Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Πρὸς Μαρίνον πρεσβύτερον

Μάξιμος ὁ Ὁμολογητής

Θεολογικά σχόλια της επιστολής

Παράρτημα βραχέων σχολίων για την αρετή, τον νου, τη διάκριση ουσίας και υποστάσεως, το θέλημα και τη θεία οικονομία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 8 από 8

ΣΧΟΛΙΑ. αʹ. Λόγῳ μὲν ἡ φύσις περιγράφεται τῶν ὄντων πρὸς ἀρετῆς γένεσιν, κατὰ πρόοδον· ἥτις ἐστὶ παντελὴς κατ’ ἀρετὴν τῆς φύσεως ἄρνησις. Νῷ δὲ περιορίζεται ἡ παντὸς αἰῶνος καὶ χρόνου κίνησις, πρὸς σύστασιν ἀπλανοῦς ἑνώσεως, κατὰ ἀνάβασιν· ἥτις ἐστὶ τῶν ἐν οἷς ἐστιν ἡ φύσις ὑπέρβασις λέγω δὲ τόπον καὶ χρόνον, ἐν οἷς ἡ τῶν ὄντων ὑπόστασις.

Ἡ δὲ πρὸς τὸν ἐξ οὗ τὰ πάντα καὶ δι’ οὗ καὶ εἰς ὃν ὡς πέρας τῶν ὅλων, κατὰ χάριν ἀποκατάστασις, κατ’ ἀνάληψιν γίνεται· ἥτις ἐστὶ τοῦ μὲν ἀναλαμβανομένου πάθος· ἐνέργεια δὲ τοῦ ἀναλαμβάνοντος. βʹ. Πρόσωπον, ἤτοι ὑπόστασις· φύσις, ἤτοι οὐσία.

Οὐσία γάρ, τὸ κατ’ εἰκόνα, ὁ λόγος· τὸ καθ’ ὁμοίωσιν δέ, ὁ βίος, ὑπόστασίς ἐστιν, ἐξ ὧν ἀμφοτέρων ἡ ἀρετὴ συμπεπλήρωται. Ὑπόστασιν γὰρ σοφίας, τὴν ἀρετήν· οὐσίαν δέ φασιν ἀρετῆς εἶναι τὴν σοφίαν. Διὸ τῆς μὲν σοφίας ἀπλανὴς ἔκφανσίς ἐστιν, ὁ τρόπος τῆς τῶν θεωρητικῶν ἀγωγῆς· τῆς ἀρετῆς δὲ βάσις, ὁ λόγος τῆς τῶν πρακτικῶν θεωρίας καθέστηκεν.

Ἀμφοτέρων δὲ χαρακτὴρ ἀψευδέστατος, ἡ πρὸς τὸ κυρίως ὂν ἀκλινὴς ἐνατένισις. γʹ. Ὅτι οὐκ ἄτρεπτος φύσει ὁ ἄνθρωπος· καὶ πῶς. δʹ. Ὅτι τὸ θέλημα, ἢ οὐσίας, ἢ ὑποστάσεώς ἐστι χαρακτηριστικόν· καὶ μέσον τούτων οὐκ ἔστιν, οὔτε κοινὸν καὶ σύνθετον ἐξ ἀμφοῖν· οὔτε οὐδετέρου μετέχον.

εʹ. Ὅτι ἡ προαίρεσις ἐπὶ Χριστοῦ, τὴν φυσικὴν σημαίνει θέλησιν· ἤτοι τὴν ὀρεκτικὴν τῆς φύσεως δύναμιν. ϛʹ. Βλέπε τὸ τῆς οἰκονομίας μυστήριον. ζʹ. Εἰς τό, Δι’ αὐτοῦ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· ἤτοι περὶ οὐσίας, καὶ δυνάμεως, καὶ ἐνεργείας.

ηʹ. Περὶ θεώσεως. Ἀκούσαις δὲ τούτων καὶ σύ, Νεῖλε· καὶ φρονήσαις ἃ φρονοῦσιν οἱ τῆς ἀληθείας διδάσκαλοι.