος Πατρί τε καὶ Πνεύματι κατὰ σέ, καὶ μαχόμενος. Εἰ δὲ τῆς αὐτοῦ μόνης θεότητος, ἐμπαθὴς ἔσται θεότης, παρὰ φύσιν βρώσεως καὶ πόσεως ἀφιεμένη. Εἰ δὲ τῆς αὐτοῦ μόνης ἀνθρωπότητος, οὐκ ἔσται φύσει δραστήριον. Πῶς γάρ, εἴπερ ἀνθρώπινον; Καὶ τερατώδης δειχθήσεται σαφῶς ἡ τῶν θαυμάτων ἐπίδειξις.

Εἰ δὲ ἀμφοτέρων φύσει κοινόν, πῶς ἔσται θέλημα φύσει κοινόν, ὧν ἡ φύσις διάφορος; Εἰ δὲ ὡς ὅλου σύνθετον, πρὸς τῷ καινῷ μύθῳ καὶ πλάσματι. Τίς γὰρ θελήματος σύνθεσις; πάλιν αὐτὸν τοῦ Πατρὸς ἠλλοτρίωσας, συνθέτῳ θελήματι μόνην χαρακτηρίσας ὑπόστασιν σύνθετον. Οὕτω μὲν οὖν πᾶσαν φυτείαν ἐκριζοῖ προσελθὼν ὁ λόγος, ἣν ὁ Πατὴρ οὐκ ἐφύτευσεν· ἐπεὶ μὴ πέφυκε τὸ ξένον περιποιεῖσθαι γεώργιον.