Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Σχόλια εἰς τὸν Ἐκκλησιαστήν

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία του δέκατου κεφαλαίου: Τα σφάλματα των αρχόντων και οι πνευματικοί κίνδυνοι

Αλληγορική και ηθική προσέγγιση των συνεπειών της αφροσύνης, της άσκοπης φλυαρίας, των κινδύνων της αμαρτίας και του ήθους της εξουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 8 από 10

Δηλαδή, ἐὰν τοῦ ἄρχοντος τοῦ κόσμου τούτου πνεῦμα τιμωρὸν καὶ πόνων ἀκουσίων ἐπαγωγόν, συγχωρήσει θείᾳ, πρὸς λύτρον ἁμαρτημάτων καὶ ψυχῆς ἴασιν, κατὰ σοῦ ἐξουσίαν λάβῃ, θεοῦ μὴ ἐκστῇς, ἐξ οὗ καὶ δι᾽ οὗ καὶ εἰς ὃν τὰ πάντα, ἀφρόνως μὴ εἶναι θεὸν διαλογιζόμενος, διότι ἡ τῶν ἀκουσίων πόνων ὑπομονὴ τῶν τε προημαρτημένων σοι θεραπεία καὶ τῶν ἐνεργουμένων ἢ καὶ ἴσως ἐνεργηθησομένων νέκρωσις καὶ προφυλακή σοι γενήσεται. Μεγάλα δέ εἰσι τὰ εἰς ἐνέργειαν προβαίνοντα ἁμαρτήματα, ὡς δυσέκνιπτα καὶ καθάρσεως ἐπιπονωτέρας δεόμενα. Ἀλλὰ καὶ ἑτέρα 5-7. Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος· ἐδόθη ὁ ἄφρων ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθίσονται· εἶδον δούλους ἐφ᾽ ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς.

Ἤγουν, ὑπάρχει κάκωσις ἣν κατενόησα περὶ γῆν, ἐκ τοῦ λαμβάνοντος συγχωρήσει θείᾳ καθ᾽ ἡμῶν τὴν ἐξουσίαν ἐπαγομένη πολλοῖς, κἂν μὴ βούλοιντο. Τίς δ᾽ αὕτη ἐστίν; Ἤρθη ἄφρων εἰς ὕψος δόξης πολλῆς, ὑφ᾽ οὗ ταῖς ὑποθήκαις τοῦ πονηροῦ κοσμοκράτορος, οἱ εὐθηνούμενοι πλούτῳ πτωχεύσουσιν, ἀβουλήτοις περιπεσόντες· οἷς ἀκολούθως κατεσκεψάμην δούλους μὲν ἐπιβάτας ἵππων, δεσπότας δὲ ὁμοίως δούλοις πεζοποροῦντας, ὡς ἀναξίως τοὺς μὲν ἀνάγοντος, τοὺς δὲ κατάγοντος τοῦ ἀφρόνως ἡγεμονεύοντος. Ἀλλὰ 8-11. Ὁ ὀρύσσων βόθρον, ἐν αὐτῷ ἐμπεσεῖται· καὶ καθαιροῦντα φραγμόν, δήξεται αὐτὸν ὄφις· ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς· σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον· καὶ αὐτὸς πρόσωπον ἐτάραξε, καὶ δύναμις δυναμώσει, καὶ περισσεία τοῦ ἀνδρείου σοφία.

Ἐὰν δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστι περισσεία τῷ ἐπᾴδοντι. Τουτέστιν, ὁ τῶν ὁμοφυῶν τὴν βλάβην ἐπιτεχνώμενος ἑαυτὸν πρῶτον βλάψει, εἰς τὸν τῆς κακίας ἐμπεσὼν βόθρον· καὶ τὸν τὰς τούτου ἐπιβουλὰς μὴ φέροντα, ἀλλὰ τὸν φυλακτικὸν τῆς ψυχῆς θεῖον νόμον τῆς ἀγάπης καταλύοντα, ὁ τῶν ψυχῶν ἐπίβουλος νοητὸς ὄφις ἐνδακών, ἐναφήσει αὐτῷ τὸν ἰὸν τοῦ εἰς τὸν ἐπιβουλεύοντα μίσους· καὶ ὁ ἐκσπῶν τῆς ἑαυτοῦ ψυχῆς τὰς κατὰ τῆς τοῦ δράκοντος κεφαλῆς βαλλομένας θείας ἐντολὰς καὶ συνιστώσας τὸν φραγμὸν τῆς ἀγάπης, ἐλεγχόμενος κατὰ τὸ συνειδὸς ὑπ᾽ αὐτῶν, ὀδυνηθήσεται τὴν ψυχήν· καὶ ὁ τοὺς ἀναφυομένους ἐν τῇ ἑαυτοῦ ψυχῇ λογισμοὺς ἀγαθούς τε καὶ πονηροὺς διακρίνων, κινδυνεύσει τὸ χεῖρον τοῦ κρείττονος ἐκλεξάμενος, εἰ μὴ τὴν διαιροῦσαν τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, ἀσφαλῶς παρ᾽ ἑαυτῷ κατέχει. Τὴν γὰρ θείαν ἐντολὴν τῆς ἑαυτοῦ ψυχῆς ἀποβαλών, τὴν διάθεσιν ταύτης ἀπὸ τοῦ ἀγαθοῦ πρὸς τὸ ἐναντίον μετέστρεψεν, ἀποβαλούσης τὴν εἰκόνα τοῦ ἐπουρανίου καὶ περιβαλομένης τοῦ χοϊκοῦ. Καὶ γὰρ τοῦ θείου ῥήματος ἡ δύναμις ἐνισχύσει τὴν ψυχὴν κατὰ τῶν παθῶν, καὶ τοῦ ἐντεῦθεν ἰσχυροῦ καὶ πρὸς τὸ κακὸν ἀνενδότου πολλὴ ἔσται ἡ διακρίνουσα τὸ ἐναντίον ἀπὸ τοῦ ἀγαθοῦ σοφία, ὡς καὶ ἑτέρους ὠφελεῖν δύνασθαι.

Ἐὰν δέ τινα ὁ νοητὸς ὄφις λαθραίως ἀπὸ δεξιᾶς τραυματίσῃ, οὐχ ὑπάρχει τῷ διδασκάλῳ χάρις ὠφελείας, μεταδιδομένη τῷ οὕτω τετραυματισμένῳ διὰ τὸ τούτου δυσπαράδεκτον ὁμοῦ καὶ δυσίατον. Καίτοι γε 12-141. Λόγοι στόματος σοφοῦ χάρις, καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν· ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσύνη, καὶ ἐσχάτη αὐτοῦ περιφέρεια πονηρά· καὶ ὁ ἄφρων πληθύνει λόγους.

Εἴτουν, οἱ διὰ στόματος τοῦ σοφοῦ ἐκφερόμενοι λόγοι γνῶσιν χαρίζονται τοῖς ἀκούουσι, καὶ ἄφρονος ῥήματα, ἃ μόνῃ τῇ τοῦ ἀέρος πλήξει ἐκ τοῦ λάρυγγος διὰ χειλέων ἐκφέρονται καὶ οὐχὶ καὶ τὸν νοῦν γεννήτορα κέκτηνται, βυθῷ ἀπωλείας αὐτὸν παραδώσουσιν. Αἰτία γὰρ τῶν τοιούτων ῥημάτων ἡ τοῦ θεοῦ ἀμνηστία, ἥτις ἀληθῶς ἀφροσύνη ἐστί, καὶ τέλος ἡ ἀπὸ τοῦ ἀγαθοῦ εἰς κακίαν περιτροπή.

Καὶ ὁ μὴ συνιῶν καὶ ἐκζητῶν τὸν θεόν, ὡς τοῦ ἑνὸς ἐξιστάμενος καὶ τοῖς μεριστοῖς μεριζόμενος, πλεῖστα ἀνωφελῶς φλυαρεῖ. Καὶ 142-15. Οὐκ ἔγνω ἄνθρωπος τί τὸ γενόμενον καὶ τί τὸ ἐσόμενον μετ᾽ αὐτόν, ὅτι ὀπίσω αὐτοῦ τίς ἀπαγγελεῖ αὐτῷ;

Μόχθος τῶν ἀφρόνων κακώσει αὐτούς, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν. Δηλονότι, οὐ κατέλαβέ τις, μὴ πιστεύων τοῖς λόγοις τῆς χάριτος, τὸ πρὸ τῆς τοῦ ἀνθρώπου γενέσεως γεγονὸς ἢ τὸ μετὰ τὴν φθορὰν αὐτοῦ γενησόμενον· τίς γὰρ τῆς θείας χάριτος ἄνευ δηλώσει αὐτῷ τὸ προγεγονὸς καὶ μετὰ τὴν αὐτοῦ γένεσιν ὄπισθεν τούτου καταλειφθὲν καὶ τὸ μετὰ τὸ φθαρῆναι αὐτὸν πάλιν ὄπισθεν αὐτοῦ γενέσθαι καταλειφθέν;

Τῶν γὰρ πρὸ τῆς ἡμετέρας γενέσεως καὶ τῶν μετὰ τὴν φθορὰν ἡ γνῶσις, δῶρον οὖσα τῆς ἄνωθεν χάριτος, ὑπὲρ τὴν ἀνθρωπίνην ὑπάρχει κατάληψιν. Ἡ οὖν σπουδὴ τῶν μὴ πιστευόντων τοῖς λόγοις τῆς χάριτος, κἀντεῦθεν μὴ φρονούντων τὰ αἰώνια, ὀδύνην ἐπάξει αὐτοῖς ἔν τε τῷ ἐπὶ τοῖς προσκαίροις καμάτῳ καὶ τῇ ἐπὶ τοῖς πλημμεληθεῖσιν αἰωνίῳ κολάσει, οἳ οὐκ οἴδασιν ἐν τῇ ἑαυτῶν σπουδῇ τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ κυρίου, τὴν εἰς τὴν ἄνω μητρόπολιν ἄγουσαν. Ἀλλὰ 16-19. Οὐαί σοι πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου ἐν πρωΐᾳ ἐσθίουσι. Μακαρία σὺ γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρου καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται. Ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία. Εἰς γέλωτα ποιοῦσιν ἄρτον, καὶ οἶνος εὐφραίνει ζῶντας, καὶ τοῦ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα.

Ἤτοι, φεῦ σοι πολύανδρον οἰκητήριον, οὗ ὁ βασιλεύων ἀτελής ἐστι ταῖς φρεσίν, ὡς μὴ φρονῶν τὰ ἑστῶτα καὶ μένοντα, καὶ οἱ ἄρχοντες πρὸ παντὸς ἔργου ποιοῦνται τὸ χαρίζεσθαι τῇ γαστρί, ὃ πάσης ἐστὶν ἡδυπαθείας παραίτιον, ὅτι οἱ μὲν οἰκήτορές σου τούτοις συνεξομοιωθήσονται, ὡς εἴωθε γίνεσθαι, αὐτοὶ δ᾽ οἱ ἐξουσιάζοντες βαρεῖς ἐπιστάται καὶ φθορεῖς ἀντὶ σωτήρων τοῖς ὑπὸ χεῖρα φανήσονται.

Ἀξιοζήλωτος δὲ σὺ χώρα, ἧς ὁ δεσπότης, παθῶν δουλείας ἀπαλλαγείς, ἠξίωται τῆς ἐν χάριτι ἐλευθέρας γενέσεως, καὶ οἱ ἄρχοντες διὰ τὴν ἀναγκαίαν χρείαν τοῦ σώματος τροφῆς εὐκαίρως μεταλαμβάνουσιν ἐν ἰσχύϊ λογισμοῦ ἔμφρονος, τὴν σάρκα ὑποτάσσοντος καὶ τὰς ἀλόγους ταύτης ὀρέξεις ἀναχαιτίζοντος, ἐπείπερ οὔτ᾽ αὐτοὶ αἰσχύνῃ ἀκαίρου τε καὶ ἀμέτρου ἡδυπαθείας ὑποπεσοῦνται, καὶ οἱ τούτων ὑπήκοοι, μιμούμενοί τε αὐτοὺς καὶ πολλῆς παρ᾽ αὐτῶν ἐπιμελείας ἀξιούμενοι, καλῶς ἅμα ψυχῇ τε καὶ σώματι ἕξουσι. Καὶ γὰρ ἐν ταῖς ῥαθυμίαις τῶν τινος προεστώτων οἰκίας ὁ ταύτης συντηρητικὸς ὄροφος συμπτωθήσεται, καὶ ἐν τῷ μὴ πρὸς τὴν ταύτης ἐπιμέλειαν ἐκτείνειν χεῖρας αὐτούς, ὑετῶν αὕτη σταλαγμοὺς φθαρτικοὺς ἑαυτῆς ὑποδέξεται. Ὧν προεστώτων τὸ παρὰ πᾶσαν ζωὴν σπουδαζόμενον, τρυφὴ καὶ διάχυσις· οἳ καὶ καταπειθεῖς εἰς ἅπαν ἔσονται ἄδικον τοῖς διὰ δώρων δεξιουμένοις αὐτούς, καὶ διὰ τοῦτο φθορεῖς ἀντὶ σωτήρων ὡς εἴρηται τοῖς ὑπηκόοις δειχθήσονται. 20. Καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου, καὶ ὁ ἔχων πτέρυγας ἀπαγγελεῖ λόγον σου.

Τουτέστι, κἂν τοιοῦτοι δὲ ὦσιν οἱ δυναστεύοντες, ἀλλὰ σὺ μηδ᾽ ἐν τῷ κρυπτῷ κάκωσιν ἐπενεχθῆναι βασιλεῖ ἤ τινι τῶν ὄντων ἐν εὐπορίᾳ καὶ διὰ δώρων παρὰ τοῖς ἄρχουσι βλάψαι σε δυναμένων, αἰτήσῃς παρὰ θεοῦ. Ἡ γὰρ φήμη, ταχὺ διατρέχουσα, οἷάπερ τις ὄρνις ἐναέριος καὶ ὑπόπτερος, εἰς τὰ τούτων ὦτα τὴν σὴν ὑπαγάγῃ φωνήν, καὶ ἐπὶ πλεῖον τὴν τούτων ὀργὴν ὑπανάψας, κατὰ σοῦ στιλβώσεις τὴν μάχαιραν. Πρὸς δέ, 1-2. Ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐτόν· δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τῆς γῆς.

Ἤγουν, παράπεμψον καὶ αὐτὸν εἰ δέοι τὸν εἰς ἀναγκαίαν τοῦ σώματός σου χρείαν ἄρτον ἐπὶ πάντα ἄνθρωπον, συμπαθείας καὶ δακρύων ἄξιον, διὰ τὴν συνέχουσαν αὐτὸν ἔνδειαν, διότι οὐκ ἀπολέσεις τὸν πρὸς τοὺς ὁμοφυεῖς ἔλεον, ἀλλ᾽ ἐν τῷ πληρώματι τῶν ἡμερῶν τῆς ζωῆς σου πλουσίαν ἀπολάβῃς παρὰ θεοῦ τὴν ἀνταμοιβήν. Κἀντεῦθεν ἐν τῷ ἐπαρκέσαι τοῖς πένησι τὰ πρὸς ζωῆς συντήρησιν χρειώδη, ἀπόνειμαι τῇ παρούσῃ ἑβδοματικῇ ζωῇ μέρος τι, οὗ πολλαπλασίως ἀπολαύσεις παρὰ θεοῦ ἐλέους ἐν τῷ μέλλοντι ὀγδοαδικῷ καὶ ἀτελευτήτῳ αἰῶνι, ἕως ἔχεις καιρόν, ἐπεὶ οὐκ οἶδας ὁποῖόν σοι τὸ τέλος τῆς περὶ γῆν ἀναστροφῆς συναντήσεται. Καὶ γὰρ 3. Ἐὰν πληρωθῶσι τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχεοῦσι· καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορρᾷ τόπῳ, οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἔσται.